Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
Ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν περὶ τῶν ἐνεστώτων. ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις ἀνήχθη κατὰ σπουδήν. ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως. Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ' αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν. τῇ δ' ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προσδοκίας· οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τέκνων καὶ γυναικῶν ἀπήντων αὐτοῖς. ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ' ὑπερβολὴν μὴ καταλιπεῖν. ἐπεὶ δ' εἰσῄει κατὰ τὸ Δίπυλον, ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς. μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἠνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν αὐτὸν θῦσαι. τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν. Μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον. παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, τῆς μὲν εἰσόδου παρῆκαν, γράψαντα δ' αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς. τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν 39 τὴν ἐπιστολὴν οἱ προεστῶτες. ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον καὶ διορκισμός, ὡς, ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος. τῆς δὲ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης, ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον. οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον. ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς, καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας. οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κίον ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου.
11.1.2
Ὅτι Λεύκιος Κόιντος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέ 73 στειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ἐς συμμάχους. οἱ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα. ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Ζωσίμου Ἀσκαλωνίτου.*/ Λόγος εʹ.
11.1.3
Ὅτι τοῦ Ἀντωνίου τῇ τῶν Πάρθων πόλει προσκαθημένου δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς, ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον. καὶ αὐτὸς τοῖς τε πεμφθεῖσιν ὑπ' αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων. καταδραμὼν οὖν αὐτοὺς πολλὰ τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, δώσειν ὑπέσχετο. ὃ καὶ γέγονεν. καὶ τὰ μηχανήματα τῶν Ῥωμαίων κατεκαύθη.
11.1.4
Ὅτι Κάνδιδος ὁ Σεργίου πόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν† Χοσρόῃ γενόμενος παρῃτεῖτο αὐτὸν μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν. χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλεῦσθαι Σωρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι. Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα ἤπερ ξυνέκειτο πράττειν ἠξίου. ὁ δὲ αὐτὸν ἐς Σεργίου πόλιν τινὰς 102 ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους, καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰς ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν. οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο [δὲ] οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι. Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμοῦ ἔφη, ἀλλ' ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας. καὶ ἐπεὶ οὐκ ἔδει Σεργίου πόλιν Πέρσαις ἁλῶναι τῶν τις Σαρακηνῶν χριστιανὸς μέν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι. οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον. καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο.
11.1.5
Ὅτι ἐπὶ Λέοντος βασιλέως Ῥωμαίων ἐπρεσβεύετο παρὰ μὲν Βανδίλους ὑπὲρ Ἰταλῶν Τατιανὸς ἐν τῇ τῶν πατρικίων ἀξίᾳ καταλεγόμενος, παρὰ δὲ Πέρσας Κωνστάντιος, τρίτον μὲν τὴν ὕπατον λαχὼν ἀρχήν, πρὸς δὲ τῇ ὑπατικῇ ἀξίᾳ καὶ τῆς πατρικιότητος τυχών. καὶ Τατιανὸς μὲν ἐκ Βανδίλων εὐθὺς ἄπρακτος ἀνεχώρησεν, τῶν αὐτοῦ ὑπὸ τοῦ Γεζερίχου μὴ παραδεχθέντων λόγων· ὁ δὲ Κωνστάντιος τῇ Ἐδέσῃ, Ῥωμαϊκῇ μὲν πόλει, προσοίκῳ δὲ τῆς Περσῶν χώρας, ἐγκατέμεινεν, ἐσδέξασθαι αὐτὸν ἐπὶ πολὺ διαναβαλλομένου τοῦ Παρθυαίου μονάρχου.
