De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ὅτι καθ' ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημίας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ, διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτα ἀκούσας ἀπηλλάγη· τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· 40 παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις.
12.1.2
Ὅτι ὁ Οὐολόγαισος τοῖς Τιγρανοκέρτοις προσέμιξε καὶ 86 τὸν Παῖτον ἐπιβοηθήσαντα σφίσιν ἀπεώσατο, φεύγοντα δὲ αὐτὸν ἐπιδιώξας τήν τε ἐπὶ τοῦ Ταύρου καταλειφθεῖσαν ὑπ' αὐτοῦ φρουρὰν ἐξέκοψε καὶ ἐκεῖνον ἐς Ῥάνδειαν πρὸς τῷ Ἀρσανίᾳ ποταμῷ οὖσαν κατέκλεισεν. κἂν ἀπανέστη μηδὲν περάνας (οὔτε γὰρ πελάσαι πη τῷ ἐρύματι ἅτε χωρὶς ὁπλιτῶν ὢν ἐδύνατο, οὔτε τῆς τροφῆς, ἄλλως τε καὶ πλήθει πολλῷ ἄνευ παρασκευῆς σιτίων ἀφιγμένος, εὐπόρει), εἰ μὴ ὁ Παῖτος τήν τε τοξείαν αὐτοῦ καὶ ἐς αὐτὸ τὸ στρατόπεδον ἀφικνουμένην καὶ τὴν ἵππον πανταχοῦ φαινομένην δείσας λόγους τε ὑπὲρ σπονδῶν αὐτῷ ἔπεμψε καὶ ὡμολόγησε καὶ ὤμοσεν αὐτός τε τὴν Ἀρμενίαν ἅπασαν ἐκλείψειν καὶ τὸν Νέρωνα τῷ Τιριδάτῃ αὐτὴν δώσειν. ἀγαπήσας γὰρ ἐπὶ τούτοις ὁ Πάρθος ὡς καὶ τὴν χώραν ἀπονητὶ ληψόμενος καὶ εὐεργεσίαν ἐς τοὺς Ῥωμαίους μεγάλην καταθησόμενος, καὶ ἅμα καὶ τὸν Κουρβούλωνα, ὃν ὁ Παῖτος πρὶν περιστοιχισθῆναι μετεπέμπετο, πλησιάζειν πυθόμενος, ἀφῆκεν αὐτοὺς προδιομολογησάμενος, ἵνα τὸν ποταμὸν αὐτῷ Ἀρσανίαν ζεύξωσιν, οὐχ ὅτι γεφύρας ἐδεῖτο (πεζῇ γὰρ αὐτὸν διεληλύθει), ἀλλ' ἵνα ἐνδείξηται σφίσιν, ὅτι κρείττων αὐτῶν ἦν. ἀμέλει οὐδὲ τότε διὰ τοῦ ζεύγματος ἀνεχώρησεν, ἀλλ' αὐτὸς μὲν ἐπ' ἐλέφαντος, οἱ δὲ ἄλλοι ὥσπερ καὶ πρότερον. ἄρτι τε ἡ ὁμολογία ἐγεγόνει, καὶ ὁ Κουρβούλων ἀμηχάνῳ τάχει πρὸς τὸν Εὐφράτην ἐλθὼν ἐνταῦθ' ὑπέμεινεν. ὅτε δ' οὖν συνεγένοντο ἀλλήλοις, πλεῖστον ἄν τις τὸ διάφορον τῶν στρατοπέδων καὶ τῶν στρατηγῶν, τῶν μὲν χαιρόντων τε καὶ λαμπρυνομένων ἐπὶ τῇ σπουδῇ, τῶν δὲ λυπουμένων τε καὶ αἰσχυνομένων ἐπὶ τῇ συνθήκῃ, κατενόησεν. ὁ δὲ Οὐολόγαισος Μοναίσην πρὸς Κουρβούλωνα πέμψας ἠξίωσεν αὐτὸν τὸ ἔρυμα τὸ ἐν τῇ Μεσοποταμίᾳ ἐκλιπεῖν· καὶ διελέχθησαν ἐκεῖνοι πολλὰ ἀλλήλοις ἐν αὐτῇ τῇ τοῦ Εὐφράτου γεφύρᾳ τὸ μέσον αὐτῆς λύσαντες. ὑποσχομένου δὲ τοῦ Κουρβούλωνος ἀπαλλαγήσεσθαι ἐκ τῆς χώρας, ἂν καὶ ὁ Πάρθος τὴν Ἀρμενίαν ἐκλείπῃ, ἑκάτερον ἐγένετο, μέχρι οὗ ὁ Νέρων τὰ πραχθέντα πυθόμενος καὶ τοῖς πρέσβεσι τοῦ Οὐολογαίσου, οὓς αὖθις ἔπεμψεν, χρηματίσας τούτοις μὲν ἀπεκρίνατο τὴν Ἀρμενίαν δώσειν τῷ Τιριδάτῃ, ἂν ἐς τὴν Ῥώμην ἀνέλθῃ, τὸν δὲ δὴ Παῖτον τῆς ἀρχῆς παύσας τούς τε στρατιώτας τοὺς σὺν αὐτῷ 87 γενομένους ἄλλοσέ ποι πέμψας τὸν Κουρβούλωνα αὖθις τῷ κατ' αὐτὴν πολέμῳ προσέταξεν. ἐβουλεύσατο μὲν γὰρ αὐτὸς ἐκστρατεῦσαι, ἐπεὶ δὲ θύων ἔπεσεν, οὐκ ἐτόλμησεν ἐξορμῆσαι, ἀλλὰ κατὰ τὴν χώραν ἔμεινεν.
