De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ζωσίμου Ἀσκαλωνίτου. ηʹ. Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας. θʹ. Διοδώρου Σικελιώτου. ιʹ. Δίωνος Κοκκιανοῦ. ιαʹ. Προκοπίου Καισαρέως. ιβʹ. Πρίσκου ῥήτορος. ιγʹ. Μάλχου σοφιστοῦ. ιδʹ. Μενάνδρου προτίκτορος. ιεʹ. Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέως τοῦ Σιμοκάττου.
1.1.2
Ὅτι Βαλλεριανὸς εὐλαβηθεὶς τὴν ἔφοδον τῶν Περσῶν, (ἐλοίμωξε γὰρ τὸ στράτευμα αὐτοῦ, καὶ μᾶλλον οἱ Μαυρούσιοι), χρυσίον ἄφατον συναγαγὼν ἔπεμψε πρέσβεις πρὸς Σαπώρην ἐπὶ μεγάλαις δόσεσι τὸν πόλεμον καταλῦσαι βουλόμενος. ὁ δὲ τά τε περὶ τοῦ λοιμοῦ μαθὼν τῇ τε παρακλήσει Βαλλεριανοῦ πλέον ἐπαρθείς, τοὺς πρέσβεις παρελκύσας, ἀπράκτους αὐτοὺς ἀπολύσας εὐθὺς ἐπηκολούθησεν.
1.1.3
Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς Χοσρόης ἀποστείλας κατὰ Ῥωμαίων Σάιτον καλούμενον μετὰ πολλῆς δυνάμεως πᾶσαν τὴν ἀνατολὴν ἠφάνισεν. ἐλθὼν δὲ καὶ ἐν Κωνσταντινουπόλει ἱκανὸν χρόνον 5 ἐν Χαλκηδόνι ἐκάθισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως εἰρηνικῶς προσκαλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησεν. τοῖς δὲ ἀπατηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύσας ὁ βασιλεὺς ἐκπέμπει σὺν αὐτῷ πρὸς Χοσρόην πρέσβεις περὶ εἰρήνης μεγιστάνας οʹ, οὓς παραλαβὼν Σάιτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊκὴν ἀρχὴν διελθὼν ἀτίμους ἅμα καὶ δεσμίους ἀπήγαγεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σάιτον ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἀποδεῖραι ἐκέλευσεν, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδίκασεν. περὶ ὧν ἀθυμία καὶ θλίψις πολλὴ κατεῖχε τὸν βασιλέα καὶ πᾶσαν τὴν πόλιν. 2Ὅτι ἐπὶ Ἡρακλείου καὶ οἱ Ἄβαροι πρὸς τὸν Ἡράκλειοἦλθον εἰρήνην αἰτούμενοι δῆθεν. οὓς δεξάμενος καὶ πρόκενσον πρὸς τὴν Ἡράκλειαν ποιησάμενος τοὺς ἀποκρισιαρίους ἀνέπαυεν. οἱ δὲ τὸ κακὸν ἐν ταῖς καρδίαις ἔχοντες τοῖς ὁμοφύλοις ἐδήλωσαν· τάχιστα φθάσατε. ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ' ἡμῖν ἐστιν. τῶν δὲ ἀγρύπνων δαιμόνων μηδ' ὅλως ἀμελησάντων, τὸν τόπον κατέλαβον. τότε προμηθείᾳ τοῦ θεοῦ μόλις εἰς τὸ Βυζάντιον διαλαθὼν αὐτοὺς ἀποκαθίσταται ὁ βασιλεύς. οἱ δὲ τοῦτον ἐκδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθάσαντες, πᾶσαν τὴν ὑπηρεσίαν αὐτοῦ εἰληφότες καὶ τὰ Θρᾳκῷα μέρη δῃώσαντες ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλίους οʹ.
1.1.4
*** καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον. ἡ δὲ βουλὴ τῶν Ῥωμαίων, Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δι' ὅπλων, ἀλλὰ διὰ λόγων*, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτε αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησιν, μήτε τοῖς πράττουσι συνεργοῦντας· μάλιστα δ' εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δ' αὐτοῖς γενέσθαι φίλην. ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν, καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν. ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδ' ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τε οἰκείᾳ πιστεύοντας δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τε ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν. Συναχθείσης δὲ βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων· καὶ οἵ γε χαριέστατοι τὰ τῶν 8 Ῥωμαίων ἔδοξαν φρονεῖν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν. καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσιν, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τε ἀνασώσειν, ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν. τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφοράς, εἰρήνην ἄγειν ἠξίου, τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον· καταβοαί τε ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι, καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη.
1.1.5
Ὅτι ὁ Μάρκος ὁ στρατηγὸς Ῥωμαίων ὁρῶν τοὺς Καρχηδονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν ἐπιπαραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθάσαντα τὴν ἐπιγραφὴν τῶν πραγμάτων λαβεῖν, προυκαλεῖτο τοὺς Καρχηδονίους εἰς διαλύσεις. οἱ δ' ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώτους ἄνδρας, οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι τῶν λεγομένων, ὥστ' οὐδ' ἀκούοντες ὑπομένειν ἐδύναντο τὸ βάρος τῶν ἐπιταγμάτων. ὁ μὲν γὰρ Μάρκος ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ τι ποτὲ συνεχώρει, πᾶν ᾤετο δεῖν αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ λαμβάνειν· οἱ δὲ Καρχηδόνιοι θεωροῦντες ὅτι καὶ γενομένοις ὑποχειρίοις οὐδὲν ἂν ξυνακολουθῆσαι βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς προτεινομένοις ἐπανῆλθον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι τοῦ Μάρκου. τὸ δὲ συνέδριον τῶν Καρχηδονίων διακοῦσαν τὰ προτεινόμενα παρὰ τοῦ στρατηγοῦ Ῥωμαίων, καίπερ σχεδὸν ἀπεγνωκὸς τὰς τῆς σωτηρίας ἐλπίδας, ὅμως οὕτως ἀνδρωδῶς ἔστη 20 καὶ γενναίως, ὥστε πᾶν ὑπομένειν εἵλετο καὶ παντὸς ἔργου καὶ καιροῦ πεῖραν λαμβάνειν ἐφ' ᾧ μηδὲν ἀγεννὲς μηδ' ἀνάξιον τῶν πρὸ τοῦ πράξεων ὑπομεῖναι.
1.1.6
Ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Βολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ μʹ σταδίους ἀπο 66 σχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον. ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ παρελθόντες εἰς τὸ Βολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Βολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Βολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Βολούσκους αὐτοῖς διαλλάξειν, ἂν τὴν γῆν, ἣν ἔχουσι Βολούσκων, καὶ τὰς πόλεις ἀποδῶσι καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους. ἕως δ' ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις καὶ λʹ ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου, τραπεὶς δ' ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς λʹ ἡμέραις καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις. οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δ' ἀντειπόντος ἔπεμπον ἑτέρους ιʹ δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδ' ἐξ ἐπιτάγματος ἀλλ' ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον· οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους· ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδ' αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον. Βαλερία δ' ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Βετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Βολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν 67 αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτὰς καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος. αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον· ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Βολούσκων καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι. ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως οὖσα μήτηρ ἔφη, ὁρᾶν δ' ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικουμένων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις. ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν. καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων. τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους. ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχοῦσα θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μὲν ὄντα ξένον καὶ ἀληθῆ πολέμιον ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δ' ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις. ἄλλη μὲν οὖν, ἔφη, μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ· ἐγὼ δ', εἰ καὶ τοῦτο ὑφίστασαι, προκυλίσομαί σου. καὶ 68 λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει. ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησεν· νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην, ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς. ταῦτα εἰπὼν ἀπῆγε τὴν στρατιὰν ὡς λόγον ἀποδώσων Βολούσκοις καὶ τὰ ἔθνη συναλλάξων· ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Βολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττιδίου. Ἐκ τῆς Σαυνιτικῆς ἱστορίας.