11.1.6
Ὅτι δὴ στέλλεται κατὰ τὴν Περσῶν χώραν πρεσβευτὴς Τραιανὸς ἐν τοῖς βασιλείοις πατράσι τελῶν καὶ τὴν λεγομένην τοῦ κοιαίστορος διέπων ἀρχήν, ἣν οἶμαι ἐκ τοῦ ἀναζητεῖν ὧδε λελέχθαι Ῥωμαίοις. ξυναπεστάλη δὲ καὶ Ζαχαρίας, οὗ ἔναγχος ἐμνήσθην, ἐφ' ᾧ, εἰ μὲν οἷοί τ' ἔσονται, ἅμα ἐμπεδῶσι κατὰ τήν τε ἑῴαν καὶ Ἀρμενίαν ἐντὸς τριῶν ἐνιαυτῶν ἐκεχειρίαν. ἐν τοσούτῳ ξυνέλθοιεν 199 ἐξ ἑκατέρας πολιτείας ἐν τοῖς ὁρίοις οἳ διαλύσουσι τὰ ἀμφίβολα, βουλεύσαιντό τε καὶ τρόπῳ τῷ καταθήσουσι τὰ ὅπλα ἐς τέλεον· εἰ δέ γε μὴ οὕτω προχωροίη, τοῖς γοῦν πρὸς ἥλιον ἀνίσχοντα οἰκοῦσι τὴν τοιάνδε ἐκεχειρίαν παντὶ τρόπῳ ποιήσασθαι. παραγενόμενοι τοίνυν οἱ πρέσβεις πρὸς βασιλέα Περσῶν ἐς ἐκκλησίαν τε καταστάντες ἐλεξάτην τοιάδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ]. Πολλῶν δὲ κεκινημένων λόγων, καὶ τῶν μὲν Περσῶν μακροτέραν ποιεῖσθαι τὴν εἰρήνην ἱεμένων ἄχρι τε εʹ ἐνιαυτῶν βεβαιοῦν τὴν ἐκεχειρίαν, τῶν δὲ Ῥωμαίων τριετηρίδας εἶναι βουλομένων τὰς σπονδάς, τέλος οὔτ' ἴσχυσαν οἱ πρέσβεις καθὰ ἐπετέτραπτο σφᾶς ποιήσασθαι τὰς συνθήκας, ἐπὶ δὲ εʹ ἐνιαυτοὺς εἶναι ἐρρωμένας συνήρεσεν ἀμφοτέρᾳ πολιτείᾳ, κατὰ δὴ τὴν ἕω μόνον, τριάκοντά τε χιλιάδας νομισμάτων χρυσῶν κατατιθέναι Ῥωμαίους ἔτει ἑκάστῳ. ξυνήρεσε δὲ τὰ τοιάδε, εἰ βασιλεὺς ὁ Ῥωμαίων ἐπιψηφίσοιτο.
11.1.7
Ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομένης εἰς Ἀχαΐαν παρ' Εὐμένους τοῦ βασιλέως ὑπὲρ συμμαχίας, ἀθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ ρʹ, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης.
11.1.8
Ὅτι Ἀγρίππας ὁ βασιλεὺς Ἰουδαίων ἧκεν εἰς Τιβεριάδαπόλιν τῆς Γαλιλαίας. ἧκε γοῦν παρ' αὐτὸν Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, Δαμάσων Σαμψιγέρανος, Ἡρώδης δέ· οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχε δὲ τῆς Χαλκίδος. ὡμίλησε δὲ πᾶσιν κατὰ τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξεως φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῆς τοῦ βασιλέως παρουσίας τετιμῆσθαι. ἀλλὰ γὰρ τούτων διατριβόντων ἐπεὶ παρ' αὐτῷ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν παρεγένετο. τὸ πρὸς τοὺς Ῥω 375 μαίους συντιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίοις ζʹ προῆλθεν ὁ βασιλεύς. τοῦτο δὲ ἄρα ἔμελλε τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος ἐπὶ τῆς ἀπήνης ἀπηγγέλλετο τοὺς ἄλλους βασιλέας, Μαρσώη τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι. ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο· καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν. Τέλος τῆς ἱστορίας Ἰωσήπου./* Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Ζωσίμου Ἀσκαλωνίτου. Λόγος εʹ.*/
11.1.9
Ὅτι Οὐανδαλοὶ ἡττηθέντες ἔπεμψαν πρεσβείαν πρὸς Αὐρηλλιανὸν παρακαλοῦντες εἰς εἰρήνην. Αὐρηλλιανὸς δὲ ἀσμένως ἐδέξατο· καὶ πακτεύσας πρὸς αὐτοὺς ἀνεχώρησαν.
11.1.10
Ὅτι Γναῖος Μάλλιος ὁ ἀνθύπατος, παραγενομένων πρὸς αὐτὸν πρεσβευτῶν παρὰ Γαλατῶν περὶ συλλύσεως τοῦ πολέμου, τούτοις ἔδωκεν ἀπόκρισιν, ὅτι τότε ποιήσεται πρὸς αὐτοὺς τὰς ὑπὲρ τῆς εἰρήνης συνθήκας, ὅτ' ἂν οἱ βασιλεῖς αὐτῶν καταντήσωσι πρὸς αὐτόν.
11.1.11
Ὅτι νεανίσκοι τινὲς Καρχηδονίων πρέσβεις ἐς τὴν Ῥώμην ἐλθόντας ὑβρίσαντες ἐπέμφθησαν μὲν ἐς τὴν Καρχηδόνα καὶ ἐξεδόθησαν σφίσιν, οὐκ ἔπαθον δὲ ὑπ' αὐτῶν δεινὸν οὐδέν, ἀλλ' ἀφείθησαν.
