Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
190.1.1
τὸ δέον τὸ ἐπίκλημα ποιουμένους, εἶπεν· εἰ μὲν ἕτερός τις, καὶ οὐχὶ Χοσρόης ὁ πάνυ, ξυνεπελαμβάνετο τοῖς ἀδίκως ἐπεγκαλοῦσι Σαρακηνοῖς, ἧττον ἂν ὑπῆρχε δεινόν. τοσοῦτον δὲ βασιλέα Περσῶν περὶ πλείστου ποιούμενον τὰ μὴ ἐναντία τῆς τῶν πραγμάτων φύσεως, προσθήσω δὲ καὶ τὰ Ῥωμαίων ἀσπαζόμενον, συνηγοροῦντα τοῖς ἐθέλουσιν ἀδικεῖν θαυμάσαιμι λίαν καὶ ὑπερεκπλαγείην. ὅμως δὲ ῥᾳθυμίᾳ τὸν νοῦν οὐκ ἐπιτρέψω, Ῥωμαῖος πεφυκώς, ἀναδιδάξω δὲ τὸ πᾶν, καίτοι τοῦ βασιλέως οὐ δεομένου διδασκαλίας, ἀλλ' ἐν εἰδόσι τῆς διηγήσεως προϊούσης. ὁ γὰρ προεγνωκὼς ἤδη τὰ ὅσα τῷ δικαίῳ ξυνᾴδει, ταῦτα πάλιν ἀναδιδαχθεὶς ἐπιρρώσει τῷ ἀδεκάστῳ τὸ συνειδός. Πέτρος μὲν γὰρ ὁ πρὸ ἡμῶν πρεσβευτής, ὃς ἔναγχος παραγενόμενος ἐβεβαίωσε τὰ τῆς εἰρήνης, ἐμπειρίᾳ λόγων καὶ δεινότητι πειθοῦς καὶ τὰ περὶ τῶν νῦν ἐπεγκαλούντων Σαρακηνῶν καὶ ἕτερα, ὅσα διημφισβητήθη, οἷος ἐγένετο παρακρούσασθαι. ἐγὼ δὲ ῥητορεύειν τε καὶ πείθειν ἠσκημένος οὐδαμῶς ὅμως τὸ περιεῖναι τῇ δίκῃ τῶν Σαρακηνῶν ἕξω πρὸς ὑμῶν, τῷ μὴ στέργειν ὑμᾶς ἀντὶ Ῥωμαίων Σαρακηνούς, καὶ ταῦτα τοὺς ἀδικωτάτους, καὶ ἀντὶ τοῦ συνοίσοντος τοῖς καθ' ἡμᾶς πολιτεύμασι τὸ ἀξύμφορον. οἱ καθ' ὑμᾶς γὰρ Σαρακηνοί (ὅταν δὲ λέγω Σαρακηνούς, ἀναλογίζεσθε, ὦ Μῆδοι, τὸ ἀλλόκοτόν τε καὶ παλίμβολον τοῦ ἔθνους) οὗτοι δῆτα οὖν πρὸς βασιλέως Ἰουστινιανοῦ δῶρα μὲν λαμβάνειν εἰώθεσαν, τὸ δὲ ἔθος αὐτοῖς τῷ τοῦ παρέχοντος ἐβεβαιοῦτο βουλήματι. ὑπερηδόμενος γὰρ τῇ εἰρήνῃ καὶ οἷς οὐκ ἐχρῆν τὸ μεγαλόδωρον ἐπεδείκνυτο, καὶ μᾶλλον ἐκαίνιζεν ἑκουσίως φιλανθρωπίας ὑπερβολῇ πρὸς τὸ μὴ ἀναγκαῖον τὰ πράγματα, ἤπερ ἀκουσίως, εἰ θέμις εἰπεῖν, ἐποιεῖτο τῶν ἀναγκαίων τὴν σύστασιν. μαρτύριον δέ μοι σαφέστατον τοῦ δῶρα τοὺς Σαρακηνούς, καὶ οὐχ ὡς ὑπὲρ σπονδῶν, ὥς φασι, κομίζεσθαι τὰ τοιαῦτα χρήματα, καὶ αὐτοὺς ἀντιδωροφορεῖν τὸν καθ' ἡμᾶς βασιλέα. καὶ πρὸς ταῦτα μὲν οἶμαι μηδ' ὁντιναοῦν ἀντερεῖν. εἰ δὲ καὶ δοίημεν, ὡς Ἰουστινιανὸς αὐτοὺς κατὰ ξυνθήκας ἐφιλοφρονεῖτο τοῖς χρήμασι, συνεμετρήθη τῷ βίῳ τοῦ δωρουμένου βασιλέως καὶ συνανεπαύσατο τούτου τῇ τελευτῇ τὸ δωρούμενον. οὐ γὰρ ἑνὸς 191 ἀνδρὸς ἔθει, φημὶ δὲ τὸ πλέον, καὶ νόμῳ μὴ λυσιτελοῦντι, καὶ εἰ πέφυκε βασιλεὺς ὁ τὸ ἔθος ἰσχυροποιήσας ἤγουν νομοθετήσας, πολιτεία καταδικασθήσεταί ποτε. ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ διδόναι τι τὸ λοιπὸν Σαρακηνοῖς, καθ' ὅσον Ἰουστινιανὸς μὲν καὶ πρὸς τοὺς βαρβάρους ἠπιώτατος, ὁ δὲ νῦν Ῥωμαίων αὐτοκράτωρ πρὸς πάντας εἶναι βούλεται φοβερώτατος. οὐ χρεὼν οὖν ταῦτα τοὺς Σαρακηνοὺς ὀνειροπολεῖν· οὐ γάρ τι τοιοῦτον ὁ καθ' ἡμᾶς βασιλεὺς ἕλοιτο ποιεῖν. εὐκτὸν δὲ ὑμῖν γενήσεται τὸ τὴν εἰρήνην αὐτὸν ἐθέλειν ἐρρῶσθαι, καὶ μὴ οἴεσθαί γε αὐτὸν ἔλαττον ἔχειν Ῥωμαίους ἐν ταῖς ἤδη γεγενημέναις σπονδαῖς. ταύτῃ γὰρ ἀνέξεται μὴ ὅπλα κινεῖν. οὗτος μὲν οὖν οὕτως ἔλεξε· καὶ περὶ μὲν τῶν Σαρακηνῶν τὸ λοιπὸν οὐδεμία τις ἐφέρετο μνήμη. ἐπιτηρήσας δὲ τῷ δοκεῖν οὐκ ἐργωδῶς ἀμφὶ Σουανίας ἀπέρριψε λόγους ὡς δέον ὑπὸ Ῥωμαίους αὐτὴν καθεστάναι, εἴ γε καὶ Λαζικῆς ἐπελάβοντο ἐννομώτατα αὐτοί. ὁ δὲ Περσῶν βασιλεὺς τοὺς περὶ Σουανίας μὲν λόγους ἔδοξε παραδέχεσθαι, χρῆναι δὲ αὐτὸν ἔφη περὶ ταύτης ἅμα τοῖς ἐν τέλει τῶν Μήδων βουλεύσασθαι. μετὰ ταῦτα ὁ Ἰωάννης λόγους προσήγαγε τῷ Ζίχ, τῷ καὶ Ἰεσδεγουσνάφ, καὶ μὲν οὖν ἑτέροις τισὶ τῶν παρὰ Πέρσαις ἡγεμόνων. οἱ δὲ ἔλεξαν ὡς ἑτοιμότατα ἔχοιεν Σουανίας παραχωρῆσαι Ῥωμαίοις, οὕτω μέντοι, ἐφ' ᾧ χρήματα λήψεσθαι καὶ ὤνιον θέσθαι τὴν ἀπαλλαγήν. καὶ πρός γε συνθήκας ἄλλας τινὰς δεῖν ἔφασκον γενέσθαι αἰσχράς τε καὶ ἀναξίας τῆς Ῥωμαίων ἀρχῆς καὶ βεβαιούσας οὐδαμῶς τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν ὡς ἔστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος. Ἰωάννης δὲ τὰ τοιάδε ἀκηκοὼς καὶ οὐ σφόδρα τῆς τοῦ αὐτοκράτορος στοχαζόμενος γνώμης ἀβουλότατα διεπράξατο. ἔστελλε γὰρ παρὰ Σουάνους τὸν σφῶν βασιλέα βουλόμενος δεξιώσασθαι, δελεάσαντος οὖν αὐτὸν ἐς τοῦτο ἀτοπίας ἐλθεῖν αὐτοῦ Χοσρόου. ἐσκήπτετο δὲ τὸ τοιόνδε καὶ ἐμηχανᾶτο, ὅπως ἔσοιτό γε αὐτῷ ἐς δικαιολογίαν τινά, ὡς αὐτοὶ Σουάνοι καίτοι προτραπέντες οὐκ ἀνάσχετα ποιοῦνται Ῥωμαίοις ὑπακούειν. ἐξηπίστατο γὰρ ὅτι οὖν ὤνησαν οἱ πρὸς Ἰωάννου σταλέντες. μετὰ ταῦτα ἐπηγγείλατο Χοσρόης στέλλειν πρεσβευτὴν ὡς βασιλέα Ῥωμαίων τὸν ταῦτα ἅπαντα ἐν δέοντι καταστησόμενον· καὶ ἀνέζευξεν Ἰωάννης ἐς τὸ Βυζάντιον.

Intertext edge

Open linked passage

Note