Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς.
18.1.2
Ὅτι διὰ τὸ τοὺς Καληδονίους μὴ ἐμμείναντας ταῖς ὑποσχέσεσι καὶ τοῖς Μαιάταις παρεσκευασμένους ἀμῦναι, διὰ τὸ τότε τὸν Σεβῆρον τῷ παροίκῳ πολέμῳ προσκεῖσθαι, κατηναγκάσθη ὁ Λοῦπος μεγάλων χρημάτων τὴν εἰρήνην παρὰ τῶν Μαιατῶν ἐκπρίασθαι αἰχμαλώτους τινὰς ὀλίγους ἀπολαβών.
18.1.3
Ὅτι παρὰ Ἰουστινιανοῦ Πέτρος ἐς Ἰταλίαν ἐστέλλετοπροειρημένον αὐτῷ πρὸς βασιλέως ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ, ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ Τουσκίᾳ ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ δὲ ξυγγενόμενον λάθρα ξυμπάσης περὶ Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει, ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει. Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασουνθαίοις πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθεν. γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς τῷ Ἰονίῳ κόλπῳ κεῖται, τοῖς ἀμφὶ Λιβέριον καὶ Ὀπιλίονα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν. ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς ἤκουσεν, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος πρὸς μὲν Ἀμαλασούνθαν γράμματα ἔπεμψε δηλῶν ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι, τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ' αὐτῷ Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι. πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ καλός τε διαφερόντως λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος, Ὀπιλίων δὲ μόνος ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασούνθαν ἁμαρτεῖν Θευδάτον.
18.1.4
Ὅτι Ῥωμαῖοι καὶ Πέρσαι ξυνεστήσαντο ἂν τὴν εἰρήνην, εἰ μὴ Χοσρόης ᾤχετο ἐξ ἀνθρώπων καὶ Ὁρμίσδας ὁ Χοσρόου, ἀνοσιουργὸς ὄντως ἀνήρ, τὴν κίδαριν ἀνεδήσατο. οἶμαι μὲν οὖν ἔγωγε οὐκ ἄλλως, πλὴν ἀλλὰ καὶ ὣς ἐκυρώθη, ἅτε Χοσρόου ἔτι 213 περιόντος Ζαχαρίαν τε καὶ Θεόδωρον ἐσφοιτῆσαι ἐς τὴν Περσῶν πρεσβευσομένους (οὔπω γὰρ τὴν τῶν Σύρων παραμειψάμενοι ἦσαν) καὶ οὐδὲν ὅ τι τῆς Ῥωμαίων ἐνηλλάγη πρεσβείας. διὸ καὶ ἐκ βασιλέως αὐτοῖς γράμματα ἐστάλη ἔχεσθαι τῆς ὁδοιπορίας ἐπὶ τοῖς αὐτοῖς. γνῶναι μὲν γὰρ ἐν μέσῳ τὴν Χοσρόου τελευτήν, ὅμως δὲ καὶ πρὸς τὸν ἐκείνου παῖδα οὐκ ἄλλως φρονεῖν ἑτοίμως τε ἔχειν τὸν πόλεμον ἐπὶ τοῖς ἤδη Χοσρόῃ γραφεῖσι καταλῦσαι· ἔτι γε μὴν καὶ τοὺς ἀφεθέντας αἰχμαλώτους ὡς ἂν ἐγχειρίσωσι τῷ Περσῶν βασιλεῖ. προσημήναντες τοίνυν οἱ Ῥωμαίων πρέσβεις σὺν τιμῇ τε πολλῇ καὶ εὐφημίᾳ κατὰ τὴν Νίσιβιν ἐγένοντο πόλιν· ἐν θαύματί τε μεγίστῳ ἐποιοῦντο Πέρσαι τὴν Ῥωμαίων ἀμφὶ τοὺς δοριαλώτους φιλανθρωπίαν. ἐν τούτῳ δὲ καὶ Τιβέριος ὁ αὐτοκράτωρ στέλλει αὖθις τοῦ ἦρος ἀρχομένου Μαυρίκιον κατὰ τὴν πρὸς ἀνίσχοντα ἥλιον ἀποκαραδοκήσοντα τὸ ἐσόμενον, ἐγκελευσάμενός οἱ, πρὸς ὅπερ ἂν ὁ Περσῶν βασιλεὺς τραπῇ, ὑπαντιάζειν τε καὶ παρασκευάζεσθαι πρὸς ἑκατέραν τῶν πραγμάτων ῥοπήν. καὶ ὁ μέν, καθὰ βασιλεῖ ἐδόκει, ἀνὰ τὴν ἕω ἔμενε τὸ πρακτέον ἐπιτηρῶν· προϊόντων δὲ τῶν πρέσβεων ἐς τὰ ἤθη Περσῶν ἐπειγομένων τε θεάσασθαι τὸν ἄρτι τῷ βασιλείῳ θρόνῳ ἐπιβεβηκότα οἰομένων τε ἐς τὰ μάλιστα τεύξεσθαι τιμῆς, οὐ μὴν ἀλλὰ καὶ τῶν σπουδαζομένων οὔτι ἀποτεύξεσθαι, οἷα μετὰ τοσαύτην νίκην πράους τε καὶ πάσης αὐθαδείας ἀπηλλαγμένους τοῦ Ῥωμαίων βασιλέως ἐπικομιζόμενοι λόγους· καὶ ὡς οὐ μόνον ἄχρι ῥημάτων αὐτοῦ τὸ φιλάνθρωπον, μᾶλλον μὲν οὖν ἔργοις ἐπιδεικνυμένου, τῷ τοσούτους δοριαλώτους τοῖς Πέρσαις αὐτοὺς ἐπαναγαγεῖν, τούτων ἐλπιζόντων γε αὐτῶν κυρῆσαι ἀναμφιβόλως, ἐς τοὐναντίον ξυνέβη ἅπαν. πρῶτον μὲν γὰρ κατὰ μέσον τῆς ὁδοιπορίας τῶν τις παρὰ Πέρσαις τοῖς βασιλικοῖς τε καὶ δημοσίοις πράγμασιν ἐξυπηρετουμένων, οὕς, εἴ τις τῇ Λατίνων χρήσοιτο φωνῇ, ἀσηκρῆτις προσαγορεύσειεν, ὑπαντιάσας ἤρετο σφᾶς ὅ τι βούλοιντό τε καὶ ὅ τι ἥκοιεν καὶ ὁποίαν ἀποκομίζοιεν ἀγγελίαν. ἀλλὰ τούτῳ μὲν οἵ γε ἀμφὶ Ζαχαρίαν τε καὶ Θεόδωρον ὧδε ἀπεκρίναντο, ὡς τὰ τοιάδε τῷ παρὰ Πέρσαις μαγίστρῳ, καθὰ τοῦτον καλοῦσι Ῥωμαῖοι, ῥητέον, καὶ οὐχὶ αὐτῷ. ταῦτα εἰπόντες εἴχοντο τῆς ὁδοῦ. ἐξ ἐκείνου ἧκεν ἕτερός τις ἐκ Περσῶν, ὃς ἔτριβε τὴν ὁδοιπορίαν αὐτοῖς καὶ διαμέλλειν 214 ἐποίει βραδυτῆτος χρώμενος ἐπινοίαις ἰέναι τε ἐς τὰ πρόσω μὴ συγχωρῶν. σταθμοῖς τε γὰρ πλησιαιτέροις καὶ παρασάγγαις ὀλίγοις ἐχρῆτο ἄλλοτε ἄλλους χώρους περιφέρων τε καὶ ἀποπλανῶν, κἀκ τούτου τὰ κάκιστα σφίσι προεδήλου καὶ ἐδείκνυ τῇ περὶ τὴν ὁδοιπορίαν πλάνῃ οὐδέν τι φιλοφροσύνης ἐχόμενον ἢ τῆς προσηκούσης αἰδοῦς πρέσβεσιν. ἦν δὲ τὸ πραττόμενον ἐξ ἐπιβουλῆς τε καὶ μελέτης, ὥστε ἐπισχεῖν σφᾶς ὅσον ἂν χρόνον οἷοί τε ὦσιν, ἐν τούτῳ τὴν κατὰ δύναμιν ποιησομένους τοῦ πολέμου παρασκευὴν τὰ ἐπιτήδειά τε συναθροίσοντας ἀποτεθησόμενα κατὰ δὴ τὸ ὅσον οὔπω ἀναγκαῖον ἐς Νίσιβίν τε καὶ τὸ Δάρας τὰς πόλεις, ἔτι γε μὴν καὶ τὰ πέραν τοῦ Τίγριδος ποταμοῦ καὶ τὰ τῇδε φρούρια ἀνάπλεα θέσθαι τῶν ἐδωδίμων, ὡς ἀκρίδος οὕτω ξυμβὰν καταδηλησαμένης τοὺς ἐκείνῃ καρπούς, καὶ ἅμα ἐρημωθέντων κατὰ τὴν προλαβοῦσαν Ῥωμαίων ἐπιδρομὴν ἁπάντων τῶν κατὰ ταῦτα χωρίων, λιμοῦ τε σφοδροτάτου τοῖς ἐκεῖσε ἐνσκήψαντος· πρὸς δέ γε ἐφ' ᾧ καὶ στρατολογῆσαι, ἅτε πολεμησείοντος ἐς τὸ ἐμβριθὲς τοῦ βασιλέως Περσῶν. ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο, μόλις μετὰ πλείστας ὅσας ἡμέρας ἐδόθη τοῖς πρέσβεσιν ἐς τὰ βασίλεια ἐσφοιτῆσαι. καὶ τὰ μὲν πρῶτα, καθὰ τῇ συνηθείᾳ ἐδόκει, θοινησάμενοι καὶ τὸ ἐκ βασιλέως γράμμα ἐγχειρίσαντες, πρός γε καὶ τοὺς δοριαλώτους ἀποδεδωκότες, ἐνθένδε ἀνεχώρησαν φιλοφροσύνης μηδὲν ὁτιοῦν εὑρηκότες. τῇ δὲ ὑστεραίᾳ ὁ παρὰ Πέρσαις τῆς αὐλῆς ἡγεμὼν καὶ Μεβώδης ἐπυνθανέσθην τὴν δύναμιν τῆς πρεσβείας. τῶν δὲ εἰπόντων ὅτι δὴ περὶ εἰρήνης ἥκοιεν πρεσβευσόμενοι, αὐτίκα οἵγε οὐδὲ προσίεντο τοὺς περὶ τούτων αὐτῶν λόγους φάσκοντες οὐκ ἐπιτετράφθαι τι τοιοῦτον [δὲ], ἀλλὰ συλλαβὰς ἀποδόντας ἀντιλαβεῖν χρῆναι καὶ ὡς θᾶττόν γε δήπου τῆς Περσῶν ἀπαλλαγῆναι. ἐν φανερῷ τοίνυν ποιησαμένων τὴν ἐφιεῖσαν αὐτοῖς τοῦτο κέλευσιν, ἔγνωσαν ἐν βραχεῖ ὅ τι δύναται ἡ ἐπιστολὴ τοῦ Ῥωμαίων αὐτοκράτορος καὶ τὴν ἄφιξιν τῆς πρεσβείας ἅπασαν, ὡς ἕτοιμος εἴη κατασβεννύναι τὰ ἐκ τοῦ πολέμου χαλεπὰ καὶ τὴν περιμάχητον αὐτοῖς Ἀρμενίαν ἅπασαν ἀμαχητὶ ἐνδοῦναι, παραχωρῆσαι δὲ σφίσι καὶ Ἀρζανηνῆς ἀντιχαριζόμενος τοῦ Δάρας τὸ Ἀφουμῶν φρούριον. ἐδέξατο μὲν οὖν καὶ αὖθις αὐτοὺς βασιλεὺς ὁ Περσῶν, τραχύτητι 215 δὲ χρώμενος πρὸς ἕκαστα τῶν φιλανθρώπως γεγραμμένων οὔτε ἀποστήσεσθαι ἔφη πώποτε τοῦ Δάρας, οὐ μᾶλλόν γε ἢ τῆς Νισίβιος ἢ Σιγγάρων, ἅπερ καὶ αὐτὰ ἐκ Ῥωμαίων ἀπισχυρίζετο ἔχειν Πέρσας, οὔτε μὴν ἐλαττώσειν τι τῶν πατρῴων κτημάτων, ἀλλ', εἰ μὲν οἷόν τέ ἐστιν, ἐς αὔξησιν αὐτὰ ἐνεγκεῖν, εἰ δὲ μή, ἀλλὰ γὰρ καταλελειμμένα φυλάξειν. Χοσρόην μὲν γὰρ τὸν πατέρα ἔφη ὡς· εἴ γε περιῆν, ἴσως τὸ τοιόνδε ἔπραξεν ἂν καὶ τὸ Δάρας ἀφῆκε Ῥωμαίοις. τῷ γὰρ προσκτησαμένῳ τι καὶ τοῦτο ἀποβεβληκότι οὐχ οὕτως αἰσχρόν· αἰσχύνη δὲ ὁμοίως ἅπασιν ἀνθρώποις καταπροέσθαι τὰ πατρῷα. ταῦτα εἰρηκὼς διὰ Μεβώδου πάλιν αὐτοῖς ἐποίησε κατάδηλον ὡς· ἐπὶ τίνι μέγα φρονοῦντες ἀξιοῦσι πρὸς ἡμῶν ἀνακομίζεσθαι τὸ Δάρας; ποῖον νενικηκότες πόλεμον; ποίοις ἐγκαλλωπιζόμενοι τροπαίοις; ποῖ δῆτα καθυπέρτεροι γενόμενοι Περσῶν; ἀλλ' ὅτι ἀπειρίας δραξάμενοι τοῦ Τανχοσδρὼ καὶ περιαγαγόντες αὐτὸν ἐς ἄλλοτε ἄλλους χώρους, ἐπειδὴ περιπλανωμένου ἐξ Ἀρμενίας ἐκείνου εἰς Ἀρζανηνὴν καὶ ἀπὸ Ἀρζανηνῆς ἐςἈρμενίαν ἄδειαν ἔσχον οἱ Ῥωμαῖοι καταδραμεῖν τὴν ἕω Περσῶν· τῷ τοι ἄρα βρενθύονται ἴσως καὶ μεγαλαυχοῦσιν ὑποτοποῦντες ἐν ἐλάττονι μοίρᾳ τὰ ἡμέτερα κεῖσθαι. ἴστωσαν οὖν, ἔφη, Ῥωμαῖοι ὡς οὐδὲ ἄλλως ἀνέξομαι τῆς εἰρήνης, εἰ μήπω κατατιθέναι μέλλοιεν καὶ τὰ ὅσα πρὸς βασιλέως Ἰουστινιανοῦ ἐκομιζόμεθα χρήματα ἀν' ἔτος. τοσαύτῃ μεγαληγορίᾳ χρησαμένου Ὁρμίσδα μόλις ἀφείθησαν Ζαχαρίας τε καὶ Θεόδωρος ἄχρι τριῶν ἤδη φθινόντων μηνῶν ἐκεῖσε ἐνδιατρίψαντες πάντων τε τῶν δυσχερῶν ἐς πεῖραν ἐλθόντες. καὶ γὰρ οὐδὲ ὅσον ἀέρα καθαρὸν ἀναπνεῦσαι, οὐ μὴν προκῦψαι ἐκ τοῦ τέγους, ἵνα ἐνδιαιτώμενοι ἦσαν, ξυνεχώρουν οἷς ἡ φυλακὴ τῶν πρέσβεων ἀνειμένη ἐτύγχανεν, τό τε δωμάτιον αὐτὸ ζοφῶδές τε ἦν καὶ ἀδιάπνευστον καὶ ὥρᾳ θέρους ἐς τὰ μάλιστα ἀναρμόδιον, ὡς δοκεῖν εἶναι τὸ χρῆμα εἱρκτήν. τοῖς τοιοῖσδε τοίνυν δεινοῖς ἐκτετριμμένους διαφῆκαν πολλῷ δυσκολώτερον αὖθις πρὸς τὴν ἐπάνοδον αὐτοῖς χρησάμενοι, ὡς μήτε τῶν ἀναγκαίων ἐς τὸ ἀποχρῶν σφίσι μεταδιδόναι τρίβειν τε τὸν χρόνον καὶ μακροτέραν αὐτοῖς τὴν 216 πορείαν ἐργάζεσθαι. μιᾶς γὰρ ἡμέρας ὁδὸν σφᾶς ἀγαγόντες ἐπὶ τὰ πρόσω, τῇ ἐφεξῆς δι' ἑτέρας ἀτραποῦ ἐς τοὔμπαλιν ἐπανῆγον, ἕως πολλῶν ἀνιαρῶν αὐτοὺς ἀναπλήσαντες, ὡς καὶ ἑκάτερον ἀμέλει νόσῳ βαρυτάτῃ περιπεσεῖν, ἐξώθησαν τῆς Περσῶν. ἀφικομένης δὲ ταύτης τῆς ἀγγελίας παρὰ βασιλέα Ῥωμαίων καὶ παρὰ τὴν πάντων ἐλπίδα προσπεσούσης, (οὐ γὰρ ᾠήθη πώποτε Πέρσας ἐπὶ σμικροῖς οὕτω καὶ λίαν συμμέτροις τὴν εἰρήνην μὴ προσδέξεσθαι) Μαυρικίῳ μὲν εἰκότως ἐσήμαινεν ἔχεσθαι τοῦ πολέμου κατὰ τὸν προχωροῦντα τρόπον, καὶ τὰ ἄλλα περιεσκόπει, ὡς ἂν ἀμηγέπη οἷός τε ἔσοιτο βοηθῆσαι τοῖς πράγμασιν. οἷ δὲ τὰ μὲν ἄλλα οὐκ εἶχε κακῶς τὸ στράτευμα· καὶ γὰρ τὴν διανομὴν τῶν χρημάτων ἐπεποίητο.
18.1.5
Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων· σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην 252 διὰ τὸ πᾶσι τότε καὶ πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι. ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους. ἐπειδὴ δ' ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου. τοῦ δ' Εὐμένους φήσαντος διότι, εἰ καὶ παρ' ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτ' ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον μήτ' ἀξιοῦν μηδὲ ἓν πέρα τοῦ καθήκοντος, ὁπότε δ' αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν, τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δ' ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, ἡ δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν. ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον καὶ τὰ κατὰ τὴν Ἀσίαν. δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθ' αὑτόν, ἀλλὰ μεῖναι* τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν, ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων. ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τοῦ τῆς σφετέρας πατρίδος συμφέροντος σπουδάζοντας ἤπερ αὐτὸς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν, τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δ' εἶναι ῥᾴδιον καταμαθεῖν. ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπειδ' ἂν εἰσπορευθῶσι, διότι πάρεισιν οὔτε παρ' ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθ' ἡμᾶς βλάπτειν θέλοντες κατ' οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. τοῦτο δ' οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις 253 ἀκόλουθον. ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται, τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν. τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολλαπλασίως, τὴν δὲ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι. τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδ' ἂν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας. τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δ' ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι. διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δὲ ἐλαττοῦντες τῶν φίλων ἀλόγως, ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργετοῦντες, τοὺς δ' ἀληθινοὺς φίλους παρορῶντες καὶ κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονείκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτ' ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί. καὶ γὰρ ἐκεῖνος πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας σχεδὸν πάντων τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μενόντων εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν ἀλλὰ καὶ κατὰ τὰς πράξεις. πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους· τέλος δ' εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα (ταύτην γὰρ οὐχ οἷόν τ' ἦν ὑπερθέσθαι), τοῖς δὲ πράγμασιν ὑπερεθέμην. οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ἐκείνῳ προσῆγον. Ἀντιόχου 254 γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφ' ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τῶν ἄλλων συμμάχων ἠγωνισάμεθα μεθ' ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων. τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν. ὥσθ' ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν. καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασσανάσσην μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετὰ τῶν ἱππέων, τοῦτον, ὅτι καθ' ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευράτον δὲ πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρ' οὐδὲν ποιήσεσθε. τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρ' ὑμῶν; ἐρῶ μετὰ παρρησίας, ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπ' Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ' ἂν ἰδεῖν γενόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας. εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλ' ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. νὴ Δί' ἀλλὰ κάλλιόν ἐστιν τοὺς δουλεύοντας ἐλευθεροῦν. 255 εἴγε μὴ μετ' Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. ἐπεὶ δὲ τοῦθ' ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν. Ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους, ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον· οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθ' εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. ἐπὶ δὲ τοῖς εἰσῆλθον οἱ Ῥόδιοι, καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατ' ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον, ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ' ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων. τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ' ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν. ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων 256 ἀμαυρῶσαι καὶ καταβαλεῖν. εἰ δ' ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ πάντα ἔνεστιν ἱκανὰ πᾶσι καὶ πλείω τῶν ἱκανῶν. καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε*** προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης, πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν. οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλ' ἕτερον. οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσι πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις χορηγίαν ναῦς· ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους θεοὶ πεποιήκασι πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ὀχυρωτάτην; δῆλον ὡς ἐπαίνου καὶ δόξης παρ' ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. γνοίητε δ' ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθ' ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δ' ἁπλῶς οὐδέν. ἀλλ' ὅμως ηὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις, καὶ μάλα δικαίως· τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέ 257 ρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης, ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν, ἀλλ' ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς. Οἱ μὲν οὖν Ῥόδιοι ταῦτα εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων. ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρ' Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν. ὧν μετ' ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίας πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον, μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασι δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. αὕτη δ' ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους. δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν ιʹ πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων ὅσοι μὲν ὑπ' Ἀντίοχον ἐτάττοντο τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίας καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δὲ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον. δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς ιʹ πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν. Ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς 258 τὴν σύγκλητον ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων. διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης. εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους. ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος. ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρ' Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον, οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ τῶν Σόλων ἐποιοῦντο τὸν λόγον. φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις. τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν, ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντήσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.
18.1.6
Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰδὼς τοὺς αὑτοῦ προγόνους ἐσχηκότας Κοίλην Συρίαν παρασκευὰς ἐποιεῖτο μεγάλας ἀμφισβητῶν ταύτης· ἤλπιζέ τε τὴν ἀδίκῳ πολέμῳ πρότερον 402 ἀνειμένην τότε δικαίως τοῖς αὐτοῖς νόμοις ἀνακτήσασθαι. ἃ δὴ πυθόμενος ὁ Ἀντίοχος ἐξαπέστειλεν εἰς Ῥώμην πρέσβεις ἐντειλάμενος μαρτύρασθαι τὴν σύγκλητον ὅτι πολεμεῖν ἀδίκως ἐπιβάλλεται Πτολεμαῖος. ἐξαπέστειλε δὲ καὶ ὁ προειρημένος τοὺς ἀπολογησομένους καὶ διδάξοντας τὴν σύγκλητον, ὅτι παρὰ πάντα τὰ δίκαια κρατεῖ τῆς Κοίλης Συρίας Ἀντίοχος ἑαυτοῦ προγονικῆς ὑπαρχούσης. ἐνετείλατο δὲ τά τε φιλάνθρωπα πρὸς Ῥωμαίους ἀνανεώσασθαι καὶ περὶ τῆς πρὸς Περσέα διαλύσεως πειραθῆναι.
18.1.7
Ὅτι τῷ Ἰουγούρθᾳ ὁ Μέτελλος προσπέμψαντί οἱ ὑπὲρ τῆς εἰρήνης πολλὰ καθ' ἓν ἕκαστον ὡς καὶ μόνον ἐπέταξε, καὶ οὕτως ὁμήρους τε παρ' αὐτοῦ καὶ ὅπλα τούς τε ἐλέφαντας καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἔλαβε. καὶ τούτους μὲν πάντας ἀπέκτεινεν, οὐ κατελύσατο δέ, ὅτι Ἰουγούρθας οὐκ ἠβουλήθη πρὸς αὐτόν, μὴ συλληφθῇ, ἐλθεῖν, καὶ ὁ Μάριος ὅ τε Γναῖος ἐνεπόδισαν.
18.1.8
Ὅτι μετὰ τὴν νίκην τῶν Ἀβάρων, ἡττηθέντος Τιβερίου τοῦ στρατηγοῦ, μετὰ τὰς ξυνθήκας συνήρεσε πρεσβεύσασθαι ὡς τὸν Ῥωμαίων αὐτοκράτορα. καὶ δὴ Τιβέριος ξυναπέστειλε τῇ πρεσβείᾳ Δαμιανὸν ταξίαρχον ἐσήμηνέ τε τῷ βασιλεῖ ἅπαντα τὰ ξυνενεχθέντα, καὶ περὶ ὧν βούλεται τὸ Ἀβαρικόν. καὶ ἐσπείσαντο τελέως Ῥωμαῖοί τε καὶ Ἄβαροι.
18.1.9
Ὅτι Θεύδατος ὁ τῶν Γότθων ἀρχηγός, ἐπειδὴ Βελισάριον ἐς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ' ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον σφίσι τόνδε ξυνάρασθαι διεπρεσβεύσαντο. ὃς οὔ ποτε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας μοῖραν τὴν πεπρωμένην ἀνέπλασεν.
18.1.10
Ὅτι ὁ Πομπήιος τοσοῖσδε συνενεχθεὶς κακοῖς ὑπὸ τῶν 531 Νωμαντίνων ἐς τὰς πόλεις μετὰ τῶν συμβούλων ἀνεζεύγνυ χειμάσων τὸ ἐπίλοιπον, τοῦ ἔαρος προσδοκῶν ἥξειν οἱ διάδοχον, καὶ δεδιὼς κατηγορίαν ἔπρασσεν ἐς τοὺς Νωμαντίνους κρύφα τοῦ πολέμου διαλύσεις. οἱ δὲ καὶ αὐτοὶ κάμνοντες ἤδη φόνῳ τε πολλῷ ἀρίστων καὶ τροφῶν ἀπορίᾳ καὶ μήκει τοῦ πολέμου [καὶ] μακροῦ παρὰ προσδοκίαν γεγονότος ἐπρέσβευον ἐς Πομπήιον. ὁ δὲ ἐς μὲν τὸ φανερὸν ἐκέλευεν αὑτοὺς Ῥωμαίοις ἐπιτρέπειν (οὐ γὰρ εἰδέναι συνθήκας ἑτέρας Ῥωμαίων ἀξίας), λάθρᾳ δ' ὑπισχνεῖτο ἃ ἔμελλε ποιήσειν. καὶ συνθεμένων ἐκείνων καὶ ἐπιτρεψάντων ἑαυτούς, ὅμηρά τε καὶ αἰχμάλωτα ᾔτησε καὶ τοὺς αὐτομόλους, καὶ πάντα ἔλαβεν. ᾔτησε δὲ καὶ ἀργυρίου τάλαντα τριάκοντα, ὧν μέρος αὐτίκα ἔδοσαν οἱ Νωμαντῖνοι, καὶ τὰ λοιπὰ ὁ Πομπήιος ἀνέμενεν. παραγενομένου δ' αὐτῷ διαδόχου Μάρκου Ποπλίου, οἱ μὲν ἔφερον τὰ λοιπὰ τῶν χρημάτων, ὁ δ' ἀπηλλαγμένος μὲν τοῦ περὶ τοῦ πολέμου δέους τῷ παρεῖναι τὸν διάδοχον, τὰς δὲ συνθήκας εἰδὼς αἰσχράς τε καὶ ἄνευ Ῥωμαίων γενομένας, ἠρνεῖτο μὴ συνθέσθαι τοῖς Νωμαντίνοις. καὶ οἱ μὲν αὐτὸν ἤλεγχον ἐπὶ μάρτυσι τοῖς τότε παρατυχοῦσιν ἀπό τε βουλῆς καὶ ἱππάρχοις καὶ χιλιάρχοις αὐτοῦ Πομπηίου, ὁ δὲ Πόπλιος αὐτοὺς ἐς Ῥώμην ἔπεμπε δικασομένους τῷ Πομπηίῳ. κρίσεως δὲ ἐν τῇ βουλῇ γενομένης, Νωμαντῖνοι μὲν καὶ ὁ Πομπήιος ἐς ἀντιλογίαν ἦλθον, τῇ βουλῇ δ' ἔδοξε πολεμεῖν Νωμαντίνοις. καὶ ὁ Πόπλιος ἐνέβαλεν ἐς τοὺς γείτονας αὐτῶν Λούσονας.
18.1.11
Ὅτι ἧκε κατὰ τοῦτον τὸν χρόνον παρὰ τῶν Ἀττήλα παίδων ὡς τὸν βασιλέα Λέοντα πρεσβεία τὰς αἰτίας διαλύουσα τῆς προϋπαρξάσης διαφορᾶς, καὶ ὡς χρὴ αὐτοὺς ἐπὶ εἰρήνῃ σπένδεσθαι καὶ κατὰ τὸ παλαιὸν ἔθος παρὰ τὸν Ἴστρον ἐς ταὐτὸν 588 ἰόντας Ῥωμαίοις προτιθέναι ἀγορὰν καὶ ἀντιλαμβάνειν, ὧν ἂν δεόμενοι τύχοιεν. καὶ ἡ μὲν σφῶν αὐτῶν πρεσβεία ἐν τοῖσδε οὖσα ἄπρακτος ἐπανῄει· οὐ γὰρ ἐδόκει τῷ βασιλεύοντι Οὔννους τῶν Ῥωμαϊκῶν συμβολαίων μετέχειν πολλὰ τὴν αὐτοῦ κακώσαντας γῆν· οἱ δὲ τοῦ Ἀττήλα παῖδες τὴν ἐπὶ τῇ πρεσβείᾳ ἀπόκρισιν δεξάμενοι πρὸς σφᾶς διεφέροντο· ὁ μὲν γὰρ Δεγγιζίχ, ἀπράκτων ἐπανελθόντων τῶν πρέσβεων, πόλεμον Ῥωμαίοις ἐπάγειν ἐβούλετο, ὁ δὲ Ἠρνὰχ πρὸς ταύτην ἀπηγόρευε τὴν παρασκευήν, ὡς τῶν κατὰ χώραν ἀπαγόντων αὐτὸν πολέμων.

Intertext edge

Open linked passage

Note