12.1.3
Ὅτι Κάνδιδον τὸν ἱερέα Χοσρόης οὐκ ἔτι ἀφῆκεν. χρῆν γὰρ οἶμαι αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι.
12.1.4
Ὅτι τὸν Κωνστάντιον τὸν πρεσβευτὴν ἐν τῇ Ἐδέσῃ χρόνον ἐπιμείναντα, ὡς εἴρηταί μοι, τῆς πρεσβείας πέρι, τότε ἐδέξατο ὁ Περσῶν μόναρχος ἐς τὴν σφετέραν καὶ παρ' αὐτὸν ἀφικέσθαι προσέταξεν, οὐκ ἐν ταῖς πόλεσιν, ἀλλὰ γὰρ ἐν τοῖς μεθορίοις αὐτῶν τε καὶ Οὔννων τῶν Κιδαριτῶν τὰς διατριβὰς ποιούμενος*** αὐτῷ συνίστατο αἰτίαν ἔχων ὡς τοὺς φόρους τῶν Οὔννων μὴ κομιζομένων, οὓς οἱ πάλαι μὲν τῶν Περσῶν καὶ Πάρθων βασιλεύοντες 154 ἔθεντο. ὧν ὁ πατὴρ† τὴν τοῦ φόρου ἀπαρνησάμενος ἀπαγωγὴν τὸν πόλεμον ὑπεδέξατο καὶ τοῦτον μετὰ τῆς βασιλείας παρέπεμψε τῷ παιδί, ὥστε ταῖς μάχαις ἐπιτριβομένους τοὺς Πέρσας ἀπάτῃ ἐθελῆσαι τὴν τῶν Οὔννων λῦσαι διαφοράν, καὶ δῆτα διαπέμψασθαι τὸν Πειρώζην (τοῦτο γὰρ ἦν ὄνομα τῷ τότε Περσῶν βασιλεύοντι) πρὸς τὸν Κούγχαν τὸν Οὔννων ἡγούμενον, ὡς τὴν πρὸς αὐτὸν ἀσμενίζων εἰρήνην ἐπί τε συμμαχίᾳ σπένδεσθαι βούλοιτο καὶ τὴν αὐτοῦ κατεγγυᾷ ἀδελφήν. νεώτατον γὰρ αὐτὸν εἶναι συνέβαινε καὶ μηδέπω παίδων εἶναι πατέρα. τὸν δὲ προσδεξάμενον τοὺς λόγους γήμασθαι οὐ τοῦ Πειρώζου ἀδελφήν, ἀλλ' ἑτέραν γυναῖκα βασιλικῶς διακοσμηθεῖσαν, ἣν ὁ Περσῶν μόναρχος ἐξέπεμψε, παρεγγυήσας ὡς οὐδὲν μὲν ἀνακαλύπτουσα τῶν ἐσχηματισμένων βασιλείας καὶ εὐδαιμονίας μεθέξει, ἐκλέγουσα δὲ τὴν ὑπόκρισιν θάνατον ἕξει ζημίαν· οὐ γὰρ ἀνέξεσθαι τὸν Κιδαριτῶν ἄρχοντα θεράπαιναν ἔχειν γαμετὴν ἀντὶ τῆς εὖ γενομένης. τούτου χάριν σπεισάμενος ὁ Πειρώζης πρὸς τὸν τῶν Οὔννων ἡγούμενον οὐκ ἐπὶ πολὺ τῆς ἀπάτης ἀπώνατο· εὐλαβηθεῖσα γὰρ ἡ γυνή, μήποτε ὁ ἄρχων τοῦ ἔθνους ὑπὸ ἑτέρων πυθόμενος τὴν αὐτῆς τύχην χαλεπῷ αὐτὴν ὑφέξει θανάτῳ, μηνύει τὸ μελετηθέν. ὁ δὲ Κούγχας ἐπαινέσας τὴν γυναῖκα τῆς ἀληθείας αὐτὴν μὲν ἔμεινεν ἔχων γαμετήν, τίσασθαι δὲ τοῦ δόλου Πειρώζην ἐθέλων πόλεμον πρὸς τοὺς ὁμόρους ἔχειν ὑπεκρίνετο δεῖσθαί τε ἀνδρῶν οὐ τῶν πρὸς μάχην ἐπιτηδείων, (μυρίον γὰρ αὐτῷ παρεῖναι πλῆθος) ἀλλὰ τῶν στρατηγησόντων αὐτῷ τὸν πόλεμον. ὁ δὲ τʹ αὐτῷ ἄνδρας τῶν λογάδων ἐξέπεμψεν. καὶ τοὺς μὲν ὁ τῶν Κιδαριτῶν ἄρχων ἀπέκτεινεν, τοὺς δὲ λωβησάμενος παρὰ τὸν Πειρώζην ἀπέπεμψεν ἀπαγγελοῦντας ὡς τῆς ἀπάτης ταύτην ἔδωκε δίκην. οὕτως αὖθις αὐτοῖς ὁ πόλεμος ἀνεζωπυρήθη, καὶ ἐμάχοντο καρτερῶς. ἐν Γόργᾳ τοίνυν, (τοῦτο γὰρ ὄνομα τῷ χωρίῳ, ἐν ᾧπερ συνέβαινε τοὺς Πέρσας στρατοπεδεύεσθαι) τὸν Κωνστάντιον ὁ Πειρώζης ἐδέχετο καί τινας ἡμέρας φιλοφρονησάμενος διαφῆκε δεξιὸν οὐδὲν περὶ τῆς πρεσβείας ἀποκρινάμενος. 