11.1.12
Ὅτι Ἀλβούιος ὁ τῶν Λογγιβάρδων μόναρχος, οὐ γὰρ αὐτῷ ἀπέληγεν ἡ πρὸς Κονιμοῦνδον ἀπέχθεια, ἀλλ' ἐκ παντὸς τρόπου ᾤετο δεῖν καταστρέψασθαι τὴν τῶν Γηπαίδων ἐπικράτειαν, ταύτῃ τοι πρέσβεις ἐξέπεμψεν ὡς τὸν Βαιανὸν ἐς ὁμαιχμίαν παρακαλῶν. παραγενομένων δὲ τῶν πρέσβεων, ἠντιβόλουν μὴ περιιδεῖν σφᾶς ὑπὸ Γηπαίδων τὰ ἀνήκεστα πεπονθότας, μάλιστα καὶ Ῥωμαίων τῶν ἄγαν ἐχθίστων Ἀβάροις συμμαχούντων τοῖς Γήπαισιν. ἐδίδασκον δὲ ὡς οὐ κατὰ τοσοῦτον πρὸς Γήπαιδας τὸν πόλεμον ἀναρρίψουσι καθ' ὅσον Ἰουστίνῳ μαχήσονται, βασιλεῖ τῷ τῶν Ἀβάρων ἔθνει ἐς τὰ μάλιστα δυσμενεστάτῳ γε ὄντι, ὃς παρωσάμενος τὰς Ἰουστινιανοῦ τοῦ μητραδέλφου σπονδὰς πρὸς Ἀβάρους ἐκ πολλοῦ γεγενημένας τῶν εἰωθότων ἐστέρησεν. προσετίθεσαν δὲ ὡς, εἴ γε 455 ἔσοιντο ἅμα Λογγιβάρδοις, ἀκαταμάχητοι γενήσονταί πως, καὶ ὡς καταστρεφόμενοι Γήπαιδας τοῦ τε πλούτου σφῶν ἔτι γε μὴν καὶ τῆς ἐκείνων κοινῇ κρατήσουσι χώρας, καὶ ὡς ἡ Σκυθία τὸ λοιπὸν αὐτοῖς εὐημεροῦσί γε ἐς ἀεί, καὶ μὲν οὖν ἡ Θρᾴκη αὐτὴ ἔσται εὐεπίβατος, καὶ ἁπλῶς ξὺν οὐδενὶ πόνῳ ἐκ γειτόνων ὁρμώμενοι τὴν Ῥωμαίων καταδραμοῦνται, καὶ ὡς ἄχρις αὐτοῦ γε δήπου τοῦ Βυζαντίου ἐλάσουσιν. ἔφασκον δὲ οἱ τῶν Λογγιβάρδων πρέσβεις ὡς καὶ συνοίσει τοῖς Ἀβάροις τὴν πρὸς Ῥωμαίους ἀσπάσασθαι μάχην· ἢ γὰρ ἂν ἐκεῖνοι προτερήσουσι καὶ ἐκ παντὸς τρόπου καθελοῦσι τὴν Ἀβάρων δύναμιν, ὅπου καὶ γῆς τυγχάνουσιν ὄντες.
11.1.13
Ὅτι ὁ Μαυρίκιος ἕως τοῦ Ἑβδόμου ὀνομαζομένου ἐλθὼν (ἠκηκόει γὰρ ὡς τὸ Οὐννικὸν ἐκστρατεύει) καὶ ἀκηκοὼς Δαλαυζᾶν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, 487 διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρχετο.
11.1.14
Ὅτι Χοσρόης βουλευσάμενος Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ποιήσασθαι καὶ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ, ταῦτα βουλευόμενος Ἰσζιγούσναν ὡς ἐπὶ πρεσβείᾳ δῆθεν λόγῳ ἐς Βυζάντιον στέλλει. ὃς δόλους ῥάψας καὶ ἀποτυχὼν ὡς πρεσβεύσων ἧκεν ἐς Βυζάντιον τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου) τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα ἢ μικρὸν εἰπεῖν ἴσχυσε, καίπερ οὐχ ἧσσον ἢ μῆνας δέκα κατατρίψας ἐν τῇ Ῥωμαίων γῇ. τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι' ὧν οἱ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου, εἴ οἱ τὸ σῶμα ὑγείας πέρι ὡς ἄριστα ἔχοι. τοῦτον μὲν τὸν Ἰσζιγούσναν Ἰουστινιανὸς μάλιστα πρέσβεων ἁπάντων, ὧν ἡμεῖς ἴσμεν, ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς ἤγαγεν, ὥστε καί, ἡνίκα δὴ αὐτὸν εἱστία, Βαρδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον ἐκ τοῦ παντὸς χρόνου. ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τι γε δὴ βασιλεῖ ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν. ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ που ἐν οὐδενὶ ἔργῳ τὴν πρεσβείαν πεποιημένον. ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα, ὅσα ἐνθένδε κομισάμενος Ἰσζιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ δέκα κεντηνάρια εὑρήσει. καὶ ταῦτα μὲν ἐς τοῦτο ἐτελεύτα.
