Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
δὲ ὑπὸ τῶν Αἰγίσθου φίλων, κατὰ δὲ τὸν πλεῖστον λόγον ὑπὸ Ἐρινύων, ὡς ἐναγής, θεοῦ κελεύσαντος εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐν Ἀρείῳ πάγῳ κριθεὶς ἀπέφυγεν. αὕτη ἡ δίκη φόνου τετάρτη ἐν Ἀθήναις ἐκρίθη. 9. Ὅτι Τήμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων ἀπέθανε δι' αἰτίαν τοιάνδε. ἦσαν αὐτῷ τέτταρες υἱεῖς, Κίσσος καὶ Φάλκης καὶ Κερύνης καὶ Ἀγαῖος, θυγάτηρ δὲ τοὔνομα Ὑρνηθώ, ἥντινα ἔδωκε γυναῖκα Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου τοῦ Ἡρακλέους. στέργων οὖν ταύτην καὶ τὸν γαμβρὸν πολὺ μᾶλλον ἢ τοὺς υἱεῖς καὶ εἰς ἅπαντα χρώμενος διετέλει. ἐπὶ τούτῳ οἱ νεανίσκοι βαρέως φέροντες ἐξεῦρον κακούργους ἀνθρώπους, οὓς ἐπὶ μισθῷ ἔπεισαν τὸν Τήμενον ἀνελεῖν. Ἀγαῖος δὲ ὁ νεώτατος οὐ μετεῖχε τοῦ βουλεύματος. καὶ οἱ μὲν τὸν ἄνθρωπον λουόμενον παρὰ τὸν ποταμὸν ἐν ἐρημίᾳ ἐπιπεσόντες καὶ κατατρώσαντες ἐκποδῶν ἐγένοντο, ἔτι ζῶντα ὑπὸ θορύβου λιπόντες. ὁ δὲ κομισθεὶς εἰς τὸ στράτευμα ἀγνοῶν τοὺς φονέας θνήσκει, τὴν ἀρχὴν Ὑρνηθοῖ καὶ Δηιφόντῃ καταλιπὼν καὶ τὰ λόγια φράσας ἅπερ ᾔδει τοῦ πολέμου πέρι. μετὰ ταῦτα δὲ ζητουμένου τοῦ φόνου, τὸ σύμπαν ἐγνώσθη, ὅτι ὑπὸ τῶν περὶ Κίσσον ἐβουλεύθη, καὶ ἅμα διὰ τὴν Τημένου ἐπισκίασιν ἐξεώσθησαν ἐκ τῆς ἀρχῆς, Δηιφόντης δὲ καὶ Ὑρνηθὼ ἐβασίλευον διά τε ταῦτα καὶ ὅτι τὰ λόγια ᾔδεσαν, ἐν οἷς τῆς καθόδου ἡ ἐλπὶς ἦν. οἵ γε μὴν παῖδες ἔξαρνοι ἦσαν τὸν φόνον κοὐκ ἄρα ἔμελλον τῆς ἀρχῆς πέρι ἀτρεμήσειν. τοὐντεῦθεν Δηιφόντης πρῶτον μὲν ὑποπέμψας πρέσβεις κρύφα Τροιζηνίους καὶ Ἀσιναίους καὶ Ἑρμιονεῖς καὶ πάντας ὅσοι τῇδε Δρύοπες ᾤκουν ἀφίστησι τῶν Ἀργείων ἐθελοντὰς καὶ αὐτούς, μὴ τῷ χρόνῳ ὁμοῦ κείνοις ὑπὸ Δωριέων ἐξανασταῖεν. 10. Ὅτι Κρεσφόντης πάντων ἐβασίλευεν τῶν Σπαρτιατῶν· ὃς ἐπειδὴ διένειμε τὴν γῆν εἰς εʹ, μετεμέλησε δ' αὐτῷ ἐξ ἴσου διε 10 λόντι, εἰς ὃ συνετέλουν οἱ λοιποί. ταῦτα δὲ μεταβουλευσάμενος κινεῖν τὰ πράγματα ἐπειρᾶτο, ἐκ μὲν τοῦ εὐπρεποῦς λέγων ἅπερ καὶ οἱ ἐν Λακεδαίμονι, ὅτι οὐ δίκαιον εἴη τῶν ἴσων μετέχειν τοὺς ἐγχωρίους τοῖς Δωριεῦσι. συνέβη δ' αὐτῷ πρός τ' ἐκείνους διαβεβλῆσθαι καὶ πρὸς τοὺς Δωριέας, οἳ καὶ τότε αὐτοῦ ἤχθοντο τῇ βίᾳ οὐκ ἀνεχόμενοι τὸ ἰσόμοιρον, καὶ πάλαι δ' αὐτῷ προσεκεκρούκεσαν ἄνευ σφῶν συμβαίνοντι τοῖς ἐγχωρίοις καὶ μετὰ ταῦτα τῶν ἴσων αὐτοῖς μεταδιδόντι· πάντων δὲ μάλιστα ὑφεωρῶντο τὴν μετακόσμησιν τῶν τότε καθεστώτων, πρὸς ἧς ἄμεινον ἡγήσαντο εἶναι ἀνελόντες αὐτὸν κατὰ χώραν ἀτρεμεῖν. καὶ ἐποίησαν ταῦτα, καὶ Κρεσφόντην μὲν δι' ἐπιβουλῆς ἀπέκτειναν, ταχὺ δὲ καὶ τοὺς υἱεῖς ἤθελον, οὓς τότε ὁ μητροπάτωρ ἅμα τῇ θυγατρὶ κυούσῃ θύειν μέλλων Διὶ Ἀκραίῳ εἰς Τραπεζοῦντα μετεπέμψατο· καὶ παρ' αὐτῷ ἔτεκεν ἡ θυγάτηρ Αἴπυτον τὸν τρίτον. ἐτεχνάσαντο οὖν οἱ φονεῖς ἀφικόμενοι παρὰ Κύψελον ὡς ἂν παραλαβόντες τοὺς Κρεσφόντου παῖδας ἀνέλοιεν, λέγοντες ὅτι ὁ πατὴρ αὐτοὺς εἰς Μεσσήνην μέτεισιν ἱερὰ θύειν μέλλων εὐκταῖα. ὁ δὲ Κύψελος τοὺς μὲν δύω ἐξέπεμψε σὺν αὐτοῖς ἐξαπατηθείς, οὓς ἐκεῖνοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν, τὸν δὲ τρίτον ἅτε νεογενῆ οὐκ ἔδωκε φήσας ἐν σπαργάνοις εἶναι· καὶ οὗτος μὲν παρὰ τῷ μητροπάτορι ἐτρέφετο. 11. Ὅτι Αἴπυτος ὁ υἱὸς Κρεσφόντου ἐπεβουλεύθη παρὰ τῶν ἐμπρησάντων τὴν αὐτοῦ οἰκίαν, καὶ τῆς ἐπιβουλῆς ἀνώτερος γέγονεν. αὖθις δὲ πάλιν ἐπεβουλεύετο ὑπὸ τοῦ δήμου καὶ αὐτὸς καὶ οἱ ἀπόγονοι, καὶ οὐ διέλιπον ἀλλήλοις διαστασιάζοντες, ἄχρις ὅτου ὑπὸ Λακεδαιμονίων ἠνδραποδίσθησαν. 12. Ὅτι Φείδων κατὰ φιλίαν στασιάζουσιν Κορινθίοις βοηθῶν, ἐπιθέσεως ἐκ τῶν ἑταίρων γενομένης, ἀπέθανεν. 13. Ὅτι Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων ἐξ ἐπιβουλῆς σφαγέντι Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμωρήσατο καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται. 14. Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι, Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχήν, καὶ ὁμοῦ ἐβασί 11 λευον ἀμφότεροι στέργοντες ἀλλήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους στεργόμενοι. καί πως ἡ τοῦ Καδύος γυνή, Δαμοννὼ λεγομένη, ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρός, Σπέρμου ὄνομα, μοιχευθεῖσα, σὺν ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμαχον ἔκτεινε μὲν οὔ, εἰς νόσον δ' ἐνέβαλεν. θεραπευθεὶς δ' ὑπὸ ἰατροῦ ὁ Καδὺς ῥᾷον ἔσχεν. ἐκ τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ γυνὴ φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον δ' ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιήσασα, κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας ἐφεξῆς. καλέσασα δ' αὐτὸν ἐπὶ δεῖπνον ἐλθόντα κατέκλινεν ἵναπερ ὁ βόθρος ἦν. οἰχομένου δὲ κάτω, ἐπαμησαμένη τὴν γῆν ἄδηλον ἐποίησεν. Μετ' οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν πολλοὺς Λυδῶν χρήμασι θεραπεύσασα, ἔπειτα συνῴκησεν αὐτῷ καὶ βασιλέα ἀπέδειξεν. ὁ δὲ Ἄρδυς ἐξαπιναίως φυγὼν ὁμοῦ γυναικί τε καὶ θυγατρί, οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμαξοπηγῶν διέζη, ὕστερον δὲ πανδοκεύων. φασὶ δ' αὐτὸν τοὺς ἐγκαταγομένους Λυδῶν φιλανθρωπευόμενον φίλους πάντας ἀποπέμπεσθαι. τῷ δὲ μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύμην πέμψας τινὰ λῃστήν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύετο. ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆμαι τοῦ Σπέρμου τὴν Θυγατέρα καὶ χιλίους στατῆρας λαβεῖν δωρεάν. Ἀφικόμενος δ' ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέσκετο Κέρσης καὶ δὴ καὶ τὴν θυγατέρα αὐτοῦ διακονοῦσαν ἠράσθη· καί πως αὐτὸν εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα ὑπ' αὐτοῦ εὖ πείσεσθαι. ὁ δ' ἄλλως οὐκ ἂν διδοὺς διὰ τὴν φαυλότητα τἀνθρώπου ἐπ' εὐγενείᾳ μέγα φρονῶν, ὅμως διὰ τὴν ὑπόσχεσιν δώσειν ὡμολόγησεν. ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ κατεῖπεν ὁ Κέρσης τὴν ἀλήθειαν, ὅτι ἥκοι ἀναπεισθεὶς ὑπὸ Σπέρμου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοιμος δὲ νῦν εἶναι τὴν Σπέρμου κεφαλὴν κομίσας ἐπὶ τούτοις τὴν 12 Ἄρδυος γῆμαι θυγατέρα. ὡς δὲ συνεπῄνεσεν, ἐκέλευσεν αὐτὸν ἀποκείρασθαι τέως κομῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν ἐοικυῖαν τῇ Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἵετο εἰς Λυδίαν. ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν ἔπεμψεν ἔφη· πάντα διαπέπρακται, καταθεὶς πρότερον τὴν κεφαλὴν ἐν οἰκίσκῳ. κελεύσαντος δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων δεικνύναι, ἀλλὰ παρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου· καὶ ὃς ἐπείσθη, δείξαντος αὐτῷ χαμαὶ κειμένην, καὶ ἐπέκυπτεν ὡς καταμάθοι. ἐν τῷδε ξίφει αὐτὸν παίσας κατέβαλεν, καὶ τὴν κεφαλὴν ἀποτεμὼν διεξέπεσε διὰ τῆς θύρας καὶ ἔξω πρὸς τὸν Ἄρδυν ἠπείγετο. οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μέν, εἰσελθόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ' οὐκ ἐξῄει πολλοῦ χρόνου διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμενον, κεφαλὴν οὐκ ἔχοντα. γνόντες δὴ τὸ γεγονὸς ἡσυχίαν ἦγον ἐπιχαίροντες αὐτῷ· ἦν γὰρ δὴ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν ἡ γῆ. Σπέρμης μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ τοῖς βασιλείοις οὐκ ἀναγράφεται. Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκαταχθεὶς δέ, ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα διηγήσατο καὶ τὴν κεφαλὴν ἔδειξε τὴν Σπέρμου. ὁ δὲ συμφρονήσας ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ οἴνῳ ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν εἰς Κύμην ἦλθε παρὰ τὸν Ἄρδυν. ἐν φροντίδι δ' αὐτῷ ὄντι περὶ τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. ὁ δ' εἶπε Σπέρμον ἄρα τεθνηκέναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ γὰρ ταῦτα μέγιστά ἐστιν. ἀποκρίνεται Θύοσος, τοῦτο γὰρ ἦν ὄνομα τῷ καπήλῳ· ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω· καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. ὁ δὲ ἡσθεὶς ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι θέλοι ἀντὶ τούτων. Θύοσος δ' εἶπεν· οὔτι σε οὔτε τὴν θυγατέρα οὔτε χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δός, ὅταν βασιλεὺς γένῃ. καὶ ὃς ἔδωκεν αὐτῷ. καὶ Θύοσος ἀνὰ χρόνον ἐκ τοῦ καπηλεύειν