De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταὶ παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. οἷς ἐπελθόντων ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. 41
14.1.2
Ὅτι ὁ Δομιτιανὸς ἡττηθεὶς ὑπὸ Μαρκομάννων καὶ φυγὼν ἔπεμψε διὰ ταχέων πρὸς τὸν Δεκέβαλον τὸν Δακῶν βασιλέα καὶ ἐς σπονδὰς αὐτὸν ὑπηγάγετο, ἃς πολλάκις αἰτήσαντι αὐτῷ πρότερον οὐκ ἐδεδώκει. καὶ ὃς ἐδέξατο μὲν τὴν σύμβασιν (δεινῶς γὰρ ἐτεταλαιπώρητο), οὐ μέντοι καὶ αὐτὸς ἠθέλησεν ἐς λόγους αὐτῷ ἐλθεῖν, ἀλλ' ἔπεμψε τὸν Διῆγιν μετὰ τῶν ἀνδρῶν τά τε ὅπλα καὶ αἰχμαλώτους τινάς, ὡς καὶ μόνους ἐκείνους ἔχων, δώσοντα. γενομένου δὲ τούτου ὁ Δομιτιανὸς τῷ Διήγιδι διάδημα ἐπέθηκε καθάπερ ὡς ἀληθῶς κεκρατηκὼς καὶ βασιλέα τινὰ τοῖς Δακοῖς δοῦναι δυνάμενος, καὶ τοῖς στρατιώταις καὶ τιμὰς καὶ ἀργύριον ἐχαρίσατο, καὶ ἐς τὴν Ῥώμην ὡς νενικηκὼς ἐπέστειλε τά τε ἄλλα καὶ πρέσβεις παρὰ τοῦ Δεκεβάλου ἐπιστολήν τε, ὥς γε ἔφασκεν, ἣν ἐλέγετο πεπλακέναι καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλεν (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος) ἀλλ' ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος.
14.1.3
Ὅτι ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν, ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς διεγχειρήσας μὴ δυνατὸς εἴη ἐξελεῖν Ἔδεσαν πόλιν καὶ πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται. διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσηνοῖς ἔγνω. τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς. οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν, οἷς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβέργαιος ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν, ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα. τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, οὐκοῦν, ἔφη ὁ Ζαβέργαιος, ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν. οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν, ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ' αὐτοὺς ἦλθεν. καὶ ὁ Ζαβέργαιος αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ' ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ' αὐτοὺς ἔλθωσιν. ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ' αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν, ὅσα 104 τοῦ περιβόλου ἐντὸς ἔχουσιν. οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκεν. ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι. πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μήποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευσεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
14.1.4
