Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
119.1.1
Ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν προδιδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους. μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους διὰ τὸ μηδ' ἐν ταῖς μεγίσταις περιστάσεσι καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος, καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων· οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ' αὑτούς, πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι' ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι. ἦσαν δ' οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων. ἧκόν τε οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ 362 τῶν δυνάμεων, οὐκ ἔτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν. περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δ' ἔστι καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς· οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας, ὁμοίως ποταμοὺς λιμένας ἱερὰ τάφους συλλήβδην, ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός. γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετ' ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην, ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τ' ἐλευθερίαν καὶ τοὺς νόμους ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν καὶ κοινῇ καὶ κατ' ἰδίαν, οἱ δὲ Καρχηδόνιοι ταῦτ' ἀκούσαντες ἔχαιρον δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσι κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων. μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος, διότι τεύξονται τούτων, ἐὰν τʹ ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθ' ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ συγκλήτου καὶ τῆς γερουσίας, καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν, ἐπὶ ποσὸν ἠπόρησαν† πότε διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γε ἐξ αὐτῆς ὥρμησαν σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων. παραγενόμενοι δ' εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος. οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν. ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶν Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς. δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖσθαι. δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πόλεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ καθ' ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν· δόντας δὲ σαφῶς γινώσκειν, διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν μὴ 363 τελέως ὑπερήφανον ᾖ καὶ παρὰ τὴν προσδοκίαν. εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ τι ποτ' ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελοντὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον. πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξε πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύβαιον. καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαιουσῶν τὴν τοιαύτην διάθεσιν. ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ· συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σικελίας τετάχθαι στρατηγὸν τότε. δι' οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον. Καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε ὑπαρχόντων οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν. τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ὁ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. οὐ μὴν ἀλλ' ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας, ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν. τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις διελέγοντο κατὰ τὰς ἐντολάς. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά τε ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης. οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ' αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν. Τέλος τῆς ἱστορίας Πολυβίου./* 364 Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς Ἰωσήπου ἀρχαιολογίας. Λόγος ζʹ.*/

Intertext edge

Open linked passage

Note