Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον, ὁ Πόπλιος βαρέως ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, καὶ ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον. διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σερούιον καὶ Λεύκιον Σιτίον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας, ὅτι κεκύρωκε τὰς συνθήκας ὁ δῆμος ὁ τῶν Ῥωμαίων· ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων. οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς ἀπαχθέντες ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, πρῶτον μὲν ἀναμιμνήσκοντες, ὡς οἱ παρ' ἐκείνων πρεσβευταὶ παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον οὐ μόνον τοὺς θεοὺς σπείσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἐστὶν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες ὡς κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί. διόπερ ἔφασαν οὐκ ἀγνοεῖν, ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον· ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκαγαθίας. ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν τὸν αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπιλανθάνονται μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους 36 καὶ τὰς συνθήκας. σχεδὸν δὲ τοῦτ' εἶναι δῆλον, ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν κακῶς φρονοῦντες· σαφῶς γὰρ εἰδέναι πάντας, ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους κἀκεῖ συγκεκλειμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν. οὐ μὴν ἀλλ' εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν δεῖ τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσασθε, ἔφη, θεούς; ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσασθε πρὸς τὰς ἑαυτῶν συμφοράς; πάσης ὑμᾶς εἰκὸς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρ' ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν. Οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν· τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὴν ὁμολογίαν, οἱ δὲ πλείους καὶ τῶν πορευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δ' ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τ' ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας. τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν. τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον. ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετ' ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν. καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπομπούς, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵν', ἐπειδ' ἂν αἱ παραπέμπουσαι νῆες ἀπολείπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς· ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους. οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, ὡς, ἐὰν παραλλάξωσι τὸν Μά 37 κραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ ὅρῳ τοὺς πρεσβευτάς· καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ἐναντίων παρεμβολήν. οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον. οἱ δὲ περὶ τὸν Λούκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας δι' ὀλιγωρίαν αὐτοὺς προαπολείπειν ἐπὶ ποσὸν ἐδυσχέραινον. ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑπερβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τ' ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας, ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν. τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν. Γενομένων δὲ τούτων, αὖθις ὁ πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν· οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνιδόντες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενέσθαι. τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης, προφανὲς ἦν, ὅτι δεήσει διὰ μάχης κρίνεσθαι περὶ τῶν ἐνεστώτων. ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις καραδοκοῦντας τὸ συμβησόμενον. Συνέτυχε δὲ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι. τοὺς μὲν οὖν παρ' αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψεν, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν εἰς τοὺς τῶν Ῥωμαίων πρέσβεις πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. ὁ δὲ Πόπλιος διακούσας τῶν 38 παραγεγονότων, ὅτι προθύμως ἥ τε σύγκλητος. ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας δι' αὑτοῦ συνθήκας, τούτους φιλανθρώπως ἐδέξατο.
10.1.2
Ὅτι πολλῶν γεγενημένων Ῥωμαίοις πταισμάτων ἐς Μασσανάσσην ἡ βουλὴ ἔπεμπε καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. ὁ δ' ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλὰ, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα σύμβουλόν οἱ ἔσεσθαι περὶ τῶν τέκνων.
10.1.3
Ὅτι Ποθεινοῦ τοῦ εὐνούχου τοῦ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένου κατὰ Ῥωμαίων ἐκστρατεῦσαι τοὺς Αἰγυπτίους παρασκευάσαντος, πυθόμενος τοῦτο ὁ Καῖσαρ καὶ καταδείσας τὸ πλῆθος αὐτῶν καὶ τὰς τόλμας ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιείς, ὅτι οὐ τοῦ παιδὸς ἀλλ' ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώτας συνήγαγε καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου, πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπὼν τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου κατασταθῶσιν.
10.1.4
Ὅτι τοῦ Καβάδου ἐπὶ Κωνσταντίναν ἐλθόντος καὶ πολιορκοῦντος, ὁ ταύτης ἐπίσκοπος Βαράδοτος ὄνομα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως, ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὐδὲ στρατιωτῶν φρουρὰν ἔχουσα οὐδὲ ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς οἰκήτορας μόνους ἀνθρώπους οἰκτρούς. ὁ μὲν ταῦτα εἶπεν, Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ ἀπηλλάσσετο ἐκ γῆς Ῥωμαίων. διὸ καὶ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν.
10.1.5
Ὅτι ὁ Γεζέριχος οὐκ ἔτι ταῖς πρὸς Μαιοριανὸν τεθείσαις σπονδαῖς ἐμμένων Βανδίλων καὶ Μαυρουσίων πλῆθος ἐπὶ δῃώσει τῆς Ἰταλίας καὶ Σικελίας ἔπεμπεν, Μαρκελλίνου ἤδη πρότερον τῆς νήσου ἀναχωρήσαντος διὰ τὸ Ῥεκίμερα παρελέσθαι αὐτὸν τῆς δυνάμεως ἐθελήσαντα τοὺς παρεπομένους αὐτῷ Σκύθας (ἦσαν δὲ ἐν πλείστοις ἀνδράσι) παραπείθειν χρήμασιν, ὥστε ἐκεῖνον μὲν ἀπολιπεῖν, ἀφικέσθαι*** εὐλαβηθέντα τὴν ἐπιβουλήν (οὐ γὰρ 153 ἀντιφιλοτιμεῖσθαι τῷ Ῥεκίμερος ἐδύνατο πλούτῳ) τῆς Σικελίας ὑπονοστῆσαι. ἐστέλλετο οὖν καὶ παρὰ τὸν Γεζέριχον πρεσβεία, τοῦτο μὲν παρὰ τοῦ Ῥεκίμερος, ὡς οὐ δεῖ κατολιγωρεῖν αὐτὸν τῶν σπονδῶν, τοῦτο δὲ καὶ παρὰ τοῦ κρατοῦντος τῶν ἐν τῇ ἕῳ Ῥωμαίων, ἐφ' ᾧ τῆς Σικελίας καὶ τῆς Ἰταλίας ἀπέχεσθαι καὶ τὰς βασιλείους ἐκπέμπειν γυναῖκας. Γεζέριχος δέ, πολλῶν πρὸς αὐτὸν πρεσβευτῶν κατὰ διαφόρους σταλέντων χρόνους, τὰς γυναῖκας οὐ πρότερον διαφῆκε πρὶν ἢ τὴν πρεσβυτέραν τῶν Βαλεντινιανοῦ θυγατέρων (Εὐδοκία δὲ ἦν ὄνομα αὐτῇ) Ὀνορίχῳ τῷ ἑαυτοῦ παιδὶ κατενεγύησεν. τότε γὰρ καὶ τὴν Εὐδοξίαν τὴν Θεοδοσίου θυγατέρα ἀπέπεμπε σὺν Πλακιδίᾳ τῇ ἑτέρᾳ αὐτῆς θυγατρί, ἣν ἐγεγαμήκει Ὀλύβριος. τοῦ δὲ τὰς Ἰταλίας καὶ τὴν Σικελίαν δῃοῦν ὁ Γεζέριχος οὐκ ἀπέστη, ἀλλὰ μᾶλλον αὐτὰς ἐξεπόρθει, μετὰ τὸν Μαιοριανὸν βουληθεὶς βασιλεύειν τῶν ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν.
10.1.6
Ὅτι ἡ βασιλὶς Σοφία Ἰουστίνου Ζαχαρίαν πρέσβιν στέλλει ὡς τὸν Περσῶν βασιλέα Χοσρόην ἐν τοῖς βασιλείοις ἰατροῖς καταταττόμενον. καὶ οὗτος μὲν αὐτοῦ ἀφικόμενος τεσσαρακονταπέντε χιλιάδας χρυσοῦ νομίσματος παρασχὼν τίθεται τὰς ξυνθήκας ἀνὰ τὴν ἕω ἐνιαυσιαίας, ὡς ἂν ἔσοιτο ἐκεχειρία. ἐν τοσούτῳ γὰρ ἔφασκε σταλήσεσθαι πρὸς τῆς βασιλίδος μέγιστον πρεσβευτὴν τὸν τελεώτερά πως περὶ ἁπάντων διαλεχθησόμενον ἔτι μὴν καὶ τὸν πόλεμον διαλύσοντα, τυχὸν ἐν μέσῳ καὶ τοῦ Ῥωμαίων βασιλέως μεταβαλόντος ἐς τὸ ἐρρωμένον. οὕτω μὲν τὰς ἐπ' ἐνιαυτὸν ποιησάμενος σπονδὰς περὶ τῆς κατὰ τὴν ἕως Ῥωμαίων ἐπικρατείας, οὐ μὴν καὶ περὶ τῆς ἐν Ἀρμενίᾳ, καταθέμενος δήπουθεν αὐτοῦ καὶ μόνου ἕνεκα μεʹ χιλιάδας χρυσῶν νομισμάτων ἐπανῆκεν. ἐμπεδωθέντων δὲ ἄρα τῶν τοιούτων, Εὐσέβιος ὁ στρατηγὸς ἐς Βυζάντιον μεταστέλλεται.
10.1.7
Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· ἧκον γὰρ παρ' αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ. ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα, ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν. τοῖς ἐνεστῶσι καιροῖς. παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον.
10.1.8
Ὅτι στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης ἐπὶ Γαΐου Καίσαρος Ἰουδαίων τε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφ' ἑκατέρας στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν 374 γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὁπόσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ Γαΐῳ καὶ νεὼς ἱδρυμένων τά τε ἄλλα πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγήσασθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφ' ὧν ἀρθῆναι ἤλπιζε τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος, Ἀλεξάνδρου δὲ τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπ' ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δ' αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, περιοργής τε ὢν φανερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. ὁ δὲ Φίλων ἔξεισι περιυβρισμένος καί φησι πρὸς τοὺς Ἰουδαίους, οἳ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐου λόγῳ μὲν αὐτοῖς ὠργισμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντιπαρεξάγοντος. Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχονται, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δ' ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν δὲ πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐγνωσμένων. ὁ δὲ ἐπῄνει τῆς προθυμίας αὐτόν.
10.1.9
Ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τὸν Εὐφράτην διαβὰς μετὰ τοῦ οἰκείου στρατοπέδου, ἠσπάζοντο ἀλλήλους καὶ ἔχαιρον ὡς ἀπὸ μεγάλου κινδύνου φυγόντες. πρὸς δὲ τοὺς ἐν Ἐδέσσῃ στρατιώτας πέμπει ὑποσχόμενος αὐτοῖς διδόναι πᾶν τὸ Σύριον νόμισμα τὸ ὂν παρ' αὐτῷ, ἵν' ἀνενόχλητον αὐτὸν συγχωρήσωσι 393 παρελθεῖν καὶ μὴ ἕλωνται κίνδυνον εἰς ἀμφιβολίαν αὐτοὺς ἄγοντα καὶ ἀσχολίαν αὐτῷ περιποιῆσαι καὶ βραδυτῆτα. οὐ γὰρ δεδιὼς αὐτοὺς ταῦτα ἐπιδιδόναι ἔφη, ἀλλ' ἐπειγόμενος τὴν ἑορτὴν εἰς τὰ οἰκεῖα ποιῆσαι καὶ μὴ βουλόμενος τριβὴν καὶ ὑπέρθεσιν γενέσθαι τῇ ὁδοιπορίᾳ αὐτοῦ. καὶ εἵλοντο οἱ στρατιῶται λαβεῖν τὸ χρυσίον ἀκινδύνως καὶ παραχωρῆσαι αὐτοῖς παρελθεῖν.
10.1.10
Ὅτι μετὰ τὴν κατὰ τὸν Ἀντίοχον ἧτταν ἀπὸ πασῶν τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ δυναστῶν καταντησάντων πρέσβεων, τῶν μὲν περὶ τῆς ἐλευθερίας, τῶν δὲ καὶ περὶ εὐχαριστηρίων ἀνθ' ὧν εὐεργετήκασι τὴν Ῥώμην καταγωνισάμενοι κατὰ Ἀντιόχου. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε δέκα πρεσβευτὰς ἀποστέλλειν εἰς τὴν Ἀσίαν τοὺς μετὰ τῶν στρατηγῶν ἅπαντα ἕξοντας. ἐπανελθόντων δὲ εἰς τὰς πατρίδας, καὶ τῶν δέκα πρέσβεων μετὰ τῶν περὶ Σκιπίωνα καὶ τὸν Αἰμίλιον συνεδρευσάντων, ἔκριναν οὗτοι καὶ διεσάφησαν τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου χώραν Εὐμένους εἶναι καὶ τοὺς ἐλέφαντας, Ῥοδίοις δὲ προσώρισαν Καρίαν καὶ Λυκίαν· τῶν δὲ πόλεων τὰς μὲν Εὐμένει φόρους δεδωκυίας ὑπὸ τὸν Εὐμένη τετάχθαι, τὰς δὲ Ἀντιόχῳ φόρον φερούσας ἀπολελύσθαι τῶν φόρων.
10.1.11
Ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρούσῃ οἱ εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν ἐπεθύμει, ὅμως ἐσπείσατο. αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες ὑπεξαιρεθέντος αὐτοῦ τό τε φρόνημα τὸ παλαιὸν ἀναλάβωσι καὶ σφᾶς οὐκ ἔτι θεραπεύσωσι, καὶ οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες ἐπαχθέστεροι σφίσι γένωνται, ὅ τε Ἀντίοχος ἔς τε τὴν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ καὶ τῷ Φιλίππῳ συμμαχήσῃ.
10.1.12
Ὅτι Ἀβάρων καὶ Φράγγων σπεισαμένων πρὸς ἀλλήλους, καὶ τῆς εἰρήνης ἐμπεδώτατα ἐχούσης, ἐσήμηνεν ὁ Βαιανὸς Σιγισβέρτῳ τῷ τῶν Φράγγων ἡγεμόνι οἷα λιμῷ πιεζομένης αὐτῷ τῆς στρατιᾶς, καὶ ὡς χρεὼν εἴη βασιλέα καθεστῶτα καὶ πρός γε αὐτόχθονα μὴ περιιδεῖν στράτευμα ἔνσπονδον. ἔφασκε δὲ ὡς, εἴ γε ἐπιρρώσει τῶν Ἀβάρων τὸ στράτευμα τοῖς ἀναγκαίοις, οὐ πλέον ἢ τρεῖς ἡμέρας αὐτοῦ ἐνδιατρίψει, εἶτα ἀπαλλαγήσεται. ταῦτα ἐπειδὴ ἀπήγγελτο τῷ Σιγισβέρτῳ, παραχρῆμα ὅ γε ἄλευρά τε ἔστειλε τοῖς Ἀβάροις καὶ ὄσπρια καὶ ὄϊς καὶ βόας.
10.1.13
Ὅτι ὁ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν.
10.1.14
Ὅτι ἐπεὶ καταστρατηγηθεὶς Χοσρόης τὸν Εὐφράτην ἐπεραιώθη ποταμὸν πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκεν, προσδέχεσθαι δὲ τοὺς παρ' αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι. Βελισάριος δὲ καὶ αὐτὸς παντὶ τῷ στρατῷ τὸν ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. οἵ, ἐπεὶ 496 παρ' αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ ἀμφὶ τῇ εἰρήνῃ τὰ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται, ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῶν τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ' ᾧ τὰ ξυγκείμενα πράξωσιν. οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα γένει τε καὶ πλούτῳ πάντων Ἐδεσηνῶν διαφανέστατον ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψεν.
10.1.15
Ὅτι ἐπανελθὼν Ἀλέξανδρος ἐς Βαβυλῶνα καταλαμβάνει Πευκέσταν ἥκοντα ἐκ Περσῶν, ἄγοντα στρατιὰν Περσῶν ἐς δισμυρίους, ἄγοντα καὶ ἄλλα τινὰ ἔθνη. καὶ πρεσβεῖαι δὲ ἐν τούτῳ ἐκ τῆς Ἑλλάδος ἧκον, καὶ τούτων οἱ πρέσβεις αὐτοί τε ἐστεφανωμένοι Ἀλεξάνδρῳ προσῆλθον καὶ ἐστεφάνουν αὐτὸν στεφάνοις χρυσοῖς, ὡς θεωροὶ δῆθεν ἐς τιμὴν θεοῦ ἀφιγμένοι. Τέλος τῆς ἱστορίας Ἀρριανοῦ./* Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Βασιλικῆς.*/
10.1.16
Ὅτι Οἱσυπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρεῖς δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι τοὺς πρέσβεις κατασχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα χιλιάδας τούτων συγκοπῆναι. Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον. ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οἱσυπέτας καὶ Ταγχρέας κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας Σοθήβους ἀπεσταλκέναι καὶ 526 τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν, καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις καὶ παρ' αὐτὸ τρέψαι τοὺς Ῥωμαίων πεντακισχιλίους. ἐπιπρεσβευομένων δ' αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων.
10.1.17
Ὅτι Ἀρδαβούριος ὁ τοῦ Ἄσπαρος Σαρακηνοῖς ἐπολέμεικατὰ τὴν Δαμασκόν· καὶ ἐκεῖσε παραγενομένου Μαξιμίνου τοῦ στρατηγοῦ καὶ Πρίσκου τοῦ συγγραφέως, εὗρον αὐτὸν τοῖς Σαρακηνῶν πρέσβεσι περὶ εἰρήνης διαλεγόμενον.

Intertext edge

Open linked passage

Note