De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
103.1.1
Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τιβέριον ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ' ὅσον οἷός τ' ἦν, πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ' αὐτῶν 350 προσαγορευθῆναι. καὶ γὰρ ἦν ὁ Τιβέριος εὔνους αὐτῷ διαφερόντως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναίου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.