1.1.7
Ὅτι Ἀλλάριχος παραγενόμενος εἰς τὴν Ῥώμην κύκλῳ περιεῖχε τὴν πόλιν καὶ τὰς πύλας πάσας, καταλαβὼν δὲ τὸν Θύβριν ποταμὸν τὴν διὰ τοῦ λιμένος τῶν ἐπιτηδείων ἐκώλυε χορηγίαν. ὅπερ οἱ Ῥωμαῖοι θεασάμενοι διακαρτερεῖν ἔγνωσαν, οἷα ὡς εἰπεῖν ἑκάστης ἡμέρας ἐκ τῆς Ῥαουέννης ἐλεύσεσθαι τῇ πόλει προσδοκῶντες ἐπικουρίαν. ὡς δὲ οὐδενὸς ἀφικομένου τῆς ἐλπίδος ἀπεσφάλησαν, ἐδόκει τὸ μέτρον ἐλαττωθῆναι τοῦ σίτου καὶ τὸ ἥμισυ πέττεσθαι μόνον τοῦ πρότερον ἑκάστης ἡμέρας δαπανωμένου, εἶτα τῆς ἐνδείας ἐπιτεινομένης τὸ τρίτον. καὶ ἐπιδημία τῆς κακοῦ θεραπείας οὐκ ἦν ἢ μηχανή, τὰ δὲ τῇ γαστρὶ βοηθοῦντα ἐπέλιπε πάντα, καὶ λιμὸς ἦν καὶ λοιμός, καὶ πάντα ἦν νεκρῶν σωμάτων 74 μεστά, τῆς τε πόλεως ἔξω θάπτεσθαι τῶν σωμάτων οὐ δυναμένων (πᾶσαν γὰρ ἔξοδον ἐφύλαττον οἱ πολέμιοι) τάφος ἦν ἡ πόλις τῶν τεθνεώτων, ὥστε καὶ ἄλλως εἶναι τὸ χωρίον ἀοίκητον, ἀρκεῖν τε, εἰ καὶ μὴ τροφῆς ἦν σπάνις, εἰς σωμάτων διαφθορὰν τὴν ἀπὸ τῶν νεκρῶν ἀναδιδομένην ὀσμήν. ἐπήρκουν δὲ πολλοῖς εἰς τὸ μεταδιδόναι τῶν ἀναγκαίων Γραῖτα ἡ τοῦ Γρατιανοῦ τοῦ βασιλέως γαμετὴ καὶ Τισαμένεια ἡ μήτηρ ταύτης. τοῦ γὰρ δημοσίου βασιλικῆς αὐταῖς τραπέζης ἐπιδιδόντος παρασκευὴν ἀπὸ Θεοδοσίου ταύτην ἐχούσαις τὴν δωρεάν, οὐκ ὀλίγοι διὰ τὴν τῶν γυναικῶν φιλανθρωπίαν τὸν λιμὸν ἐκ τῆς αὐτῶν οἰκίας παρεμυθοῦντο. ὡς δὲ εἰς ἔσχατον τοῦ κακοῦ προϊόντος εἰς ἀλληλοφαγίαν ἐλθεῖν ἐκινδύνευσαν τῶν ἄλλων ἁπάντων, ὅσα ἐξάγιστα εἶναι τοῖς ἀνθρώποις ἐδόκει, πεπειραμένοι, πρεσβείαν ἔγνωσαν στεῖλαι πρὸς τὸν πολέμιον ἀπαγγέλλουσαν, ὅτι καὶ πρὸς εἰρήνην εἰσὶν ἕτοιμοι τὸ μέτριον ἔχουσαν καὶ πρὸς πόλεμον ἑτοιμότεροι, τοῦ Ῥωμαίων δήμου ἀναλαβόντος ὅπλα καὶ τῇ συνεχεῖ περὶ ταῦτα μελέτῃ μηκέτι πρὸς τὸ πολεμεῖν ἀποκνοῦντος. αἱρεθέντος δὲ πρεσβευτοῦ Βασιλείου τὸ μὲν γένος ἕλκοντος ἐξ Ἰβήρων, ὑπάρχου δ' ἀξίᾳ τετιμημένου, συνεξῄει τούτῳ καὶ Ἰωάννης τῶν βασιλικῶν ὑπογραφέων, οὓς τριβούνους καλοῦσιν, ἄρχων γεγενημένος, οἷα γνώριμος Ἀλλαρίχῳ καὶ πρόξενος. οἱ γὰρ ἀπὸ τῆς Ῥώμης ἠπίστουν, εἰ αὐτὸς Ἀλλάριχος ἔτι πάρεστι καὶ αὐτός, ὃς τὴν Ῥώμην εἴη πολιορκῶν. ἐκ γὰρ τῆς προλαβούσης ἐβουκολοῦντο φήμης, ὡς ἕτερος εἴη τῶν τὰ Στελίχωνος φρονούντων αὐτὸν ἐπαγαγὼν τῇ πόλει. οἱ δὲ πρέσβεις ὡς αὐτὸν ἀφικόμενοι κατεδύοντο μὲν ἐπὶ τῇ χρόνον τοσοῦτον κατασχούσῃ τοὺς Ῥωμαίους ἀγνοίᾳ, τὰ δὲ τῆς γερουσίας ἀπήγγελον. ὧν Ἀλλάριχος ἀκούσας, καὶ ὅτι μεταχειριζόμενος ὁ δῆμος ὅπλα πρὸς πόλεμον παρεσκεύασται, δασύτερος ὢν ὁ χόρτος, ἔφη, τέμνεσθαι ῥᾷον ἢ ἀραιότερος. καὶ τοῦτο φθεγξάμενος πλατὺν τῶν πρέσβεων κατέχεε γέλωτα. ἐπεὶ δὲ εἰς τοὺς περὶ τῆς εἰρήνης ἐληλύθασι λόγους, ἐχρῆτο ῥήμασιν ἐπέκεινα πάσης ἀλαζονείας βαρβαρικῆς. ἔλεγε γὰρ οὐκ ἄλλως ἀποστήσεσθαι τῆς πολιορκίας, εἰ μὴ τὸν χρυσὸν ἅπαντα, ὅσον ἡ πόλις ἔχει, καὶ τὸν ἄργυρον λάβοι, καὶ πρὸς τούτοις ὅσα ἐν ὅπλοις εὕροι κατὰ τὴν πόλιν, καὶ ἔτι τοὺς βαρβάρους οἰκέτας. εἰπόντος δὲ τῶν πρέσβεων ἑνός· εἰ ταῦτα λάβοις, τί λοιπὸν ἔτι τοῖς ἐν τῇ 75 πόλει καταλιμπάνεις; τὰς ψυχὰς ἀπεκρίνατο. ταύτην οἱ πρέσβεις δεξάμενοι τὴν ἀπόφασιν ᾔτησαν τοῖς ἐν τῇ πόλει κοινώσασθαι τὸ πρακτέον, ἐνδοσίμου τε τυχόντες τοὺς ἐν τῇ πρεσβείᾳ γενομένους ἀπήγγειλαν λόγους. τότε δὴ πεισθέντες Ἀλλάριχον εἶναι τὸν πολεμοῦντα καὶ πᾶσι τοῖς εἰς ἀνθρωπίνην ἰσχὺν φέρουσιν ἀπογνόντες ἀνεμιμνήσκοντο τῆς ἐπιφοιτώσης πάλαι τῇ πόλει κατὰ στάσεις ἐπικουρίας, καὶ ὡς παραβάντες τὰ πάτρια ταύτης ἔρημοι κατελείφθησαν. Περὶ δὲ ταῦτα οὖσιν αὐτοῖς Πομπιανὸς ὁ τῆς πόλεως ὕπαρχος ἐνέτυχέ τισιν ἐκ Τουσκίας εἰς τὴν Ῥώμην ἀφικομένοις, οἳ πόλιν ἔλεγόν τινα Νερνίαν ὄνομα τῶν περιστάντων ἐλευθερωθῆναι κινδύνων τῇ πρὸς τὸ θεῖον εὐχῇ. καὶ ηὔχοντο καὶ οἱ Ῥωμαῖοι, ἀλλ' οὐχὶ κατὰ τὰ πάτρια, καὶ τοὺς ἀπὸ Τουσκίας παρῆκαν, ἐτράπησαν δὲ εἰς τὸ θεραπεῦσαι τὸν βάρβαρον καθ' ὅσον ἂν οἷοί τε γίνωνται. πέμπουσι τοίνυν καὶ αὖθις τοὺς πρέσβεις, καὶ λόγων ἑκατέρωθεν πλείστων γεγενημένων ἐδόκει δοθῆναι παρὰ τῆς πόλεως πεντακισχιλίας μὲν χρυσοῦ λίτρας, τρεῖς δὲ μυριάδας πρὸς ταύταις