De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1.1
Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου καλῶς τε καὶ δικαίως οἰκονομήσαντος τὴν ἀρχήν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα. τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν, αὐτοὶ δ' ἐπιστάντες ἐρήμῳ βοηθείας τῷ Πρόβῳ, κωλύοντος οὐδενός, διεχρήσαντο βασιλεύσαντα ἐνιαυτοὺς ἓξ μῆνας δʹ. 71. Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμε 113 νοι Σαβίνῳ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδόν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβίνου Ἰουλιανοῦ στρατιώταις καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνός, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν. 72. Ὅτι ἐπὶ Διοκλητιανοῦ Καραύσιός τις, ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ τὰ στρατιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων, κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος ἐκ τοιαύτης αἰτίας νεωτερίζειν ἤρξατο. Σελβικὸν καλούμενον κλῖμα κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν Φράγκοι τε καὶ Σάξονες ἔθνη Κελτικὰ διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους καὶ τῶν χωρίων πορθοῦντες τὰ ἐπιθαλάσσια. σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου, οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πολεμίους ὑπωπτεύθη. ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἐρκουλίου προσταχθεὶς τήν τε πορφύραν περιέθετο καὶ τὴν Βρεττανίαν καταλαμβάνει. καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων ὄντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεωτέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς εʹ ἀνδρῶν Γεντιανῶν τὴν προσηγορίαν ἐπεπολέμητο. 73. Ὅτι ὁ Γαλέριος, ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος ἐπὶ καταλύσει τῆς τε τῶν πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἐρκούλιον ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον, καταληφθεὶς δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας φεύγει καὶ 114 ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. ἀλλ' ὅμως ὁ Ἐρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν οὐ πολλῷ ὕστερον, ἀγερθέντων ἐς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν καὶ κινδυνεύσας ἀναιρεθῆναι ἀπῆρεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κωνσταντίνου κηδεστοῦ ὄντος ἀνυπόπτως ὑποδεχθείη. γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγκους γάρ τοι καὶ Ἀλαμανούς, οἳ Κελτῶν εἰσι δυνατώτεροι, πανστρατιᾷ διαφθείρας καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἐρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν ἀναιρεθεὶς ἐν δίκῃ.*** 74.*** Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινος αἰωρήσαντες περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον. ἐφ' ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων, ὑπονοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους ἀξιόχρεος ἂν ἐγένετο καὶ πολλῶν ἐπινικίων πομπῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. μεθ' ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ 115 Λουγδοῦνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελών, τετάρτῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ· ὅ τε ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλίων ἀποδεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἄν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμενος πρὸ τριακοστῆς ἡμέρας ἐκποδῶν κατέστη. 75. Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτοκράτορι. ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρωμένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυμένας ἀπιέναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐεπιχείρητος εἴη, καταινέσει τῶν στρατιωτῶν αἰσθομένων τῆς τοῦ Κωνσταντίου γνώμης αὐτοκράτωρ ἀποδείκνυται, ἐνιαυτόν τε καταμείνας αὐτόθι τὴν Γαλατίαν κατεστήσατο. ἄρας δὲ τὸν στρατὸν οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον, ἀλλ' ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. γενόμενος δὲ πρὸς τῷ ποταμῷ καὶ ἐπιστρέψας τὴν πορείαν ἐχώρει ἐπὶ τῶν Ὀρκυωνίων καλουμένων δρυμῶν. ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν παρὰ τὴν ποταμίαν ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. καὶ πολλὰ εἰργάσατο. ὁ δὲ Κωνστάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξεγένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βραβεύσαντος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσην αὐτῷ τὴν πορείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις Κιλίκων τε καὶ Σύρων κειμένην, μεʹ τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ. 76. Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος ἐπανίσταται τῇ Κωνσταντινου 116 πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνεται φόνων καὶ συμφορῶν αἴτιος. καὶ μέχρι μὲν οὖν τινος, τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακωλείᾳ πόλει Οὐάλεντι προσήχθη ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπαράχθη. καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρεν καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΓΝΩΜΩΝ] 77. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας ὑπ' αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους ἐκ τῆς εἰς βασιλείαν ὑποψίας. καὶ ἁπλῶς εἰπεῖν ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν. αὐτίκα δὲ κατὰ τῶν βαρβάρων ἐχώρει, καὶ τελευτᾷ ἡττηθείς. 78. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμαννῶν πόλεμον ἐπιτίθεται, καὶ δι' Ἀνδραγαθίου τοῦ τῆς τυραννίδος κοινωνοῦ πρὸ Λουγδουνοῦ τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. ἐτελεύτα μὲν οὖν Γρατιανὸς βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιθʹ. αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ὑπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθών, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος, καὶ ἀνηγορεύθη παρ' αὐτῶν βασιλεύς. τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περι 117 ῆλθεν ἡ ἀρχὴ εἰς Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγίστῃ καθίστατο δύναμίν τε κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντινιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε καταλιπὼν ἐν τῇ Κωνσταντίνου πόλει Ἀρκάδιον βασιλεύοντα. καὶ καταλαβὼν τὴν Θεσσαλονίκην εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι' ἀνάγκην τοῦ τυράννου ὡς βασιλέα ἐδέξαντο. ἀναλαβὼν οὖν τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων ἐπὶ τὴν Μεδιόλανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασιλέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν Μάξιμον ἄγουσιν· ὃς ἀνῃρέθη ἐν τῇ κʹ τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως φονεύς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὀνωρίου. ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες· ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμμαχον ἐπεδείξατο. οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα τοῖς τῶν ἐκκλησιῶν σηκοῖς προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φιλανθρωπίας ἠξίωσε καὶ τῷ τῆς βουλῆς τάγματι συγκατέγραψεν. 79. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβουλῆς τοιᾶσδε τεθνηκέναι. ὁ τούτου πατὴρ Οὐαλεντινιανὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς διατεταγμένους Ῥωμαίων νόμους. ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγάτηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ τοὺς Κωνσταντίου χρόνους, διὰ νεότητά τε οὐ τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει. 118 ἧς διὰ κάλλους ὑπερβολὴν ἐρασθεὶς ὁ βασιλεὺς ἄγεται ταύτην κατὰ δεύτερον γάμον· ἐξ ἧς Οὐαλεντινιανὸς ὁ νέος ὁ Θεοδοσίῳ συμβασιλεύσας ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτήν, καθ' ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινιανοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατεῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελφὴν τοῦ τετελευτηκότος βασιλίδα Γάλλαν, μεγάλη τε ἐμελετᾶτο τοῦ πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβωγάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βάνδωνος τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύσαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος υἱός, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν, ὃς τὸν Οὐαλεντινιανὸν βιασάμενος εἰς τὴν τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην. οὗτος γοῦν πολλοὺς τῶν ἐν ἀξιώμασι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς τοῦ τὴν ὕπατον διέποντος, ἐπειδή τι τὸν Ἀρβωγάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγούμενος γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσιν. ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθείς, ἀπῄει πρόκωπον ἔχων τὸ ξίφος. πολέμιος τοίνυν ἀπεδείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ. καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι, ὁ δὲ βάρβαρος τὴν κατ' αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν Βέρναν λεγόμενον διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πολιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον 119 εὑρὼν ξίφει διεχρήσατο. οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβωγάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστη Σεριχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. καὶ ὁ μὲν Σεριχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας ἄκοντί γε περιτίθησι τὸ σχῆμα. ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε πειρώμενος, εἰ ὁμολογοίη φίλος εἶναι καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας ἀπεπέμψατο. αὐτὸς δὲ Ῥωμαϊκὸν μὲν τὸν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαινάν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ ἄρχοντας τῶν στρατοπέδων παραλαβών, ἅμα δὲ καὶ Στελίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Βερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκίων Οὔννων σὺν τοῖς παρεπομένοις φυλάρχοις διαναστήσας εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον μηδέν τι προσδοκῶντα ἀπαράσκευον καταλάβοι. ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. ὁ δὲ Ἀρβωγάστης ἀντεμάνη ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ' ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατοπέδων ὑπῆρχεν. ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπαναχωρήσας, τὸν δὲ θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας ἐν ὅλοις 120 τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν, ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. ὁ δὲ Ἀρβωγάστης, ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη τῷ σφετέρῳ περιπεσὼν ξίφει. ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο, καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. 80. Ὅτι Ῥουφῖνος ὁ ἐπίτροπος Ἀρκαδίου ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδείας· ἀλλ' ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ· ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγών, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει, ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει. οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφοράς· καὶ τοὺς βαρβάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας ἔπαυσε τῆς τῶν ἐπιχωρίων ὁρμῆς. συγκαλεσάμενος δὲ Γαινάν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν, καὶ ὁ Γαινὰς αὐτὸν ἐφρούρει, πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι· Ῥουφῖνός τε ἦν καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον, διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. 81. Ὅτι Γαινὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος βάρβαρος 121 ὢν τὸ γένος καὶ ὑπὸ Ῥωμαίων κατ' ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν. Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτοῦ χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαινᾶ νεωτερίσαντος καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαινὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. ἦγε δὲ μετ' αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας, καὶ καταλαβὼν τὴν Φρυγίαν πάντα ἀνέτρεπεν. εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων οὐ μόνον διὰ τὸ† πρὸς τὸ γενναῖον, ἀλλ' ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο. τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἄνδρας, Σατορνῖνόν τε καὶ Αὐρηλιανόν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. καὶ οἱ μὲν ὑπὲρ κοινοῦ προαποθνήσκειν αἱρούμενοι γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. ἀλλ' οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας ὅρκοις ἐπιστοῦντο ἀλλήλους. καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαινὰς δὲ παρεσπόνδει καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν, ἀλλ' ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ' αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. τοσοῦτος ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον ὑπὸ τοῦ οὐρανοῦ φανῆναι. 122 Ὁ μέντοι Γαινὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· τῆς δὲ φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. ὅτε δὴ καὶ ἡ τοῦ θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι ἐν σχήματι ὁπλιτῶν, μεγάλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον καταπλαγέντες ὑπεχώρησαν. ὡς δὲ ἀπαγγελθέντος τούτου Γαινᾷ ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικόν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει τε αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτί, καὶ μετὰ ταῦτα πολλάκις. ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει, ὑπονοήσας τε ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει· συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι τὰ ὅπλα λαθραίως κομίζοντες. ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαινάς. καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τοῦ τείχους φυλακὴν διέθεον, ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαινὰς δὲ μαθὼν ἀναιρεῖσθαι τοὺς μὴ φθάσαντας ἐξελθεῖν τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερόνησον ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ θεοῦ προνοίας ἐδείκνυτο θαύματα. ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ 123 τοῦ κλύδωνος ἐκριπτούμενοι. πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο, καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαινὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φραυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχήν, καθ' ἣν ἐτέχθη Ἀρκαδίῳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. 82. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου Ἰωάννης, πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας τὴν βασιλείαν ἁρπάζει καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὴ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλλον δὲ ἐπιτηδειότητι, ὡς ὕστερον ἀπεδείχθη. ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας ἐς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. ἀλλ' ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. ὁ δὲ θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἀρδαβούριον, ἄγει τε ἅπαντας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. οὕτως οὖν διαβάντες τὴν ἄβατον καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατὴς ἐγένετο· καὶ τοῦτον ἀνελόντες γνώριμα τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο. ὃς εὐχαριστήσας τῷ θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βασιλέα. 83. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων καὶ ὑπὸ πάντων μισούμενος. τότε μὲν οὖν Ἀττήλας πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανί 124 σταται τῇ Ῥωμαίων ἀρχῇ καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ' αὐτοῦ ἐπιβουλῆς. ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς. 84. Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζήνωνα ἐχαλέπαινεν. ἐδεδίει γὰρ μήποτε καὶ τυραννίδι ἐπίθηται, ἀκινδύνου αὐτῷ† γενέσθαι τῆς ἁρπαγῆς. ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. καὶ πᾶσι τοῖς ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετησάντων ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καί σφας ἐκποδῶν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βάνδωνα καὶ Δανίηλον ὡς τυραννίδι ἐπιθεμένους ἐξέβαλεν. ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα ἀμύνασθαι ἐσπουδακὼς τῆς προτέρας εἴχετο βουλῆς, ὥστε διαβῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφίστατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβου, τὴν παρασκευὴν ἀνεβάλετο. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμηνἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βαλεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχομένη σκήπτρων Εὐγενίῳ τινὶ τὴν ἐπιμέλειαν τῶν αὐτῆς ἔχοντι πραγμάτων ἥλω ἐς λαθραῖον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐλαθεῖσα Ἐρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη παρὰ τὸν Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινά, ὥστε ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοις καὶ δακτύλιον ἔπεμψε πιστουμένη τὸν βάρβαρον. καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπερίων βασιλείας, ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκαταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μή γε ἐκεῖνον ποιήσοιτο ἐκποδῶν. 125 Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα διηρεύνησε καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς τῆς κεφαλῆς ἀποτμηθῆναι ἐκέλευσεν, Ὀνωρίαν δὲ τὴν ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησαμένῃ αὐτήν. οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς** ἀπελύετο. 85. Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὤν, ὡς ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν), τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα ὡς, εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ' αὐτοῦ φθαρήσεται. Ὁ δὲ Βαλεντινιανός, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων, ἀθρόον ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ' αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτόν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους, παραδηλῶν ὡς δι' ἐκεῖνον† οἰκείει τὸν Μαρκιανὸν ἐκβαλὼν τῆς ἀρχῆς. τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος καὶ ἐπειρᾶτο τῆς ἀλόγου κινήσεως ἀπαγαγεῖν αὐτόν, σπασάμενος ὁ Βαλεντινιανὸς τοῦ κολεοῦ τὸ ξίφος σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτοῦ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντος· πριμικήριος γὰρ 126 τῶν κοιτώνων ἦν. καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς ἀνεῖλον αὐτόν, πολλὰ ἀνδρὸς ἔργα διαπραξάμενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμους. τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα νέον ὄντα ἐπετρόπευε διὰ τῆς τῶν βαρβάρων συμμαχίας, τὸν δὲ Βονιφάτιον σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. ἀνεῖλε δὲ καὶ Φίληκα δόλῳ τὴν στρατηγικὴν σὺν αὐτῷ λαχόντα ἀρχήν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν ῥωμαίων ἐμβατεύσαντας χωρίοις. παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων. ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου εἴκειν ἐπιτάγμασιν. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανός, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ ἐς τὰ μάλιστα κεχαρισμένον. ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προύθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο. ἀλλ' οὐδὲ ταύτης αὐτὸν ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος προαιρέσεως καὶ βουλόμενος μὴ ἔχειν ἀντίρροπον δύναμιν τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμάς, παραπείθων τὸν Βαλεντινιανόν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἑτέρους μεταφέρειν δύναμιν. ἐντεῦθέν τε ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν τὸν 127 βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον ὀλίγοις ἅμα δορυφόροις καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. ὡς δὲ ἀποβὰς τοῦ ἵππου ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτὸν καὶ τὰ παραιωρημένα αὐτοῖς ἑλκύσαντες ξίφη ὥρμησαν. καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν, ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν καταβάλλει· ὁ δὲ Θραυστήλας τὸν Ἡράκλειον καθεῖλε, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες ἐς τὸν Μάξιμον ἀπέτρεχον. εἴτε δὲ πρὸς τὴν ἀδόκητον τόλμαν, εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. δαιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ' αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχήν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς Δομνίνου Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν. τῷ δὲ Μαιωρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη. ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν τῶν βασιλείων ἐκράτει· οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν βιάζεται τὴν Εὐδοξίαν θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. καὶ Γιζέριχος ὁ τῶν Βανδήλων ἄρχων τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦ δὲ εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, 128 οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην λάθρα ἐπικαλεσαμένης αὐτόν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ' αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμης ἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος ἔφευγεν ἵππῳ ἀναβὰς καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ' αὐτὸν ἐλευθέρων, οἷς μάλιστα ἐκεῖνος ἐπίστευε, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθον κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελθὸν τόν τε νεκρὸν διέσπασε καὶ τὰ μέλη ἐπὶ κοντῷ φέρον ἐπαιωνίζετο. ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε. 86. Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώμης, καὶ λιμοῦ κατὰτὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησάμενος ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμμάχους ἀπάγειν τῆς Ῥωμαίων πόλεως. ἀπέπεμπε δὲ καὶ τοὺς Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημάτων αὐτοῖς ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔργων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν. ὅπερ τοὺς Ῥωμαίους πρὸς στάσιν διανέστησεν ἀφῃρημένους τοῦ τῆς πόλεως κόσμου. Περιφανῶς δὲ καὶ ὁ Μαιωρῖνος καὶ ὁ Ῥεκίμερ ἐπανίσταντο τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς πῇ δὲ τοὺς τῶν Βανδήλων πολέμους ὑφοραθέντα ὑπεξελθεῖν τῆς Ῥώμης καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. ἐπιθέμενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν Μαιωρῖνός τε καὶ Ῥεκίμερ εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. ἔνθα οἱ περὶ τὸν Μαιωρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέλειπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων 129 μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. 87. Ὅτι Μαιωρῖνος ὁ τῶν ἑσπερίων βασιλεύς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις τὰ δὲ ὅπλοις παρεστήσατο, καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο, οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλαβόντες αὐτὸν τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύμνωσαν, πληγάς τε ἐντείναντες τῆς κεφαλῆς ἀπετέμνοντο. τοῦτο μὲν τῷ Μαιωρίνῳ τῆς τοῦ βίου καταστροφῆς γίνεται τὸ τέλος. 88. Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας βουλόμενος βασιλεῦσαι τῶν ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεντινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν ὀνόματι Εὐδοκίας, ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ' αὐτῷ. 89. Ὅτι ἐπὶ Ἀνθεμίου καὶ Λέοντος τῶν βασιλέων Οὔλλιβος ὑπὸ Ἀναγάστου ἀνῃρέθη κατὰ τὴν Θρᾴκην, ἀμφότεροι τοῦ Σκυθικοῦ γένους καὶ πρὸς τὸ νεωτερίζειν ἐπιτήδειοι. 90. Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳ πρὸς ἁρπαγὴντραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διεχειρίσαντο. καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κωνσταντίνου ἅμα Ζήνωνι τῷ ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. ἐμφυλίου δὲ ἐντεῦθεν κινηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν Θρᾳκίων τελῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς τὰ Ῥωμαίων ἐπέτρεχε 130 φρούρια. αἰτία δὲ τῆς αὐτοῦ διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδός, ὅνπερ Ἀνέγισκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμήν· τὴν γὰρ ἐπ' αὐτῷ γενομένην ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δεδιώς, φησί, μήποτε ἐν τῷ τῆς γερουσίας αἶσχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. ἄλλοι δέ φασι αὐτὸν χρημάτων ἐφιέμενον ἐς τὴν ἐπανάστασιν χωρεῖν. πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. ὁ μὲν οὖν Ἀρδαβούριον τὸν Ἄσπαρος αἴτιον τῆς τυραννίδος ἀπέφηνε καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμπεν. ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων τὴν ὕπατον ἔχων ἀρχὴν ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀποστήσοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ' ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς Ἰνδακός, τοὺς προσοίκους ἅπαντας βιαζόμενοι καὶ τοὺς διοδεύοντας ἀναιροῦντες. ἐστέλλετο δὲ καὶ κατὰ Τζάνων βοήθεια ληιζομένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. διανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος Γαλατίαν τὴν πρὸς ἑσπέραν νεμόμενον, οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότερον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδίμερι ταττόμενον τῷ Βαλίμερος ἀδελφῷ. 91. Ὅτι ὁ τῶν ἑσπερίων βασιλεὺς Ἀνθέμιος νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε, μάλιστα Ῥωμανὸν ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρικίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι' ὃν ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ' αὐτὸν ταττομένους ἀνεκαλέσατο. 92. Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδάνης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος εἰς ἔσχατον ἦλθε κινδύνου, ἅμα δὲ αὐτῷ Μισαὴλ καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν. 131 93. Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰςτὸν βασιλέα τῶν ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυηθεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον ἐπὶ μῆνας θʹ. καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ ὁ δῆμος, τῷ δὲ Ῥεκίμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. συνῆν δὲ καὶ Ὁδόακρος, γένος ὢν τῶν προσαγορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελφὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματοφύλακός τε καὶ σφαγέως γενομένου. καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις, ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν διαφράξας λιμῷ τοὺς ἔνδον ἐβιάζετο. ἐντεῦθέν τε αὐτοῖς συμβολῆς γενομένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος δόλῳ βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος, ἄχρις οὗ, τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβάροις καὶ τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς ἐν τοῖς πρόσφυξι τοῦ μάρτυρος Χρυσογόνου γίνεται· ἐκεῖ τε τῆς κεφαλῆς ἀποτέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ βασιλεύσας ἔτη πέντε μῆνας γʹ ἡμέρας ὀκτωκαίδεκα. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε ταφῆς, τὸν δὲ Ὀλύβριον ἐπὶ τὴν βασίλειον ἀνήγαγεν αὐλήν. Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥωμαίων παρειληφότος ἀρχήν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμεθέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ι ʹ μόνας ἐπιβιοὺς ἡμέρας ὑδέρῳ συσχεθεὶς μεταλλάττει, τοῖς βασιλεῦσιν ἀριθμηθεὶς εἰς μῆνας ἓξ ἥμισυ. τὴν δὲ τοῦ Ῥεκίμερος τάξιν ὑπεισελθὼν Γουνδουβάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον τὴν τοῦ κόμητος τῶν δομεστίκων ἀξίαν ἔχοντα ἐπὶ τὴν βασιλείαν ἄγει. γνοὺς δὲ Λέων ὁ τῶν ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν ἐπιστρατεύει κατ' αὐτοῦ, Νέπωτα στρατηγὸν ἀποδείξας· ὃς ἐπειδὴ τὴν Ῥώμην κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο καὶ τῶν βασιλείων 132 ἐξώσας ἐπίσκοπον τοῦτον Σάλωνος προχειρίζεται ηʹ μῆνας ἐντρυφήσαντα τῇ ἀρχῇ. εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς ἦρχε τῆς Ῥώμης. 94. Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θεοδώριχος ὁ Τριαρίου τὴν στρατηγίδα τῶν Θρᾳκίων διέπων Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖχος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπακοῆς καταφρονήσας ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος πολλὴν ὠφέλειαν ἐπεδείξατο. ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας αὐτῷ κοινωνὸν τῆς κατὰ τοῦ βασιλέως ποιεῖται βουλῆς. καὶ δὴ καὶ Ἁρμάτιον προστεθῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμματα λαβὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησαμένῃ Πατρίκιον τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγίστρου τῆς αὐτοκράτορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ ἑτέρῳ ταύτην προεῖσθαι. ἣ δὲ καὶ ἐξ αὐτῆς τούτου ἐφιεμένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρημένα καί, τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συντελοῦντος, στέλλει τινὰ πρὸς αὐτὸν ἥκειν θᾶττον αὐτὸν παρακελευσαμένη. ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς αὐτὴν ἐγένετο, ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν ἢ γενέσθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συνεληλυθέναι τὴν γνώμην. ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλόμενος, ὡς ἤκουσεν ὡς δέον αὐτοὺς ἀποδρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ μητρὶ Λαλλίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ περαιωθεὶς κατὰ Χαλκηδόνα σὺν πολλοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. 95. Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ 133 βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος, εἰς ἐπιβουλὴν Ἰλλοῦ. ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ, ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ' αὐτοῦ γίνεται ἐπιβουλὴ ἐξ αἰτίας τοιᾶσδε. βάρβαρός τις Ἀλανὸς τὸ γένος κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. οὗτος δὲ ἦν γένος μὲν Φρύξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἔκ τινος περιπετείας γνωρισθεὶς καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκώς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος, ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχήν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὑπάρχων ἀνέβη θρόνον. οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακώς, καὶ τὸν Θευδέριχον προχειρίζεται τὸν ἐπιλεγόμενον Στραβόν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαύρωνἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως ἀφωρμήθη. καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα προσεποιήσατο, ἄχρις οὗ Ζήνων μεταπεμψάμενος αὐτὸν ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς.** ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα καὶ ἐκ πολλοῦ κατὰ τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν, πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα τὰ ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, 134 ἐξαιτεῖ τὴν Βηρίναν, καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον Ματρωνιανῷ κατατίθεται, τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς Δαλισανδὸν ἐφρούρει. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο τῆς καταμηνύσεως χάριν. τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν τιμηθέντι καὶ τῇ τοῦ κοιαίστορος ἀξίᾳ. συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν διὰ τὴν πρόφασιν Βηρίνης· καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν, ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ Δέλφακος στοάν, ἐν ᾗ οἱ Δελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. καὶ συμπεσόντες τοῖς φρουροῖς πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἄν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη. συνεμάχουν δὲ τούτοις Βουσαλβός τις, ἡγούμενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτός, Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους Πυλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ τὴν στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρασαν οἰκίαν. ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυμένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει καὶ εἰς τὴν Καππαδοκῶν Καισάρειαν ἐλαύνει· καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόντων. κατὰ 135 δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θεοδώριχος ὁ Οὐαλάμερος ἐπὶ τὴν Νέαν Ἤπειρον ἐκδραμὼν ἐγκρατὴς γίνεται πόλεως Δυρραχίου, Ἴσαυροί τε Κώρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. καὶ Μαρκιανὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας καὶ σὺν πολλῷ πλήθει γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ ἀπεκρούσθη, Τροκούνδου προκαταλαβόντος τὸ χωρίον· καὶ διὰ τῶν αὐτοῦ δορυφόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ καταστῆσαι**. ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου παραλύσας τῆς ἀρχῆς Τροκούνδην προχειρίζεται, καὶ Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. ἐν ᾧ χρόνῳ συνωμοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ Διονύσιος, ὕπαρχος τῆς αὐλῆς ὤν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως ἐτιμωρήθησαν. καὶ ἡ τῶν Θεοδωρίχων συζυγία αὖθις τὰ Ῥωμαίων ἐτάραττε καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις ἐξεπόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς καλουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. Ἐπειδὴ δὲ Θεοδώριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς τοὺς Οὔννους ἔπραξε πολέμῳ, καὶ ἐπ' αὐτὴν τὴν Κωνσταντίνου πόλιν ὥρμησεν, καὶ ταύτην ῥᾳδίως ἂν ὑπηγάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν τὰς πύλας ἐφύλαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς διαδραμὼν αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν, ὡς λοιπὸν ἐπὶ τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιν διελθεῖν καὶ διαπορθμεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. ἀλλὰ καὶ κατὰ ναυμαχίαν ἡττηθεὶς ᾤχετο πρὸς τὴν Θρᾴκην, ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλλάδα ἀφορμηθεὶς σὺν τῷ παιδὶ Ῥεκιτὰχ καὶ ἀδελφοῖς δύω καὶ γαμετῇ Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν Διομήδους καλούμενον Στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον καὶ καταβληθεὶς ὑπ' αὐτοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱσταμένου. οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ ἐπενεχθῆναι ἰσχυρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ μαστιγωθέντος πρὸς αὐτοῦ. παροῦσα δὲ ἡ γαμετὴ Σιγίλδα νύκτωρ καταθάπτει τοῦτον. καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ Θεοδωρίχου παῖς· παρεδυνάστευόν τε αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, 136 οὓς ἀνελὼν μικρὸν ὕστερον μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν ἀτοπώτερα τοῦ πατρὸς ἀπεργαζόμενος. 96. Ὅτι ἐπὶ Ζήνωνος Θεοσέβιός τις Προκοπίῳ τῷ Μαρκιανοῦ ἐμφερὴς πλείστας περινοστήσας τῶν τῆς ἀνατολῆς πόλεων πολλοὺς τῇ περὶ αὐτοῦ† ἀπατῆσαι δόξῃ. 97. Ὅτι Θεοδώριχον τὸν ἕτερον αὖθις νεωτερίσαντα καὶ τὴν Ῥωμαίων ἀρχὴν καὶ τὰ πρόσοικα τῆς Ἑλλάδος ληιζόμενον Ἰωάννηντὸν Σκύθην πέμπει καὶ Μοσχιανὸν στρατηγούς, δολοφονήσας πρότερον Σαβινιανὸν τὸν ἐν Ἰλλυριοῖς ἄρχοντα. 98. Ὅτι Ζήνων τῆς πρὸς Ἰλλοῦν ἔχθρας κατάρχεται, πρῶτα μὲν Λογγῖνον λαβεῖν ἐξαιτούμενος, ἔπειτα Ἰωάννην τὸν Σκύθην διάδοχον αὐτῷ τῆς ἀρχῆς ἀποστείλας. δημηγορεῖ δὲ καὶ πρὸς τὸν δῆμον ὅσα ἐχθρὸς κατὰ τοῦ Ἰλλοῦ, καὶ κελεύει τοὺς οἰκειοτάτους αὐτοῦ τῆς πόλεως ἀπελαύνεσθαι, καὶ τὰς περιουσίας τούτων δωρεῖται ταῖς Ἰσαύρων πόλεσιν. Ὁ δὲ Ἰλλοῦς ἐς φανερὰν ἀποστασίαν ἐλθὼν τότε Μαρκιανὸν ἀναζώννυσι καὶ πρὸς τὸν Ὁδόακρον ἔστελλε, τὸν τῆς ἑσπερίας Ῥώμης τύραννον, καὶ πρὸς τοὺς τῶν Περσῶν καὶ Ἀρμενίων ἄρχοντας· παρεσκεύαζεν δὲ καὶ πλοῖα. καὶ ὁ μὲν Ὁδόακρος τὸ μὴ δύνασθαι συμμαχεῖν ἀπεκρίνατο, οἱ δὲ δὴ ἄλλοι τὴν συμμαχίαν ὑπέσχοντο, ἐπειδάν τις πρὸς αὐτοὺς ἥξει. Ζήνων δὲ Κόνωνα τὸν Φουσκιανοῦ ἐν ἱερεῦσι καταλεγόμενον ἀναλαβεῖν αὖθις τὰ ὅπλα παρασκευάζει, καὶ Ἰλλουλίγγην δὲ τὸν νόθον αὐτοῦ ἀδελφὸν στρατηγὸν ἀναδείκνυσιν. πρὸς ἅπερ Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν Βηρίναν στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε καί, οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα στᾶσαν ἐν βήματι. ἦν δὲ οὗτος γονέων τε ἀφανῶν καὶ πόλεως Δαλισάνδου. ὡς οὖν ἐπὶ τὴν ἡγεμονίαν προῆλθεν, αὐτίκα τὰς ἀρχὰς διῳκήσατο καθ' ὃν ἐδοκίμασε τρόπον, καὶ χρημάτων διανομὰς ποιησάμενος ἐπὶ τὴν Ἀντιόχειαν ἀφίκετο. Ὁ δὲ Ζήνων τὸν Ῥεκιτὰχ ἐπειδὴ ᾔσθετο φθόνῳ πρὸς Θεοδώριχον ἀφιστάμενον, ἀναιρεθῆναι διεπράξατο πρὸς τοῦ Οὐαλίμερος παιδός, ἀνεψιοῦ ὄντος τοῦ Ῥεκιτάχ, ἔχοντος καὶ παλαιὰν ὀργὴν 137 πρὸς αὐτὸν οἷα τὸν* αὐτοῦ ἀποκτείναντα. ἔπραττε δὲ τὴν ἀναίρεσιν ἐν προαστείῳ Βονοφατιαναῖς προσαγορευομένῳ, ἡνίκα πρὸς τὴν ἑστίασιν ἐκ βαλανείου ἤει ὁ Ῥεκιτάχ, διελάσας αὐτοῦ τὴν πλευράν. Ἐπὶ δὲ τὸν Ἰλλοῦ πόλεμον στέλλει Θεοδώριχον ὕπατον, καὶ γενόμενον κατὰ τὴν Νικομήδειαν ἐπανάγει ἔννοιαν λαβὼν ἀπιστίας· πέμπει δὲ ἀντ' αὐτοῦ τινας τῶν καλουμένων Ῥόγων σὺν Ἁρμεναρίχῳ τῷ Ἄσπαρος παιδί. καὶ στόλον δὲ διὰ θαλάσσης ἠφίει ναυάρχους ἐπιστήσας Ἰωάννην τὸν κατὰ Βασιλίσκον καὶ Παῦλον, τὸν ἐκ δούλων γενόμενον αὐτοῦ σακελλάριον. ἐν δὲ τούτῳ παραγίνονται ἐκ τῶν Ἰλλοῦ ἀποσταλέντες Ἀρτεμίδωρος, ὁ Τροκούνδου ὑπασπιστής, καὶ Πάπιμος, ὃς ἦν ἵππαρχος τῷ Ἰλλοῦ. ἐξ ἑκατέρων τοίνυν βασιλέων παρασκευῆς γενομένης, ἐμειονεκτεῖτο τὸ Ἰλλοῦ στράτευμα, ὡς εὐλαβηθὲν σφόδρα ἐπὶ τὸ Χέρρεως ἰδεῖν φρούριον· καὶ πρῶτα μὲν τά τε πρὸς ἀποτροφὴν ἀρκοῦντα ἔπεμψεν αὐτῷ, καὶ τὴν γαμετὴν Ἀστερίαν καὶ ἄλλους, καὶ Βηρίνην τὴν βασίλισσαν· ἐπέστελλε δὲ καὶ Λεοντίῳ ἐκλιπόντι τὴν Ἀντιοχέων θᾶττον ἥκειν πρὸς αὐτόν. ὡς δὲ ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας ἀνῆλθεν εἰς τὸ Χέρρις φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπιλεξάμενοι τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρισαν, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάλων μάγιστρον. καὶ τὸ μὲν Θεοδωρίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν ἐν τῇ χώρᾳ προσέταξεν. ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνί 138 σθησαν. Βηρίνα δὲ μετ' ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυγῆς παρεθεῖσα ἐτελεύτησε καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέραν ἀποθανὼν τῇ ἴσῃ παρεδόθη ταφῇ. ὁ δὲ Ἰλλοῦς τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ τὸ λοιπὸν ἐσχόλαζεν ἀναγνώσει βιβλίων, καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον, ὅ τε Θεοδώριχος πάλιν εἰς ἀπόστασιν εἶδε καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, καὶ ὁ Ζήνων πρὸς τὸν Ὁδόακρον τὸ τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. λαμπρὰν δὲ ἀναδησαμένων νίκην τῶν περὶ τὸν Ὁδόακρον, προσέτι δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχθεῖσιν. οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προσεδρεύοντες πολιορκίᾳ μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους συνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γράμματα πρὸς τὸν Ζήνωνα διεπέμψατο ὑπομιμνήσκων αὐτὸν τῆς προτέρας εὐνοίας. ὡς δὲ οὐδὲν πλέον ἔδρα, αὖθις ἐν τοῖς ὅπλοις ἐγένοντο. Τῷ δὲ ἑξῆς ἔτει Θεοδώριχος ἐπανελθὼν ἐκ Νοβῶν ἐστρατοπέδευσεν ἐν τῷ λεγομένῳ Ῥηγίῳ καὶ κατέρχεται τὰ πλησίον. ὁ δέ γε Ζήνων βουλόμενος αὐτὸν ὑποκλῖναι ἣν εἶχεν αὐτοῦ ἀδελφὴν τῇ βασιλίδι συνδιαιτωμένην ἀπέπεμπεν ἔτι πολεμοῦντι ἅμα πολλῷ πλούτῳ, ὁπότερον ἐθέλοι διδούς· ἐκ τοῦδε νοεῖν ἦν ὡς φιλοποιούμενος ἔτι. Μετὰ δὲ τὴν Θεοδωρίχου τῆς πολιορκίας ἀπαλλαγὴν Ἄνθουσα ἡ τοῦ Ἰλλοῦ θυγάτηρ ἐν τῷ φρουρίῳ μετήλλαξεν, ἐξ οὗπερ μάλιστα ὁ Ἰλλοῦς κατωλιγώρει τῆς φυλακῆς τῶν ἔνδον. καὶ ὁ τῶν 139 Περσῶν βασιλεὺς Περόζης† ζʹ βιοὺς χρόνους μετὰ τὸν πατέρα Ἰσδιγέρδην βασιλεύσας ἐτελεύτησεν ἐν τῷ πρὸς τοὺς ὁμοροῦντας Οὔννους πολέμῳ. ἑνὸς δὲ διαγενομένου χρόνου, Καβάδης τῆς βασιλείας κρατεῖ, ἀλλὰ καὶ αὐτὸς ἐξ ἐπιβουλῆς τῶν ἐν τέλει τινῶν τῆς ἡγεμονίας ὠσθεὶς ἐν φρουρίῳ καθείρχθη, ἐκεῖθέν τε λάθρα διαφυγὼν πρὸς τοὺς Καδισηνοὺς λεγομένους Οὔννους ἀφικνεῖται καὶ δι' αὐτῶν αὖθις τὴν βασιλείαν κτησάμενος τοὺς ἐπιβουλεύσαντας ἀνεῖλεν. Ἐπράχθη δὲ καὶ ἡ τοῦ φρουρίου Χέρρις κατάληψις τρόπῳ τοιῷδε. Ἰνδακὸς ὁ Κοττούνης πάλαι τὴν προδοσίαν μελετῶν, ἅμα δὲ καὶ τὴν φυλακὴν τοῦ ἐρύματος ἐπιτετραμμένος, πείθει τὸν Ἰλλοῦν ἔξω τοῦ φρουρίου τοὺς ἀμφ' αὐτὸν παρασκευάσαι, ὡς δὴ τῶν ἐναντίων διὰ τῆς νυκτὸς ἐπιόντων, αὐτόν τε ἅμα Λεοντίῳ ἐν τῷ συνήθει κατευνασθῆναι κοιτῶνι. ὁ δὲ νυκτὸς ἐπιλαβομένης διὰ τοῦ ἠρεμοῦντος μέρους καλώδιον καθεὶς τοὺς ἐναντίους ἀνάγει. καὶ πρῶτα μὲν οἱ τῶν πυλῶν φύλακες ἀποσφάττονται, ἔπειτα βοῆς ἀκουσθείσης, ὡς ἔθος ἐστὶ Ῥωμαίοις λέγειν· Ζήνων Αὔγουστε τούμβικας, παραχρῆμα μὲν Ἰνδακὸς καὶ οἱ σὺν αὐτῷ προδόντες ἀναιροῦνται, Ἰλλοῦς δὲ καὶ Λεόντιος εἰς τὸ τέμενος τοῦ μάρτυρος Κόνωνος καταφεύγουσιν. καὶ τοῦ Λεοντίου βουληθέντος ἀνελεῖν ἑαυτόν, ἐπέσχεν Ἰλλοῦς· ὡς δὲ εἰς αὐτοὺς ἦλθον οἱ ἐναντίοι, πρὸς βίας ἐκβάλλονται καὶ ξυλοπέδαις δεθέντες ὑπὸ τῶν στρατιωτῶν ἄγονται. καὶ ὁ μὲν Ἰλλοῦς πολλὰ καὶ εἰπὼν καὶ ὀδυράμενος ᾔτησε τοὺς περὶ Παῦλον καὶ Ἰλλοῦν τοὺς δούλους αὐτοῦ γενομένους τὸ μὲν τῆς θυγατρὸς σῶμα ἐν Ταρσῷ ταφῇ δοῦναι, τὴν δὲ γαμετὴν ἀνύβριστον φυλάξαι καὶ τὸν οὕτως εὔνουν γενόμενον Κόνωνα τὸν ἄνδρα φειδοῦς τυχεῖν. οἱ δὲ σπουδαίως ταῦτα ἐπετέλεσαν, καὶ τὸ μὲν σῶμα σὺν τῇ Ἰλλοῦ γαμετῇ καὶ τῇ παιδὶ Θέκλῃ εἰς τὸ εὐκτήριον τῶν γʹ παίδων ἐν Ταρσῷ ἀπέσωσαν· αὐτοὺς δὲ μικρὸν ἔξω τοῦ φρουρίου λαβόντες καὶ πολλὰ πρὸς τὸ θεῖον σὺν δάκρυσιν ἀπειπόντας καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείναντας τῶν κεφαλῶν ἀπέτεμον. ἀστραπαὶ δὲ καὶ βρονταὶ σὺν χαλάζῃ καὶ ἀνέμῳ κατὰ τῶν παρόντων ἠνέχθησαν, καὶ ὁ ἀνελὼν αὐτοὺς ἐξέστη καὶ ἄναυδος ἐν Ταρσῷ ἐκομίσθη. Ζήνων δὲ τὰς κεφαλὰς τούτων δεξάμενος ἀντικρὺ τῆς πόλεως ἀνεσκολόπισεν καὶ Κόνωνα θαυμάσας 140 θεραπείας ἀξιοῦσθαι προσέταξεν. ἀλλ' ὁ μὲν ἔφθη τὸν θάνατον Ἰλλοῦ τε καὶ Λεοντίου μαθεῖν καὶ σπαράξας ἑαυτὸν ἀπεβίου. ὁ δὲ βασιλεὺς δεινῶς ἅπασι τοῖς ἁλοῦσιν ἐπεξῄει, τοὺς μὲν ἀναιρῶν χύδην, τοὺς δὲ τῶν οὐσιῶν ἀλλοτριῶν. τὸ δὲ Βηρίνης σῶμα ἐς τὴν Κωνσταντίνου βασιλικῶς ἐκήδευσεν καὶ πρὸς τῷ τοῦ ἀνδρὸς καταθέμενος μνήματι Αὐγούσταν ὀνομάζεσθαι διεκελεύσατο, πλεῖστόν τε τῶν ἐν Ἰσαυρίᾳ φρουρίων κατέλυσεν, καὶ οἱ τῆς Ἰλλοῦ κεκοινωνηκότες προδοσίας οἰκτίστοις διώλοντο θανάτοις, Κοττούνης τε ὁ δείλαιος καὶ Κόνων ὁ ἀγρεώτης καὶ Λογγῖνος ὁ τοῦ Λογγίνου παῖς καὶ ὁ Τροκούνδου ὑπασπιστὴς Ἀρτεμίδωρος. 99. Ὅτι Θεοδώριχος καὶ Ὁδόακρος συνθήκας καὶ ξυμβάσεις ἐποιήσαντο πρὸς ἀλλήλους ἄμφω ἡγεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς, καὶ λοιπὸν ἦσαν αὐτοῖς ἐντεύξεις παρ' ἀλλήλους φοιτῶσι συχναί. οὔπω δὲ ἠνύετο ἡμέρα δεκάτη, καί, τοῦ Ὁδοάκρου γενομένου παρὰ τὸν Θεοδώριχον, προσελθόντες τῶν αὐτοῦ ἄνδρες δύω τὰς τοῦ Ὁδοάκρου ἅτε ἱκέται γενόμενοι κατέχουσι χεῖρας, μεθ' ὃ τῶν προλοχισθέντων ἐν τοῖς παρ' ἑκάτερα οἰκίσκοις ἐπελθόντων ἅμα τοῖς ξίφεσιν, ἐκ δὲ τῆς θέας καταπλαγέντων καὶ οὐκ ἐπιτιθεμένων τῷ Ὁδοάκρῳ, Θεοδώριχος προσδραμὼν παίει τῷ ξίφει αὐτὸν κατὰ τὴν κλεῖδα, εἰπόντα δέ· ποῦ ὁ θεός; ἀμείβεται· τοῦτό ἐστιν ὃ καὶ σὺ τοὺς ἐμοὺς ἔδρασας. τῆς δὲ πληγῆς καιρίας καὶ μέχρι τῆς ὀσφύος διελθούσης τὸ Ὁδοάκρου σῶμα, εἰπεῖν φασιν Θεοδώριχον ὡς· τάχα οὐδὲ ὀστοῦν ἦν τῷ κακῷ τούτῳ. καὶ τὸν μὲν πέμψας ἔξω θάπτει εἰς τὰς συνόδους τῶν Ἑβραίων ἐν λιθίνῃ λάρνακι ἔτη βεβιωκότα ξʹ, ἄρξαντα δὲ ιδʹ, τὸν δὲ ἀδελφὸν τούτου ἐν τῷ τεμένει φυγόντα κατετόξευσε. συνέχων δὲ καὶ τὴν Ὁδοάκρου γαμετὴν Σουνιγίλδαν καὶ Ὀκλὰν τὸν παῖδα, ὃν Ὁδόακρος Καίσαρα ἀπέδειξεν, τοῦτον μὲν ἐκπέμπει εἰς Γαλλίαν, ἐκεῖθεν δὲ ἀποδράντα κατὰ τὴν Ἰταλίαν διαφθείρει, τὴν δὲ ὑπὸ λιμοῦ φρουρουμένην ἐξήγαγε τοῦ βίου. 100. Ὅτι Ἀναστάσιος ὁ βασιλεὺς λύει τὸν τῶν δημεύσεων φόβον τοῖς ὑπηκόοις, ἀπαγορεύει δὲ τοῖς συκοφάνταις τὴν ἄδειαν 141 καὶ τὸ τῆς καλουμένης δηλατορίας πάθος τιμωρεῖται καὶ τοὺς ἐκ τῶν εἰσφορῶν ὀφειλέτας ἐλευθεροῖ τῶν ἔμπροσθεν χρόνων. ὡς δὲ κατὰ τὰς θέας ἀτακτοῦσιν ὁ τῆς πόλεως ἔπαρχος διὰ προγράμματος τὰς ἔνδον διατριβὰς ἀπηγόρευσεν, ὑπονοίᾳ τὸ λοιπὸν ἐκδόντες ἑαυτοὺς οἱ τοῖς πλημμελήμασιν ἐνεχόμενοι ἅπαντα διετάραττον. καὶ δὴ τοῦ βασιλέως τὴν ἱπποδρομίαν θεωμένου, πολὺς ἐντεῦθεν διηγείρετο θόρυβος, ὡς καὶ αὐτοῦ τοῦ τῆς βουλῆς ἡγουμένου καταβοᾶν. Ἰουλιανὸς δὲ ἦν ὁ Ἀλεξανδρεὺς τῶν ἐκ παιδείας καὶ λόγων εἰσηγητής. ἐν ὀργῇ τοίνυν τοῦ βασιλέως ποιημαμένου τοὺς τὰ τοιαῦτα τολμῶντας καὶ διὰ πλήθους στρατιωτικοῦ ἀνείργειν αὐτοὺς ἐπιχειρήσαντος εἰκότως, εἰς ἀπεγνωσμένην ἐτράπησαν πρᾶξιν πῦρ ἐνιέντες τῷ τὰς θύρας τῆς ἱπποδρομίας ἔχοντι τόπῳ, ἐξ οὗπερ καὶ αἱ προσπαρακείμεναι στοαὶ διεφθείραντο ῥᾳδίως· ἐκεῖθέν τε τὰς στήλας τῶν βασιλέων ἐκ χαλκοῦ πεποιημένας τῶν ἱδρυμάτων ὠθήσαντες πᾶν εἶδος ὕβρεως εἰς αὐτὰς ἐπετέλουν, ὡς καὶ αὐτοὺς ἐκείνους αἰκιζόμενοι, καίτοι πολλῶν μὲν ἀναιρουμένων, πολλῶν δὲ καὶ ἡμιθνήτων γενομένων. ὁ βασιλεὺς τοίνυν ὁρῶν τὴν κατὰ τῶν ὑπηκόων αὐτοῦ νίκην οὐ πρέπουσαν εἶναι, ἀποπαύει μὲν τῆς ἀρχῆς τὸν Ἰουλιανόν, ὕπαρχον δὲ προχειρίζεται Σεκουνδῖνον τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Καισαρίας ἄνδρα, καὶ τούτῳ ληξάσης τῆς τῶν στρατιωτῶν λύττης, οὐ χαλεπῶς καὶ τὰ πεπονθότα τῶν οἰκοδομημάτων ἀνεκτήσατο. κρίνων δὲ εἰκότως ἐκ τῆς τῶν ἐνδημούντων Ἰσαύρων ἐπιβουλῆς διεσκευάσθαι ταῦτα, ἀποχωρεῖν τούτους τῆς βασιλίδος ἐκέλευσεν οὐδ' ἀξιωμάτων ἀφαιρούμενός τινα αὐτῶν οὐδὲ χρημάτων, καὶ ταῦτα ἤδη ἀγγελθείσης τῆς κατὰ τὴν χώραν αὐτῶν ἀποστάσεως. μελλόντων δὲ καὶ ἐν διατριβῇ ποιουμένων τὴν ἀναχώρησιν, συνεῖδεν αὐτοῖς ἀνάγκην ἐπιθεῖναι, ἐξ οὗπερ λαμπρότερον ἀπεδείχθησαν δυσμενεῖς τῷ κρατοῦντι πολιτεύματι. ἐντεῦθεν λοιπὸν ὁ τοῦ Ζήνωνος ἀδελφὸς Λογγῖνος κατὰ τὴν Θηβαίων ἀφορίζεται χώραν καὶ αὐτοῦ ἀπεφθάρη λιμῷ μετὰ χρόνους ηʹ, ἥ τε οὖσα αὐτῷ γαμετὴ Οὐαλερία τοὔνομα σὺν τῇ παιδὶ Λογγίνᾳ, ἣ καὶ ὡμολόγητο Ζήνωνι τῷ Ἀνθεμίου καὶ Ἡραΐδος υἱῷ, καὶ Λαλὶς ἡ Ζήνωνος καὶ Λογγίνου μήτηρ τὸ ἐν Βροχθοῖς οὕτω προσαγορευομένῳ προαστείῳ τῆς Βιθυνῶν κατέλαβον εὐκτήριον, ἐν ᾧπερ καὶ Ζήνων οὐχ ἥκιστα διεθέριζεν, ἐπιβιώσασαι δὲ 142 χρόνον οὐ μέτριον καὶ τὰ πρὸς τὸ ζῆν ἐξ ἐράνου πορίζουσαι ἄλλοσε ἄλλη μετήλλαξε τὸν βίον. Λογγῖνος δὲ ὁ μάγιστρος καὶ Ἀθηνόδωρος ἀνδρείᾳ τε αὐχῶν καὶ πλούτῳ σὺν ἑτέροις συχνοῖς ἐς τὴν Ἰσαύρων ἐξέπεσον χώραν. ἀποστέρξας δὲ ὁ βασιλεὺς ἐσάπαξ τὰ Ἰσαύρων τήν τε τοῦ βασιλεύσαντος Ζήνωνος περιουσίαν προέγραψεν, ὥστε καὶ αὐτή γε ἡ βασίλειος ἐσθὴς ὤνιος προύκειτο, καὶ τὸ Παπειρίου καλούμενον φρούριον πέμψας κατέστρεψεν, ἀναιρεῖ δὲ καὶ τὰς διδομένας αὐτοῖς παρὰ τοῦ Ζήνωνος σιτήσεις τεινούσας εἰς υʹ καὶ χιλίας χρυσίου λίτρας ἐτησίας. ἀρτυσαμένων δὲ τὰ πρὸς ἀντίστασιν καὶ ἤδη κινηθέντων ἐκ τῆς σφετέρας ὑπὸ ἡγεμόσι Λιγγινίνῃ καὶ Ἀθηνοδώρῳ, συνόντων αὐτοῖς καὶ Κόνωνος Φουσκιανοῦ τοῦ ἀπὸ ἐπισκόπων καὶ Λογγίνου μαγίστρου καὶ Ἀθηνοδώρου τοῦ ἑτέρου, πλῆθός τε μαχίμων ἀμφὶ τὰς ρʹ χιλιάδας ἐπαγομένων ἔκ τε Ἰσαύρων καὶ Ῥωμαίων, τῶν μὲν ἑκουσίως ἑλομένων τὴν συμμαχίαν, τῶν δὲ καὶ ἀνάγκῃ ἑπομένων, καὶ διαδραμόντων τὰς πόλεις καὶ γενομένων ἐν Κοτιαείῳ τῷ ἄστει τῆς Φρυγίας, ὑπαντιάσαν αὐτοῖς καὶ τὸ τοῦ βασιλέως στράτευμα* ἀμφὶ τοὺς δισχιλίους. ἡγοῦντο δὲ αὐτῶν στρατηγοὶ βʹ, Ἰωάννης ὁ Σκύθης καὶ Ἰωάννης ὁ Κυρτός, καὶ αὐτὸς ἐκ Σιλυβρίας ὁρμώμενος, ὑποστράτηγοι δὲ Ἰουστῖνος ἐκ Βεδεριανῆς φρουρίου πλησιάζοντος Ναισσῷ τῇ Ἰλλυρίδι καὶ Ἀψικὰλ βάρβαρος γένους τῶν καλουμένων Γότθων, ἔτι τε Σιγίζαν καὶ Ζόλβων Οὔννων ἄγοντες πλῆθος. ἐπειδὴ δὲ πλησίον ἀλλήλων ἦλθον συρράξαντες περὶ δείλην ἑσπέραν, πολλοὺς τῶν ἐναντίων διέφθειραν οἱ Ῥωμαῖοι καὶ αὐτὸν ἀνελόντες τὸν ἡγεμόνα τῶν Ἰσαύρων Λιγγινίνην, ὡς τοὺς περιλειφθέντας δρομαίως διαφυγεῖν ἐς τὰ σφέτερα. ὁ δὲ τοῦ βασιλέως στρατὸς ἐπιδιώξας ἕως καὶ τῆς τοῦ Ταύρου ὑπερβολῆς διέμεινεν τὴν τοῦ χειμῶνος ὥραν. 101. Ὅτι ἐπὶ Ἀναστασίου ὁ τὴν ὕπαρχον ἀνύων τῆς πόλεως Ἡλίας τοὔνομα τὴν τῶν καλουμένων Βρυτῶν ἑορτὴν ἐπιτελῶν, ὡς οὔπω πρότερον γέγονεν, ὑπό τινος βασκανίας αἴτιος πολλῶν ἐγένετο φόνων. τῶν γὰρ ἀθροισθέντων ἐς δείλην τοῦ δήμου ἅμα ξίφεσι κατ' ἀλλήλων ὡρμηκότων, πολὺς ἦν τῶν ὀλλυμένων ὁ τρό 143 πος. ὁμοίως καὶ Κωνστάντιος ὁ ἄρχων τῆς πόλεως τὴν αὐτὴν ἐπιτελεῖν τῶν Βρυτῶν πανήγυριν βουλευσάμενος ὀλίγου διώλεσε τὸν ἅπαντα δῆμον ποικίλοις διαφθαρέντα τρόποις, ὡς τὸν βασιλέα τοῦ λοιποῦ χηρῶσαι τῆς καλλίστης ὀρχήσεως τὰς πόλεις. 102. Ὅτι καθ' ὃν χρόνον ὁ τοῦ βασιλέως τοῦ Ἀναστασίου γαμβρὸς Σεκουνδῖνος τὴν ὕπατον ἀρχὴν παρειλήφει, ἐκινήθη τὰ περὶ τὴν Παφλαγονίαν. 