ἐπλούτησεν, καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον αὐτοῦ καὶ Ἑρμαῖον εἵσατο, Θυόσου λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν 13 ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν Ἡρακλειδῶν τινας. κατελθὼν δὲ ὁ Ἄρδυς ἐβασίλευσε μετὰ Ἀκίμιον πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ φιλοδίκαιος. συνηρίθμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς, (ἦν δ' ἱππότης ὁ πλεῖστος,) καὶ εὗρεν, ὥς φασι, μυριάδας γʹ ἱππέων. Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν Δάσκυλος Γύγεω γένος Μερμνάδης. οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ χειρὸς εἶχεν. δείσας οὖν Ἀδυάττης ὁ Ἄρδυος μὴ τοῦ πατρὸς τελευτήσαντος ἐκεῖνος μὲν πάνθ' ὑφ' ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει κρύφα τὸν Δάσκυλον. ἡ δ' ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυγίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀνδρός. ὡς δὲ ταῦτα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη, καὶ Λυδοὺς ἐκάλεσεν εἰς ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθείς, (δεμνιοπετὴς γὰρ ἦν ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐθὲν εἰδὼς οἵτινες ἦσαν, καὶ Λυδοὺς παρεκάλει ζητεῖν τὸν Δασκύλου φόνον, ἐπηρᾶτό τε μυρία τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι τῷ χρῄζοντι κτείνειν αὐτούς, εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας οʹ ἔτη θνήσκει. Ἐπὶ Μήλεω δὲ βασιλεύοντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία, καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτράποντο. τοῖς δ' ἐσήμαινε τὸ δαιμόνιον δίκας πράττεσθαι τοῦ Δασκύλου φόνου παρὰ τῶν βασιλέων. ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγοντα ἐπὶ γʹ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βαβυλῶνα. ἔπεμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν Δασκύλου παῖδα, Δάσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε, κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου φόνου παρ' αὐτῶν, οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. ὁ δ' οὐκ ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα πολυπραγμονεῖν. Μήλης δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Καδύος, γένος ὄντι τὸ ἀνέκαθεν ἀπὸ Τύλωνος, ὃς τὸν φεύγοντα ἐπετρόπευσε καὶ κατιόντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη καὶ τὴν βασιλείαν οἱ ἀπέδωκε πιστῶς. Βασιλεύοντος δὲ Μύρσου, Δάσκυλος ὁ Δασκύλου τοῦ σφαγέντος ὑπὸ Σαδυάττεω, μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται ὑπὸ τῶν Ἡρακλειδῶν φοβηθείς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύ 14 ρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ καταμείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται Γύγης. 