Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
108.1.1
Ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμηνἔτι θερείας οὔσης· τότε δέ, παρειληφότων τούτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον, ἐγίνετο περὶ τὰς κατ' ἰδίαν ἐντεύξεις οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως. παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ περὶ Ἀριαράθου ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζετο φιλαπεχθῶς. ἀπεστάλκει δὲ καὶ Ὁλοφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους τῷ Ἀριαράθῃ καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας. ἐν μὲν οὖν ταῖς κατ' ἰδίαν ἐντεύξεσι μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι· παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν· πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν οὐκ ἔχον τὸν ἀπολογησόμενον. λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν. Κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπε 354 πτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.

Intertext edge

Open linked passage

Note