103. Ὅτι συνεκύκα κατὰ τὸν αὐτὸν χρόνον τὰ κατὰ τὴν Θρᾴκην Βιταλιανός, ἀνθρωπίσκος βραχὺς καὶ τραυλὸς τὴν φωνὴν καὶ τὰς ἄκρας τοῖν βλεφάροιν ὑποκεκαυμένος, υἱὸς ὢν Πατρικιόλου πατρίδα ἐσχηκότος Ζάλδαβα τῆς κάτω Μυσίας πόλισμα βραχύ. οὗτος ἐπειδὴ τὰ πολλὰ συνδιατρίβων τοῖς Οὔννοις ἑτοιμότερος πρὸς ἀπόνοιαν ἠγγέλθη τῷ βασιλεῖ· ἀφαιρεθεὶς γὰρ σιτήσεως δημοσίας τῶν καλουμένων φοιδερατικῶν ἀνώνων εἰσηγεῖται τοῖς τὰ περὶ Σκυθίαν καὶ Θρᾴκην πληροῦσι τάγματα, δυσχεραίνουσι μὲν καὶ ἐξ ἑαυτῶν ἐφ' οἷς ἔπασχον πρὸς τοῦ τὴν στρατηγίαν ἔχοντος Ὑπατίου, καὶ δὴ πείθει ῥᾳδίως τῷ πρῶτος ἄρξαι τῶν παρανομωτάτων καὶ ἐπέκεινα τόλμης. τοὺς γὰρ τῷ στρατηγῷ παρεδρεύοντας Κωνσταντῖνόν τινα ἐκ Λυδίας καὶ Κελεαρῖνον φονεύσας, ἔτι καὶ Μαξέντιον τὸν τοῦ καλουμένου Δουκὸς τὴν Μυσῶν ἐπιτετραμμένον ἀρχήν, διαφθείρει, καὶ τὸν τῷ στρατηγῷ σύμπνουν καὶ εἰς ἅπαντα κεχαρισμένον Καρῖνον συσχὼν τῆς τοῦ μὴ ἀνελεῖν χάριτος κομίζεται δῶρον τὸ συμπρᾶξαί οἱ πρὸς τὴν τῆς Ὀδύσσου καὶ τῆς στρατηγίας ἐξουσίαν καταφημίσαντα ὡς εἴη αὐτῷ τὰ τῆς ἡγεμονίας ἐπιτετραμμένα, παραδοῦναι δὲ καὶ ὁπόσον ἦν παρ' αὐτῷ χρυσίον. πείσας οὖν ἐκ τούτων ἅπαντας βλέπειν εἰς αὐτόν, συναθροίσας ἀμφὶ τὰς νʹ χιλιάδας πολεμικῶν τε καὶ ἀγροίκων ἀνδρῶν, τῇ Κωνσταντίνου προσάγειν ἤγγελτο. ὁ δὲ βασιλεὺς καὶ ἐξ ὧν ἔναγχος ἐπεπόνθει πρὸς δειλίαν κατενεχθεὶς καὶ τῷ παραδόξῳ τῶν περιστάντων αὐτῷ δυσχεραίνων, προσέτι δὲ καὶ τῷ ἀκούειν τοὺς ἐπιόντας τὴν ὁμοίαν τῆς θρησκείας προβάλλεσθαι μέμψιν, σταυροὺς μὲν ἐκ χαλκοῦ παγῆναι ὑπὲρ τὰς πύλας τῶν τειχῶν παρακελεύεται γράμμασι τὴν αἰτίαν τοῦ συστάντος ἐπ' αὐτὸν θορύβου προκαθιστῶντας, τῆς δὲ ὑπὲρ τῶν ζώων εἰσφορᾶς 144 τετάρτην περιελὼν μοῖραν τοῦ Βιθυνῶν τε καὶ Ἀσιανῶν ἔθνους τὸν ταῦτα δηλοῦντα χάρτην τῇ κατὰ τὴν πρωτεύουσαν ἐκκλησίαν ἱερᾷ τραπέζῃ φέρων κατέθηκε καὶ τῆς πόλεως φρουρὰν ἐποιεῖτο διὰ τῶν ἐν τοῖς τέλεσιν. ἤδη δὲ τοῦ Βιταλιανοῦ προσβαλόντος τοῖς τῆς πόλεως προαστείοις καὶ περὶ αὐτὰ τὰ τείχη ἐληλακότος, στέλλεται πρὸς αὐτὸν Πατρίκιος ὁ στρατηγός, ἅμα μὲν ὡς προσήκοντός οἱ διὰ τὴν ἀρχὴν τοῦ τοιοῦδε λόγου, ἅμα δὲ καὶ ὡς γέρασι προύχων καὶ ἀξιώσεσιν, καὶ αὐτῷ δὲ τῷ Βιταλιανῷ μέρος οὐ μικρὸν τῆς εὐπραγίας γενόμενος. ὅς, ἐπειδὴ παρ' αὐτὸν ἦλθε καὶ τῇ ἐκ τῆς εὐεργεσίας παρρησίᾳ καθήψατο, τὰ εἰκότα ἤκουεν, ὡς οἷα πολλὰ προηνέχθη ἔκ τε τῶν τὴν βασιλείαν ἐσχηκότων, καὶ νῦν. ἥκειν αὐτοὺς δεομένους ἐπανορθωθῆναι μὲν τῶν ἀδικημάτων τοῦ τῆς Θρᾳκῶν στρατηγοῦ, κυρωθῆναι δὲ καὶ τὴν ὀρθῶς ἔχουσαν τοῦ θείου δόξαν. τῇ δὲ ὑστεραίᾳ τῶν ἐν πρώτοις παρὰ τοῦ βασιλέως εἰσκληθέντων καὶ παραγενομένων Βιταλιανοῦ χωρίς (τοῦτον γὰρ οὐδὲ εἴσω τῆς πόλεως γενέσθαι ἔπεισε), τὰ μὲν ἐπεγκαλέσας ὁ βασιλεὺς καὶ ὡς μηδὲν ὀλιγωρηθέντας διελέγξας, τὰ δὲ ἐκθεραπεύσας δώροις τε καὶ τῇ τῶν ὀφειλομένων ἐπαγγελίᾳ, ἄξειν τε ὑποσχόμενος τοὺς τῆς πρεσβυτέρας Ῥώμης τὰ περὶ τῆς δόξης τῶν ἱερῶν καταστήσοντας, ἀπέπεμψεν ὅρκους ὑπὲρ τῆς ἐς τὸ λοιπὸν εὐνοίας αὐτῶν ἀποδεξάμενος. οἱ δὲ τῷ Βιταλιανῷ συγγενόμενοι ἀναλαβόντες αὐτόν τε καὶ τὸ πλῆθος ᾤχοντο. Ὁ δὲ βασιλεὺς Ἀναστάσιος τὴν τῶν ἐν Θρᾴκῃ τελῶν στρατηγίαν Κυρίλλῳ παραδίδωσιν οὐκ ἀσυνέτῳ οὐδὲ πολεμικῆς ἐμπειρίας ἀμαθεῖ. ἐλθὼν δὲ ὁ Κύριλλος κατὰ Μυσίαν καὶ ἐπιβουλεῦσαι σπουδάζων τῷ Βιταλιανῷ αὐτὸς ἐπεβουλεύθη πρῶτος ἐν τοῖς στρατηγικοῖς οἴκοις διαφθαρεὶς ξίφει. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ συμβάντα δόγματι τῆς συγκλήτου βουλῆς τῆς Ῥωμαϊκῆς πολιτείας ἀλλότριον τὸν Βιταλιανὸν ψηφίζεται καὶ στρατιὰν μεγίστην ἀγείρας ἀμφὶ τὰς πʹ χιλιάδας αὐτοκράτορά τε τοῦ πολέμου ἀποδείξας Ὑπάτιον τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ, Ἄλαθαρ δὲ γένος Σκυθικὸν ἐπὶ τῇ τοῦ στρατηγοῦ τῶν Θρᾳκῶν προσηγορίᾳ ἕπεσθαί οἱ προστάξας, καὶ Θεόδωρον τὸν τῶν βασιλικῶν θησαυρῶν ταμίαν· οἳ συμμίξαντες αὐτῷ καὶ διαφόροις ἐλασθέντες τύχαις καί ποτε καὶ νίκην ἄραντες μετρίαν ἐγνώρισαν τῷ βασιλεύοντι, ὥστε αὐτὸν καὶ 145 προελθεῖν ἐν τοῖς ἱεροῖς τόποις καὶ θέας ἐπιτελέσαι δημοτελεῖς. οὐ μακρὰν δὲ Ὑπάτιος πάλιν ἐπὶ τὸν τύραννον ὁρμήσας Ἰουλιανὸν ἀπέβαλε ζωγρηθέντα, τὸν ἐκ τοῦ λόγου τῶν λεγομένων μεμοριαλίων, τολμήσαντα ὅλως καὶ θεάσασθαι πόλεμον. καὶ ὁ μὲν ἐν κλωβῷ βληθεὶς καὶ περιαχθεὶς ἀφέθη χρυσίῳ. ἀναστήσας τοίνυν ὁ Ὑπάτιος ἐκ τῶνδε τὸν στρατόν, ἄρτι τε καὶ Τιμοθέου τινὸς τῶν ἐν τοῖς σωματοφύλαξιν τεταγμένων τοῦ βασιλέως ὑπὸ τῶν βαρβάρων ἀναιρεθέντος, ἐπὶ τῆς Ἀκρίδος στρατοπεδεύεται τὸ ἐκ τῶν ἁμαξῶν χαράκωμα προβαλόμενος. τότε δὲ τῶν Οὔννων ἁπάντων συναθροισθέντων καὶ εἰς ἅμα ἐφορμησάντων, ἐπέσχε μέν τις εἰς βραχὺν χρόνον ἀντίπαλος τοξεία, ὡς δὲ οἱ βάρβαροι τοὺς τῶν ἁμαξῶν βόας ἔβαλλον συσκευασθέντας ἤδη πρὸς μετάστασιν, διαλύεται μὲν ἡ τοῦ χαρακώματος σύνταξις, ἐπ' αὐτοὺς δὲ ἴασιν οἱ βάρβαροι τοὺς Ῥωμαίους οὐδὲ ἀντᾶραι σφίσιν τὰς χεῖρας τολμῶντας. ὑπὸ δὲ μιᾶς τῆς πρὸς τὸ ἀποδρᾶναι σπουδῆς πιεζομένων πρὸς ἀλλήλων, καὶ ὑπό τινος μαγείας τῶν βαρβάρων ἐπιγενομένης ἀχλύος ἐπισκοτισάσης αὐτοῖς τὰς ὄψεις, οὐ προϊδόντες ἐν οἷς τὴν φυγὴν ἐποιοῦντο τόποις, ἐς κρημνοὺς καὶ φάραγγας καταφερόμενοι διεφθείροντο. ἀπώλοντο μὲν οὖν τῷδε τῷ τρόπῳ πλεῖον ἢ ξʹ χιλιάδες, καὶ ταῖς ἀκρωρείαις τὸ τῆς φάραγγος προσισώθη βάθος ὑπὸ τοῦ πλήθους τῶν ἐμπεσόντων ἀνδρῶν τε καὶ ζώων ἀλόγων. ἥλωσαν δὲ καὶ οἱ τῶν λοχαγῶν τὴν τάξιν πληροῦντες· αὐτὸς δὲ Ὑπάτιος ἐς τὴν θάλατταν καταδὺς καὶ οἷα τὰ πολλὰ τῶν ἐν τῇ ἁλὶ τρεφομένων ὀρνέων ἐκ μόνης ἀνεχούσης τῆς κεφαλῆς ἐπιγνωσθεὶς συνελήφθη. πληρῶν δὲ Βιταλιανὸς τοῖς Οὔννοις ὃν ὑπέσχετο πορισμὸν τῶν χρημάτων, ἀποδίδοσθαι αὐτοῖς τοὺς ἁλόντας ἐφῆκεν καὶ τόν τε Ἄλαθαρ ἀπελυτρώσατο καὶ Εὐσίγνιον ἄλλους τε συχνούς. τὸν δὲ Ὑπάτιον ὁ Βιταλιανὸς κομιδῆς ἠξίου τῆς δεούσης, ὡς ἐπὶ ὠνίῳ μεγάλῳ τὸν ὑπὲρ αὐτοῦ τιθέμενος λόγον. καὶ τὸ λοιπὸν συνεσκεύαστο μὲν ἅπαντα τὰ ἐν Σκύθαις καὶ Μυσοῖς φρούριά τε καὶ πόλεις, πάντες δὲ αὐτὸν ἐδεδίεσαν καὶ βασιλέα προσεδόκων. ὁ δὲ βασιλεὺς προνοούμενος τοῦ συμβάντος στέλλει τινὰ Οὐράνιον τὴν τοῦ καλουμένου καγκελλαρίου τάξιν πληροῦντα τῷ τῶν ὀφφικίων μαγίστρῳ ἅμα Πολυχρονίῳ τε καὶ Μαρτυρίῳ τοῖς τὰς τῶν Οὔννων πρεσβείας ἐπιτετραμμένοις, σὺν αὐτοῖς δὲ καὶ δέκα χρυσίου λιτρῶν ἑκατοντάδας. οὓς δὴ κατὰ τὴν Σωζόπολιν ὁ τύραννος λοχίσας αὐτήν τε τὴν πόλιν ἐξεῖλε μηχανήματι δολίῳ καὶ 146 τὸ χρυσίον ἀφαιρεῖται πρὸς βίαν. ἐν δὲ τῇ Κωνσταντίνου κατὰ τὴν τῆς ἱππικῆς θέαν τοῦ δήμου πρὸς στάσιν διαναστάντος, τήν τε τῆς δείλης πανήγυριν ὁ βασιλεὺς ἠρνήσατο, καὶ φόνος οὐκ ὀλίγος ἐγεγόνει, αὐτοῦ τε τοῦ τῆς πόλεως νυκτεπάρχου τοῦ καλουμένου Γέτα ἀναιρεθέντος κατὰ τὴν μάχην. ἤδη δὲ μικροῦ διαδραμόντος χρόνου, Βιταλιανὸς αὖθις ἄρας νηῶν ὡς σʹ στόλον καὶ στρατὸν πεζικόν τε καὶ ἱππικὸν πολὺν παραπορευθεὶς τὸν Εὔξεινον Πόντον ἀθρόως ἐπιὼν ὤφθη τῇ Κωνσταντίνου. μετεώρου δὲ τῆς πόλεως οὔσης καὶ ὑπὸ τοὺς πολεμίους ἐλπιζομένης γενέσθαι, στέλλεται παρ' αὐτὸν Ἰωάννης τὴν τῶν στρατηλατῶν καὶ ὑπάτων ἀξίωσιν ἔχων, ἐκ τοῦ τῆς μητρὸς ἐπωνύμου Βαλεριανῆς γνωριζόμενος. καὶ ὁ μὲν ὑπαντήσας τοῖς πολεμίοις τὸν ἐκ τῆς πρώτης προσβολῆς διηγωνίζετο κίνδυνον, ἐπὶ δὲ τῷ λεγομένῳ Λαοσθενίῳ ἱκέτευεν, αὐτὸς δὲ ἐπανῄει δρομάδην παρὰ τὸν Ἀναστάσιον ἀγγέλλων τὰ ὑπὸ τοῦ τυράννου ἐπιζητούμενα. ὡς δὲ ὁ βασιλεὺς τῇ τε τῆς πολιορκίας ἀνάγκῃ καὶ τῇ τοῦ στρατηγοῦ καὶ συγγενοῦς ἐποχῇ πάντα ποιεῖν ὡμολόγει, ἐφέρετο μὲν ἡ τοῦ χρυσίου ποσότης εἰς πεντακισχιλίας τείνουσα λίτρας, ἐδίδοτο δὲ καὶ τὰ τῆς Θρᾳκίας ἀρχῆς σύμβολα παραχρῆμα, ὅρκοι τε περὶ φιλίας παρείχοντο καὶ τὸ τῆς θρησκείας ἀνενεοῦτο κήρυγμα. ὡς δὲ οὐδὲ οὕτως ἐλθεῖν πρὸς τὸν βασιλέα προεθυμεῖτο, ἀπεχώρει. Ἀνθεμίου δὲ τὴν ὕπατον ἀρχὴν διαδεξαμένου, Βιταλιανὸς αὖθις ἐξογκούμενος δεινῶς τὸν Ἀναστάσιον ἔπαιζεν· καὶ οἱ τῶν λεγομένων Οὔννων Σαβὴρ ἐκ τῆς προτέρας παροτρυνθέντες πείρας πολλαπλασίονες τῷ πλήθει ταῖς πάσαις σχεδὸν ἐπεχέθησαν ἐπαρχίαις τῆς καλουμένης Ποντικῆς, δράσαντες δὲ φόνον μυρίον καὶ ἀγέλας αἰχμαλώτων ἀπήγαγον. αὖθίς τε κατὰ τὴν πανήγυριν τῆς γαστρῆς συνέβη θόρυβον ὑπὸ τοῦ δήμου γενέσθαι. ὁ δὲ βασιλεὺς ἅτε οὐκ ἀπὸ γνώμης πεπραχὼς τὰς πρὸς τὸν τύραννον συμβάσεις ἐμηχανᾶτο εἴ τι δυνηθείη δρᾶσαι κατ' ἐκείνου δολίως. ὁ δὲ παραχρῆμα τὴν τοῦ βασιλέως πυθόμενος γνώμην αὖθις τὴν προτέραν μετέρχεται πεῖραν καὶ σὺν πολλῷ πλήθει διαπεραιωθεὶς τὸν Εὔξεινον Πόντον ἐς τὸ Λαοσθένιον ἧκεν. πρὸς αὐταῖς δὲ ταῖς καλουμέναις Συκαῖς (μοῖρα δὲ αὕτη τῆς πόλεως ἐσχάτη) τῶν βαρβάρων προσελασάντων πεζομαχία τε