15. Ὅτι Σαδυάττης ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρόπῳ τοιούτῳ. ἦν τις ἐν Σάρδεσι Δασκύλου θεῖος τοῦ εἰς Πόντον ἀποχωρήσαντος, Ἄρδυς ὄνομα, Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ βασιλεῖ ἐνέτυχεν ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ Δάσκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶκος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκείνων δὲ οἰχομένων· ἐπιεικὲς δὲ ἤδη εἶναι σπένδεσθαι τοῖς Δασκυλίοις· καὶ γὰρ τοὺς τοῦ βασιλέως προπάτορας ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς φυγῆς. ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεύς, καὶ ὃς ἐπὶ Δάσκυλον πέμψας εἰς Λυδίαν αὐτὸν ἐκάλει. ὁ δὲ φιλοχωρῶν οὐχ ὑπήκουσεν, τὸν μέντοι παῖδα Γύγην ἔπεμψε περὶ ιηʹ ἔτη γεγονότα. τοῦτον ἐλθόντα δέχεται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. ἦν δὲ ὁ Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆσιν ἤσκει. καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν, εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέγοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. βασιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι. ὀλίγου δὲ χρόνου καὶ αὐτός, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάττων χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία στέλλων. ἅπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ' αὐτῶν τούτων μεταβαλὼν ὁ Σαδυάττης ἔστεργεν αὐτόν, θαυμάζων τὸ δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν ἐνεχείρισεν· ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. ἐπεὶ δὲ αὐτὸν σφόδρα ἔστεργεν καὶ πάντων μάλιστα προυτίμα, πολλοὶ δὴ διὰ φθόνον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυλωνίου γένους. οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχ 15 θρὸν πατρῷον ὄντα μεγάλως ἀσπάζεται καὶ πάντων ἡγεμόνα ἀποδείξει. ὁ δ' οὐ προσεῖχε τὸν νοῦν, ἀλλ' ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθεν, μαίνεσθαι προσποιηθεὶς διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν ἐβόα, ὅτι Σαδυάττην τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ Δασκύλου. ἐκ τούτων γαμεῖν ἔμελλε Σαδυάττης τὴν Ἀρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυσῶν βασιλέως, ὅστις πόλιν Ἀρδύνιον ἔκτισεν ἐν Θήβης πεδίῳ. ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ' αὐτὸ ἐξέπεμψε παρὰ τὸν πενθερόν, ὡς ἂν κομίσειεν τὴν νύμφην. φασὶ δὲ τέρας αὐτοῖς τοιόνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ' ἔμελλεν ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντεις εἰπεῖν ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. μετ' οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπεκόμιζεν· ὀχούμενος δ' ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσεν, καὶ καρτερεῖν οὐ δυνάμενος ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσεφιλοφρονεῖτο. ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ' ἔφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ ἤθελεν. ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. ταῦτα ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ στέργουσα σφόδρα τὸν Γύγην· ἡ δὲ πάντ' ἐκείνῳ παραχρῆμα ἤγγειλεν. ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοῖς φίλοις κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ βοηθεῖν ὁρμῶντι κτεῖναι τὸν βασιλέα. προσανεμίμνησκε δὲ καὶ τῆς Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς Δασκύλου φονεῦσι. κρίνων δ' οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀποθανεῖν ὑπ' αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ' αὐτόν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην βασιλεύσαντα ἔτη
9.2.1
Ἕωθεν δὲ καθ' ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦντος, καὶ τοὺς μὲν ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικού 16 ρους ἐποιεῖτο. ἐπεὶ δὲ αὐτῷ πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων τῆς ἀρχῆς πασσυδεὶ ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. οἱ δὲ τὸ μὲν πρῶτον ἐταράχθησαν δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύγην ὡρμῶντο· πραΰνοντος δ' αὐτοὺς ἐκείνου καὶ λόγον αἰτουμένου, ὡς ἂν διδάξῃ τὸ πλῆθος περὶ ὧν ἠγνόει, μόλις τοῦ θορύβου ἔληξαν, τὰ μὲν ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλίτας, καὶ ἐσιώπησαν. καὶ ἔπεμψαν εἰς Δελφοὺς πευσόμενοι εἰ Γύγην στήσαιντο ἑαυτῶν βασιλέα. θεὸς δ' ἐκέλευσε τοσόνδε προειπὼν ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ τῶν Μερμναδῶν. τοὐντεῦθεν Γύγης ὁ Δασκύλου Λυδῶν βασιλεύει καὶ γαμεῖ τὴν Μυσὴν γυναῖκα, ἥντινα Σαδυάττης ἠγάγετο, οὐδὲν μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον δὲ προεῖπεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας ἦ μὴν κατορύξειν αὐτὸν ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. ὁ δ' ἐξετρέπετο τὸν πάντα χρόνον καθ' ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. συλλαβεῖν δ' οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥήτραν. καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκείμενα λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ διεξιέναι· αὐτὸς δ' ἔφη ταύτας γινώσκειν. ὁ δὲ Γύγης ἐκέλευε τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνεν, καί πως αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει τῆς ὁδοῦ. στενῆς δ' οὔσης, οὐκ ἔχων ὅπῃ τράπηται ἐξ ὀφθαλμῶν τοῦ βασιλέως ὁ Λίξος, ὑποδύεται ὑπὸ τὸ ἅρμα καὶ κρύπτεται. Γύγης δὲ προνοήσας ἐκσπᾶν αὐτὸν ἐκέλευεν, καὶ ἐπεὶ ἐξείλκυσαν οἱ θεράποντες καὶ ἐναντίον ἔστησαν τοῦ ἅρματος, εἶπεν ὁ Γύγης· ἐνταῦθα δή σε χρή, ὦ Λίξε, κατορύξαι· τοῦτο γὰρ ἡμῖν συγκείμενον. καὶ ὃς οὐδὲν ὑποθωπεύσας· σὲ μὲν οὖν, ἔφη, ταῦτα παθεῖν δικαιότερον, ὃς ἐμὲ διώκων ἐκτρεπόμενον ὁδοὺς ἦλθες οὐ πρεπούσας βασιλεῖ. οἱ δὲ φίλοι τὸν Γύγην ἐπὶ συννοίας γενόμενον πολὺν χρόνον ἔπεισαν ἀφεῖναι Λίξον τοῦ θανάτου. καὶ ὃς ἔφη ὀμωμοκέναι κατορύξειν αὐτὸν ἔνθα ἂν τύχοι πρῶτον· οἱ δ' ἔφασαν· ἐπειδὰν τελευτήσῃ τοιγαροῦν, ἐνταυθοῖ κατόρυξον, καὶ εὔορκά σοι ἔσται. ὁ δὲ ἐπείσθη τε καὶ διὰ ταῦτα ἀφῆκεν Λίξον. μετὰ δὲ ταῦτα ἐπὶ δεῖπνον ἐκάλεσε χαμαί τε ἀνέκλινε καὶ τὰ ὀστᾶ παρε 17 τίθει φαῦλά τε σιτία, πίνειν τε ὄξος ἐνέχει· καί πως δειπνοῦντα ἤρετο πῶς τε δειπνοίη. ὁ δ' εἶπεν· ὡς εἰκὸς παρὰ ἀνδρὶ ἐχθρῷ. ὁ δὲ γελάσας εὖ μάλα τῶν αὑτῷ παρακειμένων ἐπεδαψιλεύετό τε καὶ εὐμενέστερος ἐγένετο. χρόνου δὲ προϊόντος διαλλαγεὶς φίλον ἐποιήσατο καὶ οὐδὲν ἔτι εἶχεν ἐν γνώμῃ τῶν πάλαι. 16. Ὅτι ἐν Ἀθήναις Δημοφῶν ἐβασίλευσεν, ἐφ' οὗ Ὀρέστηςμητροκτονήσας εἰς Ἀθήνας ἧκεν, μετὰ δὲ τοῦτον Ὀξύντης, μετὰ δ' ἐκεῖνον Θυμοίτης, ὃς τοῦ πατρὸς τελευτήσαντος εἰδὼς τὴν βασιλείαν τῷ γνησίῳ ἀδελφῷ προσήκουσαν, δολοφονήσας αὐτὸν κατέσχε τὴν ἀρχήν. 17. Ὅτι Κυρηναίοις οἱ Βάττου παῖδες Ἀρκεσίλαος* πρὸς ἀλλήλους στασιάσαντες μάχην ἤγειραν Λίβυας ἐπ' αὐτοὺς ἐνεγκόντες. καὶ ἡττῶνται Κυρηναῖοι· ἑπτακισχίλιοι γὰρ ἀπέθανον ἐν τῷ πολέμῳ. Ἀρκεσίλαος δ' ἐπὶ τούτοις φάρμακον πίνει· δυσθνητοῦντα δ' αὐτὸν ὁ ἀδελφὸς ἦγξε Λέαρχος. τὸν δὲ Λέαρχον ἡ τοῦ Ἀρκεσίλεω γυνὴ κτείνει Ἐρυξώ· τὴν δὲ ἀρχὴν ὁ τοῦ Ἀρκεσίλεωπαῖς ἐκδέχεται Βάττος χωλὸς ὤν. 18. Ὅτι Ἴωνες ἐν τῷ πρὸς Ὀρχομενίους πολέμῳ καταδραμόντες αὐτῶν τὰς κώμας γυναῖκας αἰχμαλώτους πολλὰς ἠγάγοντο· καταπαλλακεύοντες δ' αὐτὰς παῖδας ἐξεγέννησαν. ὑποτραφείσης δὲ τῶν νόθων νεότητος οὐκ ὀλίγης, δείσαντες οἱ γνήσιοι ἐκ τῆς χώρας αὐτοὺς ἐξανέστησαν. οἱ δ' εἰς Θορικὸν τῆς Ἀττικῆς ἀποχωρήσαντες, ἡγεμόνας αὑτῶν προστησάμενοι ὁμοῦ τοῖς Ἴωσιν ἐξέπλευσαν. συνῄεσαν δὲ αὐτοῖς πολλοὶ Πελοποννήσιοι· σχόντες δὲ πρὸς τῷ Ἕρμῳ ταῖς ναυσὶ καί τινα νησῖδα καταλαβόμενοι οὐχ ἑκὰς τῆς ἠπείρου, πολλῶν αὐτοῖς βαρβάρων ἐπιόντων, ἀντεῖχον κρατοῦντες, καὶ ἐπί τινα λόφον τῆς ἠπείρου περάσαντες τὸ δὴ μεταξὺ πᾶν χωννύναι διενοοῦντο. κἀνταῦθα τειχοδομεῖν κωλύοντος αὐτοὺς Μέννεω τοῦ Κύμης τυράννου, ὃς τότε τῶν ταύτῃ χωρίων ἐκράτει, Οὐατίας ἀδελφὸς αὐτοῦ φιλίαν καὶ ἐπιγαμίαν συντίθεται 18 πρὸς αὐτοὺς ἐπὶ τῷ κεῖνον καταλῦσαι καὶ αὐτοῖς χώραν δοῦναι αὐτάρκη. οἱ δὲ ὡμολόγησαν ἐκείνοις τε καὶ τῶν Κυμαίων ὅσους ἐδύναντο* καὶ ἐπεξῆλθον ἐπὶ τὸν Μέννην. ταχὺ δὲ καὶ τοῦ δήμου προσθεμένου αὐτῷ, νικήσας μάχῃ παραδίδωσι τοῖς Κυμαίοις τὸν ἀδελφόν· οἱ δ' ἐκ χειρὸς βαλόντες αὐτὸν κατέλευσαν καὶ τὸν Οὐατίαν ἐστήσαντο βασιλέα. ὁ δ' εὐθέως τὰς πρὸς Φωκαίους συνθήκας ἠξίου ἐμπεδοῦν, ἃς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας συνέθετο· οἱ δ' ἐπείσθησαν καὶ τὴν γῆν ἔδοσαν. 19. Ὅτι Λεωδάμας ἐβασίλευσε Μιλησίων, καὶ ἐν τοῖς μάλιστα ἐπῃνεῖτο δίκαιός τε ὢν καὶ τῇ πόλει καταθύμιος, εἰς ὃ φόνον αὐτῷ βουλεύσας Ἀμφιτρὴς ἐν ἑορτῇ Ἀπόλλωνος ἄγοντα ἑκατόμβην τῷ θεῷ Λεωδάμαντα κατὰ τὴν ὁδὸν ἀπέκτεινεν, αὐτὸς δὲ μετὰ τῶν αὐτοῦ στασιωτῶν τὴν πόλιν κατελάβετο καὶ τύραννος ἐγένετο, ἰσχύϊ προύχων Μιλησίων. οἱ δὲ Λεωδάμαντος παῖδες καὶ φίλοι νυκτὸς ἀπεχώρησαν εἰς Ἀσσησόν, ὑποδεχομένου αὐτοὺς προθύμως τοῦ ἐνόντος ἄρχοντος, ὅντινα Λεωδάμας πρότερον κατέστησεν. μετ' οὐ πολὺ δὲ Ἀμφιτρὴς ἐπ' αὐτοὺς σὺν στρατῷ ἦλθε καὶ προσκαθίσας ἐπολιόρκει. οἱ δὲ μέχρι μέν τινος ταλαιπωρούμενοι ἀντεῖχον· μετὰ δὲ ταῦτα εἰς μαντεῖον πέμψαντες ἐχρηστηριάζοντο περὶ τοῦ πολέμου. θεὸς δ' ἔφη ἐκ Φρυγίας αὐτοῖς ἥξειν βοηθούς, οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου κἀκείνους τε καὶ Μιλησίους κακῶν ἀπαλλάξουσιν. χρονιζομένης δὲ τῆς πολιορκίας, ἀφικνοῦνται νεανίσκοι Τόττης καὶ Ὄννης ἐκ Φρυγίας, ἱερὰ ἔχοντες Καβείρων ἐν κίστει κεκαλυμμένα· ἐχόμενοι δὲ τῆς κίστεως ἀμφότεροι, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, νυκτὸς ἔτι οὔσης προῆλθον εἰς τὸ τεῖχος καὶ ἐκέλευον σφᾶς δέχεσθαι. βαρυνόμενοι δὲ ὑπὸ τῶν φυλάκων καὶ ἐρωτώμενοι τίνες εἶεν, ἔφασαν ὅτι κατὰ πρόσταξιν θεοῦ ἱερὰ ἐκ Φρυγίας κομίζοιεν ἐπὶ τῷ Μιλησίων τε καὶ Ἀσσησίων ἀγαθῷ. οἱ δ' εἰς νοῦν βαλόμενοι τὸν χρησμὸν δέχονται τοὺς νεανίσκους. ἕωθεν δ' εἰς ἐκκλησίαν συνῆλθον οἵ τε τοῦ Λεωδάμαντος παῖδες καὶ οἱ ἄλλοι ἅπαντες καὶ τοὺς Φρύγας ἤροντο, οἵτινές τε εἶεν καὶ ἐφ' ὅτῳ ἥκοιεν. οἱ δ' ἔφασαν θεὸν αὐτοῖς κε 19 λεῦσαι σὺν τοῖς ἱεροῖς εἰς Ἀσσησὸν ἐλθεῖν τιμωροὺς ἐσομένους τοῦ Λεωδάμαντος φόνου, ὅστις αὐτοῖς εἴη ὁ Λεωδάμας, (αὐτοὶ γὰρ οὐ γινώσκειν·) καὶ κακῶν ῥύεσθαι Μιλησίους καὶ Ἀσσησίους. δεῖν οὖν, ὅπως ἂν ταῦτα γένοιντο ἐπιτελῆ, θῦσαι τὰ νομιζόμενα αὐτοῖς. οἱ δὲ ταῦτα ἀκούοντες ὁ πᾶς δῆμος ἐν χαρᾷ ἦσαν, (τοῖς γὰρ λογίοις σύνδρομα ἐφαίνετο) ὑπέσχοντό τε τὰ ἱερὰ ἱδρύσειν παρὰ σφίσιν καὶ τιμήσειν, εἰ ταῦτα γένοιτο. ἐκ τούτου μετὰ τὰς ἱερουργίας ἐκέλευον αὐτοὺς οἱ Φρύγες ὁπλισαμένους πανστρατιᾷ χωρεῖν ἐπὶ τοὺς πολεμίους, ἡγουμένων τῶν ἱερῶν πρὸ τῆς φάλαγγος· καὶ ἐποίησαν ταῦτα. οἱ δὲ περὶ Ἀμφιτρὴν ὑπαντιάσαντες, ὡς ἤδη πλησίον ἐγένοντο, εἰς φυγὴν ἐτράποντο, δείματος θείου ἐμπεσόντος· οἱ δ' ἑπόμενοι τοὺς μὲν ἔσφαττον, τοὺς δ' ἐδίωκον, Ἀμφιτρὴν δ' οἱ Λεωδάμαντος παῖδες κτείνουσι, καὶ ὁ πόλεμος καὶ ἡ τυραννὶς ἐπέπαυτο Μιλησίοις.

Intertext edge

Open linked passage

Note