Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Ὅτι Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνοὺς ὑπὸ Φιλίππου δι' Αἰγαίου ποιησάμενος τὸν πλοῦν ἧκεν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων πρέσβις ἧκε Μάρκος Αἰμίλιος ὁ νεώτατος καταπλέων εἰς τὴν Ἄβυδον. οἱ γὰρ Ῥωμαῖοιτὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ, διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον. τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν, ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο· τί δὲ Ἀθηναῖοι; τί δὲ Κιανοί; τί δὲ νῦν Ἀβυδηνοί; καὶ τούτων τίς, ἔφη, σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας; ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, βʹ ὅτι κάλλιστος ὑπάρχει τῶν καθ' αὑτόν (καὶ γὰρ ἦν τοῦτο κατ' ἀλήθειαν).** μάλιστα μὲν ἀξιῶ Ῥωμαίους, ἔφη, μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως παρακαλέσαντες τοὺς θεούς. οὗτοι μὲν οὖν ταῦτα εἰπόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων.
13.1.2
Ὅτι ὁ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγένετο, ἀντεπέστειλέν οἱ ὅτι· πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν ἐς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνησόμεθα συμβαλεῖν ἀλλήλοις. τοιαῦτα τὸ τελευταῖον ὁ Πάρθος ἔγραψεν.
13.1.3
Ὅτι ἔνθα τὸ πυρεῖον ἦν τὸ μέγα τῶν Περσῶν ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελε Κωνσταντιανόν τε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει αὐτίκα δὴ μάλα ἀφίξεσθαι. ἤστην δὲ τὼ ἄνδρε τούτω ῥήτορέ τε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσης πόλεως, ἣ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα. οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος, καὶ χρόνου τριβέντος συχνοῦ, τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις ξυνέπεσεν. ὁ δὲ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίᾳ τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δουβίοις τῶν χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόν τε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ πάσῃ. καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων τῷ τε Βαλεριανῷ ἐντυχὼν αὐτός τε Ῥωμαίοις ἅτε χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν, καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν, ὥστε, ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην 103 ὅπη βούλονται διαθήσεσθαι. ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν. ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις κακοῖς εἶναι ἔφασκεν. τόν τε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι, καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι· διὸ δὴ καὶ Ῥωμαίοις τὰ νῦν ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι. ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσεν, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο τοὺς πρέσβεις οὐκ ἐς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανόν, οὕσπερ ἠκηκόει, ἀνήνεγκεν. οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν ἐς τὴν πολεμίαν ἐπέστελλεν.
13.1.4
Ὅτι ὁ Τιβέριος ὁ Καῖσαρ στέλλει Θεόδωρον τὸν Βάκχου πρεσβευσόμενον ὡς βασιλέα Περσῶν, τῷ δοκεῖν μὲν ὁμολογήσοντα χάριτας ἀνθ' ὧν τὸν μέγιστον Ῥωμαίων πρεσβευτὴν ἐς τὰ μάλιστα ἐτίμησε Τραιανόν, ἡνίκα ἔναγχός γε δήπου τὴν δι' αὐτοῦ ἐδέξατο πρεσβείαν, ἔκπαλαι τὸ τοιόνδε νομισθὲν ὡς ἀμφοτέρας πολιτείας, ὥστε μετὰ τοὺς μεγάλους πρέσβεις στέλλεσθαι ἑτέρους ἥσσονας τῆς τῶν μεγίστων πρέσβεων ἀποδοχῆς τε ἕκατι καὶ φιλοφροσύνης. ἅμα δὲ ἐνετείλατό οἱ διαλεχθῆναι ὡς ἑτοιμότατα ἔχοι κατὰ τὸ ἤδη ἐμπεδωθὲν ἐν τοῖς ὁρίοις τῆς ἕω στεῖλαι τοὺς Ῥωμαίων ἄρχοντας γνωματεύσοντας ξὺν τοῖς ὑπ' αὐτοῦ ἐκπεμφθησομένοις ἡγεμόσι Περσῶν ἀμφὶ τῆς εἰρήνης καὶ τὰ ἀμφίβολα διευκρινήσοντας. Θεόδωρον μὲν αὐτοῦ ἀφικόμενον βασιλεὺς ὁ Περσῶν καταλέλοιπεν ἐν τῷ Δάρας τῇ πόλει τούς τε τὸν ἄνδρα ἄξοντας, ἐγκελευσάμενος, ἔνθα ἂν μάθοιεν τὸν βασιλέα εἶναι, ἐπικαταλαβεῖν, ὡς ἂν μὴ τὰ εἰθισμένα ἐπὶ πρεσβευτῇ πράσσων ἀναβολῇ χρήσοιτό τινι. ἅμα γὰρ ἠβούλετο καὶ πολέμοις ὁμιλεῖν καὶ δέχεσθαι τὴν πρεσβείαν· ταύτῃ γὰρ ἐκφοβήσειν ᾤετο ἐς τὰ μάλιστα Ῥωμαίους. τῷ τοι ἄρα τὴν ὁδοιπορίαν διανύσας διὰ τοῦ λεγομένου Ἀρρεστῶν κλίματος καὶ τοῦ Μαρεπτικῶν ἀφίκετο ἐν Περσαρμενίᾳ, οὐκ οἰομένων τῶν Ῥωμαίων οὕτω γε δήπου θᾶττον ἥξειν αὐτόν. εἰωθότων γὰρ τῶν Περσῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀμφὶ τὸ πέρας τοῦ τὴν ἐπωνυμίαν Αὐγούστου κληρωσαμένου μηνὸς ἀναφαίνεσθαι 201 κατὰ δὴ τῆς Περσῶν Ἀρμενίας καὶ τηνικαῦτα τὸν πόλεμον συγκροτεῖν, προτερήσας αὐτὸς εἰσήρρησεν αὐτόθι. ξυνηνέχθη τοιγαροῦν ἅπαξ προκατειλημμένους καὶ ἐφυστερίσαντας τοὺς Ῥωμαίους δι' ὅλου τοῦ ἔτους οὐδὲν ὁτιοῦν σφᾶς διαπράξασθαι ἐν καιρῷ. οὔτε γὰρ τὸ στράτευμα ξυνήθροιστο τὸ Ῥωμαϊκόν, ἀλλ' οἱ μὲν περὶ Κοῦρσον καὶ Θεόδωρον τοὺς στρατιώτας, ἐπειδὴ αὐτοῖς ἀπήγγελλον ὡς νεμεσᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖσαρ, ὅτι δὴ ἐσβαλόντες ἐν Ἀλβανίᾳ μὴ ἀνέστησαν ἅπαντας Σαβείρους τε καὶ Ἀλβανούς, ἀλλ' ὅτι ὁμήροις πεποιθότες ἐξεχώρησαν, κατεγνωκότες τε ἐξ αὐτῆς τῆς πείρας, τῷ ἀφηνιάσαι αὐτίκα ἀπὸ Ῥωμαίων τὸν Σαβεῖρα, ὡς οὐ κατὰ τὸ δέον ἐπεπράχεσαν, παρώφθη τε ὑπὸ σφῶν τὸ συνοῖσον, ὥσπερ ἀμέλει ἐκ μεταμελείας αὖθις ἐλάσαντες ἐν Ἀλβανίᾳ† πρεσβείας ἦγον τοὺς Σαβείρους τε καὶ Ἀλβανούς, πανοικίᾳ σφᾶς μετοικίζοντες ἐς τὰ τῇδε τοῦ Κύρου ποταμοῦ, ὡς λοιπὸν ἐν τῇ Ῥωμαϊκῇ διαιτᾶσθαι χώρᾳ. ἔτι οὖν Θεόδωρός τε καὶ Κοὺρς ἐν τούτοις ἐνησχολημένοι ἐτύγχανον. εἶτα ἐγκελευσαμένου τοῦ Καίσαρος Ἰουστινιανὸν τὸν τῆς ἕω στρατηγὸν μεταφοιτῆσαι καὶ ἐν Ἀρμενίᾳ γενέσθαι αὐτὸν ἡγησόμενον τοῦ πολέμου, οὐδὲν ἧττον καὶ Ἰουστινιανὸς οὔπω παρῆν τῷ σημῆναι τοῦτο αὐτῷ τὸν Καίσαρα ὀψὲ καὶ οὐκ ἐν καιρῷ τοῖς πράγμασι χρήσασθαι, πρός γε καὶ τῆς συνήθους διανομῆς τοῦ χρυσίου τοῖς ἑῴοις καταλόγοις γεγενημένης οὐκ ἐπικαίρως, ἀλλὰ δῆτα ἐφυστερισάσης. ἐπ' ἀδείας οὖν οὕτω πως καὶ ἀκονιτὶ ἐλάσαντος ἐν Περσαρμενίᾳ Χοσρόου, μηδενός οἱ ἀντικαθισταμένου, οἱ μὲν δασμοφόροι τῆς ἥττονος Ἀρμενίας οὔτε ἐχρήσαντο φυγῇ ἐκλελοιπότες τοὺς ἀγροὺς οἷγε, ἀλλὰ γὰρ καὶ τὰ ὅσα ἐπιτήδεια ξυνεκόμιζον τῷ στρατῷ. προβαίνοντι δὲ Χοσρόῃ ἀνὰ τὰ πρόσω οἱ ἐν τῷ κλίματι Μακραβανδὸν καὶ Ταραννῶν ἥκιστα ἔμενον, ὡς μηδένα πάμπαν μήτε ἄνθρωπον μήτε μὴν ὑποζύγιόν τι ὀφθῆναι. ἅτε γὰρ πολεμίου βασιλέως ἐπελθόντος ἀπέδρασε πᾶν τὸ γεηπονοῦν, καὶ πάντη τὰ 202 ἐκείνῃ ἐχήρευεν ἀνθρώπων· ἀλλὰ καὶ θηρᾶσαι βουλόμενον μηδέν τι τῶν πάντων ζώων ἦν ἐντυχεῖν. ἐν τούτῳ καὶ Θεόδωρος ὁ Βάκχου ἐφοίτησεν ὡς αὐτόν, ἐδέξατό τε τὸν ἄνδρα καὶ ξυνόμιλός οἱ ἐγένετο ἡμερώτατά πως, τὸν μὲν Καίσαρα δι' εὐφημίας ἄγων φάσκων τε ἀσπάζεσθαι τὴν ὡς αὐτὸν εἰρήνην τε καὶ φιλοφροσύνην· (μηδὲ γὰρ γεγονέναι τῆς† ἔχθρας τῶν σπονδῶν αἴτιον) Ἰουστῖνον δὲ τὸν βασιλέα ἐς τοὐναντίον λέγων κακῶς. εἶτα ἐς τὰ πρόσω ἤλαυνε διὰ τῆς καλουμένης Βασσιανῆς, ἑπομένου οἱ καὶ Θεοδώρου· ἐσβάλλει τε ἐς τὴν Ῥωμαίων Ἀρμενίαν κατὰ Θεοδοσιούπολιν, λήγοντος ἤδη τοῦ ἔαρος· ὥστε κατὰ ταὐτὸν ξυνενεχθῆναι τούς τε ἀγγελιαφόρους ἀφικέσθαι ἐν Βυζαντίῳ τοὺς δηλώσοντας, ὡς ἀπροσδόκητα ἐπέστη τῇ Ῥωμαίων Ἀρμενίᾳ βασιλεὺς ὁ Περσῶν καὶ ὅσον οὔπω προσενεχθήσεται Θεοδοσιουπόλει, καὶ αὐτὸν ἐκεῖσε παρεῖναι. ἐπεὶ οὖν ἐγένετο αὐτοῦ, ἐστρατοπεδεύσατο ἐς τὸ Ἀραβησσῶν ἐπικεκλημένον χωρίον ἀμφὶ τὸ μεσημβρινὸν κλίμα τοῦ ἄστεος, τὸ δὲ δὴ Ῥωμαίων στράτευμα αὐτό γε δήπου τὸ συναθροισθὲν ὡς πρὸς ἄρκτον περὶ τὸ κλίμα τὸ καλούμενον