ἀργύρου, σηρικοὺς τρισχιλίους χιτῶνας, ἔτι δὲ κοκκοβαφῆ τρισχίλια δέρματα καὶ πέπερι σταθμὸν ἕλκον τρισχιλίων λιτρῶν. οὐκ ὄντων δὲ τῇ πόλει δημοσίων χρημάτων, πᾶσα ἦν ἀνάγκη τοῖς ἀπὸ τῆς γερουσίας, ὅσοι τὰς οὐσίας εἶχον, ἐκ καταγραφῆς ταύτην ὑποστῆναι τὴν εἰσφοράν. ἐπιτραπεὶς δὲ Παλλάδιος τῇ δυνάμει τῆς ἑκάστου περιουσίας τὸ δοθησόμενον συμμετρῆσαι καὶ ἀδυνατήσας εἰς ὁλόκληρον ἅπαντα συναθροῖσαι, ἢ τῶν κεκτημένων μέρος τι τῶν ὄντων ἀποκρυψάντων, ἢ καὶ ἄλλως πως εἰς πενίαν τῆς πόλεως ἐλθούσης διὰ τὰς ἐπαλλήλους τῶν κρατούντων πλεονεξίας, ἐπὶ τὸν κολοφῶνα τῶν κακῶν ὁ τὰ ἀνθρώπινα λαχὼν ἀλιτήριος δαίμων τοὺς ἐν τῇ πόλει τότε τὰ πράγματα πράττοντας ἤγαγεν. τὸ γὰρ ἐλλεῖπον ἀνεπλήρωσαν ἐκ τῶν ἀναθημάτων χωνεύσαντες. ἐδόκει δὲ πρὸς τὸν βασιλέα πρεσβείαν σταλῆναι κοινωνησομένην αὐτῷ περὶ τῆς ἐσομένης εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος, ἀλλὰ καὶ παῖδας τῶν εὖ γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν, ἐφ' ᾧ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ ὁμαιχμίαν πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου. ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ τὴν εἰρήνην ἐπὶ τούτοις ἐδόκει γενέσθαι, 76 τὰ μὲν χρήματα τοῖς βαρβάροις ἐδόθη, τριῶν δὲ ἀγορὰν ἡμερῶν τοῖς ἀπὸ τῆς πόλεως Ἀλλάριχος ἀνῆκεν ἄδειαν ἐξόδου διά τινων πυλῶν αὐτοῖς δεδωκὼς ἐπιτρέψας τε καὶ εἰς τὸν λιμένα ἀνάγεσθαι σῖτον. ἀναπνευσάντων δὲ τῶν πολιτῶν ἀποδομένων τε ὅσα ἦν αὐτοῖς περιττὰ καὶ τὰ ἐνδέοντα πριαμένων ἢ ἐξ ἀμοιβῆς ἄλλων πραγμάτων πορισαμένων, ἀνεχώρουν τῆς Ῥώμης οἱ βάρβαροι καὶ τὰς σκηνὰς ἔν τισι περὶ τὴν Τουσκίαν ἐπήγνυντο τόποις. καὶ οἱ μὲν οἰκέται σχεδὸν ἅπαντες, ὅσοι κατὰ τὴν Ῥώμην ἦσαν, ἑκάστης ὡς εἰπεῖν ἡμέρας ἀναχωροῦντες τῆς πόλεως ἀνεμίγνυντο τοῖς βαρβάροις εἰς τεσσάρων που μυριάδων πλῆθος συνειλεγμένοις ἀλώμενοι δέ τινες τῶν βαρβάρων τοῖς ἐπὶ τὸν λιμένα κατιοῦσιν ἢ ἀνακομίζουσί τι τῶν ἐπιτηδείων ἐπῄεσαν. ὅπερ μαθὼν Ἀλλάριχος ὡς μὴ κατὰ γνώμην αὐτοῦ γινόμενον ἐκκόπτειν ἐσπούδαζεν, καὶ ἐγένετο τῶν κακῶν μετρία τις ἀνακωχή.
1.1.8
Ὅτι παρασπονδησάντων τῶν Ἀμμανιτῶν, καὶ τῶν πρέσβεων τῶν ἀποσταλέντων παρὰ Δαυὶδ πρὸς αὐτοὺς τὰ ἡμίση τῶν γενείων ξυρήσαντες καὶ τὰ ἡμίση τῶν ἱματίων ἀποτεμόντες, καὶ ἐκ τούτου ἀνήφθη πρὸς ἀλλήλους πόλεμος.
1.1.9
Ὅτι Προυσίας ἀνάξιος γεγονὼς τοῦ τῆς βασιλείας προσχήματος καὶ διατελέσας πάντα τὸν τοῦ ζῆν χρόνον αἰσχρῶς κολακεύων τοὺς ὑπερέχοντας, καί ποτε Ῥωμαίων πρὸς αὐτὸν παραγενομένων πρεσβευτῶν, τὰ μὲν τῆς βασιλείας σύμβολα, τό τε διάδημα καὶ τὴν πορφύραν, ἀπέθετο, μιμησάμενος δὲ τὴν τῶν προσφάτως ἀπελευθερουμένων παρὰ Ῥωμαίοις τάξιν ἀπήντησεν ἐξυρημένος τὴν κεφαλὴν καὶ πόλιον ἔχων λευκόν, ἔτι δὲ φορῶν τήβενναν καὶ κάντιλον, ἀσπασάμενος δὲ τοὺς πρεσβευτὰς ἀπέφαινεν ἑαυτὸν ἀπελεύθερον εἶναι Ῥωμαίων. ἧς ἀγενεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο. καὶ τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον κατὰ τὸ θύρετρον ἀντίον στὰς τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους ἐπιφθεγξάμενος· χαίρετε, θεοὶ σωτῆρες, ὑπερβολὴν οὐδεμίαν ἀπολιπὼν κολακείας ἀνάνδρου καὶ γυναικιασμοῦ. ἀκολούθως δὲ τούτοις καὶ τὸν λόγον ἐν τῇ συγκλήτῳ ποιησάμενος τοιαῦτα διῆλθεν, ὥστε καὶ γράφειν ἡμῖν ἀπρεπὲς εἶναι. ἡ δὲ σύγκλητος τοῖς πλείστοις τῶν λεγομένων προσκόπτουσα καὶ τοῦ Προυσίου καταγινώσκουσα πρεπούσας τῇ κολακείᾳ τὰς ἀποκρίσεις ἐποιήσατο. Ῥωμαῖοι γὰρ καὶ πολεμίους ἐπ' ἀνδρείᾳ μεγαλοφρονοῦντας νικᾶν σπεύδουσιν. Τέλος τῆς ἱστορίας Διοδώρου Σικελιώτου./* 81 Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Δίωνος Κοκκιανοῦ.*/
1.1.10
Ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες καὶ Μάρκον Μινούκιον νικήσαντες ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοι σφᾶς ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι, δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφῶν Κοιλίου Γράκχου δείξαντες πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι.