11.1.15
Ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρημάτων, οἱ μὲν οὐκ ἔτι ἐναυπήγουν τετρυμένοι διὰ τὰς εἰσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δ' ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι. τῷ δ' ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις. οὐ δυνηθεὶς δ' ἔφη χρῆναι φίλοις κατ' ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων.
11.1.16
Ὅτι Βλέμμυες καὶ Νουβάδες ἡττηθέντες ὑπὸ Ῥωμαίων πρέσβεις παρὰ τὸν Μαξιμῖνον ἔπεμπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν εἰρήνης πέρι, βουλόμενοι σπένδεσθαι, καὶ ταύτην διατηρῆσαι ἔφασαν, ἐφ' ὅσον ὁ Μαξιμῖνος τῇ Θηβαίων ἐγκαταμένοι χώρᾳ. τοῦ δὲ μὴ προσδεξαμένου ἐπὶ χρόνῳ σπένδεσθαι τοσούτῳ, ἔλεγον ἄχρι τῆς αὐτοῦ ζωῆς μὴ κινήσειν ὅπλα. ὡς δὲ οὐδὲ τοὺς δευτέρους τῆς πρεσβείας προσίετο λόγους, ἑκατοντούτεις ἔθεντο σπονδάς· ἐν αἷς ἐδόκει Ῥωμαῖον μὲν αἰχμάλωτον ἄνευ λύτρων ἀφεῖσθαι, εἴτε κατὰ ἐκείνην εἴτε κατὰ ἑτέραν ἔφοδον ἥλω, τὰ δὲ τότε ἀπαχθέντα ἀποδοθῆναι βοσκήματα, καὶ τῶν δαπανηθέντων κατατίθεσθαι τὴν ἀποτίμησιν, ὁμήρους δὲ τοὺς εὖ γεγονότας παρὰ σφίσι δίδοσθαι πίστεων ἕνεκα τῶν σπονδῶν. εἶναι δὲ αὐτοῖς κατὰ τὸν παλαιὸν νόμον ἀκώλυτον τὴν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος διάβασιν, τοῦ ποταμίου σκάφους Αἰγυπτίων ἐχόντων τὴν ἐπιμέλειαν, ἐν ᾧπερ τὸ ἄγαλμα τῆς θεοῦ ἐντιθέμενον διαπορθμεύεται. ἐν ῥητῷ 584 γὰρ οἱ βάρβαροι χρόνῳ ἐς τὴν οἰκείαν διακομίζοντες τὸ ξόανον πάλιν αὐτῷ χρηστηριασάμενοι ἐς τὴν νῆσον ἀποσώζουσιν. ἐμπεδωθῆναι τοίνυν ἐν τῷ ἐν Φίλαις ἱερῷ τὰς συνθήκας ἐδόκει τῷ Μαξιμίνῳ ἐπιτήδειον ὄν. ἐπέμποντο μετεξέτεροι· παρεγίνοντο δὲ καὶ τῶν Βλεμμύων καὶ Νουβάδων οἱ τὰς σπονδὰς ἐν τῇ νήσῳ τιθέμενοι. ἐγγραφέντων δὲ τῶν συνδοξάντων καὶ τῶν ὁμήρων παραδοθέντων· ἦσαν δὲ τῶν τε τυραννησάντων καὶ ὑπὸ τυράννων γεγονότων παῖδες, ὅπερ οὐδεπώποτε ἐν τῷδε τῷ πολέμῳ ἐγένετο· οὔποτε γὰρ Νουβάδων καὶ Βλεμμύων παρὰ Ῥωμαίοις ὡμήρευσαν παῖδες. συνηνέχθη δὲ τὸν Μαξιμῖνον ἀνωμάλως διατεθῆναι τὸ σῶμα καὶ ἀποθανεῖν. τὴν δὲ τοῦ Μαξιμίνου τελευτὴν μαθόντες οἱ βάρβαροι τούς τε ὁμήρους ἀφείλοντο βιασάμενοι καὶ τὴν χώραν κατέδραμον.

Intertext edge

Open linked passage

Note