συναγόμενον, ἐς ὑπώρειάν τινα ὄρους. ἀτὰρ ὁ Χοσρόης αὐτοῦ που περὶ Θεοδοσιούπολιν ἐπ' ὄψεσι Θεοδώρου ἐξέταττε τὰς ἱππικὰς δυνάμεις ἐς λόχους τε καὶ φάλαγγας διακρίνων τε καὶ μετακοσμῶν, καὶ αὐτὸς τὸν ἵππον διελαύνων ἐνδεικνύμενος ἦν, οἷα δὴ οὐκ ἐκ προνοίας τινός, ὡς ἔτι ἔρρωται αὐτῷ καὶ σφριγᾷ τὸ σῶμα. διενοεῖτο δέ πως Θεοδοσιούπολιν ἐκπολιορκῆσαι· ἔννοια γάρ οἱ ἐσεφοίτησε μὴ οἷόν τε ἔσεσθαι ἂν ἄλλως τὴν Περσῶν Ἀρμενίαν ἀνακτήσασθαι καὶ Ἰβηρίαν, εἰ μή πω ὀχυρωτάτην ἐσότι Ῥωμαίων χειρώσοιτο πόλιν ἐκεῖσέ τε καθεδούμενος ἀνασώσεται τὴν ἐς τοὐπίσω λοιπὸν ἐγκαταλελειμμένην Περσαρμενίαν τε καὶ Ἰβηρίαν. τοιγαροῦν ἀναμφιβόλως εἶχε Θεοδοσιούπολιν αἱρήσειν. ὥστε ὑποφαίνων τε καὶ αἰνιττόμενος ὡς ἁλώσεταί γε αὐτῷ πάντως ἡ πόλις, ἤρετο Θεόδωρον ὁποία δὴ κατὰ τὸ μᾶλλον ἀνάλωτος εἶναι δοκεῖ πόλις, τὸ Δάρας ἢ δῆτα ἡ Θεοδοσιούπολις· ὡς, εἴ γε οὕτως ἀσφαλεστάτην (ἐδήλου δὲ τὸ Δάρας) ἐξεῖλε, πόσῳ μᾶλλον τὴν οὐχ οὕτως ἰσχυρὰν παραστήσοιτο Θεοδοσιούπολιν; Θεόδωρος μὲν οὖν ἀπε 203 κρίνατο ἐμφρονέστατά πως, ἀνάλωτον εἶναι ἐκείνην φήσας τὴν πόλιν τὴν ἐς ἀεὶ φρουρουμένην ὑπὸ θεοῦ. ὁ δὲ βασιλεὺς ὁ Περσῶν, πρὶν ἢ Θεόδωρον πρὸς αὐτοῦ ἀφεθῆναι, ὡς ἐγένετο ἀγχοῦ Θεοδοσιουπόλεως, κατενόησε τὴν πόλιν εὖ μάλα καὶ ὡς ἀληθῶς ἐς τὰ πολέμια παρασκευασμένην. καί τινων μεταξὺ γενομένων ἀφίησι βασιλεὺς ὁ Περσῶν Θεόδωρον ἐς Βυζάντιον ἐλευσόμενον, ἐν γράμμασι μὲν κατάδηλον ποιήσας τῷ Καίσαρι ὡς ἥδεται καὶ αὐτὸς τῇ εἰρήνῃ, καὶ ὡς, εἰ πρὶν ἐκστρατεύοι ἀφίκετο Θεόδωρος, οὐδὲ ἐξετάξατο ἂν αὐτὸς οὐδέ γε ἐκίνησε τὰς δυνάμεις. νῦν δὲ ἀκλεὲς αὐτῷ εἶναι δοκεῖ ἐκστρατευσαμένῳ ἤδη διαλῦσαι τὸ στράτευμα· τοὺς γὰρ ἀνθρώπους ἢ τοῦ κερδαλέου γε ἕκατι ἢ δόξης ὀρεγομένους ἅπαντα πράσσειν. ἐπηγγέλλετο δὲ ὡς ἀπονοστήσας ἐς τὰ οἰκεῖα ἐκπέμψοι τοὺς ἐπιτηδείους αὐτῷ ἄρχοντας ἐν τοῖς ὁρίοις τῆς ἕω διαλεχθησομένους τε καὶ διαθήσοντας τὰ περὶ τῆς εἰρήνης ἅμα τοῖς ἐκπεμφθησομένοις Ῥωμαίων ἡγεμόσιν. ταῦτα μὲν οὖν ἐσήμανε τῷ Καίσαρι. ἐκλιπαροῦντος δὲ αὐτὸν Θεοδώρου ὥστε ἐπισχεῖν τὴν εἰσβολήν, ἔδοξεν ἐπινεύειν, εἴ γε ἄχρι λʹ ἡμερῶν ἀγγελία φοιτήσοι ὡς αὐτὸν σταλεῖσα ἐκ τοῦ Καίσαρος τὰ δέοντα βουλευσαμένου. ἐπειδὴ δὲ Θεόδωρον ἀφῆκεν, ὡς ἔγνω μήτε ἐξ ἐφόδου τὴν Θεοδοσιούπολιν οἷόν τε ὂν αὐτῷ ἐξελεῖν, μήτε γε μὴν πολιορκίᾳ τε καὶ μηχανήμασιν ἔσεσθαί οἱ ἐς τὸ λυσιτελὲς ἀποπειραθῆναι τοῦ τείχους (ξυνελεύσεσθαι γὰρ ἐν τοσούτῳ τὰς Ῥωμαϊκὰς δυνάμεις) καὶ δὴ ἀφῆκε τὴν Θεοδοσιούπολιν. Πρεσβεία ἐκ τοῦ ὀγδόου λόγου Μενάνδρου.
