Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς, παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευσαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον [καὶ] Κορνήλιον. οὗτοι δ' ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ Πτολεμαίου. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Ὁίλιος ἐκ Θάσου. ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἠθροίσθησαν εἰς τὴν Λυσιμαχίαν. συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ' ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρίας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν· παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δ' ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν· παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων. καθόλου δ' ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδ' ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτ' εἰπόντες ἀπεσιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις. δεύτερον δ' ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεται τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν. εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμενος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα πάντων αὑτῷ καθήκειν. εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον 42 γενέσθαι Σελεύκου. κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασ42 μοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον. αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλ' ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος. Λυσιμαχεῖς δὲ παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων· ποιεῖν γὰρ τοῦτ' ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δ' οἰκητήριον ἑτοιμάζειν. τὰς δ' αὐτονόμους τῶν κατὰ Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος. τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ φιλίας ἀναγκαιότατα συντίθεσθαι πρὸς αὐτόν. Τῶν δὲ περὶ Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακινοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ τὸν Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον, ὧν μετὰ παρρησίας διαλεγομένων, δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι μεσολαβήσας τὸν Παρμενίωνα· παῦσαι, φησίν, τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων ἀλλ' ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων. καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις. Λόγος καʹ.
15.1.2
Ὅτι Ἀδήνυστραι τεῖχος ἰσχυρόν, πρὸς ὃ Σέντιός τις ἑκατόνταρχος πεμφθεὶς πρὸς τὸν Μηβαρσάπην πρεσβευτὴς καὶ δεθεὶς ὑπ' αὐτοῦ ἔν τε τῷ χωρίῳ ἐκείνῳ ὤν, ἔπειτ', ἐπειδὴ οἱ Ῥωμαῖοι 88 ἐπλησίασαν αὐτῷ, τῶν τε συνδεσμωτῶν τινας παρεσκεύασε καὶ μετ' αὐτῶν ἔκ τε τῶν δεσμῶν διαδρὰς καὶ τὸν φρούραρχον ἀποκτείνας ἀνέῳξε τὰς πύλας τοῖς ὁμοφύλοις.
15.1.3
Ὅτι πρέσβεων ἀποσταλέντων παρὰ Χοσρόην καὶ ξὺν αὐτοῖς καὶ Στεφάνου τοῦ ἰατροῦ, ὁ Χοσρόης οὐ πρότερον ἀπαλλαγήσεσθαι Ἐδέσης ἔφη, εἰ μὴ Πέτρον καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ δοῦλοι γεγονότες πατρῷοι τετολμήκασιν ἀντιτάξασθαι. τοῦτο δὲ εἰ μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσιν, τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα ὁ Χοσρόης ἀπέρριψεν Ἔδεσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδας ἔχων· οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι, ὅσα ἐκεῖνος ἐπήγγελλεν) διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο. ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ἤρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει, Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσωσι πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον, οἵπερ, ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενοι περὶ τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ' ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι πρὸς τὴν πόλιν ἐχώρουν.
15.1.4
Ὅτι κεραϊζομένης τῆς Ἑλλάδος ὑπὸ Σκλαβηνῶν, καὶ ἁπανταχόσε ἀλλεπαλλήλων αὐτῇ ἐπηρτημένων τῶν κινδύνων, ὁ Τιβέριος οὐδαμῶς δύναμιν ἀξιόμαχον ἔχων οὐδὲ πρὸς μίαν μοῖραν τῶν ἀντιπάλων, μήτι γε καὶ πρὸς πᾶσαν, οὔτε μὴν οἷός τε ὢν πολέμοις σφίσιν ὑπαντιάζειν τῷ ἀνὰ τοὺς ἑῴους πολέμους τὰς Ῥωμαίων τετράφθαι δυνάμεις, πρεσβεύεται ὡς Βαϊανὸν τὸν ἡγεμόνα τῶν Ἀβάρων τηνικαῦτα οὐ δυσμενῶς ἔχοντα πρὸς Ῥωμαίους, ἄλλως δὲ τῇ καθ' ἡμᾶς πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν εὐθὺς ἐκ προοιμίων τῆς αὐτοῦ Τιβερίου βασιλείας. ταύτῃ τοι καὶ πείθει γε αὐτὸν κατὰ Σκλαβηνῶν ἄρασθαι πόλεμον, ὡς ἂν ὁπόσοι τὴν Ῥωμαίων δῃοῦσι τοῖς οἰκείοις ἀνθελκόμενοι κακοῖς ἐπαρκέσαι τε βουλόμενοι τῇ πατρῴᾳ κατὰ τὸ μᾶλλον παύσαιντο μὲν τοῦ τὴν Ῥωμαϊκὴν λεηλατεῖν, οἱ δὲ περὶ τῆς οἰκείας τὸν κίνδυνον ἀναδέξονται. τοῦ Καίσαρος τοίνυν τὴν τοιάνδε ὡς αὐτὸν στείλαντος πρεσβείαν, οὔτι ἠπείθησεν ὁ Βαϊανός. ἐκπέμπεται δ' οὖν ἐπὶ τούτῳ Ἰωάννης, ὃς δὴ τῶν νήσων διήνυε τὴν ἀρχὴν τηνικαῦτα καὶ τὰς Ἰλλυρίδας ἰθύνειν ἔλαχε πόλεις. οὗτος παραγενόμενος ἐν Παιονίᾳ τῇ χώρᾳ μετήγαγεν εἰς τὴν Ῥωμαίων αὐτόν τε τὸν Βαϊανὸν καὶ τὰς τῶν Ἀβάρων δυνάμεις, ἐν ταῖς δὴ λεγομέναις ὁλκάσι μακραῖς τὰ βαρβαρικὰ διαβιβάσας πλήθη· καὶ λέγεται ἀμφὶ τὰς ξʹ χιλιάδας ἱππέων θωρακοφόρων ἐς τὴν Ῥωμαίων διαπορθμευθῆναι. ἐνθένδε αὖθις διὰ 209 τῆς Ἰλλυριῶν διαγαγών, εἶτα ἐς τὴν Σκυθῶν ἀφικόμενος, ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον ἐν ταῖς καλουμέναις ἀμφιπρύμναις τῶν νεῶν. ἐπειδὴ δὲ ἐπεραιώθη ἐς τὸ καταντικρὺ τοῦ ῥείθρου, παραχρῆμα τάς τε κώμας ἐνεπίμπρα τῶν Σκλαβηνῶν καὶ ἐσίνετο τοὺς ἀγρούς, ἦγέ τε καὶ ἔφερεν ἅπαντα, οὐδενός πω τῶν ἐκεῖσε βαρβάρων θαρρήσαντός οἱ ἐς χεῖρας ἐλθεῖν, ἐς τὰ λάσια δὲ καὶ κατηρεφῆ τῆς ὕλης καταπεφευγότων. ἡ δὲ τῶν Ἀβάρων κίνησις κατὰ Σκλαβηνῶν ἐγίνετο οὔτι γε μόνον τῆς τοῦ Καίσαρος ἕνεκα πρεσβείας καὶ τῷ βούλεσθαι τὸν Βαϊανὸν Ῥωμαίοις ἐκτῖσαι χάριν, ἀνθ' ὧν ἐς τὰ μάλιστα ἐφιλοφρονεῖτό γε αὐτὸν ὁ Καῖσαρ, ἀλλ' ὅτι γε αὐτῷ καὶ ἔχθιστοι ὑπῆρχον ἰδίας ἕκατι δυσμενείας. ἔστειλε γὰρ ὡς αὐτὸν Δαυρέντιον καὶ τοὺς ὅσοι ἐν τέλει τοῦ ἔθνους ὁ τῶν Ἀβάρων ἡγούμενος σφᾶς τε ὑπακούειν κελεύων Ἀβάροις καὶ ἐς φόρου ἀπαγωγὴν ἔσεσθαι ἀναγράπτους. Δαυρίτας δὲ καὶ οἵ γε ξὺν αὐτῷ ἡγεμόνες· καὶ τίς ἄρα, ἔφασαν, οὗτος πέφυκεν ἀνθρώπων καὶ ταῖς τοῦ ἡλίου θέρεται ἀκτῖσιν, ὃς τὴν καθ' ἡμᾶς ὑπήκοον ποιήσηται δύναμιν; κρατεῖν γὰρ ἡμεῖς τῆς ἀλλοτρίας εἰώθαμεν, καὶ οὐχ ἕτεροι τῆς ἡμεδαπῆς. καὶ ταῦτα ἡμῖν ἐν βεβαίῳ, μέχρι πόλεμοί τε ὦσι καὶ ξίφη. οὕτως ἀπαυθαδισαμένων τῶν Σκλαβηνῶν, οὐκ ἄλλως καὶ οἱ Ἄβαροι διετέλουν χρώμενοι μεγαληγορίαις. εἶτα ἐκ τούτου προπηλακισμοὶ καὶ ὕβρεις, καὶ ἅτε βάρβαροι τῷ σκληρά τε καὶ ὀγκώδη φρονήματα ἔχειν τὴν ὡς ἀλλήλους ἀνεσόβησαν ἔριν. καὶ οἱ Σκλαβηνοὶ τὸ σφῶν αὐτῶν ὀργίλον οὐχ οἷοί τε ὄντες ἐγχαλινῶσαι τοὺς ἐκεῖσε ἀφιγμένους πρέσβεις ἀναιροῦσιν, ὡς ἑτέρωθεν ἀμέλει ἔκπυστα γενέσθαι ταῦτα Βαϊανῷ. τοῦτο τοιγαροῦν κατὰ Σκλαβηνῶν ἐπίκλημα ποιούμενος ἐκ πολλοῦ ὁ Βαϊανὸς καὶ ὑποκρύφιον ἔχων ὡς αὐτοὺς τὸ ἔχθος καὶ ἄλλως ἀσχάλλων, ὅτι αὐτῷ ὑπήκοοι οὐκ ἐγένοντο, μήτι γε πρὸς αὐτῶν καὶ τὰ ἀνήκεστα πεπονθέναι, καὶ ἅμα μὲν χάριν εἰδέναι βουλόμενος τῷ Καίσαρι, ἅμα καὶ πολυχρήματον τὴν χώραν εὑρήσειν οἰόμενος, ἅτε ἐκ πολλοῦ τῆς Ῥωμαίων ὑπὸ Σκλαβηνῶν**, τῆς 210 δὲ κατ' αὐτοὺς γῆς πρὸς ἑτέρου τινὸς τῶν πάντων ἐθνῶν οὐδαμῶς. Λόγος** 16. Ὅτι ἡνίκα Τραιανὸς καὶ Ζαχαρίας ὁ βασίλειος ἰατρὸς τὰς σπονδὰς ἐτίθεντο, παρ' ἕκαστον τηνικαῦτα τῶν ὁπωσοῦν προϊόντων λόγων ἢ καὶ γραφομένων ἐν ταῖς ξυνθήκαις, εἴ γε Τραιανὸς ἢ Ζαχαρίας ἐφ' οἷς οἱ Πέρσαι ἔπρασσον οἵγε οὐκ ἠβούλοντο ξυνομολογεῖν, Μεβώδου τηνικαῦτα ἢ σιωπᾶν καὶ μόνον τὸ προσταττόμενον δέχεσθαι κελεύοντος ἢ τουτονὶ τὸν ἄνδρα ἀπειλοῦντος αὐτοῖς ἐπαφήσειν, καὶ ἅμα τῷ λόγῳ ἐπιδεικνύντος τὸν Τανχοσδρὼ τηνικαῦτα τοῖς ὁρίοις ἐφεστηκότα τῆς ἑῴας, καὶ δὴ τέλος ἐπαφέντος καὶ πλείστας ὅσας κώμας τε καὶ ἀγροὺς ἐμπρήσαντος, ἕως οἵ γε ἀμφὶ Τραιανὸν αὐτοὶ τὸ χρυσίον ἧκον κομίζοντες τῶν σπονδῶν, καὶ τοσαύτῃ δήπου χρησαμένου κατὰ Ῥωμαίων ὕβρει Μεβώδου ὡς μηδὲ ἀξιῶσαι τὰ εἰρηναῖα χρήματα ἐν τοῖς μεθορίοις κομίσασθαι, ἐγκελεύσασθαι δὲ Ῥωμαίοις ἐς τὴν Νίσιβιν ἀποσῶσαι, ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυσίου παράληψιν καταυθαδισαμένου τε καὶ ἐπεντρυφήσαντος αὐτοῖς, ὕστερον δὲ ἐς τοῦτο αὐτὸ περιελθεῖν καὶ δεηθήσεσθαι Ῥωμαίους Χοσρόης ἐλπίσας, εἴ γε καταπροτερήσοι τὸν τῆς ἐφόδου καιρὸν τῶν σπονδῶν ἀφροντιστήσας, ἢ καὶ δράσειν ἴσως τι μέγα, καὶ καταπλαγέντα τὸν Καίσαρα τελέως τῆς Περσῶν Ἀρμενίας τε καὶ Ἰβηρίας καὶ τῶν ἐκείνῃ χωρίων ἀποστήσεσθαι, παρὰ πολὺ τὴν τῆς ἕω δῄωσιν τῆς Περσαρμενίων τε καὶ Ἰβήρων προσχωρήσεως ἡγούμενον· ἅμα δὲ καὶ ἐπέπυστο Χοσρόης παρασκευάζειν στρατιὰν ἐς τὰ μάλιστα πολλὴν τὸν Καίσαρα, καὶ ἤδη στέλλειν κατὰ τὴν ἑῴαν ἱππαγωγοὺς ὁλκάδας· ὀλίγῳ πρότερον ἢ αἱ τριετηρίδες σπονδαὶ τελευτήσεσθαι ἔμελλον, πρὸ ἡμερῶν δήπου μʹ ἐπαφίησι κατὰ τῆς Ῥωμαίων γῆς τῆς ἐκ τῶν ὁρίων τοῦ Δάρας ἐς τὴν μέσην τῶν ποταμῶν στρατιὰν ἱππικὴν ἀμφὶ τὰς εἴκοσι χιλιάδας, ἧς περὶ τὰς ιβʹ μὲν ἦσαν Πέρσαι θυρεοφόροι τε καὶ ἱπποτοξόται, Σαρακηνοὶ δὲ καὶ Σαβεῖροι*** σὺν τοῖς Ῥωμαίων ἄρχουσι περὶ τοῦ πῶς δεῖ προελθεῖν τὴν 211 ἐν γένει εἰρήνην διασκεπτόμενον. ὃ δὴ καὶ μάλιστα ἀλαζονείας τε καὶ ἀναισχυντίας οὐ μικρὰν προσῆψε τῷ Χοσρόῃ δόξαν τάς τε ξυνθήκας οὕτω πως ἀναίδην οὐκ ὀκνήσαντι ξυγχέαι, καὶ ταῦτα ὀλίγης πρὸς τὸ πέρας αὐτῷ ἐνδαψιλευομένης παραδρομῆς ἡμερῶν, καὶ ὅτι γε τὸν αὐτόν, ἅτε δὴ ἐπεγγελῶν Ῥωμαίοις, ἅμα τε καὶ περὶ εἰρήνης διαλεχθησόμενον ἐν τοῖς ὁρίοις ἐχειροτόνησεν καὶ ἅμα ἐν τοῖς αὐτοῖς χωρίοις, ἐν αὐταῖς ὡς εἰπεῖν ταῖς ἡμέραις, πολέμου τε καὶ ταραχῆς καὶ σπονδῶν συγχύσεως αἴτιον. τοῦτον δὴ οὖν τὸν Μεβώδη βουλευμάτων τε ἡγούμενον καὶ τοῦ παντὸς ἔχοντα κῦρος ὁπλίσας ἐξέπεμψε, πρός γε καὶ Σαπώην τὸν Μεαιράνου ἀνδρὸς οὐκ ἀγεννοῦς ἀπενεγκάμενον δόξαν.
15.1.5
Ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικὰς ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπ' αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν, καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δ' ἱππεῖς παρ' αὐτὴν τὴν πόλιν παρενέβαλε πλείους ὄντας ἑξακισχιλίων. αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων. ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένη ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον. οἱ μὲν οὖν περὶ τὸν Εὔδημον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτ' εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. εὐσχή 247 μονα γάρ, ἔφη, πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις; καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· πῶς γὰρ ἐνδέχεται μὴ προσδεξαμένους ὕπατον ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας; χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα. λείπεται δὲ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε, καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς· ἔπειτ', ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ' ἀρχῆς τὸν πόλεμον παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις. ὁ μὲν οὖν Εὐμένης ταῦτα εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον, ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις. ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν· ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας.
15.1.6
Ὅτι ἐπὶ Κωνσταντίου πρέσβεις ἦλθον Περσῶν. ὁ δὲ τῆς πρεσβείας ἡγεμὼν Ναρσῆς τὸ τραχὺ τῶν γραμμάτων ὧν ἐπεφέρετο 396 τῇ τῶν οἰκείων ἡμερότητι τρόπων συγκεράσας ἔδωκε πρὸς ἀνάγνωσιν. 16. Ὅτι οἱ βάρβαροι ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου εἰρήνην ᾔτουν· ὁ δὲ ἦλθεν εἰς τὸ σπείσασθαι αὐτοῖς καὶ ἐζήτει ὁμήρους λαβεῖν. οἱ δὲ βάρβαροι πάνυ πολλοὺς ἔλεγον ἔχειν, οὓς ὁ Ἰουλιανὸς ἔφασκε νόμῳ ἔχειν πολέμου, ἀλλ' οὐ παρ' ἐκείνων δεδομένους· νῦν δὲ ζητεῖν εἰρήνης ἐνέχυρα, εἴ τινες εἶεν πρὸς τοῦτο παρ' αὐτοῖς ἐπιτήδειοι. ἐκείνων δὲ οὐδὲν ἀπαρνουμένων, ἀλλὰ δώσειν συντιθεμένων οὓς ἂν αὐτὸς ἐπιλέξαιτο, τὸν τοῦ βασιλέως υἱὸν ἠξίου λαβεῖν ὡς ἀντὶ πολλῶν μόνον ἀρκοῦντα· ὃν εἶχεν αἰχμάλωτον. οἱ δὲ βάρβαροι ἤδη τεθνάναι αὐτὸν ὑπολαμβάνοντες ἅμα πάντες μετὰ τοῦ σφῶν βασιλέως ὀδυρόμενοί τε καὶ στένοντες ἐδέοντο τοῦ Καίσαρος ἀδύνατα μὴ ζητεῖν, ἀπαιτοῦντα τοὺς ἤδη τεθνεῶτας ὁμήρους· τοῦτο δὲ τεκμήριον εἶναι τοῦ σπονδὰς αὐτὸν μὴ ἐθέλειν ποιήσασθαι./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου.*/
15.1.7
Ὅτι τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης, ἡ σύγκλητος ὑπέλαβεν ἐκ τοῦ Περσέως γεγονέναι τὴν σύγχυσιν, καὶ ἀπελογίσατο τοῖς τοῦ Περσέως πρεσβευταῖς περὶ μὲν τῶν ἄλλων ἀπολύσειν αὐτὸν ἐγκλημάτων, περὶ δὲ τῆς Ἀβρουπόλιδος τοῦ Θρᾳκὸς ἐκ τῆς βασιλείας ἐκβολῆς ἐκέλευσε διορθώσασθαι τὸν Περσέα τὸ γεγονός.
15.1.8
Ὅτι ὁ Προυσίας αὐτός τε ἐς τὴν Ῥώμην καὶ ἐς τὸ βουλευτήριον ἐσελθὼν τόν τε οὐδὸν αὐτοῦ κατεφίλησε καὶ τοὺς βουλευτὰς θεοὺς ἐπωνόμασε καὶ προσεκύνησεν. ἐξ οὗπερ καὶ ἠλεήθη ὅτι μάλιστα, καίτοι καὶ τῷ Ἀττάλῳ παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πολεμήσας. ἐλέγετο γὰρ καὶ οἴκοι τοὺς πρέσβεις αὐτῶν, ὁσάκις ἀφίκοιντό τινες, προσκυνεῖν, ἀπελεύθερόν τε ἑαυτὸν τοῦ δήμου ἐπεκάλει καὶ πίλιον πολλάκις ἐπετίθετο.
15.1.9
Ὅτι αὖθις ἦλθε Ταργίτιος βουλόμενος πρεσβεύσασθαι ὡς βασιλέα, ἐκεῖνά τε ἔφη τῷ βασιλεῖ καὶ ἤκουσε πρὸς αὐτοῦ ἅπερ καὶ ἄλλοτε. τήν τε γὰρ πόλιν τὸ Σίρμιον ἐβούλετο πρὸς Ῥωμαίων κομίσασθαι ἅτε οἰκεῖον ὂν αὐτῷ κτῆμα, ἐξότε τὰ τῶν Γηπαίδων 459 ὑπ' αὐτοῦ διέφθαρτο πράγματα, ἔτι τε καὶ τὰ χρήματα, ἅπερ Ἰουστῖνος τοῖς Οὔννοις ἐφ' ἑκάστῳ ἐνιαυτῷ ἐδίδου· καί, οἷα μηδὲν εἰληφότων αὐτῶν ἐκ τῶν παροιχομένων ἐτῶν, ἅπαντα ὁμοῦ Ταργίτιος εἰσπράττειν ἠξίου οὕτω τε λοιπὸν τὰς ἐνιαυσιαίας συντάξεις ἐρρωμένας κατατιθέναι Ῥωμαίοις. πρός γε καὶ τὸν Οὐσδίβαδον ἐζήτει οἷα προσήκοντα τῷ τῶν δοριλήπτων αὐτῷ θεσμῷ. καὶ ἕτερα δέ τινα προεβάλλετο ὁ Ταργίτιος ὑπερηφανίας ἀνάπλεα, ὧν οὐδένα λόγον ἐποιεῖτο ὁ βασιλεύς· ἀλλὰ γὰρ τά τε λεγόμενα πρὸς αὐτοῦ ἀπεφλαύριζε καὶ μὲν οὖν βασιλικῶς ἐχρῆτο τοῖς ῥήμασιν. ἐπὶ τούτοις οὖν διάφοροι πρεσβεῖαι φοιτήσασαι, ὡς διηνύσθη πλέον οὐδέν, διαφῆκε τὸν Ταργίτιον ὁ βασιλεὺς εἰρηκὼς αὐτῷ στέλλειν ἐκεῖσε Τιβέριον αὐτοκράτορα στρατηγὸν περὶ τοῦ παντὸς διαλεχθησόμενον καὶ βεβαιώσοντα τὰ ἕκαστα.
15.1.10
Ὅτι τοῦ ἦρος ἀνίσχοντος, μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς Ῥωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ τινὶ ὁ Χαγάνος πρὸς τοὺς Ῥωμαίους πρεσβεύεται. ἡ δὲ ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις Ῥωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντελάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν ἐπραγματεύοντο. ἁμάξαις τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμὸν λιμώττουσι τοῖς Ῥωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς Ῥωμαϊκῆς δυνάμεως εὐσθενούσης τοῖς πρὸς ζωὴν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμψεν Ἰνδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν οὖν Πρίσκος τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον Ἰνδικὸν κασσίαν τε καὶ τὸ λεγόμενον κόστον. ὁ δὲ ἀπολαβὼν τὰς Ῥωμαϊκὰς δωρεάς, καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται οὖν ἀπόμαχος μέχρι ὅτου Ῥωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ μεγάλη πανήγυρις ἐπεπέραστο. συνηλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμπε διακρίνεσθαι ἀπ' ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. 16. Ὅτι ὁ Χαγάνος μετὰ τὴν πέμπτην ἧτταν καταπολεμηθεὶς ὑπὸ Ῥωμαίων, πρίν τι τὸν αὐτοκράτορα τῶν γεγενημένων ἐν εἰδήσει γενέσθαι, πρέσβεις ἐς Μαυρίκιον ἔπεμψεν ἀναλαβεῖν τοὺς ζωγρηθέντας πειρώμενος. ἦσαν δὲ χιλιάδες ἑπτακαίδεκα πρὸς τοῖς διακοσίοις. ὁ δὲ Μαυρίκιος ταῖς ἀπειλαῖς τοῦ βαρβάρου καταπλα
15.1.11
Ὅτι Γιζέριχος οὐδέν τι ἧσσον, ἀλλὰ καὶ μᾶλλον τὰ τῶν Ῥωμαίων ἦγέ τε καὶ ἔφερε ξύμπαντα, ἕως Ζήνων ἐς ὁμολογίαν ἀφίκετο, σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν μήτε Βανδήλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι, ταύτας τε τὰς σπονδὰς Ζήνων αὐτὸς διεσώσατο καὶ ὃς μετ' ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος. διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα.
15.1.12
Ὅτι Ἀννίβας τὸν Ἴβηρα ποταμὸν περαιωθεὶς τὴν χώρανἐπόρθει καὶ τῇ πόλει μηχανήματα ἐφίστη, ἑλεῖν δ' οὐ δυνάμενος 529 ἀπετάφρευε καὶ περιετείχιζε καὶ φρούρια πολλὰ περιθεὶς ἐκ διαστημάτων ἐπεφοίτα. Ζακανθαῖοι δὲ αἰφνιδίῳ κακῷ καὶ ἀκαταγγέλτῳ συμπεσόντες ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος αὐτοῖς συνέπεμπε πρέσβεις, οἳ πρῶτον μὲν Ἀννίβαν ἔμελλον ὑπομνήσειν τῶν συγκειμένων, οὐ πειθομένου δὲ ἐς Καρχηδόνα πλευσεῖσθαι κατ' αὐτοῦ. τούτοις τοῖς πρέσβεσι πλεύσασιν ἐς Ἰβηρίαν καὶ ἐς τὸ στρατόπεδον ἀπὸ θαλάσσης ἀναβαίνουσιν ὁ Ἀννίβας ἀπηγόρευσε μὴ προσιέναι. καὶ οἱ μὲν ἀπέπλευσαν ἐπὶ Καρχηδόνος σὺν τοῖς πρέσβεσι τοῖς Ζακανθαίοις καὶ τῶν συνθηκῶν ἀνεμίμνησκον αὐτούς, Καρχηδόνιοι δὲ ᾐτιῶντο τοὺς Ζακανθαίους πολλὰ τοὺς ὑπηκόους σφῶν ἀδικεῖν. καὶ Ζακανθαίων οἱ πρέσβεις ἐς δίκην αὐτοὺς προυκαλοῦντο ἐπὶ Ῥωμαίων κριτῶν, οἱ δ' οὐκ ἔφασαν χρῄζειν δίκης ἀμύνασθαι δυνάμενοι. ὧν ἐς Ῥώμην ἀπαγγελθέντων, οἱ μὲν ἐκέλευον συμμαχεῖν Ζακανθαίοις, οἱ δ' ἐπεῖχον ἔτι λέγοντες οὐ συμμάχους αὐτοὺς ἐν ταῖς συνθήκαις σφῶν, ἀλλ' αὐτονόμους καὶ ἐλευθέρους ἀναγεγράφθαι, ἐλευθέρους δ' ἔτι τοὺς πολιορκουμένους εἶναι. καὶ ἐκράτησεν ἡ γνώμη.
15.1.13
Ὅτι στασιαζόντων τῶν φυγάδων ἐθνῶν κατὰ τοὺς κατὰ τὴν ἕω Ῥωμαίους, παρὰ τῶν Ἰταλῶν πρεσβεία ἀφίκετο λέγουσα ὡς οὐχ ὑποστήσονται, εἰ μή γε σφίσι τοὺς Βανδίλους διαλλάξοιεν. ἀφίκετο δὲ καὶ παρὰ τοῦ Περσῶν μονάρχου, τῶν τε παρ' αὐτοὺς καταφευγόντων ἐκ τοῦ σφετέρου ἔθνους αἰτίαν ἔχουσα καὶ τῶν Μάγων τῶν ἐν τῇ Ῥωμαίων γῇ ἐκ παλαιῶν οἰκούντων χρόνων, ὡς ἀπάγειν αὐτοὺς τῶν πατρίων ἐθῶν καὶ νόμων ἐθέλοντες καὶ τῆς περὶ τὸ θεῖον ἁγιστείας παρενοχλοῦσί τε ἐς ἀεὶ καὶ ἀνακαίεσθαι κατὰ τὸν θεσμὸν οὐ συγχωροῦσι τὸ παρ' αὐτοῖς ἄσβεστον καλούμενον πῦρ· καὶ ὡς χρὴ τοῦ Ἰουροειπαὰχ φρουρίου ἐπὶ τῶν Κασπίων κειμένου πυλῶν χρήματα χορηγοῦντας Ῥωμαίους ποιεῖσθαι ἐπιμέλειαν ἢ γοῦν τοὺς φρουρήσοντας αὐτὸ στρατιώτας στέλλειν, καὶ μὴ μόνους σφᾶς δαπάνῃ καὶ φυλακῇ τοῦ χωρίου βαρύνεσθαι· εἰ γὰρ ἐνδοῖεν, οὐκ εἰς Πέρσας μόνους, ἀλλὰ καὶ εἰς Ῥωμαίους 587 τὰ ἐκ τῶν παροικούντων ἐθνῶν κακὰ ῥᾳδίως ἀφικέσθαι. χρῆναι δὲ αὐτοὺς ἔλεγον καὶ χρήμασιν ἐπικουρεῖν ἐπὶ τῷ πρὸς Οὔννους πολέμῳ τοὺς Κιδαρίτας λεγομένους· ἔσεσθαι γὰρ σφίσιν αὐτῶν νικώντων ὄνησιν, μὴ συγχωρουμένου τοῦ ἔθνους καὶ εἰς τὴν Ῥωμαϊκὴν διαβαίνειν ἐπικράτειαν. πάντων δὲ ἕνεκα Ῥωμαίων ἀποκριναμένων στέλλειν τὸν διαλεξόμενον τῷ Παρθυαίῳ μονάρχῃ· μήτε γὰρ φυγάδας εἶναι παρὰ σφίσι μήτε παρενοχλεῖσθαι τοὺς Μάγους τῆς θρησκείας πέρι· τὴν φυλακὴν δὲ τοῦ Ἰουροειπαὰχ φρουρίου καὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Οὔννους ὑπὲρ σφῶν αὐτῶν ἀναδεδεγμένους μὴ δικαίως χρήματα αἰτεῖν παρ' αὐτῶν. ἐπρεσβεύετο δὲ παρὰ μὲν Βανδίλους ὑπὲρ Ἰταλῶν Τατιανὸς ἐν τῇ τῶν πατρικίων ἀξίᾳ καταλεγόμενος, παρὰ δὲ Πέρσας Κωνστάντιος, τρίτον μὲν τὴν ὕπαρχον λαχὼν ἀρχήν, πρὸς δὲ τῇ ὑπατικῇ ἀξίᾳ καὶ τῆς πατρικιότητος τυχών.

Intertext edge

Open linked passage

Note