1.1.11
Ὅτι Ἄριστος καὶ Ἀσκληπιάδης τῶν τὰ Ἀλεξάνδρου ἀναγρψάντων καὶ Ῥωμαίους λέγουσιν ὅτι ἐπρέσβευσαν· καὶ ἐντυχόντα ταῖς πρεσβείαις Ἀλέξανδρον ὑπὲρ Ῥωμαίων τι τῆς ἐς τὸ ἔπειτα δυνάμεως ἐσομένης μαντεύσασθαι, τόν τε κόσμον τῶν ἀνδρῶν ἰδόντα καὶ τὸ φιλόπονόν τε καὶ ἐλεύθερον καὶ περὶ τοῦ πολιτεύματος ἅμα διαπυνθανόμενον. καὶ τοῦτο οὔτε ὡς ἀτρεκὲς οὔτε ὡς ἄπιστον πάντη ἀνέγραψα· πλήν γε δὴ οὔτε τις Ῥωμαίων ὑπὲρ τῆς πρεσβείας ταύτης ὡς παρὰ Ἀλέξανδρον σταλείσης μνήμην τινὰ ἐποιήσατο, οὔτε Πτολεμαῖος ὁ Λάγου οὔτε Ἀριστόβουλος· οὐδὲ 90 τῷ Ῥωμαίων πολιτεύματι ἐπεοικὸς ἦν, ἐλευθέρῳ δὴ τότε ἐς τὰ μάλιστα ὄντι, παρὰ βασιλέα ἀλλόφυλον ἄλλως τε καὶ ἐς τοσόνδε ἀπὸ τῆς οἰκείας πρεσβεῦσαι, οὔτε φόβου ἐξαναγκάζοντος οὔτε κατ' ἐλπίδα ὠφελείας, μίσει τε, εἴπερ τινὰς ἄλλους, τοῦ τυραννικοῦ γένους καὶ ὀνόματος κατεχομένους. Τέλος τῆς ἱστορίας Ἀρριανοῦ./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως.*/
1.1.12
Ὅτι Οὐαραράνης ὁ Περσῶν βασιλεὺς ἐπῆλθεν ἐς Ῥωμαίων τὴν γῆν, οὐδὲν δὲ ἔδρασεν ἄχαρι, ἀλλ' ἐπανῆλθεν ἐς τὰ οἰκεῖα. Ἀνατόλιον γὰρ τὸν τῆς ἑῴας στρατηγὸν Θεοδόσιος ὁ βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας. ὅς, ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην εἰσῄει. καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο, ὅστις ποτὲ ὁ προσιὼν εἴη· οἱ δὲ τῶν Ῥωμαίων στρατηγὸν εἶναι ἔφασαν. καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπήλαυνεν, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο. γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως, ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ' ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ἐργάζονται ὀχύρωμα νεώτερόν τι. οὗ δὴ αὐτοῖς ἐξειργασμένου, ἑκάτεροι τὰ οἰκεῖα ὅπη βούλοιντο ἔπρασσον.
1.1.13
Ὅτι Ῥοῦα βασιλεύοντος Οὔννων, Ἀμιλζούροις καὶ Ἰτιμάροικαὶ Τούνσουρσι καὶ Βοΐσκοις καὶ ἑτέροις ἔθνεσι προσοικοῦσι τὸν Ἴστρον καὶ ἐς τὴν Ῥωμαίων ὁμαιχμίαν καταφυγγάνουσιν ἐς μάχην ἐλθεῖν προῃρημένος ἐκπέμπει Ἤσλαν εἰωθότα ἐπὶ τοῖς διαφόροις αὐτῷ τε καὶ Ῥωμαίοις διακονεῖσθαι, λύειν τὴν προϋπάρχουσαν εἰρήνην ἀπειλῶν, εἰ μή γε πάντας τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδοῖεν. βουλευομένων δὲ Ῥωμαίων στεῖλαι πρεσβείαν παρὰ τοὺς Οὔννους, πρεσβεύειν μὲν ἤθελον Πλίνθας καὶ Διονύσιος, Πλίνθας μὲν τοῦ Σκυθικοῦ, Διονύσιος δὲ τοῦ Θρᾳκίου γένους, ἀμφότεροι δὲ στρατοπέδων ἡγούμενοι καὶ ἄρξαντες τὴν ὕπατον παρὰ Ῥωμαίοις ἀρχήν. ἐπειδὴ δὲ ἐδόκει Ἤσλαν παρὰ τὸν Ῥοῦαν ἀφικνεῖσθαι πρότερον τῆς ἐκπεμφθησομένης πρεσβείας, συνεκπέμπει Πλίνθας Σηγγίλαχον, ἄνδρα τῶν ἐπιτηδείων, πεῖσαι τὸν Ῥοῦαν αὐτῷ καὶ μὴ ἑτέροις Ῥωμαίων ἐς λόγους ἐλθεῖν. τελευτήσαντος δὲ Ῥοῦα, καὶ περιστάσης τῆς Οὔννων βασιλείας ἐς Ἀττήλαν καὶ Βλήδαν, ἐδόκει τῇ Ῥωμαίων βουλῇ Πλίνθαν πρεσβεύεσθαι παρ' αὐτούς. καὶ κυρωθείσης ἐπ' αὐτῷ παρὰ βασιλέως ψήφου, ἐβούλετο καὶ Ἐπιγένην ὁ Πλίνθας συμπρεσβεύειν αὐτῷ ὡς μεγίστην ἐπὶ σοφίᾳ δόξαν ἐπιφερόμενον καὶ τὴν ἀρχὴν ἔχοντα τοῦ κοιαίστορος. χειροτονίας δὲ καὶ ἐπ' αὐτῷ γενομένης, ἄμφω ἐπὶ τὴν πρεσβείαν ἐξώρμησαν καὶ παραγίνονται ἐς Μάργον (ἡ δὲ πόλις τῶν ἐν Ἰλλυρίᾳ Μυσῶν πρὸς τῷ Ἴστρῳ κειμένη ποταμῷ ἀντικρὺ Κωνσταντίας φρουρίου κατὰ τὴν ἑτέραν ὄχθην διακειμένου), εἰς ἣν καὶ οἱ βασίλειοι συνῄεσαν Σκύθαι. καὶ τὴν σύνοδον ἔξω τῆς 122 πόλεως ἐποιοῦντο ἐπιβεβηκότες ἵππων· οὐ γὰρ ἐδόκει τοῖς βαρβάροις ἀποβᾶσι λογοποιεῖσθαι, ὥστε καὶ τοὺς Ῥωμαίων πρέσβεις τῆς σφῶν αὐτῶν ἀξίας προνοουμένους ἀπὸ τῆς αὐτῆς προαιρέσεως ἐς ταὐτὸν τοῖς Σκύθαις ἐλθεῖν, πρὸς τὸ μὴ τοὺς μὲν ἀφ' ἵππων, τοὺς δὲ πεζοὺς διαλέγεσθαι.*** τοὺς ἀπὸ τῆς Σκυθικῆς καταφεύγοντας, ἀλλὰ καὶ τοὺς ἤδη πεφευγότας σὺν καὶ τοῖς αἰχμαλώτοις Ῥωμαίοις τοῖς ἄνευ λύτρων ἐς τὰ σφέτερα ἀφιγμένοις ἐκδίδοσθαι, εἰ μή γε ὑπὲρ ἑκάστου πεφευγότος τοῖς κατὰ πόλεμον κτησαμένοις ὀκτὼ δοθεῖεν χρυσοῖ· ἔθνει δὲ βαρβάρῳ μὴ συμμαχεῖν Ῥωμαίους πρὸς Οὔννους αἱρουμένους πόλεμον· εἶναι δὲ καὶ τὰς πανηγύρεις ἰσονόμους καὶ ἀκινδύνους Ῥωμαίοις τε καὶ Οὔννοις· φυλάττεσθαι δὲ καὶ διαμένειν τὰς συνθήκας ἑπτακοσίων λιτρῶν χρυσίου ἔτους ἑκάστου τελουμένων παρὰ Ῥωμαίων τοῖς βασιλείοις Σκύθαις· πρότερον δὲ πεντήκοντα καὶ τριακόσιαι αἱ τοῦ τέλους ἐτύγχανον οὖσαι. ἐπὶ τούτοις ἐσπένδοντο Ῥωμαῖοί τε καὶ Οὖννοι καὶ πάτριον ὅρκον ὀμόσαντες ἐς τὰ ἀμφότερα ἐπανῄεσαν. οἱ δὲ παρὰ Ῥωμαίους καταφυγόντες ἐξεδόθησαν βαρβάροις, ἐν οἷς καὶ παῖδες Μάμα καὶ Ἀτακὰμ τοῦ βασιλείου γένους, οὓς ἐν Καρσῷ φρουρίῳ Θρᾳκίῳ οἱ παρειληφότες ἐσταύρωσαν δίκας αὐτοὺς πραττόμενοι τῆς φυγῆς. οἱ δὲ περὶ Ἀττήλαν καὶ Βλήδαν τὴν εἰρήνην πρὸς Ῥωμαίους θέμενοι διεξῄεσαν τὰ ἐν τῇ Σκυθικῇ ἔθνη χειρούμενοι καὶ πόλεμον πρὸς Σορόσγους συνεστήσαντο.