13.1.5
Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς 246 Σέλευκον ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ἄλλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις. ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσανδρος καὶ Ῥόσων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελλίας. ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχεν, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα. πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προσῆγε πρὸς τὴν πόλιν.
13.1.6
Ὅτι Λικίννιος πέμπει πρεσβευτὴν πρὸς Κωνσταντῖνον Μεστριανὸν κόμητα. ἐλθόντα δὲ τὸν Μεστριανὸν ὁ βασιλεὺς ἐπί τινα χρόνον διέσυρεν· μετὰ ταῦτα δὲ πρός τε τὸ ἄδηλον τοῦ πολέμου ἀποβλέπων, ἅμα δὲ καὶ ὅτι οἱ τοῦ Λικιννίου ἐφόδῳ λανθανούσῃ χρησάμενοι τὴν βασταγὴν αὐτοῦ μετὰ τῆς βασιλικῆς ὑπηρεσίας κατέσχον, δέχεται αὐτόν. ὁ δὲ τοῖς δυσὶ βασιλεῦσι τὴν εἰρήνην ἐπρεσβεύετο μὴ χρῆναι λέγων τὸν τοὺς ὁμοφύλους νενικηκότα κατ' αὐτῶν χαλεπαίνειν. ὅ τι γὰρ ἂν ἀπόλοιτο, τοῦτο λοιπὸν τῷ νενικηκότι, ἀλλ' οὐχὶ τοῖς ἡττημένοις ἀπόλλυσθαι· καὶ ὅτι ὁ ἑνὶ τὴν εἰρήνην ἀρνούμενος πολλῶν ἐμφυλίων πολέμων γίνεται αἴτιος. ὁ δὲ βασιλεὺς τῷ τε προσώπῳ καὶ τῇ τοῦ σώματος κινήσει τὸ μέγεθος τῆς ὀργῆς δηλῶν καὶ μόλις φωνὴν ἀφεὶς εἶπεν· οὐχ οὕτω μέχρι τοῦ παρόντος διεγενόμεθα, οὐδὲ διὰ τοῦτο ἐκ τοῦ ὠκεανοῦ μέχρι τῶν ἐνταῦθα πολεμοῦντες καὶ νικῶντες ἀφικόμεθα, ὥστε μὴ ἐθέλειν τὸν οἰκεῖον γαμβρὸν κοινωνὸν ἔχειν διὰ τὰ μύση αὐτοῦ καὶ τὴν ἀγχιστείαν ἀπαγορεύειν, εὐτελὲς δὲ ἀνδράποδον μετ' αὐτοῦ εἰς τὰ βασίλεια προσδέξασθαι. ἐκέλευσεν οὖν τὸν Μεστριανόν, τούτου τοῦ μέρους τῆς πρεσβείας σχολάζοντος, εἴ τι ἕτερον αἰτεῖν βούλοιτο, λέγειν· καὶ ἔδοξε τὸν Βάλεντα ἐκβληθῆναι τῆς βασιλείας.
13.1.7
Ὅτι κατὰ τὴν Πελοπόννησον τῆς κοινῆς συνόδου τῶν Ἀχαιῶν συνελθούσης, συνήχθησαν οἱ τῶν Ῥωμαίων πρέσβεις. οὗτοι δὲ ἔφησαν τὴν σύγκλητον δυσαρεστεῖσθαι τῇ τῶν τειχῶν τῶν ἐν Λακεδαίμονι καθαιρέσει, ἣν ἐποίησε τὸ κοινὸν τῶν Ἀχαιῶν, ὅτε τῆς Σπάρτης ἐκράτησε καὶ τοὺς Λακεδαιμονίους κατέταξεν εἰς τὴν κοινὴν πολιτείαν. μετὰ δὲ τούτους συνήχθησαν οἱ παρ' Εὐμένους πρέσβεις κομίζοντες δωρεὰν ταλάντων εἴκοσι, ἐξ ὧν ᾤετο δεῖν ὁ βασιλεὺς ὀψωνιάζεσθαι τὴν τῶν Ἀχαιῶν σύνοδον. οἱ δὲ Ἀχαιοὶ τὴν δόσιν τῶν χρημάτων ἀποδοκιμάσαντες οὐ προσεδέξαντο τὴν δωρεάν. ἧκον δὲ καὶ παρὰ Σελεύκου πρέσβεις τὴν 401 προγεγενημένην εἰς τὸν Ἀντίοχον τὸν βασιλέα συμμαχίαν ἀνανεούμενοι. οἱ δὲ τὴν συμμαχίαν ἀνενεώσαντο καὶ τὴν δωρεὰν προσεδέξαντο.
13.1.8
Ὅτι οἱ Ῥόδιοι φρόνημα πολὺ πρότερον σχόντες ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέους ἀφίκοντο ὥστε καὶ πρεσβευτὴν πρὸς τὸν Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα σταλέντα Ποπίλιον μεταπέμψασθαι, καὶ παρόντος αὐτοῦ καταψηφίσασθαι πάντων τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων, τούς τε συλληφθέντας αὐτῶν ἐπὶ τιμωρίαν πέμψαι.
13.1.9
Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων ἡγούμενος, ἐν ᾧ χρόνῳ τὸ Σίρμιον ἠβούλετο πολιορκήσειν, Βιταλιανόν τε τὸν ἑρμηνέα καὶ Κομιτᾶν εἶχεν ἐν δεσμοῖς. ἄμφω γὰρ τὼ ἄνδρε τούτω Ἰουστῖνος ὁ βασιλεὺς ἤδη στείλας ὑπῆρχεν ὡς αὐτὸν αἰτήσοντας αὐτοῦ, ὡς ἂν ἅττα διαλεχθείη γε αὐτοῖς. ὁ δὲ παρὰ τὸν κοινὸν τῶν πρέσβεων θεσμὸν εἶχεν ἐν δεσμοῖς.
13.1.10
Ὅτι πρὸς τῇ Ἀγχιαλῷ τὸν χάρακα ὁ Μαυρίκιος διαγραψάμενος ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὴ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς Ἰβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίνονται ἄστυ· αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος. τούτους ὁ τοῦ ἔθνους δυνάστης (Φράγγοι δὲ οὗτοι τῇ νεωτέρᾳ γλώσσῃ κατονομάζονται. ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ Ῥωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι τὸν πρὸς Χαγάνον πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευε Φράγγους παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ Ῥωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος. Ὁ δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν βασιλέα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον.
13.1.11
Ὅτι Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ἀλανοὺς καὶ Σαβίνους ἐς ξυμμαχίαν ἐπηγάγετο, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς φυλάξειν τὴν γῆν, ἀλλὰ καὶ τὴν Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον, ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν. αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις ἱκέτευε ταῦτα τὰ χρήματα πέμπειν καὶ Λαζοῖς ἅπαν κεκακωμένοις παρὰ ψυχὴν προέσθαι τινά. ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σελεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἐσῆλθε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα, ἀλλ' οὐ πολλῷ ὕστερον Σαβίνων μὲν τῷ ἔθνει χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται. ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον.
13.1.12
Ὅτι ψηφισαμένων Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν εἰς Ῥώμην περὶ διαλλαγῶν. οἱ δὲ αὐτοὺς ἐκέλευον ἐκδοῦναί τε αὐτοῖς Λασθένη τὸν πολεμήσαντα Ἀντωνίῳ καὶ τὰ σκάφη τὰ λῃστικὰ πάντα παραδοῦναι καὶ ὅσα Ῥωμαίων εἶχον αἰχμάλωτα καὶ ὅμηρα τριακόσια καὶ ἀργυρίου τάλαντα τετρακισχίλια. οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη
13.1.13
Ὅτι ὁ Μαιοριανὸς ὁ τῶν ἑσπερίων Ῥωμαίων βασιλεύς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τὴν αὐτοῦ ἐπικράτειαν ἔθνη τὰ μὲν ὅπλοις, τὰ δὲ λόγοις παρεστήσατο, καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τριακοσίας ἠθροισμένων αὐτῷ, πρέσβεις μὲν πρότερον παρ' αὐτὸν ὁ τῶν Βανδίλων ἡγούμενος ἔπεμπε λύειν τὰ διάφορα λόγοις βουλόμενος· ὡς δὲ οὐκ ἔπειθε, τὴν Μαυρουσίων γῆν, ἐς ἣν τοὺς ἀμφὶ τὸν Μαιοριανὸν ἀπὸ τῆς Ἰβηρίας ἀποβαίνειν ἐχρῆν, πᾶσαν ἐδῄωσε καὶ ἐκάκωσε καὶ τὰ ὕδατα.

Intertext edge

Open linked passage

Note