De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
109.1.1
Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός. οἱ δὲ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων, οὐ προσεῖχον, ἀλλ' ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς· ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπίστει τὰ λεγόμενα περὶ τοῦ Προυσίου. μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς. Λόγος λγʹ.