13. Ὅτι Λέων ὁ βασιλεὺς στέλλει πρὸς τὸν Γεζέριχον Φύλαρχον τὴν τοῦ Ἀνθεμίου βασιλείαν μηνύσων καὶ πόλεμον ἀπει 155 λήσων, εἰ μή γε τῆς Ἰταλίας καὶ Σικελίας ἀφέξοιτο. ἐπανῆκε δὲ ἀγγέλλων μὴ ἐθέλειν αὐτὸν τοὺς τοῦ βασιλέως προσίεσθαι λόγους, ἀλλὰ ἐν πολέμου εἶναι παρασκευῇ, ὡς ὑπὸ τῶν ἑῴων Ῥωμαίων παρασπονδούμενον. Τέλος τῆς ἱστορίας Πρίσκου σοφιστοῦ τῆς Γοτθικῆς./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Μάλχου ἐκ τῶν Βυζαντιακῶν.*/
12.1.5
Ὅτι ἐπειδὴ Τιβερίῳ ἤδη τὰ τῆς πολιτείας περιεκέχυτο πράγματα, Τραιανός τε καὶ Ζαχαρίας τὼ πρέσβει ὡς αὐτὸν ἐγεγράφεσαν μὴ βούλεσθαι Πέρσας ἄχρι τριῶν ἐτῶν ποιήσασθαι τὰς ξυνθήκας, πενταετηρίδας δὲ εἶναι μᾶλλον. καὶ ὃς οὐκ ἐπινεύσας (οὐ γὰρ αὐτὸν ἤρεσκε μακροτέραν ποιεῖσθαι τὴν ἐκεχειρίαν) ἐσήμαινεν ὡς αὐτοὺς μάλιστα μὲν ἄχρι δύο ἐνιαυτῶν τὰς τοιάσδε βεβαιῶσαι σπονδάς· εἰ δέ γε ἀδύνατα ἔχοιεν, περαιτέρω μὴ ἀνέξεσθαι ἢ τριετίας. σταλείσης δὴ οὖν† ὡς τοῖς πρέσβεσι τῆς τοιᾶσδε ἐπιστολῆς, καὶ δὴ ἀναλεξαμένων ὅ τι ἐδήλου τὸ γράμμα, Μεβώδου ἐπὶ τούτῳ ἀφικομένου ἐν τοῖς ἀμφὶ τὸ Δάρας ὁρίοις αἰσθομένου τε ὡς ταῖς ἤδη ὑπὸ Τραιανοῦ καὶ Ζαχαρίου δοκιμασθείσαις σπονδαῖς οὐ στέργουσι Ῥωμαῖοι, ἐπαφίησι τὸν Τανχοσδρὼ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας. καὶ ὃς ἀθρόον ἐπιδραμὼν ἐνέπρησε τὰ ὅσα πλησιόχωρα τοῦ Δάρας, ἕως ἐπείσθη Μεβώδης δέξασθαι τὰς τριάκοντα χιλιάδας τῶν χρυσῶν νομισμάτων ἀν' ἔτος τῆς τριετηρίδος 200 ἕνεκα εἰρήνης, ἐφ' ᾧ ἐν τοσούτῳ τοὺς ἄρχοντας ἑκατέρας πολιτείας εἰς ἓν ξυνιόντας βουλεύσασθαι ὅπως δεῖ τὰ ὅπλα καταθέσθαι τελέως. προνοίᾳ δὲ δή τινι στοχαζόμενος τοῦ συνοίσοντος τὰ τοιάδε ἐπετέλει ὁ Καῖσαρ· ἠπίστατο γὰρ ὡς ἄχρι ἐνιαυτῶν τριῶν ἀποχρῶσα αὐτῷ ἔσται ἡ παρασκευὴ Πέρσαις τε ἀξιόμαχος ἀναφανήσεται. ξυνῃσθάνοντο δὲ καὶ Πέρσαι τῆς τοιᾶσδε προμηθείας τοῦ Καίσαρος, ὡς οὐδενὸς ἑτέρου ἕνεκα γίνεται αὐτῷ ἀναβολὴ ἢ προορωμένῳ τοῦ μέλλοντος, ὅπως ἐς τὸ δέον αὐτῷ προπαρασκευασθήσοιντο αἱ δυνάμεις. κατεφρόνουν δὲ ὅμως τῶν Ῥωμαίων, ἅτε ἀναμαχήσασθαι οὐ δυναμένων, εἰ καὶ πλείων αὐτοῖς ἐνδοθείη χρόνος. ἐπεὶ οὖν ἀνακωχὴ ἐγεγόνει ἀνὰ τὴν ἕω, μετενήνεκτο δὲ ἅπας ἐπὶ τὴν Ἀρμενίαν ὁ θόρυβος, ἄλλου ἄλλα αὐτῆς διακληρωσαμένων, ἦρος ἀρχομένου συνέστη πόλεμος.
12.1.6
Ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν 244 Ἐχέδημον, ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. ὧν παραγενομένων, ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς. ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν σαφῶς γινώσκων, διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλ' ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας. διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν. οἱ δὲ περὶ τὸν Ἐχέδημον προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοὶ διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν. ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων, κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις· οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ξʹ σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. ἔτι δὲ πραότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατ' ἐκείνους τοὺς τόπους αὑτῷ πιστεύσασι, καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν, τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως· ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησε διότι δυοῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει (δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθ' αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα, καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις), ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκό 245 λουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς. Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων, οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθ' ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον. διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας· οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα. τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφ' οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων, εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν· χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον. ὁ δὲ Πόπλιος πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.
12.1.7
Ὅτι Ἀφφαρβᾶν φίλτατος ὢν ὡς μάλιστα τῷ Ναρσαίῳ τῷ Περσῶν βασιλεῖ εἰς πρεσβείαν πεμφθεὶς σὺν ἱκετείᾳ τῷ Γαλερίῳ ὑπήντησεν. ὅστις ἄδειαν τοῦ λέγειν λαβὼν εἶπεν· φανερόν ἐστι τῷ γένει τῶν ἀνθρώπων ὅτι ὡσπερανεὶ δύο λαμπτῆρές εἰσιν ἥ τε Ῥωμαϊκὴ καὶ Περσικὴ βασιλεία· καὶ χρὴ καθάπερ ὀφθαλμοὺς τὴν ἑτέραν τῇ τῆς ἑτέρας κοσμεῖσθαι λαμπρότητι, καὶ μὴ πρὸς ἀναίρεσιν ἑαυτῶν ἀμοιβαδὸν μέχρι παντὸς χαλεπαίνειν. τοῦτο γὰρ οὐκ ἀρετὴ μᾶλλον, ἀλλὰ κουφότης νομίζεται ἢ μαλακία· τοὺς γὰρ μεταγενεστέρους οἰόμενοι μὴ δύνασθαι ἑαυτοῖς βοηθεῖν σπουδάζουσι τοὺς ἀντιτεταγμένους ἀνελεῖν. μὴ χρῆναι μέντοι μηδὲ Ναρσαῖον ἀσθενέστερον πάντων τῶν ἄλλων βασιλέων νομίζεσθαι, ἀλλὰ τοσοῦτον τῶν ἄλλων βασιλέων Γαλέριον ὑπερέχειν ὥστε αὐτὸν τούτῳ μόνῳ δικαίως Ναρσαῖον ἡττῆσθαι, καίτοι τῆς τῶν οἰκείων προγόνων ἀξίας καταδεέστερον οὐ γενόμενον. πρὸς τούτοις ἔλεγεν ὁ Ἀφφαρβᾶν ἐντετάλθαι αὐτῷ παρὰ Ναρσαίου, ὡς ἔχοντες ἐπιείκειαν τὸ τῆς οἰκείας βασιλείας δίκαιον τῇ Ῥωμαίων ἐπιτρέψαι φιλανθρωπίᾳ. τοιγαροῦν μηδὲ τοὺς ὅρους κομίζειν, ἐφ' οἷς χρὴ γενέσθαι τὴν εἰρήνην, ἀλλὰ τὸ ὅλον τῇ γνώμῃ τοῦ βασιλέως διδόναι, πλὴν ὅτι παρακαλεῖ τοὺς παῖδας μόνον καὶ τὰς γαμετὰς αὐτῷ ἀποδοθῆναι, διὰ τῆς τούτων ἀποδόσεως πλέον εὐεργεσίαις ἔνοχος εἶναι λέγων ἢ ὅπλοις περιών· οὐδὲ νῦν δύνασθαι κατ' ἀξίαν χάριτας ὁμολογεῖν, ὅτι ἐν αἰχμαλωσίᾳ γενόμενοι τῆς ἐντεῦθεν οὐκ ἐπειράθησαν ὕβρεως, ἀλλ' οὕτω μετεχειρίσθησαν ὡς τῇ οἰκείᾳ εὐγενείᾳ ὅσον οὔπω ἀποδοθησόμενοι. ἐν τούτοις εἰς μνήμην ἦγε καὶ τὸ τῶν ἀνθρωπίνων πραγμάτων εὐμετάβλητον. ὁ δὲ Γαλέριος πρὸς ταῦτα δόξας ὀργίζεσθαι, συγκινήσας τὸ ἑαυτοῦ σῶμα ἀπε 394 κρίνατο λέγων οὐ καλῶς Πέρσας ἀξιοῦν τῆς μεταβολῆς τῶν ἀνθρωπίνων πραγμάτων ἑτέρους μεμνῆσθαι, ὁπότε αὐτοὶ καιροῦ ἐπιλαμβανόμενοι οὐ παύονται ταῖς τῶν ἀνθρώπων συμφοραῖς ἐπικείμενοι. καλῶς γὰρ καὶ ἐπὶ Βαλεριανοῦ τὸ μέτρον τῆς νίκης ἐφυλάξατε, οἵτινες δόλοις αὐτὸν ἀπατήσαντες κατέσχετε καὶ μέχρι γήρως ἐσχάτου καὶ τελευτῆς ἀτίμου οὐκ ἀπελύσατε, εἶτα μετὰ θάνατον μυσαρᾷ τινι τέχνῃ τὸ δέρμα αὐτοῦ φυλάξαντες θνητῷ σώματι ἀθάνατον ὕβριν ἐπηγάγετε. ταῦτα διεξελθὼν ὁ βασιλεὺς καὶ εἰπὼν ἑαυτὸν ἐπικαμφθῆναι οὐχ οἷς Πέρσαι διὰ τῆς πρεσβείας ὑπέμνησαν, ὡς δέοι πρὸς τὰς ἀνθρωπίνας ἀφορᾶν τύχας, (διὰ τοῦτο γὰρ μᾶλλον καὶ πρὸς ὀργὴν προσήκειν κινεῖσθαι, εἴ τις πρὸς ἃ Πέρσαι πεπράχασιν ἀποβλέψειεν·) ἀλλὰ τοῖς τῶν οἰκείων προγόνων ἴχνεσιν ἀκολουθεῖν, οἷς ἔθος φείδεσθαι μὲν τῶν ὑπηκόων, καταγωνίζεσθαι δὲ τῶν ἀντιταττομένων, ἐκέλευσε τῷ πρεσβευομένῳ τῷ ἰδίῳ βασιλεῖ ἀπαγγεῖλαι τὴν Ῥωμαίων καλοκἀγαθίαν, ὧν τῆς ἀρετῆς ἐπειράθη, καὶ οὐ πολλῷ ὕστερον πρέσβεις ἐλπίζειν παρ' αὐτὸν ἀφιξομένους κατὰ γνώμην τοῦ βασιλέως.
12.1.8
Ὅτι ὁ αὐτὸς παρελθὼν εἰς Λυκαονίαν τὸν προσοφειλόμενον σῖτον ἐκομίσατο παρὰ Ἀντιόχου καὶ τὸν κατὰ τὰς συνθήκας φόρον ἐνιαυτοῦ χίλια τάλαντα.
12.1.9
Ὅτι ὁ Περσεὺς σπονδῶν ἐδεήθη παρὰ Ῥωμαίοις, κἂν ἔτυχεν αὐτῶν, εἰ μὴ οἱ Ῥόδιοι συνεπρέσβευσαν αὐτῷ δέει τοῦ μὴ τοῖς Ῥωμαίοις τὸν ἀντίπαλον ὑπεξαιρεθῆναι. μέτριον μὲν γὰρ οὐδέν, οἷα δεομένους εἰκὸς ἦν εἰπεῖν, ἔλεξαν· καὶ τῆς εἰρήνης οὐκ αἰτηταὶ μᾶλλον τῷ Περσεῖ ἢ δόται ὄντες, ἄλλα τε πολλὰ ὑπερήφανα διελέχθησαν, καὶ τέλος ἠπείλησαν τοῖς αἰτίοις τοῦ μὴ συμβῆναι σφᾶς γενομένοις μετὰ τῶν ἑτέρων πολεμήσειν. κἀκ τούτου οὐδὲ τὸ πρὶν ἀνύποπτοι τοῖς Ῥωμαίοις ὄντες μᾶλλον διεβλήθησαν καὶ τὸν Περσέα τῶν σπονδῶν τυχεῖν ἐκώλυσαν.
12.1.10
Ὅτι ὁ Βαιανὸς τοὺς τῶν Λογγιβάρδων πρέσβεις δεξάμενος ἐδόκει τούτους περιφρονεῖν τῷ βούλεσθαί γε αὐτὸς κερδαλεώτερον θέσθαι ὡς αὐτοὺς τὴν συμμαχίαν· καὶ πὴ μὲν τὸ μὴ δύνασθαι, πὴ δὲ τὸ δύνασθαι μὲν προΐσχετο, μὴ βούλεσθαι δέ. ξυνελόντα δὲ εἰπεῖν ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας ἔδοξε μὲν πείθεσθαι μόλις, οὐκ ἄλλως δὲ ἢ εἰ τὸ δεκατημόριον τῶν τετραπόδων ἁπάντων, ὅσα παρὰ Λογγιβάρδοις ὑπῆρχεν, αὐτίκα κομίσαιντο, καὶ ὡς, εἰ γένοιντο καθυπέρτεροι, ἥμισυ μὲν τῆς λείας ἕξουσιν αὐτοί, τὴν δὲ τῶν Γηπαίδων χώραν εἰς τέλεον. ἃ δὴ καὶ ἐγένετο· καὶ ἐχώρουν Γήπαισι πολεμήσοντες. ἐπειδὴ δὲ ἐπύθετο Κονιμοῦνδος, λέγεται δείσας ὡς καὶ αὖθις παρὰ βασιλέα Ἰουστῖνον ἔπεμψε πρέσβεις, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον ξυνεπιλαβέσθαι οἱ τοῦ κινδύνου ἱκέτευε, καὶ πάλιν τὸ Σίρμιον καὶ τὴν εἴσω Δράου ποταμοῦ χώραν ἐπηγγέλλετο δώσειν, αἰδώς τε αὐτὸν οὐκ εἶχεν ἤδη περὶ τῶν αὐτῶν ὀμωμοκότα ἅπαξ καὶ τοῖς ὅρκοις οὐχὶ ἐγκαρτερήσαντα. διὸ δὴ καὶ βασιλεὺς Ἰουστῖνος εὖ εἰδώς τε καὶ τεκμαιρόμενος τοῖς φθάσασιν, ὡς Κονιμούνδῳ ἔνεστι πίστεως οὐδὲν ὁτιοῦν, ἀνήνασθαι μὲν οὔτι ᾤετο χρῆναι τὴν ξυμμαχίαν, ἀναβολῇ δὲ ὅμως παρεκρούσατο τοῦ βαρβάρου τὴν αἴτησιν· ἔφη γὰρ ὡς διεσκεδασμένα τὰ Ῥωμαϊκὰ ὑπάρχει στρατεύματα, ξὺν σπουδῇ δὲ ὡς οἷόν τέ ἐστιν ἀθροίσας αὐτίκα ἐκπέμψοι. ἀκήκοα δὴ περὶ Κονιμούνδου καὶ τοιάδε, ἐμοὶ δὲ οὐ πιστά· λίαν γὰρ ἀναιδὲς ὑπῆρχε τὸν παρασπονδήσαντα περὶ τῶν αὐτῶν δεῖσθαι καὶ πάλιν. λέγεται 456 δὲ ὡς καὶ Λογγίβαρδοι τηνικαῦτα ἐπρεσβεύσαντο παρὰ Ἰουστῖνον, καὶ ὅτι Γήπαιδας τῆς ὡς Ῥωμαίους ἀγνωμοσύνης πλεῖστα ὅσα κακηγορήσαντες τὴν ἐκ Ῥωμαίων μὲν θηρώμενοι συμμαχίαν ἤνυσαν οὐδέν, κατεπράξαντο δὲ ὅμως πρὸς τοῦ βασιλέως μηδετέρους τῆς Ῥωμαίων ἀπολαῦσαι ἐπικουρίας.
12.1.11
Ὅτι τρίτη ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ δὲ μηδὲν προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς πρέσβεσιν.
12.1.12
Ὅτι Γουβάζης ὁ Λαζικῆς βασιλεὺς πολεμούμενος παρὰ Περσῶν ἀνήνεγκεν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα αὐτῷ καὶ τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι πάσῃ δυνάμει ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν. ταῦτα ἐπὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγίσθεον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν, οἳ δὴ ἐν γῇ τῇ Κόλχων γενόμενοι ἅμα Λαζοῖς τε καὶ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς εἶχον. τούτοις ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἐπ' αὐτοὺς ἔστελλεν.
12.1.13
Ὅτι οἱ Καρχηδόνιοι δὶς ἐν τῇ γῇ τοῦ αὐτοῦ χρόνου καὶ δὶς ἐν τῇ θαλάσσῃ παθόντες, ἐν ᾗ δὴ καὶ πάνυ προύχειν ἐνόμιζον, καὶ χρημάτων ἀποροῦντες ἤδη καὶ νεῶν καὶ ἀνδρῶν, ᾔτουν ἀνοχὰς παρὰ τοῦ Λουτατίου, καὶ λαβόντες ἐπρεσβεύοντο εἰς Ῥώμην περὶ διαλλαγῶν ἐπὶ βραχυτέροις συνέπεμπόν τε τοῖς πρέσβεσιν Ἀτίλιον Ῥῆγλον τὸν ὕπατον αἰχμάλωτον ὄντα σφῶν, δεησόμενον τῆς πατρίδος ἐπὶ τοῖσδε συνθέσθαι. ὁ δὲ ἧκε μὲν ὡς αἰχμάλωτος ἐσταλμένος φοινικικῶς, ὑπολειφθεὶς δὲ τῶν πρέσβεων ἐν τῷ βουλευτηρίῳ τετρῦσθαι τὰ Καρχηδονίων ἐδήλου καὶ παρῄνεσεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ ἐπὶ πλείοσι συνθέσθαι. καὶ τόνδε μὲν ἐς Καρχηδόνα ἑκόντα ἐπανελθόντα ἔκτειναν οἱ Καρχηδόνιοι κέντρα σιδήρεα σανίσιν ἐνηρμοσμένα πάντοθεν ἑστῶτι περιθέντες, ἵνα μηδαμόσε δύναιτο ἐπικλίνεσθαι, αὐτοὶ δὲ τὴν εἰρήνην ἐπὶ πλέοσι συνέθεντο. καὶ ἦν ἐφ' οἷς συνέθεντο, τὰ μὲν αἰχμάλωτα Ῥωμαίων καὶ τοὺς αὐτομόλους, ὅσοι παρὰ Καρχηδονίοις εἰσί, Ῥωμαίοις εὐθὺς ἀποδοῦναι, καὶ Σικελίας Ῥωμαίοις ἀποστῆναι καὶ τῶν βραχυτέρων νήσων ὅσαι περὶ Σικελίαν, Συρακουσίοις δὲ ἢ Ἱέρωνι τῷ Συρακουσῶν τυράννῳ πολέμου Καρχηδονίους μὴ κατάρχειν, μηδὲ ἐκ τῆς Ἰταλίας ξενολογεῖν, ποινὴν δὲ τοῦ πολέμου Ῥωμαίοις ἐνεγκεῖν τάλαντα Εὐβοϊκὰ δισχίλια ἐν ἔτεσιν εἴκοσι, τὸ μέρος ἑκάστου ἔτους ἐς Ῥώμην ἀναφέροντας. ἔχει δὲ τὸ Εὐβοϊκὸν τάλαντον Ἀλεξανδρείους δραχμὰς ἑπτακισχιλίας. ὁ μὲν δὴ πρῶτος περὶ Σικελίας 527 Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος ἔτεσιν εἴκοσι καὶ τέσσαρσιν αὐτοῖς γενόμενος ἐς τοῦτο ἐτελεύτα. καὶ ἀπώλοντο νῆες ἐν αὐτῷ Ῥωμαίων ἑπτακόσιαι, Καρχηδονίων δὲ πεντακόσιαι. Σικελίας δὲ οὕτω τοῦ πλέονος Ῥωμαῖοι κατέσχον, ὅσου Καρχηδόνιοι κατεῖχον· φόρους τε αὐτοῖς ἐπέθεσαν, καὶ τέλη τὰ θαλάσσια ταῖς πόλεσι μερισάμενοι στρατηγὸν ἐτήσιον ἔπεμπον ἐς Σικελίαν. Ἱέρωνα δὲ τὸν Συρακουσίων τύραννον ἀνθ' ὧν αὐτοῖς ἐς τόνδε τὸν πόλεμον συνεπεπράχει φίλον καὶ σύμμαχον ἔθεντο. Καταλυθέντος δὲ τοῦ πολέμου τοῦδε Κελτοὶ Καρχηδονίους τόν τε μισθὸν ᾔτουν τὸν ἔτι ὀφειλόμενον σφίσιν ἐκ Σικελίας καὶ δωρεάς, ὅσας ὑπέσχητο αὐτοῖς δώσειν Ἀμίλχας. ᾔτουν δὲ καὶ Λίβυες, ὑπήκοοι μὲν ὄντες οἵδε Καρχηδονίων, ἀπὸ δὲ τῆς ἐν Σικελίᾳ στρατείας ἐπὶ φρονήματος γεγονότες καὶ τοὺς Καρχηδονίους ἀσθενεῖς καὶ ταπεινοὺς ὁρῶντες, ἐχαλέπαινόν τε αὐτοῖς τῆς ἀναιρέσεως τῶν τρισχιλίων, οὓς ἐσταυρώκεσαν τῆς ἐς Ῥωμαίους μεταβολῆς οὕνεκα. διωθουμένων δὲ τῶν Καρχηδονίων ἑκατέρους, κατέλαβον ἄμφω Τύνητα πόλιν καὶ Ἰτύκην, ἣ μεγίστη Λιβύης ἐστὶ μετὰ Καρχηδόνα· ὅθεν ὁρμώμενοι τήν τε ἄλλην ἀφίστανον καὶ τῶν Νομάδων τινὰς ἔπειθον καὶ δούλων πολὺ πλῆθος ἀποδιδρασκόντων ὑπεδέχοντο, τά τε Καρχηδονίων πάντα ἐλεηλάτουν. οἱ δὲ πανταχόθεν [τε] πολεμούμενοι συμμάχους ἐπὶ τοὺς Λίβυας Ῥωμαίους ἐπεκαλοῦντο. καὶ Ῥωμαῖοι στρατιὰν μὲν αὐτοῖς οὐκ ἔπεμψαν, ἀγορὰν δὲ ἔκ τε Ἰταλίας καὶ Σικελίας ἐπάγεσθαι καὶ ξενολογεῖν ἐκ τῆς Ἰταλίας ἐς μόνον τόνδε τὸν πόλεμον ἐπέτρεψαν, ἔπεμψαν δὲ καὶ πρέσβεις ἐς Λιβύην, εἰ δύναιντο διαλῦσαι τὸν πόλεμον· οἳ ἐπανῆλθον ἄπρακτοι. καὶ Καρχηδόνιοι ἐγκρατῶς εἴχοντο τοῦ πολέμου.
12.1.14
Ὅτι Γωβάζης πρεσβεύεται παρὰ Ῥωμαίους. Ῥωμαῖοι δὲἀπεκρίναντο τοῖς παρὰ Γωβάζου σταλεῖσι πρέσβεσιν ὡς ἀφέξονται τοῦ πολέμου, εἴ γε ἢ αὐτὸς Γωβάζης ἀπόθοιτο τὴν ἀρχὴν ἢ γοῦν τὸν παῖδα τῆς βασιλείας ἀφέλοιτο· οὐ γὰρ θέμις τῆς χώρας ἀμφοτέρους ἡγεμονεύειν παρὰ τὸν παλαιὸν θεσμόν. ὥστε δὲ θάτερον βασιλεύειν, Γωβάζην ἢ τὸν αὐτοῦ παῖδα, τῆς Κολχίδος, καὶ τῇδε λυθῆναι τὸν πόλεμον, Εὐφήμιος ἐσηγήσατο, τὴν τοῦ μαγίστρου διέπων ἀρχήν· ὃς ἐπὶ συνέσει καὶ λόγων ἀρετῇ δόξαν ἔχων Μαρκιανοῦ τοῦ βασιλέως τὴν τῶν πραγμάτων ἔλαχεν ἐπιτροπὴν καὶ πλείστων τῶν εὖ βουλευθέντων ἐκείνῳ καθηγητὴς ἐγένετο· ὃς καὶ Πρίσκον τὸν συγγραφέα τῶν τῆς ἀρχῆς φροντίδων ἐδέξατο κοινωνόν. τῆς δὲ αἱρέσεως τῆς αὐτῷ δοθείσης, ὁ Γωβάζης εἵλετο τῆς βασιλείας παραχωρῆσαι τῷ παιδί, αὐτὸς τὰ σύμβολα ἀποθέμενος τῆς ἀρχῆς, καὶ παρὰ τὸν κρατοῦντα Ῥωμαίων τοὺς δεησομένους ἔπεμπεν, ὡς, ἑνὸς Κόλχου ἡγεμονεύοντος, οὐκ ἔτι δι' αὐτὸν χαλεπαίνοντα ἐπὶ τὰ ὅπλα χωρεῖν. βασιλεὺς δὲ διαβαίνειν αὐτὸν ἐς τὴν Ῥωμαίων ἐκέλευε καὶ τῶν αὐτῷ δεδογμένων διδόναι λόγον. ὃς δὲ τὴν μὲν ἄφιξιν οὐκ ἠρνήσατο, Διονύσιον δὲ τὸν εἰς τὴν Κολχίδα πάλαι διαπεμφθέντα τῆς τε αὐτοῦ Γωβάζου διαφορᾶς ἕνεκα πίστιν δώσοντα ᾔτησεν, ὡς οὐδὲν ὑποσταίη ἀνήκεστον. διὸ δὴ ἐς τὴν Κολχίδα Διονύσιος ἐστέλλετο, καὶ περὶ τῶν διαφόρων συνέβησαν.