Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς 44 τοὺς τῶν Γαλατῶν βασιλεῖς. καὶ ὁ Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει τὸν Γνάιον τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδ' ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις, καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον. ὄντος δὲ τοῦ Γναίου πρὸς τὸ πολισμάτιον τὸ καλούμενον Γορδιεῖον, ἧκον παρ' Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, οἱ δ' ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλ' ἠθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν.
17.1.2
Ὅτι τῶν Ἀλανῶν τῶν καὶ Μασαγετῶν καλουμένων κινηθέντων ὑπὸ Φαρασμάνου καὶ τὴν Ἀλβανίδα καὶ τὴν Μημίδα ἰσχυρῶς λυπησάντων τῆς τε Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψαμένων, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάβιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσαντο.
17.1.3
Ὅτι ἐπὶ Ἰουστινιανοῦ πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥωμαίων ἀρχιερέα ἧκον ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων δόξης ἕνεκεν, ἣν χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες. ἔπεμψε δὲ καὶ Ἀλέξανδρον ἐφ' ᾧ κατασκεψόμενον τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ. ἡ δὲ Ἀμαλασούνθα ἐκ μὲν τοῦ ἐμφανοῦς ἄλλα ἔγραψεν, λάθρα δὲ 106 αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν. οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ ἤγγειλαν, Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μόνῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος χώρας τε ἐνταῦθα πολλῆς κύριος γεγονὼς πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη. οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον Ἰλλυριὸν γένος ἐκ Θεσσαλονίκης ὁρμώμενον ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾶον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.
17.1.4
Ὅτι ὁ Τιβέριος καὶ ἕτερόν τι προστίθησι τῷ δεδογμένῳ καὶ ἐς τὰ μάλιστα θεῷ κεχαρισμένον· πολλοὺς γὰρ τῶν παρὰ Ῥωμαίοις δορικτήτων Περσῶν, μάλιστα τοὺς ἐν τέλει, ὧν ἔνιοι καὶ τῷ βασιλείῳ γένει ξυνημμένοι ἦσαν, ἔστειλε Χοσρόῃ δωροφορήσας. εἶτα πρέσβεις ἐπὶ τῷ τοιῷδε ἐξέπεμψε Ζαχαρίαν τε αὖθις τὸν βασίλειον ἰατρόν, ἅτε πολλάκις χρησιμώτατά τε καὶ εὐνούστατα ἐξυπηρετησάμενον ταῖς κατὰ τὸν πόλεμον τοῦτον πρεσβείαις. τοῦτον δὴ οὖν τὸν ἄνδρα τῇ λεγομένῃ ἀπὸ ἐπάρχων ἀξίᾳ διακοσμήσας ἐχειροτόνησε καὶ πάλιν, καὶ δὴ πρεσβευσόμενον ἀφῆκεν, οἷα δὴ καὶ αὐτοῦ Ζαχαρίου τὴν πρεσβείαν ταύτην γενέσθαι ξυνωθήσαντος, σὺν τῷ καὶ Θεόδωρόν τινα ἕνα τῶν βασιλείων μαχαιροφόρων ἀξίωμα καὶ αὐτῷ στρατηγοῦ περιθείς. τούτω τὼ ἄνδρε πρεσβευσομένω ἀπονείμας Χοσρόῃ ἐξέπεμψεν, ἔγραψέ τε ἐπιεικείας ἀνάπλεα ῥήματα. ὁ δὲ νοῦς τῆς ἐπιστολῆς· ἐγὼ καὶ βούλομαι τὴν εἰρήνην καὶ διὰ τὸ θεόσδοτον οὖσαν ἀσπάζομαι, καὶ ὥσπερ φύσει τινὶ προσιζάνει μοι τὰ τῆς φιλίας ὑμῶν. τοιγαροῦν ἑτοίμως ἔχω τῆς Περσαρμενίας τε πάσης ἀφίστασθαι καὶ Ἰβηρίας, οὐ μὴν τῶν βουλομένων ἡμῖν ὑπακούειν Περσῶν Ἀρμενίας τε καὶ Ἰβήρων. ἀναδίδωμι δὲ καὶ τὸ Ἀφουμῶν φρούριον καὶ τῆς Ἀρζανηνῆς ὑμῖν παραχωρήσω τὸ Δάρας μόνον ἀντὶ τοσούτων ἀνακομιζόμενος πρὸς ὑμῶν. ταῦτα Τιβέριος ὁ αὐτοκράτωρ Χοσρόῃ σημήνας ἐφῆκε Ζαχαρίᾳ τε καὶ Θεοδώρῳ καὶ μεγίστων πρέσβεων ἔχειν ἰσχὺν καὶ τὴν εἰρήνην ὡς ἂν οἷοί τε ἔσοιντο διατιθέναι. μετὰ ταῦτα τῆς ὁδοιπορίας ἔτι σχομένω σταλέντε ἄνδρε, οὕτω παρα 212 σχόν, καὶ Χοσρόης ὁ Περσῶν βασιλεὺς καταπλαγεὶς τοῖς ξυμβεβηκόσι προφθάσας ἐκπέμπει ὡς τῶν Ῥωμαίων αὐτοκράτορα πρεσβευτήν, καὶ ἀφικνεῖται χειμῶνος ἀρχομένου ἤδη ὃς ἐπὶ τῇ πρεσβείᾳ ἐχειροτονήθη Πέρσης ἀνήρ, τοὔνομα Φερογδάθης, οὐχ ἧττον καὶ αὐτὸς φιλανθρωποτάτους ἐν ἐπιστολῇ διακομίζων λόγους πρὸς τοῦ Περσῶν βασιλέως, ἐν ᾗ ἐγέγραπτο ὧδε· εἰ μὲν τὸ δίκαιον ποιῆσαι βουληθείης, ὦ Ῥωμαίων βασιλεῦ, καλῶς ἂν πράξοις τούς τε τὴν ἀποστασίαν τῆς Περσαρμενίας βουλεύσαντας γενεάρχας ἐκδιδοὺς ἡμῖν ὑφέξοντας ποινὰς ἐν τοῖς ὁρίοις τε τῆς Περσῶν τε καὶ Ῥωμαίων ἀναρτηθησομένους, διδοὺς δὲ καὶ τὴν ἐντεῦθεν συμβᾶσαν ζημίαν Πέρσαις. εἰ δὲ πρὸς ταῦτα ἐναντίως ἔχεις, πρᾶξαι γοῦν τὸ φίλοις πρέπον· τοῦτο δέ ἐστι ξυνδραμεῖν ἐν τοῖς ὁρίοις αὖθις τοὺς ἑκατέρας ἄρχοντας πολιτείας τὰ τῆς εἰρήνης, ὡς ἂν δύναιντο, μεταξὺ ἀλλήλων διαθησομένους· ἐφ' ᾧ δὲ τὰ τοιαῦτα προελθεῖν, ἀνακωχὴν γενέσθαι τινά. ὧδε μὲν οὖν καὶ ἡ Χοσρόου ἐδήλου ἐπιστολή· πλείστων δὲ ἡμερῶν κατὰ τὴν βασιλίδα πόλιν διαγενομένων ἐν ταῖς ἐν μέσῳ συνουσίαις Τιβερίου τοῦ βασιλέως καὶ Φερογδάθου τοῦ Περσῶν πρεσβευτοῦ, γράφεται μὲν ἀπιοῦσιν ἐπὶ τὴν πρεσβείαν Ζαχαρίᾳ τε καὶ Θεοδώρῳ τοῖς πρέσβεσιν ἐνδιατρῖψαι κατὰ τὴν ἕω καὶ οὔτι μάλα ἐν σπουδῇ θέσθαι δηλῶσαι σφῶν αὐτῶν τὴν παρουσίαν βασιλεῖ τῶν Περσῶν, πρὶν ἢ ἐκ τῆς βασιλίδος ἀφεθείη Φερογδάθης ὁ Περσῶν πρεσβευτής. προελθόντων δὲ κεκινημένων ἐσότι πλείστων λόγων, ἐκπέμπει τὸν Φερογδάθην ὁ βασιλεὺς ἐπὶ τούτοις, οἷς δὴ καὶ πρὸ τοῦ ἐγεγράφει διὰ τῶν Ῥωμαίων πρέσβεων. ἐκεχειρίαν δὲ οὔτι ᾤετο δεῖν ἐπὶ μήκιστον χρόνον ἐνδιδόναι Πέρσαις· ἀποχρῆν γὰρ ἔφασκε τῷ βουλομένῳ τὴν εἰρήνην καὶ μὴ διὰ τῆς τοῦ χρόνου πλείονος ἀπάτης προμηθευομένῳ παρασκευῆς ἀφορμὴν καὶ δύο μηνῶν ἢ τριῶν παραδρομήν. καὶ οὖν ἀπῆρεν ἐπὶ τοῖς τοιοῖσδε ὁ Φερογδάθης ἐκ τοῦ Βυζαντίου.
17.1.5
Ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχονπαρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπόλεις ἄρτι ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρ' Ἀντιόχου. τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων. διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν δὲ συγχωρησάντων, οὗτος μὲν ἐπανῆλθεν, μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς. οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρατριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς· εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾶον εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. κληθέντες δ' εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν παρακαλοῦντες πράως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν· τὸ δὲ συνέχον ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς Ῥωμαίους. οἱ δὲ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων τότε 251 ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον. ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους.** διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον. δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης, πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντα ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης, τούτων δὲ φʹ μὲν παραχρῆμα, δισχίλια δὲ καὶ φʹ πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι ιβʹ, διδόντα καθ' ἕκαστον ἔτος χίλια τάλαντα. ἀποδοῦναι δὲ καὶ Εὐμένει υʹ τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας. σὺν δὲ τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδην τοὺς Χαλκιδέας. πίστιν δὲ τούτων ὁμήρους κʹ δοῦναι παραχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας. ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπεφήνατο ὑπὲρ παντὸς τοῦ συνεδρίου· συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς συνθήκας. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δ' ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις. μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τ' Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρεσβευταί, παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων, καὶ ἐπρέσβευον εἰς τὴν Ῥώμην.
17.1.6
Ὅτι ἡ σύγκλητος αὐθημερὸν ἐψηφίσατο τὸν πρὸς Περσέα πόλεμον καὶ τοῖς πρεσβευταῖς ἐχρημάτισε μέν, ἀπόκρισιν δὲ οὐδεμίαν δέδωκεν. προσέταξε δὲ τοῖς ὑπάτοις ἐν ἐκκλησίαις διαρρήδην ἀπαγορεύειν τούς τε πρεσβευτὰς καὶ πάντας Μακεδόνας ἐκ μὲν Ῥώμης ἀπελθεῖν αὐθημερόν, ἐκ δὲ τῆς Ἰταλίας ἐν ἡμέραις τριάκοντα.
17.1.7
Ὅτι ἐλθόντων Νουμαντίνων πρέσβεων οἱ Ῥωμαῖοι ἔξω τοῦ τείχους ἐδέξαντο αὐτούς, ἵνα μὴ καὶ βεβαιοῦν ἐκ τούτου τὰς σπονδὰς δόξωσιν. ξένια μέντοι σφίσι καὶ ὣς ἐξέπεμψαν, μὴ βουληθέντες πω τὴν ἐλπίδα αὐτῶν ὡς καὶ συναλλαγησομένων ἀφελέσθαι. ἔλεγον δὲ οἱ μὲν περὶ τὸν Μαγκῖνον τήν τε ἀνάγκην τῶν ὡμολογημένων καὶ τὸ πλῆθος τῶν σεσωσμένων, ὅτι τε πάνθ' ὅσα καὶ πρότερον ἐν τῇ Ἰβηρίᾳ ἐκέκτηντο εἶχον· ἠξίουν τ' αὐτοὺς μὴ
17.1.8
Ὅτι αὖθις οἱ Ἄβαροι πρεσβείαν ἔστειλαν ὡς Ῥωμαίουςκαί, περὶ ὧν πολλάκις, περὶ τῶν αὐτῶν ἐπρεσβεύοντο. ὡς δὲ οὐδὲν ὑπήκουον οἱ Ῥωμαῖοι, (οὐ γὰρ Ἰουστῖνον τὸν αὐτοκράτορα ἤρεσκε) τὸ τελευταῖον τοῦ Ἀψὶχ ἐς πρεσβείαν ἐληλυθότος ξυνήρεσε Τιβερίῳ καὶ τοῖς περὶ τὸν Ἀψὶχ παρασχεθῆναι γῆν τοὺς Ῥωμαίους, ἵνα κατοικίζεσθαι μέλλοιεν οἱ Ἄβαροι, εἴ γε τῶν παρὰ σφίσιν ἀρχόντων λήψονται τοὺς παῖδας ὁμηρεύσοντας. καὶ οὖν τὰ τοιάδε Τιβέριος ἐσήμηνε βασιλεῖ. ἀλλὰ γὰρ τῷ αὐτοκράτορι οὔτι ἐδόκει τοῖς πράγμασι τῶν Ῥωμαίων εἶναι λυσιτελές· οὐκ ἄλλως δὲ εἰρηνεύσειν ἔφασκεν, εἴ γε μὴ αὐτοῦ δῆτα τοῦ Ἀβάρων ἡγουμένου λάβοι τῶν παίδων τινὰς ἐς ὁμήρους. Τιβερίῳ δὲ οὐ 460 ταῦτα ἐδόκει· ἐγνωμάτευε γὰρ ὡς, εἴ γε τῶν παρὰ Σκύθαις ἀρχόντων λήψονται τοὺς παῖδας, οἷα εἰκός, βουλευομένου τοῦ Χαγάνου τὰ ξυντεθειμένα παρώσασθαι, οὐ συγχωρήσειν ποτὲ τῶν ὁμηρευόντων τοὺς πατέρας. Τιβέριος μὲν τοιᾶσδε ὑπῆρχε γνώμης, βασιλεῖ δὲ οὐχ οὕτως ἐδόκει· ἀλλὰ γὰρ δήπου καὶ ἐνεμέσιζε τοῖς Ῥωμαίων στρατιάρχαις τὸν πόλεμον ἀναβαλλομένοις, συλλαβαῖς τε ἐχρῆτο ὡς αὐτοὺς διαγορευούσαις ὡς δέοι τοῖς βαρβάροις ἐνδείκνυσθαι ὅτι γε δήπου Ῥωμαίοις οὐχὶ ἐς τὸ ἁβροδίαιτον ὁ βίος, ἄλλως δὲ ὡς φιλοπόλεμοί τέ εἰσι καὶ φερέπονοι. ἐπεὶ δὲ τὰ τῆς ἔριδος ἐνίκα, καὶ ὁ πόλεμος ἠπειλεῖτο, Τιβέριος ἐσήμηνε Βώνῳ ἐν γράμμασι φυλάξασθαι τὰς διαβάσεις τοῦ ποταμοῦ.
17.1.9
Ὅτι Βελισαρίῳ εὐημερήσαντι, ἐπεὶ Πέτρος ἔμαθε ταῦτα, ἐγκείμενος πολλῷ ἔτι μᾶλλον καὶ δεδισσόμενος Θεύδατον οὐκ ἔτι ἀνίει. καὶ ὃς ἀποδειλιάσας τε καὶ ἐς ἀφασίαν ἐμπεπτωκὼς οὐχ ἧσσον ἢ εἰ δοριάλωτος ξὺν τῷ Γελίμερι αὐτὸς ἐγεγόνει ἐς λόγους τῷ Πέτρῳ κρύφα τῶν ἄλλων ἁπάντων ἦλθεν, ἔς τε ξύμβασιν 499 ἐν σφίσιν ἦλθον, ἐφ' ᾧ Θεύδατος Ἰουστινιανῷ βασιλεῖ Σικελίας ἐκστήσεται πάσης, πέμψει δὲ αὐτῷ καὶ στέφανον χρυσοῦν ἀνὰ πᾶν ἔτος κατὰ τριακοσίας ἕλκοντα λίτρας, Γότθους τε ἄνδρας μαχίμους ἐς τρισχιλίους, ἡνίκα ἂν αὐτῷ δέῃ, καὶ ἐξουσίαν οὐδαμῆ ἔσεσθαι τῶν τινα ἱερέων ἢ βουλευτῶν ἀποκτιννύναι ἢ ἀνάγραπτον αὐτοῦ τὴν οὐσίαν ἐς τὸ δημόσιον ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ, εἰ δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἢ ἄλλο βουλῆς ἀξίωμα Θεύδατος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώσειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι, εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θεύδατον, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις, καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον γενέσθαι δεήσει, εἰκόνα τε χαλκῆν ἢ ὕλης ἑτέρας μήποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ τῇ ξυμβάσει γράμματα γράψας τὸν πρεσβευτὴν ὁ Θευδάτος ἀπεπέμψατο. ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματα ἀπῆγεν ὅρον οὐκ ἔχοντα, καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, ἤν γε βασιλέα οὐδαμῆ ἀρέσκῃ τά τε αὐτῷ καὶ Πέτρῳ ξυγκείμενα, ὁ πόλεμος εὐθὺς ἀπαντήσει. αὖθις οὖν τὸν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται. καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκῃ τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται; εἶπεν. ἀπεκρίνατο Πέτρος· πολεμητέα σοι τὸ λοιπόν, ὦ γενναῖε. τί δέ; δίκαια ταῦτα, φίλε πρεσβευτά; ἔφη. ὁ δὲ αὐτίκα ὑπολαβών· καὶ πῶς οὐ δίκαια, ἀγαθέ, εἶπεν, τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστῃ φυλάσσεσθαι. τί δὴ τοῦτό ἐστιν; ὁ Θευδάτης ἠρώτα. ὅτι σοὶ μὲν σπουδὴ πολλὴ φιλοσοφεῖν, ἔφη, Ἰουστινιανῷ δὲ Ῥωμαίων γενναίῳ εἶναι, διαφέρειν δέ, ὅτι τῷ μὲν φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι ἄλλως τε καὶ τοσούτοις τὸ πλῆθος οὐ μήποτε εὐπρεπὲς εἴη, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον, ἐκεῖνον δὲ χώρας μεταποιεῖσθαι οὐδὲν ἀπεικὸς ἄνωθεν τῇ ὑπαρχούσῃ προσηκούσης ἀρχῇ. ταύτῃ ὁ Θευδάτης τῇ ὑποθήκῃ 500 ἀναπεισθεὶς ὡμολόγησεν Ἰουστινιανῷ βασιλεῖ τῆς ἡγεμονίας ἐκστήσεσθαι, καὶ κατὰ ταῦτα αὐτός τε καὶ ἡ γυνὴ ὤμοσε τόν τε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι. καὶ Ῥούστικον τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτήδειον Ῥωμαίων ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ γράμμα ἐνεχείρισεν. Πέτρος μὲν οὖν καὶ Ῥούστικος ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θεύδατος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γεγραμμένα ἐπέδειξαν.
17.1.10
Ὅτι ὁ Οὐρίατθος τοὺς Ῥωμαίους νικήσας ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν, Οὐρίατθον εἶναι Ῥωμαίων φίλον καὶ τοὺς ὑπ' αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν. ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς, οὐ μὴν ἐπέμεινεν οὐδ' ἐς βραχὺ τὰ συγκείμενα· ὁ γὰρ ἀδελφὸς Αἰμιλιανοῦ τοῦ ταῦτα συνθεμένου Καιπίων διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν. ὡς δὲ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ.
17.1.11
Ὅτι Σκίροι καὶ Γότθοι ἐς πόλεμον συνελθόντες καὶ διαχωρισθέντες ἀμφότεροι πρὸς συμμάχων μετάκλησιν παρεσκευάζοντο· ἐν οἷς καὶ παρὰ τοὺς ἑῴους Ῥωμαίους ἦλθον. καὶ Ἄσπαρ μὲν ἡγεῖτο μηδετέροις συμμαχεῖν, ὁ δὲ αὐτοκράτωρ Λέων ἐβούλετο Σκίροις ἐπικουρεῖν. καὶ δὴ γράμματα πρὸς τὸν ἐν Ἰλλυριοῖς στρατηγὸν ἔπεμπεν ἐντελλόμενος σφίσι κατὰ τῶν Γότθων βοήθειαν τὴν προσήκουσαν πέμπειν.

Intertext edge

Open linked passage

Note