Ὅτι περὶ τὸ δεύτερον ἔτος τῆς Τιβερίου Καίσαρος ἡγεμονίας, μικρῷ πρότερον ἢ τάδε ξυνενεχθῆναι τὰ περὶ Χοσρόην, πρεσβεία ἐστάλη αὖθις ἀπὸ Ῥωμαίων ὡς Τούρκους, Οὐαλεντίνου ἐς τοῦτο χειροτονηθέντος· εἷς δὲ οὗτος τῶν βασιλείων ξιφηφόρων. καὶ οὖν ἐπεὶ αὐτῷ ἐπετέθη ἡ πρᾶξις, ἄρας ᾤχετο σὺν τοῖς κατ' αὐτὸν ὀπαδοῖς, ἔτι γε μὴν καὶ Τούρκοις ρʹ πρὸς τοῖς ἕξ. ἐνεδήμουν γὰρ τηνικαῦτα Τοῦρκοι κατὰ τὸ Βυζάντιον ἤδη ἐκ πολλοῦ ὑπὸ τοῦ σφετέρου ἄλλοτε ἄλλοι ἐκπεμφθέντες ἔθνους. ἐνίους μὲν γὰρ αὐτῶν Ἀναγκάστης ἐνταῦθα ἐπεκόμισεν ἐς πρεσβείαν ἐκεῖσε 204 ἀφικόμενος, τινὲς δὲ ἅμα Εὐτυχίῳ τὴν ἄφιξιν ἐποιήσαντο κατὰ τὴν βασιλίδα πόλιν, ἄλλοι δὲ ἐτύγχανον κατὰ τὸ Βυζάντιον διατρίβοντες μετ' αὐτοῦ δῆτα Οὐαλεντίνου πρότερον ἀφιγμένοι (δὶς γὰρ Οὐαλεντῖνος ἐπρεσβεύσατο ὡς Τούρκους), ἄλλοι δὲ σὺν Ἡρωδιανῷ, ὁμοίως δὲ καὶ ἅμα Παύλῳ τῷ Κίλικι, ὡς ἐξ ἁπάντων τούτων ξυναθροισθῆναι Σκύθας ἄνδρας ἐκ τοῦ φύλου τῶν ἐπιλεγομένων Τούρκων ἓξ πρὸς τοῖς ρʹ· οὓς δὴ ἅπαντας ἀναλαβὼν Οὐαλεντῖνος ἀπῆρε τοῦ βασιλείου ἄστεος. χρησάμενος δὲ ταῖς ταχυπλόοις τῶν ὁλκάδων διά τε Σινώπης καὶ Χερσῶνος,† ἥ ἐστιν ἀντικρὺ ἡ ἰόνα τοῦ ἡλίου ἀνατολῶν πέφυκεν ἱδρυμένη, οὐ μὴν ἀλλὰ καὶ Ἀπατούρας, ἔτι τε καὶ διὰ Φούλων. κατὰ δὴ τῆς† ψαμαθῶδες τῆς*** παρέθει τὰ ὄρη τῆς Ταυρικῆς τὰ νεύοντα ἐπὶ μεσημβρίαν. ἐκεῖνα δὴ οὖν τὰ ἐκ τῶν λιμναίων ὑδάτων περιθεόμενα πεδία οἵ γε ἀμφὶ Οὐαλεντῖνον ἱππασάμενοι καὶ ἑτέρους δὲ πλείστους δονακώδεις τε καὶ λοχμώδεις ἔτι τε καὶ ὑδατώδεις διεληλυθότες χώρους, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς λεγομένης Ἀκκάγας (ὄνομα δὲ γυναικὸς ἀρχούσης τῶν ἀνὰ τὰ ἐκείνῃ Σκυθῶν χειροτονηθείσης τηνικαῦτα ἐς τοῦτο ὑπὸ Ἀναγαίου, ὃς ἐκράτει τοῦ φύλου τῶν Οὐτιγούρων) ὡς δὲ ξύμπαν εἰπεῖν, πολλαῖς ἀτραποῖς ὁμιλήσαντες καὶ δυσχωρίαις παρεγένοντο ἔνθα τὰ πολεμικὰ σύμβολα τοῦ Τουρξάνθου ἐτύγχανεν ὄντα· οὗτος δὲ εἷς τῶν παρὰ Τούρκοις ἡγεμόνων. ἐν ὀκτὼ γὰρ μοίραις διεδάσαντο τὰ ἐκείνῃ ἅπαντα, οἷς γε τοῦ φύλου τῶν Τούρκων ἔλαχε προεστάναι· Ἀρσίλας δὲ ὄνομα τῷ παλαιτέρῳ μονάρχῳ Τούρκων. Ὁ γοῦν Οὐαλεντῖνος παρὰ τὸν Τούρξανθον ἀφικόμενος, ὃς πρὸ τῶν ἄλλων ἡγεμόνων ὑπαντιάζων ἐτύγχανε τοῖς ἐκεῖσε παραγενομένοις, εἶτα συνησθῆναι φράσας τῷ Καίσαρι Ῥωμαίων (ἐς τοῦτο γὰρ ἀφῖκτο ἐκεῖσε προσφθεγξόμενος τοὺς προεστῶτας 205 τοῦ φύλου τῶν Τούρκων, Τιβερίου ἤδη ἐς τὸ τῶν Καισάρων ἀναβεβηκότος κράτος), πρὸς τοῖς καὶ ὡς ἂν ἡ φιλοφροσύνη οὐχ ἧττον ἐν βεβαίῳ ἔσοιτο καὶ αἱ μεταξὺ Ῥωμαίων τε καὶ Τούρκων προελθοῦσαι σπονδαί, ἃς ἔθεντο Σιλζίβουλός τε καὶ Ἰουστῖνος ὁ βασιλεύς, Ζημάρχου πρώτου ἐκεῖσε φοιτήσαντος, ἡνίκα ἐσήμανεν ὁ Σιλζίβουλος ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος καὶ ὁ δυσμενὴς ὁμοίως, καὶ ὅπως τὰ τοιάδε ἄτρωτά τε καὶ ἀπαράσπαστα μένοι. τῷ τοι ἄρα ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέμουν, ἐπὶ τῇ προσρήσει ἔφη Οὐαλεντῖνος δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις. ταῦτα πρεσβεύοντος αὐτίκα ὁ Τούρξανθος· ἆρα οὖν οὐχὶ ὑμεῖς, ἔφη, οὗτοι ἐκεῖνοί ἐστε Ῥωμαῖοι, δέκα μὲν γλώτταις, μιᾷ δὲ χρώμενοι ἀπάτῃ; καὶ ἅμα λέγων ἐπέβυσε τοῖς δέκα δακτύλοις τὸ στόμα τὸ ἑαυτοῦ. εἶτα ἔλεξεν αὖθις· ὥσπερ νῦν ἐπὶ τῷ κατ' ἐμὲ στόματι δάκτυλοί εἰσι δέκα, ὡσαύτως δὲ καὶ ὑμεῖς οἱ Ῥωμαῖοι πλείοσι κέχρησθε γλώσσαις· καὶ ταύτῃ μὲν ἐμὲ ἀπατᾶτε, τῇ δὲ ἄλλῃ τὰ κατ' ἐμὲ ἀνδράποδα τοὺς Οὐαρχωνίτας· καὶ ἁπλῶς ἅπαντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ τῆς διανοίας εἰρωνευόμενοί τε καὶ ὑποθωπεύοντες αὐτὰ μὲν ὥσπερ ἐπὶ κεφαλὴν ὠσθέντα τῇ βλάβῃ περιφρονεῖτε, ὑμῖν δὲ αὐτοῖς τὸ λυσιτελὲς ἐκπορίζετε. ἀλλὰ γὰρ καὶ ὑμεῖς οἱ πρέσβεις ἠμφιεσμένοι τὸ ψεῦδος ἥκετε ὡς ἐμέ, καὶ ὁ στείλας ὑμᾶς οὐχ ἥκιστα πέφυκεν ἀπατεών. καὶ ὑμᾶς μὲν διαχειρίσομαι παραχρῆμα καὶ οὐκ ἐς ἀναβολήν· ὀθνεῖον γάρ τι καὶ ἔκφυλον ψεύδεσθαι Τούρκῳ ἀνδρί. ὁ δὲ καθ' ὑμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐν δέοντι, ἐμοὶ μὲν φιλίας ἐχόμενα διαλεγόμενος, τοῖς δὲ δὴ Οὐαρχωνίταις τοῖς ἡμετέροις δούλοις (ἐδήλου δὲ τοὺς Ἀβάρους) ἀποδράσασι τοὺς δεσπότας γενόμενος ἔνσπονδος. οἱ μὲν Οὐαρχωνῖται, ἅτε κατήκοοι Τούρκων, ἡνίκα βούλομαι, ὡς ἐμὲ ἥξουσι καί, εἴ γε τὴν κατ' ἐμὲ ἱππείαν ἐσαθρήσουσι μάστιγα ὡς αὐτοὺς ἐκπεμφθεῖσαν, ἐς τὰ 206 κατώτατα φεύξονται τῆς γῆς· ἀντιβλέποντες δὲ ἡμῖν, ὡς εἰκός, οὐ φονευθήσονται ξίφεσι, μᾶλλον μὲν οὖν ταῖς ὁπλαῖς καταπατηθήσονται τῶν ἡμετέρων ἵππων καὶ δίκην ἀπολοῦνται μυρμήκων. καὶ περὶ μὲν τῶν Οὐαρχωνιτῶν ταῦτα ὑμῖν ἐν βεβαίῳ. ὑμεῖς δέ, ὦ Ῥωμαῖοι, τί δῆτα ἄρα τοὺς κατ' ἐμὲ πρέσβεις διὰ τοῦ Καυκάσου ὁδοιποροῦντας ἐπὶ τὸ Βυζάντιον ἄγετε, ὡς ἐμὲ φάσκοντες μὴ εἶναι ἑτέραν ἀτραπόν, δι' ἧς αὐτοῖς ἔσται ἡ πορεία; ταῦτα δὲ ἐπιτελεῖτε, ὡς ἀπείποιμι διὰ τὰς δυσχωρίας ἐπιθέσθαι τῇ Ῥωμαίων ἐπικρατείᾳ. πλὴν ἔγωγε ἐξεπίσταμαι μάλα ἀκριβῶς ὅποι τε ὁ Δάναπρις ποταμός, οὐ μὴν ἀλλὰ καὶ ὁ Ἴστρος ἔνθα καταρρεῖ καὶ ἵνα ὁ Ἕβρος, ὁπόθεν τε ἐπεραιώθησαν ἐς τὴν Ῥωμαϊκὴν τὸ ἡμέτερον δουλικὸν οἱ Οὐαρχωνῖται. οὐκ ἀγνοῶ τὴν καθ' ὑμᾶς δύναμιν. ἐμοὶ γὰρ ὑποκέκλιται πᾶσα ἡ γῆ, ἀρχομένη μὲν ἐκ τῶν τοῦ ἡλίου πρώτων ἀκτίνων, καταλήγουσα δὲ ἐς τὰ πέρατα τῆς ἑσπέρας. ἐσαθρήσατε, ὦ δείλαιοι, τὰ Ἀλανικὰ ἔθνη, ἔτι γε μὴν καὶ τὰ φῦλα τῶν Οὐνιγούρων, οἵ γε ἐπὶ πολὺ θαρραλέοι τέ τινες ὄντες καὶ τῇ οἰκείᾳ πίσυνοι δυνάμει ἀντετάξαντο μὲν τῷ ἀκαταμαχήτῳ τῶν Τούρκων, οὐκ ἀπώναντο δὲ τῶν ἐλπίδων. ταύτῃ τοι καὶ ὑπακούουσιν ἡμῖν καὶ ἐν μοίρᾳ καθεστήκασι δούλου. Τοσαῦτα μὲν οὖν τῷ Τουρξάνθῳ ἐκεκόμπαστο· ὑψαγόρας γάρ τις ἀνὴρ καὶ ἀλαζονείᾳ χαίρων. ὁ δὲ Οὐαλεντῖνος ἀκηκοὼς ἔλεξεν ὧδε· εἰ μὴ χαλεπώτατόν πως καὶ ἀνιαρὸν ὑπῆρχεν, ὦ Τούρκων ἡγεμών, καὶ παντὸς ὀλεθριώτερον θανάτου τὸ τεθνάναι ἡμᾶς ὑπὸ σοῦ, ζῶσαν δὲ παρὰ πᾶσιν ἀνθρώποις τὴν κακηγορίαν περινοστεῖν, καὶ τοῦτο δὴ μὴ πώποτε πραχθέν, καινοτομούμενον ὑπὸ σοῦ, τῇ πράξει τὴν μαρτυρίαν διασαφηνίζειν ἔμελλεν ὡς ἀπέκτεινας ἄνδρας πρέσβεις, καὶ τὸ τῇ ἀκοῇ καὶ μόνῃ φοβερὸν ἔργῳ δειχθήσεται φοβερώτερον, εὐξαίμην ἂν τῷ κατὰ σὲ ξίφει τήμερον τὴν τελευταίαν ἰδεῖν, τοῦτο μὲν ψευδολογίᾳ χαίρειν ἀκηκοὼς τὸν κατ' ἐμὲ βασιλέα, τοῦτο δὲ ψευδομένους αὐτῷ τοὺς πρέσβεις. διὸ δὴ ἐκλιπαροῦμεν πραότερον ἡμῖν προσβλέψαι καὶ ὑποχαλᾶν τῆς ὀργῆς καὶ τὸ λίαν ὀξύθυμον φιλανθρώπῳ καταμαλάττειν, ἔτι γε μὴν τῷ κοινῷ τῶν πρέσβεων πείθεσθαι νόμῳ. εἰρήνης γάρ ἐσμεν ἐργάται 207 καὶ πραγμάτων ὁσίων ταμίαι καθεστήκαμεν. ἄλλως τε δεῖ σὲ καὶ τῆς πατρῴας κληρονομοῦντα γῆς τε καὶ τύχης καὶ τοὺς πατρῴους διαδέχεσθαι φίλους καὶ ὥσπερ ἡγεῖσθαι καὶ αὐτοὺς κτῆμα πατρῷον εἶναι, ὁπότε καὶ Σιλζίβουλος ὁ πατὴρ ὁ σὸς αὐθαίρετα προσδραμὼν τῇ καθ' ἡμᾶς πολιτείᾳ, τὸ φιλορώμαιος μᾶλλον ἢ φιλοπέρσης εἶναι ἠσπάσατο. μεμένηκε τοιγαροῦν ἡμῖν τὰ τοῦ καθ' ὑμᾶς πατρὸς ἄχρι καὶ νῦν ἄφθαρτά τε καὶ ἀσάλευτα, καὶ δὴ τῆς αὐτῆς ἐχόμενοι φιλοφροσύνης διατελοῦμεν ἡμεῖς. οὐκ ἄλλως δὲ καὶ τὰ καθ' ὑμᾶς, εὖ οἶδα, τῷ βεβαίῳ στήσεται· ὀρθότατα γὰρ διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ τῆς ψυχῆς ἀνταλλάγματι. Οὕτω δὲ Οὐαλεντίνου εἰρηκότος, ὁ Τούρξανθος ἔφη ὡς· δέον ὑμᾶς ἐνταῦθα ἀφιγμένους, ὦ Ῥωμαῖοι, ἐν μεγίστῳ τε πένθει εὑρόντας ἐμέ (ἀρτιθανὴς γάρ μοι Σιλζίβουλος ὁ πατήρ) καταχαράττειν τὰ πρόσωπα ταῖς μαχαίραις ἑπομένους τῷ παρ' ἡμῖν ἐπὶ τοῖς τεθνεῶσιν ἰσχύοντι νόμῳ. καὶ δὴ αὐτίκα Οὐαλεντῖνος καὶ ὅσοι γε αὐτῷ ἐπηκολούθησαν τοῖς αὑτῶν ξιφιδίοις διεχαράξαντο τὰς σφᾶς αὐτῶν παρειάς. τότε δὲ ἐν μιᾷ τῶν πενθίμων ἡμέρᾳ τέτταρας δοριαλώτους Οὔννους δεσμώτας ἀγαγὼν κατοιχομένῳ ἤδη τῷ πατρί, (δόχια δὲ τῇ οἰκείᾳ γλώττῃ προσαγορεύουσι τὰ ἐπὶ τοῖς τεθνεῶσι νόμιμα) τούτους δὴ οὖν τοὺς δειλαίους ἐς μέσον ἀγαγὼν ἅμα τοῖς πατρῴοις ἵπποις τῇ βαρβάρῳ ἐνεκελεύετο φωνῇ ἐκεῖσε ἀπιοῦσιν ἀναγγεῖλαι Σιλζιβούλῳ τῷ πατρί, ὁπόσην αὐτῷ*** ἐπειδὴ δὲ τὰ τῆς πατρῴας ταφῆς ἐπετέλεσεν ὁ Τούρξανθος, ἕτερα πλεῖστα ὅσα διαλεχθεὶς Οὐαλεντίνῳ εἶτα ἀφῆκεν ἐς τοὺς ἐνδοτέρω ἡγεμόνας τῶν Τούρκων, ἔτι τε καὶ ὡς τὸν αὑτοῦ ὅμαιμον τὸν λεγόμενον Τάρδου ποιούμενον τὰς διαίτας κατὰ δὴ τὸ Ἐκτὲλ ὄρος· δύναται δὲ τὸ Ἐκτὲλ χρυσοῦν. ἐκεῖσε τοίνυν κατὰ τὸ Ἐκτὲλ ὄρος ἀπιόντος Οὐαλεντίνου, ἠπείλησεν ὁ Τούρξανθος ἦ μὴν αὐτίκα ἐκπολιορκήσειν τὴν Βόσπορον.† ἀρξαμένων τοιγαροῦν παραχρῆμα 208 ὅγε σὺν πλείστῃ δυνάμει Τούρκων ἐξέπεμψε τὸν Βώχανον καθαιρήσοντα Βόσπορον, Ἀναγαίου ἤδη περὶ τὰ ἐκεῖσε στρατοπεδευομένου σὺν ἑτέρᾳ δυνάμει Τούρκων. Ἐν ᾧ ἡ πόλις [καὶ] ὁ Βόσπορος ἥλω, οἱ πρέσβεις ἔτυχον παρὰ Τούρκοις οἱ τῶν Ῥωμαίων, κἀκ τούτου γέγονε δῆλον ὡς Τοῦρκοι ἐξεπολεμώθησαν Ῥωμαίοις. τῷ τοι ἄρα καὶ τοὺς σταλέντας, ἐν οἷς Οὐαλεντῖνος ὑπῆρχε, κατέσχεν ὁ Τούρξανθος ἐφυβρίζων τε ἐς αὐτοὺς καὶ ἀποφενακίζων καὶ τὰ ἄλλα κακῶς χρώμενος, εἶτα οὕτως ἀφῆκεν. Λόγος**.
14.1.5
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσέπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη παρά τε Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος καὶ παρὰ Ποπλίου Σκιπίωνος, δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν στρατοπέδων. ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν.
14.1.6
Ὅτι Μαγνέντιος καὶ Βρεττανίων πέμπουσι πρέσβεις πρὸς Κωνστάντιον. πέμπονται δὲ Ῥουφῖνος καὶ Μαρκελλῖνος, ὁ μὲν ὕπαρχος ὢν τῶν πραιτωρίων, ὁ δὲ ἕτερος στρατηλάτης, καὶ Νουνέχιος συγκλητικὸς ὕπαρχος, καὶ Μάξιμος πρὸς τούτοις, ὑπομνήσοντες τὸν Κωνστάντιον ὅπλων ἀποσχέσθαι καὶ πρώτην ἔχειν ἐν τῇ βασιλείᾳ τιμήν. ὁ δὲ Μαγνέντιος δι' αὐτῶν τὴν ἰδίαν θυγατέρα τῷ Κωνσταντίῳ ὑπισχνεῖτο διδόναι γαμετὴν ἐπὶ τῷ καὶ αὐτὸς τὴν Κωνσταντίαν λαβεῖν τὴν ἀδελφὴν τοῦ Κωνσταντίου. ἐδέξατο οὖν ὁ βασιλεὺς τοὺς Βρεττανίωνος καὶ Μαγνεντίου πρέσβεις, ἐν οἷς ὁ Ῥουφῖνος τῷ οἰκείῳ χρώμενος ἀξιώματι πολλάκις τῆς περὶ τῶν παρόντων πραγμάτων καταστάσεως τὸν Κωνστάντιον ὑπεμίμνησκε φάσκων μὴ χρῆναι αὐτὸν ἀπροόπτως κεκμηκότα ἤδη τοῖς πολέμοις δύο κατ' αὐτοῦ βασιλεῖς στρατιωτικῆς τε ἐπιστήμης ἐμπείρους καὶ ὁμονοοῦντας ἀλλήλοις καὶ ἔτι ἀκεραίους ὄντας εἰς πόλεμον προκαλεῖσθαι· οἵτινες, εἰ μὴ περὶ εἰρήνης συνδόξαιεν, ὁποῖοι καὶ πηλίκοι κατὰ τὸν ἐμφύλιον πόλεμον ἔσονται παραταττόμενοι, εἴτε εἷς μόνος εἴτε ὁμοῦ ἄμφω παραγένοιντο, μὴ θέλειν αὐτὸν ἑτέρωθεν μαθεῖν ἢ ἐκ τῶν ἤδη πεπραγμένων αὐτοῖς, ὅτε ταῖς ἐκείνων παρατάξεσιν αὐτῷ τε καὶ τῷ γένει αὐτοῦ θρίαμβοι κατωρθοῦντο. καὶ ὁ Νουνέχιος εὐθὺς ἔφη τῷ προοιμίῳ εἰρήνην αἰτεῖν τὸν Μαγνέντιον. ταύτης τῆς πρεσβείας ἀκούσας ὁ βασιλεὺς ἐν φροντίσι πολλαῖς ἦν, καὶ εἰς ὕπνον τραπεὶς εἶδεν ὄψιν, ὅτι ὁ πατὴρ αὐτοῦ ὥσπερ ἐξ ὕψους κατιὼν καὶ τῇ χειρὶ κατέχων τὸν Κώνσταντα, ὃν ἀνεῖλε Μαγνέντιος, τοῦτον αὐτῷ προσφέρων ταῦτα πρὸς αὐτὸν ἐδόκει τὰ ῥήματα φθέγγεσθαι· Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ πολλῶν βασιλέων ἀπόγονος, ὁ ἐμὸς υἱὸς καὶ σὸς ἀδελφός, τυραννικῶς ἀπολλύμενος. μήτε οὖν τὴν βασιλείαν διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην περιίδῃς μήτε εὐλαβηθῇς ἀπειλάς, ἀλλὰ τὴν ἐντεῦθεν ἐσομένην σοι δόξαν πάσης ἐκβάσεως προτίμησον, καὶ μὴ ἴδῃς ἀνεκδίκητον ἀδελφόν. μετὰ ταύτην τὴν ὄψιν ἀφυπνισθεὶς ὁ Κωνστάντιος, τῶν πρέσβεων πλὴν Ῥουφίνου φυλακῇ παραδοθέντων.
14.1.7
Ὅτι καταντησάντων εἰς Ῥώμην τῶν ἀπὸ τῆς Ἀσίας βασιλέων πρεσβευτῶν ἀποσταλέντων οἱ περὶ τὸν Ἄτταλον βασιλεῖς μεγάλης ἀποδοχῆς ἔτυχον. ἀπάντησις γὰρ αὐτοῖς ἐγένετο μεγαλοπρεπὴς καὶ ξένια καὶ τἄλλα φιλάνθρωπα διαφέροντα. σφόδρα γὰρ οἱ βασιλεῖς οὗτοι φιλορώμαιοι καθεστῶτες καὶ πάντα τῇ συγκλήτῳ πειθαρχοῦντες, ἔτι δὲ τοὺς παραβάλλοντας Ῥωμαίων εἰς τὴν βασιλίδα ὑποδεχόμενοι φιλανθρωπότατα, μεγίστης ἀποδοχῆς μεγάλως ἠξιοῦντο. δι' ὧν καὶ τῶν πρέσβεων ἁπάντων ἡ σύγκλητος ἀκούσασα καὶ μάλιστα σπεύδουσα τοῖς περὶ τὸν Εὐμένη βασιλεῦσι χαρίζεσθαι προσηνῆ τούτοις τὴν ἀπόκρισιν ἐποιήσατο. ἀπεφήνατο γὰρ ἀποστελεῖν ἐκ τοῦ συνεδρίου πρέσβεις τοὺς ἐκ παντὸς τρόπου συλλύοντας τὸν πρὸς Φαρνάκην πόλεμον.
14.1.8
Ὅτι οἱ αὐτοὶ πρεσβευσάμενοι πρὸς αὐτοὺς πολλάκις, ὥς 414 που καὶ ἐδέοντό τινος, οὐδὲν ἔτ' αὐτοῖς προσέφερον ὥσπερ καὶ πρότερον, ἀλλ' ὅσα ἐς τὸ παραιτήσασθαι μὴ μνησικακεῖν σφίσιν αὐτοὺς χρήσιμα ἐξ ὧν ὑπούργησάν ποτε αὐτοῖς λαβεῖν ἐδύναντο, μόνα ἔλεγον, καὶ τήν γε πρόσρησιν τῆς συμμαχίας τῆς πρὸς αὐτοὺς μὴ προσδεχόμενοι πρόσθεν, ἵνα ὡς καὶ μετατάξασθαί ποτε ἀπ' αὐτῶν ἐκ τοῦ μηδεμίαν ἔνορκον ἀνάγκην φιλίας ἔχειν δυνάμενοι φοβεροί τε αὐτοῖς ὦσι καὶ πρὸς τῶν ἀεὶ πολεμούντων σφίσιν ἐπιθεραπεύωνται, τότε καὶ πάνυ προσθέσθαι ἐσπούδαζον, τήν τε παρὰ τῶν Ῥωμαίων εὔνοιαν ἅμα βεβαιούμενοι, καὶ τιμὴν ἐκ τούτου καὶ παρὰ τῶν ἄλλων θηρώμενοι.
14.1.9
Ὅτι ὁ Βαιανὸς μετὰ τὴν τειχομαχίαν στέλλει τινὰς ἀμφὶ τῆς εἰρήνης διαλεχθησομένους. ἔνιοι δὲ τῶν ἐν Σιρμίῳ ἀνὰ τὸ ἠλίβατον τοῦ βαλανείου, ὃ δῆτα τῷ δήμῳ ἐτύγχανεν ἀνειμένον, ἐπὶ κατασκοπῇ τῶν πολεμίων κατὰ τὸ σύνηθες ἐνιζάνοντες καὶ ἐν ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται βαρβαρική, ὡς κατενόησαν τοὺς τῶν Ἀβάρων ἀγγελιαφόρους ἤδη προσιόντας, τῷ μήκει τῆς ἀτραποῦ ἀποπλανηθέντες καὶ οὔπω κατεγνωκότες τὸ ἀκριβὲς ὑπετόπησαν εἶναι πληθὺν Ἀβαρικήν, ἐδήλωσάν τε αὐτίκα καὶ τὸ σημεῖον καθεῖλον. ὁ δὲ Βῶνος πρὸς τοῦτο δυσχεράνας σαφέστερον ἔσπευσε καταμαθεῖν τἀληθές. γνοὺς δὲ ὀλίγους εἶναι τοὺς Ἀβάρους καὶ βούλεσθαί οἱ ἐπικηρυκεύσασθαι, ἐξέπεμψε καὶ αὐτὸς τοὺς ποιησομένους τὰς καταλλαγὰς ἐς τὰ ἔξω τοῦ τείχους. ἔτι γὰρ ἐκ τοῦ ἕλκους περιώδυνος ἦν, καὶ ὁ Θεόδωρος ὁ ἰατρὸς οὐκ εἴα τὸν στρατίαρχον ἐν φανερῷ γίνεσθαι τοῖς ἐναντίοις. εἰκὸς γὰρ μηδὲ εἰδέναι ἔφασκε τοὺς πολεμίους ὡς ἐβλήθη. εἰ δὲ τοῦτο κατάδηλον ἔσται αὐτοῖς, τότε ἀνάγκη μὴ ὑποκρύπτειν, ὡς ἂν μὴ ὑπόνοια γένηται σφίσι τοῦ ἀποβεβιωκέναι αὐτόν. οἱ δέ, ἐπεὶ ἕτεροι περὶ τῆς εἰρήνης ἦλθον διαλεχθησόμενοι καὶ οὐχὶ αὐτός, ὑπενόησαν ὡς διώλετο ὁ στρατηγός, καὶ αὐτῷ ἐθέλειν ἔφασκον ἐν συνουσίᾳ γενέσθαι. τότε ὁ Θεόδωρος τοῦ συνοίσοντος εὖ μάλα στοχασάμενος ἔλεξεν ὡς τὸ λοιπὸν οὐ χρεὼν ἀποκρύπτεσθαι τὸν στρατηγόν, μᾶλλον μὲν οὖν ἐς τὰ ἔξω ἰέναι τῆς πόλεως καὶ ἐς ὄψιν γίνεσθαι τῶν βαρβάρων· καὶ φαρ 457 μάκῳ τινὶ τὸ ἕλκος περιστείλας ἀφίησιν αὐτόν. καὶ δὴ προελθὼν 457 ὁ Βῶνος ἀγχοῦ τε τῶν βαρβάρων γενόμενος ἐφάνη σφίσι. τότε οἱ πρέσβεις τοιάδε ἀμοιβαίῳ τῷ λόγῳ ἔφασαν· ταῦτα ἡμῖν, ὦ Ῥωμαῖοι, διαλεχθῆναι πρὸς ὑμᾶς ὁ τῶν Ἀβάρων ἐκέλευσε δεσπότης· μή μοι μέμψιν τινὰ ποιήσασθε πόλεμον ἀραμένῳ· ὑμεῖς γὰρ πρῶτοι τὴν αἰτίαν τοῦ πολέμου δεδώκατε. πολλοῖς γὰρ πόνοις ὁμιλήσας καὶ ἀποδημίας οὐχ ἥκιστα ποιησάμενος μόλις ἐχειρωσάμην ταυτηνὶ τὴν χώραν, καὶ ὑμεῖς ἀφείλεσθέ με βιαίως αὐτήν. πρὸς τοῖς καὶ τὸν Οὐσδίβαδον τῷ τῶν δοριαλώτων ἀνήκοντά μοι νόμῳ ἔχετε λαβόντες. ἀλλὰ γὰρ καὶ ὕβρεις ἐς τὰ μάλιστα πικρὰς ὁ καθ' ὑμᾶς κατέχεέ μοι βασιλεύς, οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ καὶ πολλάκις, τῶν δεόντων τε οὐδὲν ἠβουλήθη διαπράξασθαι. εἰ τοίνυν τοιαῦτα πρὸς ὑμῶν ἠδικημένος τοῖς ὅπλοις ἐχρησάμην, οὐδαμῶς ὑπάρχω μεμπτέος. καὶ νῦν οὖν, εἴ γε βούλεσθε περὶ σπονδῶν τε καὶ εἰρήνης ἡμῖν θέσθαι λόγους, ἑτοιμότατα ἔχομεν, ἐν ὑμῖν τε κείσθω προτιμῆσαι τὸ συνοῖσον καὶ τὰ εἰρηναῖα πρὸ τοῦ πολέμου ἑλέσθαι. πρὸς ταῦτα ἀπεκρίνατο ὁ Βῶνος· πρότεροι μὲν ἡμεῖς οὐκ ἠρξάμεθα πολέμου· οὐδὲ γὰρ καθ' ὑμῶν ἠλάσαμεν, ἐς τοὐναντίον μὲν οὖν σὺ κατὰ τῆς Ῥωμαίων ἤλασας, λοιπὸν δέ, ὅτι καὶ ὁ βασιλεὺς ἐν βουλῇ ἐποιήσατο χρήματά σοι ἐπιδοῦναι· τοιγαροῦν καὶ παρέσχε τοῖς κατὰ σὲ πρέσβεσιν. ἐπεὶ δὲ κατενόησεν αὐθαδιζόμενον καὶ ὑπὲρ αὐτὴν δήπου τὴν βαρβαρικὴν ἀλαζονείαν ἐξωγκωμένον ῥήματά τε ὑπερήφανα σημάναντα καὶ τῆς σῆς δυνάμεως καθυπέρτερα, τηνικαῦτα καὶ αὐτὸς ἅτε ἀγχίνους ἐπετέλεσε τὰ οἰκεῖα. καὶ τὸ νῦν δὲ ἔχον ἡμέτερόν ἐστιν ὡς βασιλέα στεῖλαι οὓς ἂν σὺ βουληθείης πρέσβεις τοὺς βεβαιώσοντας τὰ περὶ τῆς εἰρήνης. μηδὲ γὰρ ἐν ἡμῖν εἶναι νόμιζε κἂν γοῦν φθέγξασθαί τι, μήτι γε καὶ ἑτέρως ἢ καθὰ βασιλεῖ τῷ ἡμετέρῳ δοκεῖ διαπράξασθαι. ταῦτα Βώνου εἰρηκότος, εὖ ἔχειν ἔδοξε τῷ Βαιανῷ τὰ ῥήματα. ἐσήμανε δὲ αὖθις· ἐπειδὴ τὰ ἐς ὁμαιχμίαν ἑπόμενά μοι ἔθνη αἰσχύνομαι, αἰδώς τέ με ἔχει, εἴ γε πάντη ἄπρακτος ἐνθένδε ἀναχωρήσω μηδέν τι ὀνήσας ἐμαυτόν, ὡς ἂν μὴ οὖν δόξω μάτην πεποιηκέναι καὶ ἀκερδῆ τὴν ἐπιχείρησιν, βραχέα μοί τινα πέμψατε δῶρα. καὶ γὰρ ἐν τῇ Σκυθίᾳ περαιωθεὶς οὐδὲν ὁτιοῦν ἐκομισάμην, καὶ τῶν ἀδυνάτων ἐστὶ κἀντεῦθεν ἥκιστα ὠφελη
14.1.10
Ὅτι ὁ Πρίσκος δέκα καὶ πέντε ποιησάμενος χάρακας τόν τε Ἴστρον διαπεραιωθεὶς ποταμὸν τετάρτῃ ἡμέρᾳ εἰς Νόβας τὰς ἄνω παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν Ῥωμαίων ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν ἐνύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ' ἀλλοτρίας γῆς ἐπιβαίνειν Ῥωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ' αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος Ῥωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων Ῥωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ 488 διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. θέρους γὰρ ἐνεστῶτος ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ βασιλεῖ ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐχάραττεν ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ εἶχεν ἐπὶ λέξεως οὕτως· τῷ βασιλεῖ τῶν Ῥωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης.
14.1.11
Ὅτι Γιζέριχος Ἄσπαρα καὶ Βονιφάτιον μάχῃ νικήσας 498 πρόνοιάν τε ἐπιδειξάμενος ἀφηγήσεως ἀξίαν τὴν εὐτυχίαν ὡς μάλιστα ἐκρατύνατο. δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ' αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βάνδηλοι τῇ τε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ' οἷς ἔδεισε μέτριος γεγονὼς σπονδὰς πρὸς βασιλέα Βαλεντινιανὸν ποιεῖται, ἐφ' ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνα τε παίδων Ὀνόριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκεν. Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξεν καὶ Ὀνόριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν.
14.1.12
Ὅτι Ἀσδρούβα τοῦ στρατηγοῦ Καρχηδονίων σὺν Ἀννίβᾳτῷ ὕστερον ἀοιδίμῳ ἐπὶ στρατηγίαις, γυναικός οἱ γιγνομένῳ ἀδελφῷ, προελθόντος ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγαιον ἐπὶ Ἴβηρα ποταμόν, ὃς μάλιστα τέμνων τὴν Ἰβηρίαν καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε ἐξίησιν εἰς τὸν ἑσπέριον ὠκεανόν, Ζακανθαῖοι, ἄποικοι Ζακυνθίων ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ Ἴβηρος ποταμοῦ ὄντες, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐκεῖσε ᾤκουν, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίους τοῖς πέραντοῦ ποταμοῦ τοῦδε πόλεμον ἐκφέρειν Καρχηδονίων ὑπηκόοις οὖσιν, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, καὶ Ζακυνθαίους δὲ καὶ τοὺς ἐν Ἰβηρίᾳ Ἕλληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη.
14.1.13
Ὅτι οἱ ἑσπέριοι Ῥωμαῖοι ἐς δέος ἐλθόντες περὶ Μαρκελλίνου, μήποτε αὐξανομένης αὐτῷ τῆς δυνάμεως καὶ ἐπ' αὐτοὺς ἀγάγοι τὸν πόλεμον, διαφόρως ταραττομένων αὐτοῖς τῶν πραγμάτων, τοῦτο μὲν ἐκ Βανδίλων, τοῦτο δὲ καὶ Αἰγιδίου, ἀνδρὸς ἐκ Γαλατῶν μὲν τῶν πρὸς τῇ ἑσπέρᾳ ὁρμωμένου, τῷ δὲ Μαιοριανῷ συστρατευσαμένου καὶ πλείστην ἀμφ' αὑτὸν ἔχοντος δύναμιν καὶ χαλεπαίνοντος διὰ τὴν τοῦ βασιλέως ἀναίρεσιν· ὃν τοῦ πρὸς Ἰταλιώτας τέως ἀπήγαγε πολέμου ἡ πρὸς Γότθους τοὺς ἐν Γαλατίᾳ διαφορά. περὶ γὰρ τῆς ὁμόρου πρὸς ἐκείνους διαφιλονεικῶν γῆς καρτερῶς ἐμάχετο καὶ ἀνδρὸς ἔργα μέγιστα ἐν ἐκείνῳ ἐπεδείξατο τῷ πολέμῳ. τούτων δὴ ἕνεκα οἱ ἑσπέριοι Ῥωμαῖοι παρὰ τοὺς ἑῴους πρέσβεις ἔστειλαν, ὥστε αὐτοῖς καὶ τὸν Μαρκελλῖνον καὶ τοὺς Βανδίλους διαλλάξαι. καὶ πρὸς μὲν τὸν Μαρκελλῖνον Φύλαρχος σταλεὶς ἔπεισεν αὐτὸν κατὰ Ῥωμαίων ὅπλα μὴ κινεῖν, ὁ δὲ παρὰ τοὺς Βανδίλους διαβὰς ἄπρακτος ἀνεχώρει, τοῦ Γεζερίχου μὴ ἄλλως τὸν πόλεμον καταθήσειν ἀπειλοῦντος, εἰ μή γε αὐτῷ ἡ τοῦ Βαλεντινιανοῦ καὶ Ἀετίου περιουσία δοθῇ. καὶ γὰρ καὶ παρὰ τῶν ἑῴων Ῥωμαίων ἐκεκόμιστο μοῖραν τῆς Βαλεντινιανοῦ περιουσίας ὀνόματι Εὐδοκίας τῆς τῷ Ὀνορίχῳ γεγαμημένης. διὸ δὴ ἔτους ἑκάστου ταύτην τοῦ πολέμου πρόφασιν ποιούμενος εὐθὺς ἦρος ἀρχομένου σὺν στόλῳ τὴν ἐκστρατείαν ἐποιεῖτο ἐπί τε Σικελίαν καὶ τὰς Ἰταλίας· καὶ ταῖς μὲν πόλεσιν, ἐν αἷς μάχιμον δύναμιν τῶν Ἰταλιωτῶν εἶναι συνέβαινεν, οὐ ῥᾳδίως προσεφέρετο, καταλαμβάνων δὲ χωρία, ἐν οἷς μὴ ἔτυχεν οὖσα ἀντίπαλος δύναμις, 586 ἐδῄου τε καὶ ἠνδραποδίζετο. οὐ γὰρ πρὸς πάντα τἀποβάσιμα τοῖς Βανδίλοις μέρη οἱ Ἰταλιῶται ἀρκεῖν ἐδύναντο, πλήθει τῶν πολεμίων βιαζόμενοι καὶ τῷ μὴ παρεῖναι σφίσι ναυτικὴν δύναμιν, ἣν παρὰ τῶν ἑῴων αἰτοῦντες οὐκ ἐτύγχανον διὰ τὰς πρὸς Γεζέριχον ἐκείνοις τεθείσας σπονδάς· ὅπερ ἔτι μάλιστα ἐκάκωσε τὰ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων πράγματα διὰ τὸ διῃρῆσθαι τὴν βασιλείαν. Ἐπρεσβεύσαντο δὲ κατ' ἐκεῖνον τὸν χρόνον κατὰ τοὺς ἑῴους Ῥωμαίους Σαράγουροι καὶ Οὔρωγοι καὶ Ὀνόγουροι, ἔθνη ἐξαναστάντα τῶν οἰκείων ἠθῶν, Σαβίρων ἐς μάχην σφίσιν ἐληλυθότων, οὓς ἐξήλασαν Ἄβαροι μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες κατὰ ζήτησιν γῆς πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο, καὶ μάχας πρὸς ἐκείνους πολλὰς συστησάμενοι τό τε φῦλον κατηγωνίσαντο καὶ πρὸς Ῥωμαίους ἀφίκοντο, τυχεῖν τῆς αὐτῶν βουλόμενοι ἐπιτηδειότητος. βασιλεὺς οὖν καὶ οἱ ἀμφ' αὐτὸν φιλοφρονησάμενοι καὶ δῶρα δόντες αὐτοὺς ἀπέπεμψαν.