De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1.1
Ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων, ὅτι δεήσει κατ' ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων, πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνίτας. μεταπεμψάμενος γὰρ Ὀνομαστὸν τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως. ὁ δ' Ὀνομαστὸς ἀναχωρήσας εἰσαπέστειλε Κάσανδρον εἰς Μαρώνειαν συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν, ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις. μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγή, καὶ πολλοὶ τῶν Μαρωνιτῶν ἀπέθανον. κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμὸν ἐκαραδόκει τὴν 45 τῶν πρεσβευτῶν παρουσίαν, πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον. μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλ' αὐτοὺς ἐν αὐτοῖς στασιάζοντας Μαρωνίτας καὶ τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν τοὺς δὲ πρὸς ἑαυτὸν εἰς ταύτην ἐκπεπτωκέναι τὴν ἀτυχίαν. καλεῖν δ' ἐκέλευε κατὰ πρόσωπον εἴ τις αὐτοῦ κατηγορεῖ. τοῦτο δ' ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι. τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας (σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων), εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος. καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τούτου προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνομαστὸν καὶ τὸν Κάσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην, ἵνα πύθηται περὶ τῶν γεγονότων. ὁ δὲ βασιλεὺς διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον τὸν μὲν Κάσανδρον ἔφη πέμψειν τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλητος, τὸν δ' Ὀνομαστὸν ἐξῃρεῖτο καὶ παρ' αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνομαστὸν κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδ' ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, τῇ δ' ἀληθείᾳ δεδιώς, μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνίτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις καὶ τέλος τὸν μὲν Ὀνομαστὸν ἐξείλετο, τὸν δὲ Κάσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν. οἱ δὲ περὶ τὸν Ἄππιον κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνίτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν. Ὁ δὲ βασιλεὺς γενόμενος καθ' ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλεῖ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς 46 ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκ ἔτι λανθάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν. καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς, πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἐπιγένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.
19.1.2
Ὅτι ὁ Μακρῖνος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἰδὼν τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα ἐφ' οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τε αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λόγους φιλίους ἔπεμψε πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος καὶ τὴν αἰτίαν τῶν γεγονότων ἐς Καράκαλλον τρέπων· ὡς δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευεν (τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν καὶ τοῦ Μακρίνου ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθ' ὅσα ἐβούλετο κατεργάσασθαι), οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν.
19.1.3
Ὅτι Θευδάτος ἐπεὶ ἤκουσε τόν τε Μαυρικίου καὶ Μούνδου θάνατον τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ' αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἐπῆγε μέτρον οὐκ ἔχουσαν, καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος. καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου. καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τάδε· σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε σφίσιν αὐτοῖς οἱ πρέσβεις διασώζουσιν, ἐς ὃ τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξουσι τὸ τῆς πρεσβείας ἀξίωμα. κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι. Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίαζεν, ἀλλ' ὅπως ἰσχυρίσηται ἐγκλήματα ὡς τὸ εἰκὸς γίγνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε· οὐδὲ ταῦτα, ὦ Γότθων ἀρχηγέ, ταύτῃ, ᾗπερ εἰρήκεις, ἔχει, οὐδ' ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο. μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστιν· λόγους δέ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴποι, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ' ὁ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον. ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν, ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πράως. ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται. οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ' αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολήν, ἥν σοι ἔγραψεν, ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα, ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ αὐτοῖς 108 δώσομεν. ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον. εἶχε δὲ ὧδε· ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν ὥσπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι. ἀλλ' ὅπως ἀξιώτεροι ἔσησθε, ἐς ἡμᾶς ἥξετε, ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἄλλως ἀγνῶτα Γότθους καλοῦμεν, ἀλλ' ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκεν. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε, οἷς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου· Θευδάτος τε ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω, καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχεν. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μέν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, ἐς Ἰλλυριοὺς ἔπεμψε στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλωνῶν ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη, Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι. Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ στρατιὰν ἤγειρεν, ἐν τούτῳ δὲ Γότθοι Γρίππα σφίσιν ἡγουμένου στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σαλώνας ἔσχον.
19.1.4
Ὅτι παρεσκευάζετο ὁ Τιβέριος διαλῦσαι τὸν πρὸς Πέρσας πόλεμον. τοιγαροῦν οὕτως ἀρέσαν τῷ βασιλεῖ, ἀφίησιν ἐπὶ τούτῳ Ζαχαρίαν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν μεθορίοις πρεσβευσόμενον καὶ αὖθις· ὃν δὴ καὶ πολλάκις ἐπὶ ταῖς τοιαύταις ἐχειροτόνησε χρείαις. ὁ δὲ ἀφικόμενος καὶ δῆλον καταστήσας, ἐφ' ᾧ ἐποιήσατο ὡς Πέρσας τὴν ἄφιξιν, ὁ μὲν ὑπῆρχεν ἐν τούτοις, βασιλεὺς δὲ Περσῶν ἐκπέμπει Ἀνδίγαν. οὗτος δὲ ἀνὴρ κατὰ τοσοῦτον ἐχέφρων τε ἦν καὶ πράγμασι πλείστοις ὁμιλήσας, καθ' ὅσον τε αὐτῷ ἐπὶ μακρότατον καὶ τὰ τοῦ χρόνου ξυνέβαινεν ἐπισφραγίζοντι τῷ πάνυ γηραλέῳ τὸ νουνεχές. ἐπειδὴ δὲ συνηλθέτην ἀγχοῦ τῆς πόλεως τοῦ Δάρας, ξὺν τοῖς καὶ οἱ τῶν ἐκείνῃ πόλεων Ῥωμαίων τε καὶ Περσῶν ἡγεμόνες, οἱ μὲν δὴ ἐξηρτύοντο ἕκαστοι διαλεχθησόμενοι περὶ τοῦ ὅπως δέον καταθέσθαι τὸν πόλεμον· ὁ δέ γε τῶν μεθορίων λεγόμενος προτίκτωρ, (δηλοῖ δὲ παρὰ Ῥωμαίοις τὸν ἐς τοῦτο καταλεγόμενον ἀξίας τὸν βασίλειον προσκεπαστήν) οὗτος δὴ οὖν κατεσκεύασε καλύβας, ἐν αἷς ἔμελλον ἑκατέρας πολιτείας πρέσβεις τὰ εἰρημένα διασκέπτεσθαι· τοῦτο γὰρ τὸ λειτούργημα ἄνωθέν τε καὶ ἐξ ἀρχῆς τῷ προτίκτορι ἐπιτέτραπται. παρασκευασθέντων οὖν τῶν τοιῶνδε ἐνδιαιτημάτων, καὶ γενομένων ἐν τῷ αὐτῷ τοῦ Ἀνδίγαν τε καὶ Ζαχαρίου καὶ τῶν τῆς περιοικίδος ἀρ 217 χόντων, τοῦ μὲν Ἀνδίγαν τὴν συνέλευσιν ποιουμένου ἐκ τοῦ Δάρας, Ζαχαρίου δὲ ἐκ τοῦ Μάρδις, καὶ αὖθις οὐχ ἧττον ταῖς αὐταῖς χρωμένων δικαιολογίαις, αἷσπερ καὶ ἐν ταῖς προτέραις πρεσβείαις· καὶ τῶν μὲν Περσῶν βουλομένων κομίζεσθαι ἀπὸ Ῥωμαίων τὰ ὅσαπερ ἐκ πλείστου χρόνου εἰώθεσαν χρήματα τὰ διομολογηθέντα ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων, πρὸς τούτοις ἔχειν καὶ τὸ Δάρας, τῶν δὲ δὴ Ῥωμαίων ἐξ ἐναντίας ἀπισχυριζομένων ὥστε μηδὲν κατατιθέναι μήτε μὴν ὥσπερ τιμήματός τινος πρίασθαι τὴν εἰρήνην, ἀλλὰ γὰρ καὶ ἀνασώσασθαι ἀπὸ Περσῶν τὸ Δάρας, ἀντάλλαγμα μέντοι παρέχοντας τὴν ἐξ ἀρχῆς Περσαρμενίαν τε καὶ Ἀρζανηνὴν ἄνευ τῶν ἀμφοτέρας χώρας οἰκητόρων τῶν ὅσοι τῇ Ῥωμαίων προσεχώρησαν πολιτείᾳ· πλείστων οὖν, ὥσπερ εἰκός, ἐπὶ τηλίκῳ πράγματι προενηνεγμένων λόγων καὶ ἥκιστα εἰς ἔργον ἀχθέντων, μήτε μὴν τῇ συμφωνίᾳ ἀμφοῖν τοῖν μεροῖν ξυμβαινόντων ἀλλήλοις, τὸν Ἀνδίγαν παρακρούσασθαι Ζαχαρίαν ὑποτοπήσαντα ἐφ' ᾧ θέσθαι συνθήκας οὐκ ἐς τὸ εὐπρεπές, ἀλλὰ γὰρ πάντη ἀσυμφόρους τῇ Ῥωμαίων ἀρχῇ, φάναι λέγεται τοιάδε· τείχη καὶ πύλαι καὶ εἴ τι τοιοῦτον, ὦ ἄνδρες, φυλακτήριον, φυλάττειν μέν, ὡς εἰκός, δυνήσεται καὶ πόλιν καὶ πολιτείαν ὅλην· ἐν οἷς δὲ τυγχάνουσιν οἱ τούτοις περιπεφραγμένοι, κρύπτειν οὐ ῥᾴδιον. φήμη γὰρ ἀεὶ χειροῦται τὰ πράγματα καὶ τὰ δοκοῦντά πως ἄδηλα καθεστάναι προτίθησι ταῖς ἀκοαῖς ὥσπερ ἐπ' ἀγορᾶς ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια. τοιγαροῦν καὶ ἡμεῖς ἐξεπιστάμεθα τὴν Ῥωμαίων ἀρχὴν πολέμοις ἀντερείδουσαν πλείστοις καὶ πολλαχόσε τῆς οἰκουμένης ὅπλα κινοῦσαν καὶ τῇ δυνάμει μεμερισμένην σχεδὸν ἐφ' ἑκάστῳ βαρβάρῳ γένει, καὶ τὴν καθ' ἡμᾶς πολιτείαν οὐκ ἀπὸ τρόπου Ῥωμαῖοι γινώσκουσι μηδενὶ τῶν πάντων ἀνθρώπων νῦν πολεμοῦσαν ἢ Ῥωμαίοις μόνοις. ὡς οὖν ὑμῶν μὲν πολλοῖς ἔθνεσι μαχομένων, ἡμῶν δὲ μόνοις ὑμῖν, οὕτω καὶ τὰς ξυνθήκας ἀνάγκη διατιθέναι. βέβαιον γὰρ ἂν γένοιτο Ῥωμαίοις τε τὸ περιεῖναι καὶ πρὸς πολλὰ διαγωνιζομένοις ἔθνη καὶ πρὸς μίαν τῶν Περσῶν πολιτείαν, καθάπερ καὶ ἡμῖν ἐν βεβαίῳ γενήσεται τὸ κρατεῖν πρὸς οὐδένα τῶν ἄλλων ἢ πρὸς Ῥωμαίους μόνους ἔχουσι τὴν διαφορὰν καὶ τῷ πρὸς ἕνα καὶ τὸν αὐτὸν παρατάττεσθαι πόλεμον. ταῦτα ἐπεὶ ἔλεξεν ὁ Ἀνδίγαν, ἀκηκοότα Ζαχαρίαν λέγεται ὑπομειδιᾶσαι καὶ ὧδε εἰπεῖν· εὖ σοι γένοιτο, ὦ Ἀνδίγαν, 218 καὶ Πέρσῃ πεφυκότι καὶ μαρτυροῦντι Ῥωμαίοις τῆς ἀνδρείας καὶ παρατρώσαντι τὴν ἀλήθειαν οὐδαμῶς. εἰ γὰρ μή, ὡς ἔφης, ἡ Ῥωμαίων περιεσπᾶτο δύναμις καὶ τὴν πολυχειρίαν τοῦ κατ' αὐτὴν στρατοῦ κατὰ πολλὰ τῆς οἰκουμένης ἐξέτεινεν ἔθνη, καὶ ὡς ἐγεφύρωσε τῇ δυνάμει τὴν θάλατταν καὶ τὰς ἠπείρους ἔζευξε τῷ πανταχοῦ παρεῖναί τε καὶ περιεῖναι, τί ἂν οἴει πεπονθέναι Πέρσας ἢ ἐπὶ πόσον ἀντισχεῖν τῷδε τῷ πολέμῳ; οἶμαι μὲν οὖν ἔγωγε καὐτό γε δήπου τοὔνομα συμφθαρῆναι Πέρσαις, καὶ μόνῳ νικῆσαι τῷ μηδέποτε φέρεσθαι τῇ μνήμῃ. τούτων Ζαχαρίᾳ εἰρημένων ὁ Ἀνδίγαν τῇ σιγῇ ἐδήλωσε τὸ νενικῆσθαι τῷ λόγῳ. τοιαῦτα μὲν οὖν ἄμφω διελεγέσθην. ἐν τοσούτῳ δὲ ὁ Τανχοσδρὼ Περσῶν στρατηγὸς ἅμα τῇ Περσικῇ στρατιᾷ ἐς τὰ ἱππάσιμα τὰ περὶ τὴν Νίσιβιν ἐστρατοπεδεύετο κατὰ τὸν Μυγδόνιον ποταμόν. Μαυρίκιος δὲ χαρακώσας ὑπῆρχε τὰς ἀμφ' αὑτὸν δυνάμεις ἐν τῷ δὴ λεγομένῳ Μονόκαρτον, ἐν ἀγχιθύρῳ Κωνσταντίνης τῆς πόλεως. ἔστι γὰρ δήπου τὰ περὶ τὸ Μονόκαρτον ἅπαντα ἔνυδρά τε καὶ ἱππόβοτα καὶ στρατῷ ἐνσκηνήσασθαι ἀγαθά. οὕτω μὲν οὗτοι ἀπεταφρεύοντο. ἀτὰρ ὁ Ἀνδίγαν ἔτι ξυνεστώσης τῆς ἐκκλησίας ἐχρῆτο καὶ πτοίαις τισὶ καὶ φενακισμοῖς Ζαχαρίᾳ ὑποδηλῶν, ὡς αὐτὸς εἴη μόνος ὁ διακωλύων τὸν Τανχοσδρὼ τὴν Ῥωμαϊκὴν γῆν κατασεῖσαι ἅπασαν. τυχὸν γάρ, ἐν ᾧ διαλεγόμενος ἦν, ἀνεφαίνετό τις τούτων δὴ τῶν ἐς τάχος ἱππαζομένων τε καὶ τὰς ἀγγελίας τῷ τάχει τῶν ἵππων διακομιζόντων, πλαττόμενος ἐκ τοῦ Τανχοσδρὼ ἐστάλθαι. καὶ δὴ τὸν Ἀνδίγαν ἰδίᾳ λαμβάνων ἐνεχειρίζετό οἱ ἐπιστολήν, ἐν ᾗ ἐνεφέρετο, ὡς Τανχοσδρὼ δῆθεν γεγραφότος, οἷα ἀκαθέκτου οὔσης τῆς Περσῶν στρατιᾶς, μάλα τε ὁρμώσης καὶ δὴ ἐμβαλεῖν ἐς τὴν Ῥωμαϊκήν. τοιαῦτα ψευδομένης τῆς ἐπιστολῆς, συνεψεύδετο τοῖς γεγραμμένοις καὶ ὁ κονιορτός, ὃς τῷ ἀγγελιαφόρῳ ἅτε ἄρτι ἀφιγμένῳ ἐκ τῆς ὁδοιπορίας συμπεπλασμένος τε καὶ ἐνιζάνων πολὺς περὶ τὴν κόμην ὑπῆρχεν. ἅμα δὲ καὶ ὁ Ἀνδίγαν διαλεγόμενος τῷ ἤθει ὑπεκρίνετο καὶ τῇ ἄλλῃ κινήσει τοῦ σώματος ὑπεφαίνετο οἷα μὴ ἐφιέμενος πολέμου. τὸ μετὰ ταῦτα κατὰ δὴ τὸν ξύλλογον ἑαυτὸν ἀναμιγνὺς ἔφασκε Ζαχαρίᾳ, ὡς ἐνοχλοῖτο ὑπὸ 219 τοῦ Τανχοσδρώ, καὶ ὡς ἐσήμηνέν οἱ τὴν προθυμίαν τοῦ στρατοῦ εἶναι ἀφόρητον ἐγχαλινοῦσθαί τε ἀδύνατον, τοῦτο μὲν ἐν πολλαῖς μυριάσι ξυνισταμένης τῆς Περσικῆς δυνάμεως, τοῦτο δὲ καὶ ἐς τὰ μάλιστα ἱεμένης τὴν Ῥωμαίων ἅπασαν καὶ δὴ παραυτίκα πυρπολήσειν, καὶ ὡς, εἰ μὲν Ῥωμαῖοι ἕλοιντο καθ' ὃν ἂν βούλοιντο τρόπον Πέρσαι ἐμπεδῶσαι τὰς σπονδάς, ἀφέξεσθαι τῶν ὅπλων· εἰ δέ γε οὐ βούλοιντο, ξυγχωρήσειν αὐτῷ ἐμβαλεῖν παραχρῆμα ἐς τὴν ἑῴαν Ῥωμαίων· οὐδὲ γὰρ ἀνθέξειν αὐτοὺς κἂν γοῦν τὸν κτύπον τῶν φαρετρῶν τοῦ Περσικοῦ ἀκούσεσθαι πλήθους· ἄλλως τε δὲ δεδιέναι τὴν τοῦ κατ' αὐτοὺς βασιλέως ὀργὴν ἐς χρόνον τοσόνδε ἀναβαλλομένους τὸν πόλεμον. οὕτω μὲν οὖν ὁ Ἀνδίγαν δολερώτατά τε καὶ ἀλαζονικώτατα τῷ κόμπῳ χρησάμενος τῶν ῥημάτων ἐπλάττετο ἑκοντὶ μὴ προσίεσθαι τοῦ πολέμου τὸ αὐτεξούσιον. συνεὶς δὲ καὶ Ζαχαρίας τὸ ἀπατηλὸν τῶν εἰρημένων καὶ τὴν κομπολογίαν παραπέτασμα εἶναι τοῦ ψεύδους· ὦ Ἀνδίγαν, ἔφη, οὐκ ἐν τῷ ἀπατᾶν τὸ ἐχέφρον δηλοῦται, μάλιστα τοῦ ἀπατωμένου ξυνειδότος. ἦ γὰρ οἴει με μὴ ἐξεπίστασθαι ὡς πλάσματά ἐστι τὰ ὑπὸ τῶν Περσῶν πρασσόμενά τε καὶ λεγόμενα καὶ οὐδὲν ἕτερον ἢ δόκησις καὶ ἀποσκιάσματα καὶ φενακισμοί, καὶ ὡς σὺ αὐτὸς ἅπαντα ταῦτα ἐδραματούργησας ἐννοῶν ἐκφοβήσειν Ῥωμαίους; ὡς ἂν οὖν βούλει καὶ ἀρεστόν σοι εἴη, ἐφίημι ποιεῖν. πλὴν εὖ ἴσθι ὡς ἐν ἀρχαῖς τοῦδε τοῦ πολέμου Ῥωμαίοις τὸ ὁπλοφορεῖν φορτικώτατόν τι ἐφαίνετο, ὥστε ἀμέλει καὶ ἱκετείαις ἐχρώμεθα ὡς ὑμᾶς μὴ ἀναγκασθῆναι σφᾶς ἐπιλαβέσθαι ὅπλων. κατὰ τοσοῦτον γὰρ ἐς τὸ ἀπόλεμον ἐπιρρεπέστατα εἶχον, ὡς καὶ ἄχρι Ἀπαμείας ἐλάσαι Πέρσας καὶ μὲν οὖν ἄχρι αὐτῆς γε δήπου Ἀντιοχείας. ὑμῶν τε πρὸς ταῦτα μὴ ὑποχαλασάντων, ἀφ' οὗ ἠσπάσαντο. Ῥωμαῖοι τὸ ἐθελοκίνδυνον, οἶμαι μὴ ἀγνοεῖν Πέρσας, ὡς οὐδὲ μέχρις αὐτῶν τῶν μεθορίων ἀναιμωτὶ οἷοι ἐγένεσθε ἀφικέσθαι. νῦν γοῦν πεπαιδευμένων ἀκριβῶς Ῥωμαίων τὸν πόλεμον θαρραλέοι τέ ἐσμεν καὶ εὐέλπιδες ὡς, εἴ γε κινήσοι ὁ Τανχοσδρώ, ὑπαντιάσειν οἱ ἐν αὐτοῖς γε δήπου τοῖς ὁρίοις δόρυ Ῥωμαϊκὸν εὖ μάλα τεθηγμένον, διατιτρᾶν τὰς λαπάρας οἷόν τε ὂν αὐτοῦ. ὡς οὖν εὖ ἐξεπισταμένων Ῥωμαίων τοὺς Περσῶν δόλους, πρᾶττε οὕτω. τούτων οὖν καὶ 220 ἑτέρων πλείστων εἰρημένων μέν, μάτην δὲ ὅμως, (προῆλθε γὰρ οὐδὲν ὁτιοῦν) τότε Μαυρικίῳ ἐν γράμμασι δηλοῖ Ζαχαρίας ἀφικέσθαι ἐς τὰ πρὸ Κωνσταντίνης πεδία οἷα δὴ ἐκεῖσε τὸν πόλεμον ξυγκροτήσοντι. ὡσαύτως δὲ καὶ ὁ Τανχοσδρὼ κινήσας τὰ Περσικὰ στρατεύματα ἐπαγόμενος ᾔει ἐς τὰ περὶ Κωνσταντίναν. 20. Ὅτι ἐπὶ τρεῖς ἡμέρας πόλεμος Ῥωμαίοις καὶ Ἀβάροιςσυνεκροτήθη, μηδεμιᾶς δυνάμεως Ῥωμαϊκῆς κατὰ τὴν πρὸς Δαλματίᾳ γέφυραν ἐπιφανείσης καίτοι σαθρότατα ἔχουσαν. ἀλλὰ γὰρ καὶ ὁ Ἀψὶχ καὶ τὸ κατ' αὐτὸν Ἀβαρικὸν αὐτοῦ ἐφεδρεύοντες πρότερον τοσαύτην καταφρόνησιν ἐπεδείξαντο κατὰ Ῥωμαίων, ὥστε μετενεχθῆναι σφᾶς κατὰ δὴ τὴν ἑτέραν γέφυραν ἄλλην τε δύναμιν προστεθῆναι τῇ δυνάμει Βαϊανοῦ. πιεζομένων τοιγαροῦν τῶν ἐν τῷ Σιρμίῳ λιμῷ μεγίστῳ ἤδη τε ἁπτομένων ἀθεμίτων τροφῶν τῷ ἐστερῆσθαι τῶν ἀναγκαίων καὶ γεγεφυρῶσθαι τὴν διάβασιν τοῦ Σάου, καὶ Σολομῶνος τοῦ τηνικαῦτα προεστῶτος τοῦ Σιρμίου ἐκμελέστατά πως διατελοῦντος καὶ μηδὲν ὁτιοῦν στρατηγίας ἐχόμενον ἐπιδεικνυμένου, πρός γε καὶ τῶν τῆς πόλεως ἀπειρηκότων τοῖς χαλεποῖς ὀλοφυρομένων τε καὶ ὡς τὰς ἐσχάτας ἐλπίδας ἐξωλισθηκότων καταμεμφομένων τε τοῖς Ῥωμαίων ἡγεμόσι, Θεόγνιδός τε αὐτοῦ ὀλιγοχειρίαν νοσοῦντος· ὡς ταῦτα Τιβέριος ὁ βασιλεὺς κατέμαθεν, αἱρετώτερον ἡγησάμενος μὴ συναιχμαλωτισθῆναι τῇ πόλει τῶν οἰκητόρων τὸν ὅμιλον, ἐν γράμμασι κελεύει Θεόγνιδι καταλῦσαι τὸν πόλεμον ἐπὶ σπονδαῖς ὥστε ὑπεξελθεῖν παμπληθεὶ τοὺς τῇδε οἰκοῦντας μηδὲν ἐπιφερομένους τῶν οἰκείων ἢ μόνον τὸ ζῆν καὶ παρασχὸν οὕτω περιβόλαιον ἕν. καὶ δὴ συνέβησαν ἐπὶ ταῖς τοιαῖσδε ξυνθήκαις, καὶ τὰ τοῦ πολέμου ἐλώφησεν, ἐφ' ᾧ παραχωρῆσαι μὲν Ῥωμαίους Ἀβάροις τῆς πόλεως, Ἀβάρουςδὲ Ῥωμαίοις τοῦ ἐν τῇ πόλει πλήθους, ἄνευ τῶν ὅσα ἑκάστῳ ἐν περιουσίᾳ ὑπῆρχεν. ἐπεζήτει δὲ ὁ Χαγάνος καὶ τριῶν ἐτῶν παρῳχημένων χρυσίον, ὧν οὐκ εἰλήφει τι κατὰ τὸ σύνηθες, τῶν παρεχομένων αὐτῷ ὑπὲρ τοῦ μὴ χρῆσθαι ὅπλοις, (ἦσαν δὲ τὰ εἰρηναῖα χρήματα ἑκάστῳ ἔτει ἀμφὶ χιλιάδας ὀγδοήκοντα χρυσίου νομισμά 221 των) ἔτι γε μὴν καὶ ἕνα τινὰ τῶν ὑπ' αὐτῷ ταττομένων, ὃς προσεχώρησε τῇ Ῥωμαίων πολιτείᾳ, καθὰ λέγεται, τῇ γυναικὶ τοῦ Βαϊανοῦ ἐς ἀφροδίσια συνελθών. ταύτῃ τοι κατάδηλον ἐποίησε Θεόγνιδι ἐκδοθῆναί οἱ τὸν αὐτόμολον· ἦ γὰρ ἂν ἄλλως μὴ ἀνέξεσθαι ἰδεῖν ἐς σπονδάς. ὁ δέ γε ἀντεσήμηνεν ὡς ἡ γῆ τοῦ Ῥωμαίων βασιλέως μεγίστη τέ ἐστι καὶ ἄπλετος, καὶ ὡς δυσεύρετόν τι φυγὰς ἀνὴρ ἐν αὐτῇ ἀλώμενος· τυχὸν δὲ ὅτι καὶ ὀλέθρῳ ἥλω. πρὸς ταῦτα ἀντέλεξεν ὁ Βαϊανὸς ὀμνύναι τοὺς Ῥωμαίων ἡγεμόνας ὡς ἀναμαστεύσωσι, καὶ εἴ τι εὕροιεν τὸν φυγάδα, ἀποκρύψοιντο οὐδαμῶς, ἀλλ' ἐκ παντὸς τρόπου ἐγχειριεῖν αὐτὸν τῷ τῶν Ἀβάρων μονάρχῳ· εἰ δέ γε τετελευτηκὼς εἴη, καὶ οὕτω σημῆναι./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Θεοφυλάκτου ἀπὸ ἐπάρχου καὶ ἀντιγράφων.*/
19.1.5
Ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμανῶν βασιλεὺς δοκῶν ἤδητὴν ἀρχὴν ἀνειληφέναι βεβαίως εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν (ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους), τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν δι' Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν. οἱ δ' Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρατεύειν εἰς τοὺς προειρημένους τόπους, ἀθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιὰν ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν. τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν· καὶ τούτων δὲ προσθεμένων ἑκουσίως 259 ἐστράτευσαν εἰς τὴν Δολοπίαν. οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸς ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμανοὺς καὶ τὴν τοῦ Φιλίππου† συνήθειαν ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτωλούς. γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοιαύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰκείαν δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν. ἄρτι δὲ τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς. ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πόλεμον ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπ' αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν. ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περιεστώτων κακῶν τῇ Αἰτωλίᾳ. ὁμοίως δὲ καὶ παρ' αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην Ἀλέξανδρον τὸν Ἴσιονἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον, ἔτι δ' Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον.
19.1.6
Ὅτι εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων πρὸς τὰςγεγενημένας κατ' αὐτῶν διαβολὰς ἀπολογησόμενοι. ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. ὁρῶντες δὲ τὴν ἀλλοτριότητα τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις συναγαγὼν ἐκκλησίαν παρεκάλει τὰ πλήθη πρὸς τὸν κατὰ Ῥοδίων πόλεμον, τόθ' ὁλοσχερῶς δείσαντες περὶ τῆς πατρίδος εἰς τοιαύτην ἦλθον κατάπληξιν, ὥστε πένθιμον ἀναλαβεῖν ἐσθῆτα, κατὰ δὲ τὰς ἐντεύξεις τῶν φίλων μηκέτι παρακαλεῖν μηδὲ ἀξιοῦν, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον περὶ αὐτῶν βουλεύεσθαι. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων [καὶ παρακαλοῦντος] καὶ τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους*** καὶ πολλὰ πρὸς δέησιν εἰπόντες ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρείθησαν, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν.
19.1.7
Ὅτι τῆς Κίρτας καθ' ὁμολογίαν ἁλούσης ὁ Βόκχος ἐπεκηρυκεύσατο τῷ Μαρίῳ, καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Ἰουγούρθου ἀρχὴν μισθὸν τῆς μεταστάσεως ᾔτει, ἔπειτα μὴ τυχὼν αὐτῆς ἁπλῶς ἠξίωσε συμβῆναι. καὶ ὁ μὲν πρέσβεις ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ δὲ Ἰουγούρθας τούτων [οὐ] γινομένων ἀπεχώρησεν ἐς τὰ ἐρημότατα τῆς ἑαυτοῦ γῆς.
19.1.8
Ὅτι τῶν Ἀβάρων σπεισαμένων καὶ ἐς τὰ οἰκεῖα ἀπερχομένων, οἱ Σκαμάρεις ἐγχωρίως ὀνομαζόμενοι ἐνεδρεύσαντες ἀφείλοντο ἵππους τε καὶ ἄργυρον καὶ ἑτέραν ἀποσκευήν. τούτου ἕνεκα πρεσβείαν ἔστειλαν αὖθις ὡς Τιβέριον, τῶν κεκλοφότων πέρι ἐπιμεμφόμενοι, ἔτι καὶ τὰ ἀφαιρεθέντα ἀνακομίσασθαι βουλόμενοι. καὶ δὴ ἀνερευνηθέντες οἱ τὴν κλοπὴν εἰργασμένοι ἐν φανερῷ τε γενόμενοι, μοῖράν τινα ἀπεκατέστησε τοῖς Ἀβάροις.
19.1.9
Ὅτι στέλλονται παρὰ Γότθων πρέσβεις ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ' ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται. Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλωδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ' ἐκ τῶν σφίσι κατηκόων. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν. οἱ μὲν οὖν πρέσβεις ἐφ' οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν.
19.1.10
Ὅτι Μαγκῖνος ὁ στρατηγὸς πολλάκις ἡττηθεὶς ὑπὸ Νωμαντίνων, λόγου δὲ ψευδοῦς ἐμπεσόντος ὅτι Νωμαντίνοις ἔρχονται βοηθοῦντες Κάνταβροί τε καὶ Βακκαῖοι, δείσας ἔφυγεν ἐς ἔρημον τὸ Νωβελίωνος χαράκωμα, καὶ μεθ' ἡμέραν ἐς αὐτὸ συγκλεισθεὶς οὔτε κατεσκευασμένον οὔτε ὠχυρωμένον, περιεχόντων αὐτὸν τῶν Νωμαντίνων καὶ πάντας ἀποκτείνειν ἀπειλούντων, εἰ μὴ συνθοῖτο εἰρήνην, συνέθετο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ Ῥωμαίοις καὶ Νωμαντίνοις. καὶ ὁ μὲν ἐπὶ τούτοις ὤμνυε τοῖς Νωμαντίνοις, οἱ δ' ἐν ἄστει πυθόμενοι χαλεπῶς ἔφερον ὡς ἐπὶ αἰσχίσταις πάνυ σπονδαῖς καὶ τὸν ἕτερον τῶν ὑπάτων Αἰμίλιον Λέπιδον ἐς Ἰβηρίαν ἐξέπεμπον, Μαγκῖνον δ' ἀνεκάλουν ἐς κρίσιν. καὶ τῷδε μὲν ἕσποντο πρέσβεις 532 Νωμαντίνων· ὁ δ' Αἰμίλιος ἀναμένων καὶ ὅδε τὰς ἐκ Ῥώμης ἀποκρίσεις καὶ τὴν ἀργίαν οὐ φέρων Βακκαίων κατεψεύδετο ὡς ἀγορὰν ἐν τῷδε τῷ πολέμῳ Νωμαντίνοις παρασχόντων, καὶ τὴν γῆν αὐτῶν κατέτρεχε Παλλαντίαν τε πόλιν, ἣ μεγίστη Βακκαίων ἐστίν, οὐδὲν ἐξαμαρτοῦσαν ἐς τὰ συγκείμενα ἐπολιόρκει, καὶ Βροῦτον ἐφ' ἕτερα τῆς Ἰβηρίας ἀπεσταλμένον κηδεστὴν ὄντα οἱ τοῦδε τοῦ ἔργου μετασχεῖν ἔπεισεν. κατέλαβον δ' αὐτοὺς ἀπὸ Ῥώμης πρέσβεις Κίννας τε καὶ Καικίλιος, οἳ τὴν βουλὴν ἔφασαν ἀπορεῖν εἰ, τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων, ὁ Αἰμίλιος πόλεμον ἕτερον αἱρεῖται, καὶ ψήφισμα ἐπέδωκαν αὐτῷ προαγορεῦον Αἰμίλιον Βακκαίους μὴ πολεμεῖν. ὁ δὲ ἀρξάμενός τε ἤδη τοῦ πολέμου καὶ τὴν βουλὴν τοῦτ' ἀγνοεῖν ἡγούμενος, ἀγνοεῖν δ' ὅτι καὶ Βροῦτος αὐτῷ συνεπιλαμβάνει, καὶ σῖτον καὶ χρήματα καὶ στρατιὰν Βακκαῖοι τοῖς Νωμαντίνοις παρέσχον, ἔσεσθαι δὲ καὶ τὴν ἀνάζευξιν τοῦ πολέμου φοβερὰν ὑπολαβών, καὶ σχεδὸν Ἰβηρίας ὅλης διάλυσιν, εἰ καταφρονήσειαν ὡς δεδιότων, τοὺς μὲν ἀμφὶ τὸν Κίνναν ἀπράκτους ἀπέλυσε καὶ τάδε αὐτὰ ἐπέστειλε τῇ βουλῇ.
19.1.11
Ὅτι Σαράγουροι Ἀκατίροις καὶ ἄλλοις ἔθνεσιν ἐπιθέμενοι ἐπὶ Πέρσας ἐστράτευον. καὶ πρότερον μὲν ἐπὶ τὰς Κασπίας παρεγένοντο πύλας· καὶ φρουρὰν Περσικὴν ἐν αὐταῖς ἐγκαθεστῶσαν εὑρόντες ἑτέραν ὁδὸν ἐτράποντο, δι' ἧς ἐπὶ τοὺς Ἴβηρας ἐλθόντες τήν τε αὐτῶν ἐδῄουν καὶ τὰ Ἀρμενίων χωρία κατέτρεχον· ὥστε Πέρσας πρὸς τῷ πολέμῳ τῶν Κιδαριτῶν τῷ πάλαι αὐτοῖς συστάντι καὶ ταύτην εὐλαβουμένους τὴν ἔφοδον παρὰ Ῥωμαίους πρεσβεύσασθαι καὶ αἰτεῖν χρήματα σφίσιν αὐτοῖς δίδοσθαι ἢ ἄνδρας πρὸς φυλακὴν τοῦ Ἰουροειπαὰχ φρουρίου, καὶ λέγειν, ἅπερ αὐτοῖς πολλάκις εἴρητο πρεσβευομένοις, ὡς, αὐτῶν ὑφισταμένων τὰς μάχας καὶ μὴ συγχωρούντων τὰ ἐπιόντα ἔθνη βάρβαρα πάροδον ἔχειν, ἡ τῶν Ῥωμαίων ἀδῄωτος διαμένει χώρα. τῶν δὲ ἀποκριναμένων ὡς ἕκαστον ἀνάγκη τῆς οἰκείας ὑπερμαχοῦντα γῆς τῆς σφετέρας φρουρᾶς ἐπιμελεῖσθαι, πάλιν ἄπρακτοι ἐπανέζευξαν.