1.1.14
Ὅτι ὁ Βαλάμηρος ὑπὸ τῶν Ῥωμαίων στρατηγῶν πολλοὺς τῶν ἰδίων ἀποβαλών, οὐ μικρὰν ἔχων ὀργὴν τῷ πάθει ἀπέδραμεν, ἀφειδῶς ὅ τι ἐν ποσὶν εὕροι καίων τε καὶ φονεύων· καὶ τὴν πρώτην τῆς Μακεδονίας πόλιν τοὺς Στόβους ἐπόρθησε καὶ τῶν γε στρατιωτῶν τῶν ταύτῃ ἐμφρουρούντων τοὺς ἀντιστάντας ἀπέκτεινεν. ὡς δὲ τῇ Θεσσαλονίκῃ ἐγγύθεν ἐφεδρεύων ἠγγέλθη ὁ βάρβαρος, αὐτίκα οἱ πολῖται νομίσαντες ἐκ δόλου τὰ ἐν τῇ προτεραίᾳ ἀνεγνῶσθαι γράμματα καὶ τὴν πόλιν βούλεσθαι Ζήνωνά τε καὶ αὐτὸν ἐκείνῳ παραδοῦναι, συστραφέντες ἐν σφίσιν αὐτοῖς τὰς τοῦ Ζήνωνος στήλας καταβάλλουσι πάσας καὶ αὐτὸν ὁρμήσαντες τὸν ὕπαρχον ἕτοιμοι διασπάσαι ἦσαν. οἱ δὲ κομισάμενοι πῦρ ἐπὶ τὸ ἀρχεῖον ἐμπιπράναι ἔμελλον, εἰ μὴ ὑποφθάσαντες τά τε ἱερὰ γένη καὶ οἱ ἐν ταῖς ἀξίαις ἐξήρπασάν τε αὐτὸν τῆς ὀργῆς τῆς τοῦ δήμου καὶ τὸ ἀτακτοῦν λόγοις πραέσι κατέστειλαν, λέγοντες οὔτε αὐτὸν αἴτιον εἶναι τούτου οὔτε τὸν βασιλέα τῇ πόλει τι δυσχερὲς ἢ κακὸν βεβουλεῦσθαι, τῆς τε πόλεως χρῆναι ποιήσασθαι φυλακήν, ὅτῳ ἂν ἐθέλωσι καὶ ὃν ἡγοῦνται πιστὸν ἐπιτρέποντες ταύτην. οἱ δὲ τὰς κλεῖς τῶν πυλῶν ἐκ τοῦ ὑπάρχου λαβόντες τῷ ἀρχιερεῖ 156 ἔδοσαν καὶ ἀπὸ τῶν ἐνόντων φρουρὰν ἐπενόησαν ὡς ἠδύναντο πλείστην καὶ τὸν στρατηγὸν ἔστεργον. ἐν δὲ τούτῳ ὁ Ζήνων πυθόμενος τὸν κατέχοντα κίνδυνον καὶ ἰδὼν ὡς οὐδενὸς βουλομένου μάχεσθαι ἄριστον εἴη σπονδαῖς ὡς ἐν κακοῖς μετρίαις τῆς τῶν πόλεων φθορᾶς ἐπισχεῖν τὸν βάρβαρον, Ἀρτεμίδωρον πέμπει καὶ Φωκᾶν τὸν ὅτε ἦν στρατηγὸς γραμματέα αὐτῷ τῆς ἀρχῆς ὄντα. οἳ ἐλθόντες ἔλεγον ὅτι· σὲ ὁ βασιλεὺς φίλον ἐποιήσατο καὶ ἀξίαις, αἵ εἰσι λαμπρόταται Ῥωμαίοις, σεμνῶς ἐπεκόσμησε καὶ ἄρχειν τῶν μεγίστων ταγμάτων ἐποίησεν οὐδὲν οἷάπερ ἀνδρὶ ἀπιστήσας βαρβάρῳ. σὺ δὲ οὐκ ἴσμεν ὅπως ταῖς τῶν κοινῶν δυσμενῶν ἀπάταις ὑπαχθεὶς τά τε ὑπάρχοντά σοι ἀγαθὰ διέφθειρας καὶ τῆς εὐδαιμονίας τῆς σῆς ἄλλον ἐποίησας ὡς οὐκ ᾔδεις κύριον. οὐκ ἂν δίκαιος εἴης τῷ βασιλεῖ ἐγκαλῶν ὧν εἰς ἑαυτὸν ἅμα καὶ εἰς ἐκεῖνον ἐξήμαρτες. νῦν οὖν, ἐπειδὴ σαυτὸν εἰς τοῦτο κατέστησας, ὑπόλοιπόν σοί ἐστιν ἐκ τῆς παρούσης τύχης τῆς τε κατὰ τῶν ἐθνῶν καὶ τῶν πόλεων βλάβης ἐπισχεῖν ὡς οἷόν τε, πέμποντα δὲ πρεσβείαν πειρᾶσθαί τι μέτριον παρὰ τοῦ βασιλέως ἀγαθοῦ ὄντος εὑρίσκεσθαι. ὁ δὲ πεισθεὶς ἄνδρας μὲν ἐπὶ τὸ Βυζάντιον σὺν αὐτοῖς ἀποπέμπει, αὐτὸς δὲ τοῦ μὲν καίειν ἢ φονεύειν τοὺς ἀνθρώπους ἀνεῖργε τὸ στράτευμα, οὐ μέν τι ἐδύνατο πάντων ὄντας ἀπόρους τὰ γοῦν ἐπιτήδεια ἐκπορίσαι κωλύειν. καὶ δὴ προϊὼν ἦλθεν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Μακεδονίᾳ καί, τοῦ ἀρχιερέως τοῦ ἐν ταύτῃ τῇ πόλει πολλὰ καὶ παντοδαπὰ τῇ στρατιᾷ καὶ αὐτῷ ἀποστείλαντος δῶρα, τήν τε χώραν ἀπαθῆ πᾶσαν διεφύλαξε καὶ οὐδὲν τοὺς οἰκοῦντας ἐνταῦθα παραλυπῶν ἐκ τῶν ταύτῃ ὁμόρων τὸ πλῆθος ἐπιεικῶς ἐπειρᾶτο διάγειν. εἰς δὲ τὸ Βυζάντιον ὡς ἦλθον οἱ παρ' αὐτοῦ σταλέντες πρέσβεις, ἔλεγον ὅτι δέοι ταχέως περὶ πάντων αὐτοκράτορα αὐτῷ πρεσβευτὴν ἀποστεῖλαι, ὡς οὐχ οἷοί τέ εἰσι πλῆθος ἄπειρον εἴργειν ἐπὶ πλείονα χρόνον τῆς ἀφ' ὧν ἂν δύναιντο βλάβης. ὁ δὲ Ἀδαμάντιον τὸν Βιβιανοῦ παῖδα πατρίκιόν τε ὄντα καὶ πολιαρχήσαντα προσθεὶς αὐτῷ καὶ τιμὴν ὑπατικὴν ἔπεμψε παραγγείλας, χώραν μὲν αὐτῷ δοῦναι ἐν Παυταλίᾳ, ἣ τῆς μὲν Ἰλλυρικῆς μοίρας ἐστὶν ἐπαρχία, οὐ πολὺ δὲ 157 ἀπέχουσα τῶν εἰσβολῶν τῆς Θρᾴκης, ὅπως, εἴτε Θευδέριχος ὁ Τριαρίου ἐγχειροίη τι κινεῖν, ἔφεδρον ἔχοι αὐτὸν ἐγγύθεν κατ' ἐκείνου, εἴτε αὐτὸς ταράττειν τὰ συγκείμενα θέλοι, ἐν μέσῳ αὐτὸν ἔχων τῶν τε Ἰλλυρικῶν