De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
97.1.1
Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου. τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα πείθει ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. καιροῦ δέ τινος δραξάμενος ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὐτὸν πρὸς χρείας ὑποτοπεῖ καὶ μονωθέντα παίει. καιρίου δὲ τῆς πληγῆς γενομένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θνήσκειν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα καὶ τὴν κόνιν ἐν κάλπει βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσιν συνετελέσθη. 53. Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. οἱ γὰρ στρατιῶται παραλαβόντες τὰς Ἀντωνίνου μνήμας κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ' ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ' ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λοιπόν. ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. Μέσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα ἀπὸ Ἐμέσου καλου 98 μένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικός, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέτριψε. ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. ἐπανελθοῦσα δὲ διέτριβε ἐν τοῖς ἑαυτῆς. ἦσαν δὲ θυγατέρες αὐτῇ βʹ, Σοαιμὶς μὲν ἡ πρεσβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. παῖδες ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο. καὶ ὁ μὲν Βασιανὸς περὶ ἔτη γεγονὼς τεσσαρισκαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἐπιβεβηκὼς ἔτους, ἱερῶντο σχήματι βαρβάρῳ χιτῶνάς τε χρυσοϋφεῖς φοροῦντες καὶ ἁλουργίδα ἐνδιδυσκόμενοι. οὕτω τε ὁ Βασιανὸς ὡραῖος τοῖς στρατιώταις ἐφαίνετο, γένους τε βασιλικοῦ ὑπάρχων, καὶ ἀκμῇ ἡλικίας, ἄλλως τε καὶ τοὺς Φοινίκης στρατιώτας ἔχων ὑπερασπίζοντας, ἔτι δὲ καὶ Ἀντωνίνου υἱὸς ἐφημίζετο, βασιλεύς τε παρὰ παντὸς τοῦ στρατεύματος ὠνομάζετο. Ὡς δὲ ταῦτα διηγγέλθη, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις ἑλομένη πάντα κίνδυνον ἀναδέξασθαι, νύκτωρ τε λάθρα τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις· καὶ γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν. εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσεν, τῇ τε πορφυρᾷ χλανίδι περιβαλόντες ἦγον· πάντα τε τὰ ἐπιτήδεια καὶ παῖδας καὶ γυναῖκας ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον εἰσκομίσαντες καὶ τὰς πύλας ἀποκλείσαντες ἑαυτοὺς παρεσκεύαζον. Ὡς δὲ ταῦτα ἀπηγγέλθη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα, ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη, καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα ἀληθῆ πιστεύσαντες τάς [τε] ψυχὰς ἐξεπτόηντο. ἐνῆγε δὲ αὐτοὺς εἰς πραγμάτων καινοτομίαν τὸ Μακρίνου μῖσος καὶ ἡ Ἀντωνίνου μνήμη καὶ πρό γε πάντων ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν. ὁ δὲ Μακρῖνος 99 καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενος δὲ τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἐπάρχων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ἐκπορθήσειν τοὺς ἀνθεστηκότας. ἦν δὲ ὁ ἔπαρχος Ἰουλιανός. οὗτος ὡς τῷ τείχει τοῦ στρατοπέδου παρέστη, οἱ ἔνδοθεν στρατιῶται ἀνελθόντες ἐπὶ τοὺς πύργους τὸν παῖδα τῷ ἔξωθεν στρατῷ δεικνύουσι, [καὶ] Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ ἐπεδείκνυον. οἱ δὲ πιστεύσαντες αὐτοῖς τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσιν καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες εἰς τὸ στρατόπεδον εἰσεδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως. Ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπύθετο, ἀθροίσας πάντα ὃν εἶχε στρατὸν ἀπῄει· καὶ ὁ Ἀντωνῖνος οὐκ ἀναμείνας ὑπήντησε. συμμιξάντων δὲ ἀλλήλοις τῶν στρατοπέδων, προεδόθη τε ὁ Μακρῖνος καὶ φοβηθεὶς ἀποδιδράσκει ἐν ἰδιώτου σχήματι. καὶ ὁ μὲν ἔφευγεν, ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχετο, ἄχρις οὗ Ἀντωνῖνος διεκηρυκεύσατο, τήν τε Μακρίνου φυγὴν διαγγέλλων καὶ ἀμνηστίαν τοῖς ὑπὲρ ἐκείνου μαχομένοις ἔνορκον ὑπισχνούμενος. οἱ μὲν οὖν πεισθέντες προσεχώρησαν. ὁ δὲ Ἀντωνῖνος ἐκπέμπει τοὺς διώξοντας τὸν Μακρῖνον, καὶ καταλαβόντες αὐτὸν ἐν Χαλκηδόνι τῆς Βιθυνίας κρυπτόμενον τῆς κεφαλῆς ἀπέτεμον· ἐλέγετο δὲ εἰς τὴν Ῥώμην σπεύδειν. τέλει μὲν δὴ τοιούτῳ ἐχρήσατο ὁ Μακρῖνος, συναναιρεθέντος αὐτῷ καὶ τοῦ παιδός, βασιλεύσας ἐνιαυτὸν ἕνα. 54. Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν Ἀντωνῖνον τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον καὶ ἐλπίδας κρείττους, ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ' ἐκείνου πεμπομένων, ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός, ἐδίδου δὲ καὶ χρήματα λαθραίως τοῖς στρατιώταις. ταῦτα μαθὼν ὁ Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν 100 ἡ κοινὴ μάμμη. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προυχώρει, 100 παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἑωρᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν καὶ ἠγανάκτουν μηδὲ τὴν συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. Ὁ δὲ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον· οἱ δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. ἐφ' οἷς ὁ Ἀντωνῖνος ἀγανακτήσας ἐκέλευσέ τινας πρὸς τιμωρίαν ἐκδοθῆναι. ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀντωνῖνον ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα ἐς τὰς ὄχθας ἀπερρίφη τοῦ Θύβριδος. Ἀντωνῖνος μὲν οὖν εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ οὕτως ἅμα τῇ μητρὶ κατέστρεψε. 55. Ὅτι Ἀλεξάνδρου τοῦ Μαμαίας μετὰ τὴν ἐν Πέρσαις συμφορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες τὴν Ῥωμαίων πορθοῦσιγῆν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα κατατρέχουσιν, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. δηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε διπλῆ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν ἐπεπόνθεισαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. ἐπαγγέλλει δὲ καὶ ἄκων τὴν ἔξοδον καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. ἀνύσας δὲ τὴν 101 ὁδοιπορίαν ἐφίσταται τῷ Ῥήνῳ καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε, τόν τε ποταμὸν ναυσὶ γεφυρώσας Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμμίξας ἤρτυε τὸν πόλεμον. ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος, πρότερον μὲν ἐν πεδίῳ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλικίας γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγείς, εἶτα, κατ' ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τῆς τοῦ στρατοῦ νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκεχειρισμένα ποιούμενος εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως ἐς τὸ καινοτομεῖν ἐπιτήδειοι καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ' αὐτοκράτορα καὶ Αὔγουστον τὸν Μαξιμῖνον. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι ὡς ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον πορφύρᾳ [τε] περιβαλόντες βασιλικῇ αὐτοκράτορα ἀναγορεύουσιν. ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος ἀνεδέξατο τὴν τιμήν. ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ γενόμενος, προπη 102 δήσας τῆς σκηνῆς ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπιστίας κατηγόρει, καὶ τοὺς νεανίας ἐπιόρκως ἔλεγε ταῦτα τετολμηκέναι, δώσειν τε πάντα ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλονται. ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ' ᾧ βασιλεύοντι τεσσαρισκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν. οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ' ὀλίγους δὲ ἀνεχώρουν καὶ οὐδὲ ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. Παπιανὸς δὲ ἦν ὁ νομοθέτης. οἱ δὲ καὶ τὴν μητέρα ἐμέμφοντο· καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον. ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, καὶ βοῶντες οἱ νεανίαι προσεκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λειποψυχῶν μόλις εἰς τὴν σκηνὴν ἐπανέρχεται, καὶ τῇ μητρὶ περιπλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν ἀνέμενε τὸν φονεύσοντα. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσαγορευθεὶς πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ' οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομένους ἀμέμπτως καὶ ἀναιμωτί. φόνων τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο εἴς τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. πάνυ γοῦν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαργυρίαν τε καὶ μικρολογίαν. 56. Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις· οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ 103 τινὶ Κουαρτίωνι τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι καὶ αὐτοκράτορα ὠνόμασαν. ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθη ὑπό του συνόντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. 57. Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ· ἐκεῖνός τε γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. διὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ' ἐκείνοις εὖ γεγονότων πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν χρήματα εὐθέως ἐπειρᾶτο πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ' οἷς ἀλγήσαντες οὗτοι τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν, συνωμοσίαν δὲ ποιησάμενοι πάντας τε, οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιώτας, ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν,† ἐνέργοις μείζοσιν ἔδοσαν, πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι) μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχών, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς πολλῶν τε πρότερον****** πράξεις ὑπατικάς, Σαβῖνός τε ἦν ὄνομα αὐτῷ, βουλόμενον κωλῦσαι τὰ γινόμενα ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου 104 τελευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν· ἡ δὲ σύγκλητος, ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα δεομένη τε συναράσθαι τῇ πατρίδι. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν· ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προυχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. ὁ δὲ ἀγανακτήσας τῷ τε Μαξιμίνῳ καθοσιούμενος, ἅπαντα τὸν στρατὸν ἀθροίσας κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. κρυπτομένης αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ Καρχηδόνιοι διεφθάρησαν. οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἃ ἐπεφέροντο ὅπλα ῥίψαντες, ἔφευγον· ὠθούμενοι δὲ ὑπ' ἀλλήλων οἱ πλείους ἀπώλοντο. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορδιανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παίδων ἐγίνετο. Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. ὁ δὲ Καπελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν καί, εἴ τινες διεσώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐδενός, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς, ἀλλὰ καὶ τὰς λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ἀφασίᾳ ἐγένοντο. ἔδοξεν 105 οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι καὶ προστησαμένους ἐπιλέξασθαι βασιλέα, συνῆλθον οὖν εἰς τὸ Καπιτώλιον· καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐθέως τε αὐτοκράτορας ὠνομάζουσιν. Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ ἐλπίζων πάντας τοῦτο ποιήσειν, ὁ δὲ στρατὸς ἤχθετο ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύοντες οὖν ἐπὶ τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιώνισαν. ἔνθα ἦν πόλις Ἀκυληία, πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κεκλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀναχωρεῖν βουλόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς ὡς ἀμελέστερον μαχομένους αὐτὸς τῆς μάχης εἴχετο. οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ καὶ μεθ' ἡμέραν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου, ὧν ὁ μὲν Κρισπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. ἦν δὲ καὶ ὕδατος ἀφθονία. ὁ δὲ Μαξιμῖνος ἔδοξε πέμπειν ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσειαν αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ὁ δὲ Κρισπῖνος περιέθεε δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν. πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν προσήγγισε τῷ τείχει καὶ τειχομαχεῖν ἤρξατο παντὶ σθένει. πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύοντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παισίν, οὐδέ τις ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πόνων. οὐδὲ ᾤετο Μαξιμῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντιστᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. ὑποσχέσεσί τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. 106 Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ καὶ πίσσῃ καὶ ἐλαίῳ ἔβαλλον τὸν στρατόν. πυρώσαντες γὰρ ταῦτα ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρωτηριαζομένους· ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο. οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον καὶ ὕβρεις αἰσχρὰς ἐς αὐτὸν ἀπορριπτεῖν. ἐφ' αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων. ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι. ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. τολμήσαντές τε οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων. τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις, ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν. τούτων δὲ τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες. ὁ δὲ 107 στρατὸς ὡς ἐπύθετο τὰ γινόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμενος ἐν εἰρηνικῷ σχήματι ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τούς τε ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω τε ἔμεινεν παρὰ τὰ τείχη κομιζόμενος τὰ χρειώδη παρὰ τῶν ἔνδον. οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης περιέτυχον Μαξίμῳ αὐτοκράτορι, διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ Ἰταλίας λογάδας ἤθροιζε· ἀφῖκτο δὲ αὐτῷ καὶ συμμάχων πλῆθος. παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν οἱ τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός. εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. καὶ οὐδὲ εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὐδὲ γὰρ ἡλικία τις ἦν, ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, συνηδόμενοί τε ἀλλήλοις καὶ εἰς τὸν ἱππόδρομον συνθέοντες. καὶ αὐτὸς ἑκατόμβας ἔθυεν, ἀρχαί τε πᾶσαι καὶ ἡ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνετο· εἴς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες διεπέμποντο. καὶ ὁ Μάξιμος ἐπιστὰς τῇ Ἀκυληίᾳ ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος εἰκόνας τε καὶ ἀγάλματα καὶ στεφάνους. καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δαφνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ' αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. Ὁ δὲ Μάξιμος συγκαλέσας πάντας βασιλικῶς τε ἀπεφήνατο ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ χρημάτων πολλῶν διανομάς, ὀλίγων τε ἡμερῶν διατρίψας τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα· αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευσεν. εἰσιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήν 108 τητο ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας. οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν καὶ ἠγανάκτουν, ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες (ἀντιπάλους γὰρ ἤλπιζον ἔχειν) τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτάραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν. ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάντων τε περὶ τὴν πανήγυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ' αὐτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ' εἰς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. ἐν ᾧ δὴ περὶ τούτων διεφέροντο, εἰσδραμόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυλωρῶν, ἁρπάζουσι τοὺς πρεσβύτας. περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως παίοντες καὶ ἀποσκώπτοντες, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις τοῦ σώματος λώβαις ἐμπαροινοῦντες διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον. ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους αὐτοὺς ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας ἐπὶ τῆς λεωφόρου ἀπέρριψαν, ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτείναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ οἷον αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς τὸ στρατόπεδον καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. οἱ δὲ Γερ 109 μανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων ἐπανῆλθον ἐς τὸ αὐτῶν καταγώγιον. τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται. 58. Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν· καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν πόλεμον. ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος λίαν τε ἐν ἀθυμίᾳ γενόμενος ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις εὐτυχέστατα τὸν πόλεμον διεχείρισεν μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιών, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ' ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη. καὶ Φίλιππος ἀναγορευθεὶς βασιλεύς...... 59. Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας Δέκιος ἐποίησεν ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει καὶ τὴν Δεκίου προκαταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν Δέκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. τούτων ἀγγελθέντων τῷ Φιλίππῳ κατὰ τὴν Βερόην φεύγοντι** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναιροῦσιν πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος. 110 60. Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν καὶ τῆς Ῥωμαίων βουλῆς μεγίστας κατηγορίας ποιούμενος. ἐφ' ὃν οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας μεγίστῳ πλήθει στρατεύσαντες ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελεκότες οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται. 61. Ὅτι Γαλλιηνὸς ἀνῃρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν ἐς ὀργὴν ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν συναραμένην Λολλιανῷ, ὃν νεωτερίσαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν νίκην οὐ συνεχώρησεν. μετὰ δὲ τοῦτον Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουργίδα περιθέμενος δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατακτείνεται. ἐφ' ᾧ Βικτωρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται, ἄριστος μὲν ἐν τοῖς πολέμοις, ταῖς δὲ τοῦ σώματος ἡδοναῖς ἡττημένος ἀλλοτρίους τε ἐνυβρίζων γάμους καὶ παρθένους ἁρπάζων. ὅθεν ἐν Ἀγριππίνῃ πόλει Γαλατικῇ πρός τινος στρατιώτου διαφθείρεται δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς· ὃς τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός τε τὴν πορφύραν ἐν Βουρδογάλλῳ πόλει τῆς Γαλατίας μεγίσταις ἐνέπεσε ταραχαῖς. 62. Ὅτι Ὀδενάθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. 111 63. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν σὺν τῷ ἀδελφῷ Βαλεριανῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἕξ, ἀπὸ τοῦ Δελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρακλειανός, ὃς συμπραξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει. 64. Ὅτι ἐπὶ Κλαυδίου τοῦ βασιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας ἐπικηρυκεύεται παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ. 65. Ὅτι Κυντίλιος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα δὲ τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι, καὶ τῶν ἰατρῶν τινος τεμόντος φλέβα αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις ἄναυδος ἐγένετο. 66. Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον. ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκόμισε τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένον τὸν εἰωθότα τρόπον τῶν ὑπάγεσθαι θανάτῳ κατεγνωσμένων, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν ὀξύτητος εἰληφότες φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν, διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον Καινὸν φρούριον. οὐ μὴν ἀτιμώρητος ἐτελεύτα. οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐτὸς τοῖς θείοις τῶν αὐτοκρατόρων ἐψηφίσθη. 67. Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδεξαμένου βασίλεια, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν Εὐρώπην ἐξώρμησεν. ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. οὗτος τοῖς ἐν τέλει τραχύτατα προσ 112 φερόμενος εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησεν. τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν, διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα. 68. Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύω ἅμα συνεβασίλευσαν. καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν μῆνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. 69. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων Σατουρνῖνος, τῷ γένει Μαυρούσιος, ὢν ἐς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος· ᾧπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεττανίας ἄρχοντα προστησάμενος. καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ.