De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
102.1.1
Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλατῶν τοὺς κατηγορήσοντας Εὐμένους, οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἀπολογησόμενον πρὸς τὰς διαβολάς. Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέφανον ἐξαποστείλας ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τήν [τε] πρὸς τὸν Τιβέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον.