Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
104.1.1
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρὰ Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα· καὶ τούτων μάρτυρας† ἐπέμποντο τοὺς περὶ τὸν Τιβέριον. ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρ' αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε τόν τε σκήπωνα καὶ τὸν ἐλεφάντινον δίφρον. τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγκλητος· μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπέσταλκε Προυσίας, καὶ πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλεν· καθ' ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον.

Intertext edge

Open linked passage

Note