Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
105.1.1
Ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναίῳ τὰς χεῖρας ἄγοντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων, πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον· τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο. καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναίου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην. οὗτος δὲ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δὲ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ 351 τὸν Ἀλκαῖον ἐν ταῖς συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, παραγενόμενος δ' εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας. τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν, ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης. ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενέγκαι Γναίῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ παρακαλῶν αὐτὸν μὴ δεδιέναι τὸν Γναίου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων· αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύεσθαι καὶ διδάξειν τὴν σύγκλητον, ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν. καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, ὁ δ' Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ, τοῦ δὲ κλοιοῦ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. διὸ καὶ παρεγένετο εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειε, διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης ὡς ἀνθρώπου πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν, ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῶον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον. ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς 352 ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος· ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖ ὑπολαβοῦσα, διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ' ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν ἐξ ἀρχῆς ἐξουσίαν. Ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· τοὺς μὲν γὰρ† πλείστους σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους. παρῆσαν δ' οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικάς, χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονεικεῖν τῇ συγκλήτῳ. εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους οὐδ' ὣς οὐδὲν ἠνύσθη, τὸ δ' ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.

Intertext edge

Open linked passage

Note