συνεκροτήθη πρὸς τοὺς ἐν ἐκείνῃ φυλάττειν ἔκ τε Ἰσαύρων καὶ τῶν ἄλλων λαχόντας (ἑώρα γὰρ ἐς τὰς τῶν προδιδόντων ὑποσχέσεις ὁ τύραννος), καὶ νηῶν αὐτοῦ κατὰ τὸ μεσαίτατον τῆς Χρυσοπόλεως γενομένων, ὑπαντήσασα ναῦς ταχυ 147 δρόμος τοῦ βασιλέως, ἐφ' ἧς Ἰουστῖνος ἦν τῶν καλουμένων ἐξσκουβιτόρων ἄρχων, συμπλακεὶς μιᾷ τῶν νηῶν καὶ ζωγρήσας τοὺς ἐν αὐτῇ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν. ἀθροισθέντων δὲ τῶν πεζῶν κατὰ τὸν Ἀνάπλουν νύκτωρ, αἰσθόμενος τῆς ἐπ' αὐτῷ γενομένης ἐπιβουλῆς ἀπέδρα, οἵ τε σὺν αὐτῷ ἄφαντοι ἅπαντες ἐν ἀκαρεῖ ἐγένοντο χρόνῳ τοὺς τρωθέντας ἐκ τῶν βαρβάρων πῇ μὲν ἡμιθνῆτας πῇ δὲ καὶ νεκροὺς καταλείψαντες. μετὰ δέ τινα χρόνον ὁ τῶν Βιταλιανῷ συναραμένων Οὔννων ὡς ὅτι μάλιστα κράτιστος, ὃς καὶ τὸν Κυρίλλου τοῦ στρατηγοῦ φόνον αὐτοχειρίᾳ ἔπραξε, Ταρρὰχ τὴν προσηγορίαν, περιελθόντος αὐτὸν ἀπάτῃ Τουργοῦν Οὔννου καὶ αὐτοῦ καὶ χρημάτων ἀποδομένου τὴν τοιαύτην πρᾶξιν, συνδεθεὶς πρὸς αὐτοῦ καὶ τοῖς τοῦ βασιλέως παραδοθεὶς ἐς τὴν Κωνσταντίνου ἤχθη. καὶ βασάνους πρότερον ὑποστὰς μετὰ τοῦτο ζῶν ἔτι πυρὶ διεφθάρη κατὰ τὸν Χαλκηδόνος ἐπέκεινα τόπον, ὃν Παντείχιον ὀνομάζουσιν. μετὰ δὲ ταῦτα Ῥουφῖνος ὁ στρατηγὸς Ἀναστάσιόν τε καὶ Δομνίκον τοὺς τοῦ τυράννου σωματοφύλακας ζωγρίᾳ λαβὼν ἐκπέμπει τῷ βασιλεῖ, τοὺς δὲ παραγενομένους ὡς πολλῶν θανάτων αἰτίους ὁ αὐτοκράτωρ διαφθαρῆναι κρίνας τοῖς τῶν νυκτῶν φύλαξι παραδίδωσιν. οἱ δὲ κατὰ τὸν ἀντικρὺ τῆς Κωνσταντίνου πόλεως λόφον τὰς κεφαλὰς ἐκτεμόντες ἐπὶ ξυλίνων ἐπέθηκαν κιόνων. 104. Ὅτι ἐπὶ Ἰουστινιανοῦ ἐτυράννησαν οἱ Σαμαρεῖται καὶ ἔστεψαν βασιλέα. 105. Ὅτι Ἰουστῖνος τὸν ἀνεψιὸν αὐτοῦ ἀπεκεφάλισεν ὡς ἐπιβουλευσάμενον αὐτῷ. 106. Ὅτι σκανδαλισθεὶς ὁ Μαυρίκιος ἐπὶ τῷ μισηθῆναι διὰ τὸ προδοῦναι τὴν αἰχμαλωσίαν γράφει πρὸς τὸν στρατηγὸν Κομεντιόλον κρύφα προδοῦναι τὸν λαὸν τῆς Θρᾴκης εἰς τοὺς βαρβάρους. ἔγνω οὖν ὁ λαὸς τὸν δόλον· τὸν γὰρ στρατηγὸν κρατήσαντες, ὑπέδειξεν αὐτοῖς τὰ γράμματα. ἀπὸ τότε οὖν ἐζήτουν φονεῦσαι Μαυρίκιον. γνοὺς δὲ ὁ Μαυρίκιος διεδέξατο Κομεντιόλον ποιήσας Φιλιππικόν. ἔπεμψαν οὖν ἐντολικαρίους διὰ Κομεντιόλον. 148 ἦν δὲ εἷς ἐξ αὐτῶν Φωκᾶς. ὁ οὖν Φωκᾶς ἀντικατέστη τῷ βασιλεῖ, καὶ πάντων ἐξελθόντων εἷς τῶν πατρικίων ἐπιδραμὼν τῷ Φωκᾷ ἀπέσπασε τῶν γενείων αὐτοῦ. ὁ δὲ Φωκᾶς ἐνέβλεψεν αὐτὸν ἀπόκρισιν μὴ δοὺς αὐτῷ. 107. Ὅτι λιτανεύοντος τοῦ βασιλέως Μαυρικίου εἰς τὴν ὑπαπαντὴν γυμνόποδος, λίθοι κατ' αὐτοῦ ἐπέμφθησαν εἰς τὰ Καρπιανοῦ, καὶ ἐκάθισάν τινα φαλακρὸν εἰς ὄνον, βαλόντες εἰς τὴν κεφαλὴν αὐτοῦ σκόροδα πρὸς μίμησιν Μαυρικίου, λέγοντες· εὗρεν τὴν δάμαλιν ἁπαλὴν καὶ τρυφεράν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν οὕτως αὐτὴν πεπήδηκεν. 108. Ὅτι ὑφωρᾶτο Μαυρίκιος εἰς τὸν στρατὸν Θρᾴκης καὶ εἰς τὸν γαμβρὸν Φιλιππικόν. καὶ εἶδεν ἀποκάλυψιν ὁ Μαυρίκιος, ὅτι ἵστατο ἐν τῷ πορφυρῷ μαρμάρῳ τῆς Χαλκῆς, καὶ ἔλεγεν αὐτῷ· ποῦ θέλεις ἀποδώσω σοι; ὧδε ἢ ἐν τῷ μέλλοντι; ὁ δὲ εἶπεν· ὧδε. καὶ τότε ἐπέτρεψεν αὐτὸν ἐκδοθῆναι Φωκᾷ στρατιώτῃ· καὶ διυπνίσθη. ἐποίησεν οὖν μετάνοιαν τῷ Φιλιππικῷ ὁ Μαυρίκιος. ἐπεχείρουν οὖν οἱ στρατοὶ Θρᾴκης ἀνέρχεσθαι πρὸς ἐπιβουλὴν Μαυρικίου. ἐβουλεύσαντο οὖν οἱ στρατοὶ τίνα ποιήσουσι βασιλέα. ἐποίησαν οὖν Φωκᾶν καὶ ἀφίεσαν τόν τε Ἀλέξανδρον καὶ Λίλλιν, καὶ ἦλθαν ἕως τοῦ κάμπου Ἑβδόμου. ὑφωρῶντο οὖν οἱ τῆς πόλεως διὰ Μαυρίκιον, καὶ οὐδεὶς ἐτόλμα ἐξελθεῖν πρὸς αὐτούς. ἐπεσύρετο οὖν εἷς καὶ ἀπῄει πρὸς τὸν στρατόν. ἠβουλήθη ὁ Μαυρίκιος τῇ νυκτὶ φυγεῖν πρὸς τὸν ἅγιον Αὐτόνομον, ἀλλ' ἐπίασεν αὐτὸν ἡ ποδαλγία. προσερρύησαν οὖν καὶ τὰ βʹ μέρη Πράσινοι καὶ Βένετοι, καὶ πάντες, καὶ ἀνήγαγον τὸν Φωκᾶν εἰς σκουτάριν ἐν τῷ τριβουναλίῳ τοῦ κάμπου καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα. ὁ δὲ Μαυρίκιος ἀκούσας, ἐξελθὼν διὰ κοχλίου ἐδόκει μετὰ τοῦ υἱοῦ αὐτοῦ φεύγειν εἰς τὸν ἅγιον Αὐτόνομον καὶ πρὸς Χοσρόην ἐν Περσίδι. ἦν δὲ μετ' αὐτοῦ καὶ Στέφανος ὁ βαΐουλος Θεοδοσίου ὁ κτίσας τὰ Ἁρματίου καὶ τὸ Σάγμα. ἀντανεμίας γενομένης ἐξῆλθεν εἰς Διαδρόμους. ὁ δὲ Θεοδόσιος ἠδυνήθη διαφυγεῖν, καὶ οὐδεὶς διέγνω. οἱ δὲ ἔφασαν ὅτι φεύγων ἐξέβρασε καὶ ἐτελεύτησεν. ἡ δὲ γυνὴ τοῦ βασιλέως Μαυρικίου καὶ τὰ τέκνα ἀπῆλθον ἐν Χαλκηδόνι. ὁ δὲ Φιλιππικὸς ἐκείρατο τὴν κόμην κληρικὸς ἐν Χρυσο 149 πόλει. ἐξῄτησεν οὖν ὁ Φωκᾶς τὸν πατρίκιον τὸν κρατήσαντα τὸν πώγωνα αὐτοῦ λέγων· φέρετε τὸν κατά μου, καὶ ἀπεκεφάλισεν αὐτόν. ἔστεψεν οὖν τὸν Φωκᾶν Κυριακὸς ὁ πατριάρχης εἰς τὸν ἅγιον Ἰωάννην εἰς τὸ Ἕβδομον. ἦν δὲ τῷ γένει Θρᾲξ ἐτῶν νεʹ, εἶχε δὲ γυναῖκα Λεοντίαν καὶ μητέρα καὶ θυγατέρα Δυσμενζιανήν, καὶ ἐβασίλευσεν ἔτη ηʹ. καὶ ἔκραξεν ὁ δῆμος ἐν τῷ ἱπποδρομίῳ· Μαυρίκιος οὐκ ἀπέθανεν, μάθε τὴν ἀλήθειαν. καὶ ἐκέλευσεν ἀπενεχθῆναι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ εἰς τὸν μῶλον τῶν Εὐτροπίου καὶ ἀποκτανθῆναι. 109. Ὅτι ποιήσας τὸν πατρίκιον Πρίσκον ὁ Φωκᾶς γαμβρὸν ἐπὶ θυγατρὶ καὶ θεωρήσας τὰ λαυράτα τοῦ γαμβροῦ αὐτοῦ Φωκᾶς καὶ τῆς θυγατρός, εἰς ζῆλον ἐλθὼν ἐξήτασε τοὺς γραμμιστὰς καὶ τοὺς πρώτους τῶν μερῶν. ὁ δὲ γαμβρὸς αὐτοῦ Πρίσκος*** ὧστε ἀποστεῖλαι Ἡράκλειον τὸν υἱὸν αὐτοῦ καὶ Νικήταν τὸν υἱὸν Γρηγορᾶ τοῦ ὑποστρατήγου αὐτοῦ, ὑπισχνούμενος αὐτοῖς προδιδόναι Φωκᾶν. ἠκούετο γὰρ ὅτι καταστρατηγεῖ Φωκᾶ. οἱ δὲ Πράσινοι ἐν ἱπποδρομίᾳ ἔλεγον πρὸς Φωκᾶν· πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας. καὶ πολλοὺς ἐξ αὐτῶν ἀπέκτεινε. θυμωθέντες οἱ Πράσινοι ἔκαυσαν τὸ πραιτώριον. 110. Ὅτι ἐπιβούλους πολλοὺς ἐπίασε Φωκᾶς ὑπό τε τοῦ ἐπάρχου αὐτοῦ καὶ ἄλλων. καὶ ἦλθεν Ἡράκλειος δηλωθεὶς παρὰ τοῦ Πρίσκου πατρικίου εἰς Ἄβυδον, καὶ δεξάμενος τὸν κόμητα Ἀβύδουἔμαθεν παρ' αὐτοῦ τὰ κινούμενα ἐν τῇ πόλει. ἐπέμφθη δὲ ὁ ἀδελφὸς Φωκᾶ ὁ κονδόχειρ εἰς τὸ Μακρὸν τεῖχος, καὶ μαθὼν εἰς Ἄβυδον εἶναι τὸν Ἡράκλειον ἔφυγεν ἐν τῇ πόλει. ὁ Ἡράκλειοςοὖν εἰς Ἄβυδον πάντας τοὺς ἐξορίστους ἐδέξατο, οὓς ἐξώρισε Φωκᾶς. ἦλθε οὖν Ἡράκλειος εἰς Ἡράκλειαν καὶ ηὔξατο εἰς τὴνἁγίαν Γλυκερίαν, καὶ ἀπὸ Σιλυβρίας εἰσῆλθε πλῷ καὶ ἀπῆλθεν εἰς τὴν νῆσον τὴν καλουμένην Καλώνυμον. μαθὼν οὖν Στέφανος ὁ Κυζικηνὸς λαβὼν ἐκ τῆς θεοτόκου Ἀρτάκης στέμμα ἀπήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. ἐξῆλθεν οὖν Φωκᾶς ἐν Βλαχέρναις· ἔκειτο γὰρ Πρίσκος ὁ γαμβρὸς αὐτοῦ εἰς τὴν ἁγίαν σορὸν προσποιούμενος ἀλγεῖν τοὺς πόδας. ὁ Βούνωσος οὖν συνεβουλεύετο ἀποκτεῖναι 150 τὸν γαμβρὸν αὐτοῦ. μαθόντες οὖν τινες Πράσινοι ὅτι ἦλθεν ὁ βασιλεὺς εἰς τὴν νῆσον τὴν προσπαρακειμένην τῇ πόλει ἐπῆραν τὴν γυναῖκα καὶ τὴν μητέρα Ἡρακλείου Φαβίαν καὶ ἀπήνεγκαν Ἡρακλείῳ. ἐξῆλθεν δὲ ὁ Φωκᾶς καὶ ἀπῆλθεν εἰς Βυρίδας καὶ ἐθεώρει τὴν παράταξιν τῶν πλοίων τῶν ἐλθόντων μετὰ Ἡρακλείου ἀπὸ Ἀφρικῆς. ἦσαν δὲ τὰ πλοῖα ἕως τοῦ Ἑβδόμου. καὶ ὡς ἐθεώρει ὅτι ἐγγίζουσι τῇ πόλει, ἐνιππεύσας ὁ Φωκᾶς εἰσῆλθεν ἐν τῇ πόλει καὶ ἐπιτρέπει φυλάττεσθαι ἐκ τῶν Πρασίνων τὸν λιμένα τὸν Καισαρίου καὶ τὸν Σοφίας, τοὺς δὲ Βενέτους τὰ ἐπὶ Ὁρμίσδου. ὁ δὲ Πρίσκος ἐδήλωσε συναχθῆναι τοὺς ἐξσκουβίτορας εἰς τὰ Βοραΐδος εἰς τὸν ἱππόδρομον τοῦ οἴκου αὐτοῦ ἅμα τοῖς στρατιώταις Βουκελλαρίοις. εἶχε δὲ Ἡράκλειος Μαυριτῶν πλῆθος πολύ. καὶ εἰσῆλθεν εἰς σάνδαλον Καλλιοπᾶς ὁ Τριμολαίμης ὁ ἡνίοχος φορῶν ἄρμα καὶ κασσίδα, καὶ ἐξελθὼν εἰς τὸ ἀκρόμωλον, καὶ ἐπῆρε τὴν κασσίδα, ἣν ἐφόρει, καὶ γνωρισθέντος αὐτοῦ εὐθὺς ἔβαλον οἱ Πράσινοι εἰς τὰ Καισαρίου πῦρ· ὁ δὲ Πρίσκος ἔνεψεν αὐτὸν πρὸς τὰ ἐξσκουβίτορα. τοῦ δὲ Βουνώσου ἀπελθόντος εἰς τὰ Καισαρίου, ἐπῆλθον αὐτῷ οἱ Πράσινοι, καὶ φοβηθεὶς ἔφυγεν εἰς μίαν τῶν σκαλῶν καὶ ἔλαβε κονταραίαν ἐκεῖσε. οἱ δὲ ἄνθρωποι τοῦ Φωκᾶ ἀνεχώρησαν. ὁ οὖν Φώτιος ὁ παρὰ Φωκᾶ ἐπιβουλευθεὶς εἰς τὴν γυναῖκα αὐτοῦ εἰσελθὼν εἰς τὸ παλάτιον μετὰ στρατοῦ, κρατήσας αὐτὸν ἀπὸ τοῦ πώγωνος ἐξέβαλεν αὐτὸν τοῦ παλατίου. ἐκδύσαντες οὖν αὐτὸν τὴν βασιλικὴν στολὴν καὶ ἐμβαλόντες αὐτὸν εἰς ἀγκυρομάχον ἀπήγαγον πρὸς Ἡράκλειον. ἰδὼν δὲ αὐτὸν ὁ Ἡράκλειος ἐξάγκωνα δεδεμένον λέγει αὐτῷ· οὕτως ἐδιοίκησας, ἄθλιε, τὴν βασιλείαν; ὁ δὲ εἶπεν· σὺ κάλλιον ἔχεις διοικῆσαι. ὁ οὖν Ἡράκλειος καθήμενος εἰς τὸ σέλλιν δέδωκεν αὐτῷ λακταίαν. καὶ ἐπὶ τοῦ τόπου ἀπεκεφάλισαν αὐτὸν κόψαντες τὸν ὦμον τὸν δεξιὸν καὶ τὴν χεῖρα καὶ τὴν φύσιν, καὶ βαλόντες εἰς κοντάρια ἔσυραν αὐτὸν καὶ Δομνιτζίολον τὸν ἀδελφὸν αὐτοῦ καὶ Βούνωσον καὶ Λεόντιον τὸν σακελλάριον αὐτοῦ, καὶ ἔκαυσαν αὐτοὺς εἰς τὸν Βοῦν.