καὶ τῶν Θρᾳκίων δυνάμεων εὐκολώτερον αὐτοῦ περιεῖναι δύναιτο. εἰ δὲ τροφῶν ἀπορεῖν τῷ στρατεύματι λέγοι τὸν παρόντα ἐνιαυτόν, ἅτε μήτε ἐνσπείρας μήτε καρποῦ ἐλπίδα ἔχων ἐν Παυταλίᾳ, ἔδωκε λίτρας χρυσίου ἀπιόντι διακοσίας, ἃς ἐκέλευε δόντα τῷ ὑπάρχῳ τῷ ἐκεῖ ποιῆσαι τὴν δαπάνην αὐτοῖς εἰς Παυταλίαν χορηγῆσαι τὴν ἐπαρκοῦσαν. ἔτι δὲ τοῦ πρεσβευτοῦ ὄντος ἐν Βυζαντίῳ, στρατιῶται συστάντες ἐν τῇ Θεσσαλονίκῃ τὸν ὕπαρχον Ἰωάννην προϊόντα φυλάξαντες ξιφήρεις ὥρμησαν· καὶ ὡρίσθη παρὰ τῶν Ζήνωνος Ἀδαμάντιος, καὶ ταῦτα κατέστησεν. ὁ δὲ τοῦ Βαλαμήρου, ἐν ᾧ τὰ τῆς Θεσσαλονίκης ἐγένετο, περὶ Ἡράκλειαν ἔμενεν καὶ ἐπὶ τὴν Ἤπειρον πέμπει πρὸς Σιδιμοῦνδον, ἐκ μὲν τῆς αὐτῆς φυλῆς τὸ ἀνέκαθεν ὄντα, δοκοῦντα δὲ τότε εἶναι Ῥωμαίοις ὑπόσπονδον καὶ ἐν τῇ κατ' Ἐπίδαμνον Ἠπείρῳ χώραν τε νεμόμενον καὶ εὐδαίμονα κλῆρον καὶ παρὰ βασιλέως δεχόμενον συντάξεις. ἀνεψιὸς δὲ ἦν οὗτος Αἰδοΐγγου Βηρίνης τε μάλιστα ὄντος οἰκειοτάτου καὶ τὴν τῶν λεγομένων δομεστίκων ἀρχὴν ἄρχοντος μεγάλην τινὰ οὖσαν τῶν περὶ βασιλέα. πρὸς τοῦτον οὖν ἔπεμπε τῆς τε παλαιᾶς αὐτὸν συγγενείας ἀναμιμνήσκων καὶ ἀξιῶν ἐξευρεῖν καὶ συμπρᾶξαι τρόπον, δι' οὗ τῆς τε Ἐπιδάμνου καὶ τῆς ἄλλης Ἠπείρου δυνηθείη κρατήσας στῆναι τῆς πολλῆς πλάνης, καὶ ἱδρύσας ἑαυτὸν ἐν πόλει καὶ τείχεσιν ἐντεῦθεν ὡς ἂν διδῷ δέχεσθαι τὸ συμβαῖνον. Σιδιμοῦνδος δὲ ταῦτα παρ' αὐτοῦ δεξάμενος καὶ βάρβαρος βαρβάρῳ συνοικεῖν ἢ Ῥωμαίοις ἡγησάμενος κρεῖττον, ἐλθὼν εἰς Ἐπίδαμνον καὶ ἰδίᾳ μετιὼν τῶν πολιτῶν ἕκαστον ὡς δῆθεν κατ' εὔνοιαν συνεβούλευεν αὐτοῖς, ἅ τε ἕκαστος ἔχει θᾶττον ὑπεκτίθεσθαι καὶ αὐτοὺς ἢ εἰς νήσους ἢ πόλιν ποι σώζεσθαι, λέγων ὡς ὁ βάρβαρος ἐπὶ ταύτην ὥρμηται, καὶ ὅτι τῷ βασιλεῖ ταῦτα δοκοῦντά ἐστιν, καὶ ὡς Ἀδαμάντιος ἐπὶ ταῦτα πεμφθείη· κρεῖττον οὖν εἶναι αὐτοῖς, ἕως ἔτι ἄπεστιν, κατὰ πλείονα σχολὴν τὰ κατ' αὐτοὺς διοικήσασθαι. 158 ταῦτα καὶ τοῖς στρατιώταις λέγων τοῖς ἐκεῖ φυλάττουσιν οὖσιν ὡς δισχιλίοις, οἳ καὶ ἀμύνασθαι ἐπιόντα πρός γε τὸ παραχρῆμα ῥᾳδίως ἠδύναντο, ἔπεισεν ὁμοῦ πάντας ἐκλιπεῖν Ἐπίδαμνον καὶ λέγων καὶ ταράττων καὶ φήμην ἀεὶ καινὴν πειρώμενος ἐμβάλλειν, καὶ ὅτι βασιλεῖ ἀπεχθήσονται μᾶλλον ἀντιστῆναι θέλοντες· καὶ πρὸς τὸν Βαλαμήρου εὐθέως ἐπέστελλεν ὡς τάχος ἐπείγεσθαι. ὁ δὲ τὸ τοῦ Σιδιμούνδου ἐπέμενε δήλωμα καὶ τὴν αὑτοῦ ἀδελφὴν νόσῳ κατεχομένην, ἐξ ἧς ἐτελεύτησεν. φανερὰν μέντοι τῆς καθέδρας πρόφασιν ἐποιεῖτο τὴν τοῦ πρεσβευτοῦ παρὰ Ζήνωνος ἄφιξιν καὶ τὸ βούλεσθαι μαθεῖν, ὅπως πρὸς αὐτὸν ἔχει τὰ ἐκ τοῦ βασιλέως. ἐπεὶ δὲ τὴν μὲν ἀδελφὴν ἀποθανοῦσαν ἔθαψεν, τὰ δὲ παρὰ Σιδιμούνδου ἀπήντησε καλοῦντα, πρὸς τοὺς Ἡρακλεώτας ἐκλιπόντας μὲν τὴν πόλιν, ἐς φρούριον δὲ ἰσχυρὸν ἀνασκευασαμένους πέμψας ἀπῄτει σῖτον πολύν τινα καὶ οἶνον, ὅπως τῷ στρατῷ ἔχοι ἀπιὼν ἐφόδια. οἱ δὲ οὐδὲν ἔφασαν αὐτῷ δύνασθαι δοῦναι ἐν τοσαύταις ἡμέραις λέγοντες ὅσον εἶχον ἐπὶ φρουρίῳ γε μικρῷ δεδαπανῆσθαι. ὁ δὲ πρὸς ὀργὴν τὰ πλεῖστα τῆς πόλεως ἐμπρήσας ἀνδρῶν οὔσης ἐρήμου εὐθὺς ἀπανίσταται, καὶ κατὰ τὴν δύσοδον καὶ στενὴν ὁδὸν τὴν ἐπὶ τὴν Νέαν λεγομένην Ἤπειρον ἀπάγουσαν ἀναστήσας ἤλαυνεν, καὶ προπέμπει τοὺς ἱππεῖς τὰ ἄκρα τῇ στρατιᾷ προκαταληψομένους, καί, ἕως ἀνέλπιστοί εἰσιν, κατ' ἐκείνων χωρήσειν ἐξ ἐφόδου ἀθρόας ἐκκρούσοντας τὴν φυλακήν, ἥτις ἦν αὐτόθι. οἱ δὲ ὡς ἀνέβησαν, οἱ ἐπὶ τῷ τειχίῳ φρουροῦντες στρατιῶται τό τε πλῆθος ἰδόντες καὶ πρὸς τὸ αἰφνίδιον αὐτῶν καταπλαγέντες οὔτε εἰς ἀλκὴν ἔτι τραπέσθαι ὑπέμειναν οὔτε λογισμὸν ἔσχον ἀποζεῦξαι τὸ τείχισμα, ἀλλ' ὥρμησαν φεύγειν ὑπὸ τῆς ἐκπλήξεως ἀπερίοπτοι πάντων τῶν εἰς τὸν τότε καιρὸν ὠφελῆσαι δυναμένων. οἱ δὲ κατὰ πολλὴν ἐρημίαν προσιόντες ἐχώρουν, ἐπὶ τοῦ στόματος αὐτὸς ὁ Θευδέριχος, Σόας δὲ ὁ μέγιστος τῶν ὑπ' αὐτὸν στρατηγῶν τὸ μέσον εἶχεν, Θευδιμοῦνδος δὲ ὁ ἕτερος 159 τῶν Βαλαμήρου παίδων ἐπὶ τῆς οὐραγίας. Θευδέριχος μὲν οὖν προκαταβὰς καὶ θαρσῶν, ὡς οὐδεὶς ἦν αὐτοῖς ἐφεπόμενος, τοῖς ἐπὶ τῶν ἁμαξῶν καὶ τοῖς ἄλλοις σκευοφόροις εἶπε ἐπὶ σχολῆς προχωρεῖν· αὐτὸς δὲ ἠπείγετο φθάσαι προκαταλαβὼν ἣν ἂν δύναιτο πόλιν. καὶ πρὸς μὲν τὴν Λυχνιδὸν ἐπελθὼν ἀπεκρούσθη ἐπὶ ὀχυροῦ κειμένην καὶ πηγῶν ἔνδον πλήρη, καὶ σίτου προενόντος. ἀναστὰς δὲ ἐκεῖθεν τήν τε Σκαμπίαν αἱρεῖ, τῶν οἰκητόρων αὐτὴν πάλαι ἐκλελοιπότων, καὶ ἐξ αὐτῆς ὁρμήσας Ἐπίδαμνον λαμβάνει. Ἀδαμάντιος δὲ ταῦτα πυθόμενος προπέμπει τῶν ἱππέων τῶν βασιλείων τινά, οὓς μαγιστριανοὺς καλοῦσι, μεμφόμενός τε αὐτῷ παρὰ τὴν ὑπόσχεσιν τῆς πρεσβείας ποιοῦντι καὶ κελεύων ἠρεμεῖν καὶ μήτε πλοῖα λαβεῖν μήτ' ἄλλο τι τῶν παρόντων πλέον νεωτερίσαι, ἕως ἂν αὐτὸς ἔλθῃ· ἀποστεῖλαι δὲ καὶ ἄνδρα, ὅστις τὰ πιστὰ δώσει τῆς μετὰ τὴν πρεσβείαν αὖθις ἀναχωρήσεως καὶ τῆς ὅλης ἀδείας. ταῦτά τε πρὸς ἐκεῖνον ἐπέστελλε καὶ αὐτὸς ἄρας ἀπὸ Θεσσαλονίκης ἔρχεται εἰς Ἔδεσαν, ὅπου ἦν Σαβινιανός, σὺν δὲ αὐτῷ καὶ Φιλόξενος· καὶ τάς τε δέλτους αὐτῷ παρέχουσι καὶ στρατηγὸν ἀποφαίνουσι, καὶ περὶ τῶν παρόντων εὖ διεβουλεύοντο. καὶ τὸ μὲν ἐπιχειρεῖν τοῖς βαρβάροις πορευομένοις οὐκ ἀσφαλὲς ἐδόκει, ὀλίγων μὲν συνόντων αὐτῷ Σαβινιανῷ μισθοφόρων οἰκείων· τῆς δὲ δημοσίας στρατιᾶς καὶ τῶν κοινῶν ταγμάτων τῶν μὲν διεσπαρμένων κατὰ πόλεις, τῶν δὲ μετὰ τοῦ στρατηγοῦ Ὀνούλφου ἀκολουθούντων, ἐδόκει πέμπειν ἁπανταχοῦ προστάγματα συγκαλοῦντα τοὺς στρατιώτας καὶ τὸν στρατηγὸν δηλοῦντα προπέμπειν τὸν πρεσβευτήν. ἤδη δὲ ὁρμωμένοις ὁ παρὰ τοῦ Ἀδαμαντίου προαπεσταλμένος ἱππεὺς ἀπαντᾷ τὸν τῶν βαρβάρων ἔχων ἱερέα, ὃν οἱ Χριστιανοὶ καλοῦσι πρεσβύτερον, ὡς πίστιν τῆς ἀδείας αὐτῷ ἐπιθήσοντα. ἄγοντες οὖν αὐτὸν σὺν αὑτοῖς ἠπείγοντο καὶ ἀφικνοῦνται εἰς Λυχνιδόν. τῶν δὲ ἐκ τῆς πόλεως τῶν ἐν ταῖς ἀξίαις (παλαιόπλουτός τε γὰρ αὕτη καὶ εὐδαίμων ἡ πόλις) καὶ τῶν ἄλλων ἀπαντησάντων, εἰσέρχονται ἐνταῦθα. καὶ ἀποστέλλει πάλιν Ἀδαμάντιος εἰς Ἐπίδαμνον 160 κελεύων ἢ αὐτὸν τὸν Θευδέριχον εἴς τι τῶν περὶ Λυχνιδὸν χωρίων ἀπαντῆσαι μετ' ὀλίγων διαλεξόμενον αὐτῷ περὶ ὧν ἀπέσταλτο, ἤ, εἰ βούλοιτο αὐτὸν ἐλθεῖν εἰς Ἐπίδαμνον, πέμψαι ὁμήρους εἰς Λυχνιδὸν Σόαν τε τὸν αὐτοῦ στρατηγὸν καὶ Δαγίσθεον φυλαχθησομένους, ἕως ἂν αὐτὸς ἐπανέλθῃ. ὁ δὲ πέμπει μὲν τούτους, ἐκέλευσε δὲ αὐτοὺς περιμεῖναι ἐν Σκαμπίᾳ καὶ προαποστεῖλαι ἄνδρα, ὃς τὸν Σαβινιανὸν ὁρκώσει ἦ μὴν ἐπανιόντος σῴου τοῦ Ἀδαμαντίου καὶ αὐτὸν τοὺς ὁμήρους ἀπαθεῖς ἀποπέμψαι. ὁ δὲ Σαβινιανὸς οὐκ ἂν ἔφη ὀμεῖσθαι· οὐδὲ γὰρ ἐν τῷ πρόσθεν χρόνῳ ὀμωμοκέναι ἐπ' οὐδενὶ πράγματι, καὶ τὸ πάλαι αὐτῷ δόξαν οὐκ ἂν νῦν καταλύσειν. καὶ τοῦ Ἀδαμαντίου λέγοντος ὡς ἀνάγκη συγχωρῆσαι τῷ καιρῷ ἢ ἄπρακτον εἶναι τὴν πρεσβείαν· οὐ γὰρ αὐτὸν ἀπελθεῖν μή τι καὶ ἐνέχυρον τοῦ σώματος λαβόντα· οὐδὲν μᾶλλον ἐπείσθη, ἀλλ' ἐκεῖνον μὲν ἔφη εἰδέναι τὸ ἑαυτῷ πρακτέον, αὐτὸν δὲ οὐδὲν ποιήσειν παρὰ τὸν αὑτοῦ νόμον. ἐνταῦθα Ἀδαμάντιος καταστὰς εἰς ἄπορον, λαβὼν στρατιώτας σʹ δι' ὄχθων τε ἀβάτων καὶ ὁδοῦ ἀδήλου μὲν τοῖς πολλοῖς, στενῆς δὲ καὶ ἀτριβοῦς καὶ τότε πρῶτον ἵππους, ὡς ἐλέγετο, δεξαμένης, ἀφ' ἑσπέρας ὁρμήσας καὶ κύκλῳ περιελθὼν ἔρχεται εἰς φρούριον Ἐπιδάμνου πλησίον ἐπὶ λόφου ὑψηλοῦ κείμενον καὶ ἄλλως ἄμαχον, ᾧ φάραγξ ὑπέκειτο βαθεῖα, καὶ παρὰ τὴν φάραγγα ποταμὸς βαθὺς ἔρρει. ἐνταῦθα μεταπέμπεται τὸν Θευδέριχον. καὶ ὁ μὲν ὑπακούσας ἔρχεται καὶ τὴν ἄλλην στρατιὰν πόρρω καταστήσας σὺν ὀλίγοις ἱππεῦσι πρὸς τὸν ποταμὸν ἀφικνεῖται. Ἀδαμάντιος δὲ κύκλῳ περὶ τὸν λόφον τάξας στρατιώτας, ὅπως μή τις κύκλωσις παρ' ἐκείνου γένηται, ὑποκαταβὰς εἰς πέτραν, ἀφ' ἧς ἦν ἀκουστόν, καὶ κελεύσας κἀκείνῳ τοὺς ἄλλους ἀποπέμψαι, μόνος διελέγετο μόνῳ. καὶ καταστὰς ὁ Θευδέριχος κατηγόρει Ῥωμαίων, ὡς ἐδόκει, δίκαια, λέγων ὅτι· ἐγὼ μὲν ἔξω τῆς ὅλης Θρᾴκης διατρίβειν ᾑρούμην πόρρω πρὸς τὴν Σκυθίαν, ὅπου μένων οὔτε ἐνοχλεῖν ἐνόμιζον οὐδένα, ἑτοίμως δὲ βασιλεῖ ὑπακούσεσθαι ἐντεῦθεν ἐς ὅ τι προστάξειεν. ὑμεῖς δὲ καλέσαντες ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Θευδέριχον πρῶτον μὲν ὑπέσχεσθε τὸν τῆς Θρᾴκης στρατηγὸν μετὰ τῆς δυνάμεως εὐθύς μοι παρέσεσθαι, ὃς οὐδαμοῦ ἐφάνη, ἔπειτα καὶ Κλαύδιον τὸν τοῦ Γοτθικοῦ ταμίαν σὺν τῷ ξενικῷ, ἥξειν, ὃν οὐδὲ αὐτὸν εἶδον, τρίτον καὶ ἡγεμόνας 161 ὁδῶν μοι δεδώκατε, οἳ τὰς εὐπορωτέρας τῶν ὁδῶν ἐάσαντες τὰς εἰς τοὺς πολεμίους φερούσας ἀπήγαγον δι' ὀρθίας ἀτραποῦ καὶ κρημνῶν ἀμφιρρόπων, ἐν οἷς παρὰ μικρὸν ἦλθον σὺν ἱππεῦσί τε ἰών, ὡς εἰκός, καὶ ἁμάξαις καὶ στρατοπέδων κατασκευῇ, ἐπιθεμένων ἡμῖν ἄφνω τῶν πολεμίων, ἅμα τῷ ἐμῷ πλήθει παντὶ ἀπολέσθαι καθάπαξ. ἐνταῦθα ἀναγκαίαν ἐβιάσθην σύμβασιν πρὸς αὐτοὺς ποιήσασθαι· οἷς χρὴ πολλὴν χάριν ἔχειν, ὅτι ὑφ' ὑμῶν προδοθέντα δυνάμενοι καὶ διαφθεῖραι διέσωσάν γε ὅμως. Ἀδαμάντιος δὲ τῶν τε τοῦ βασιλέως τιμῶν αὐτὸν ἀνεμίμνησκε καὶ ὅτι πατρίκιον καὶ στρατηγὸν ποιήσας, ἃ τοῖς πλεῖστα καμοῦσι παρὰ Ῥωμαίοις γέρα ἐστί, καὶ τῶν ἄλλων δωρεῶν καὶ πλούτου ἐνέπλησεν, ἀνθ' ὧν ἔδει μηδέποτε πρὸς αὐτὸν ἄλλως πως ἢ πρὸς πατέρα φρονεῖν τε καὶ διατίθεσθαι· καὶ τὰ τῶν παρ' αὐτοῦ ἐγκλήσεων (ἦν γὰρ οἶμαι ἀληθῆ) διακρούεσθαι ἐπειρᾶτο· καὶ ὅτι οὐκ ἀνεκτὰ ποιήσειεν ἐν πρεσβείας ἐλπίδι καταλαβὼν τὰ Ῥωμαίων, οἳ καὶ ἀποκεκλεισμένον ἐν Θρᾴκῃ ἔχοντες ὄρεσι καὶ ποταμοῖς καὶ περιβολῇ στρατοπέδων ὅμως συνεχώρησαν ἑκόντες διεξελθεῖν· οὐ γὰρ ἂν μὴ βουλομένων αὐτὸν ἐκεῖθεν κινηθῆναι, οὐδὲ εἰ δεκαπλασίαν εἶχε δύναμιν τῆς παρούσης. νῦν τε συμβουλεύειν αὐτῷ μετριώτερον ἑαυτὸν τῷ βασιλεῖ παρέχειν· οὐ γὰρ ἂν δυνηθῆναι τὴν Ῥωμαίων εἰς τέλος ὑπερβαλεῖν χεῖρα πανταχόθεν ἐφεστηκότων. δεῖν οὖν, εἰ αὐτῷ πείθοιτο, ἐκλιπεῖν μὲν τὴν Ἤπειρον καὶ τὰς αὐτόθι πόλεις (οὐδενὶ γὰρ εἶναι φορητὸν πόλεις οὕτω μεγάλας, τῶν οἰκητόρων ἐκβληθέντων, ὑπ' αὐτοῦ κατέχεσθαι), ἐλθεῖν δὲ εἰς τὴν Δαρδανίαν, ἐν ᾗ χώραν εἶναι πολλὴν παρὰ τὰ οἰκούμενα καλὴν μὲν καὶ εὔγειον, ἐνδεᾶ δὲ οἰκητόρων, ἣν δύναται γεωργῶν ἐν πᾶσιν ἀφθόνοις αὑτοῦ τὴν στρατιὰν διάγειν. ὁ δὲ Θευδέριχος αὐτὸς μὲν ἐπώμνυε ταῦτα βούλεσθαι, οὐ μέντοι ἀνέξεσθαι αὐτοῦ τὸ πλῆθος πολλὰ μὲν προτεταλαιπωρηκός, μόλις δὲ ἀναπαύσεως νῦν ἐπιλαβόμενον· οὓς οὐ δύνασθαι μήπω ἀναπνεύσαντας ἄγειν μακρὰν οὕτω πορείαν. ἀλλὰ νῦν μὲν αὐτοὺς ἐᾶν αὐτοῦ ἐπιχειμάσαι, μήτε πρόσω χωροῦντας ὧν ἔχουσι πόλεων μήτε ἐπιφθείροντας· συνθέμενον δὲ περὶ πάντων ἐπὶ τούτοις ἅμα τῷ ἦρι πέμψαι τὸν ἄξοντα ἐπὶ τὴν Δαρδανίαν† ἔνβως ἐπακολουθήσοντας. ἔλεγε δὲ 162 ὡς ἕτοιμος εἴη τὴν αὑτοῦ κατασκευὴν καὶ τὸ ἄμαχον πλῆθος καταθέμενος ἐν πόλει, ᾗ βούλοιτο βασιλεύς, καὶ ὁμήρους παρασχὼν τῆς ἁπάσης πίστεως τήν τε μητέρα καὶ τὴν ἀδελφήν, μετὰ ἑξακισχιλίων τῶν μάλιστα μαχίμων ἐλθεῖν ὡς τάχιστα εἰς Θρᾴκην· καὶ ὑπισχνεῖσθαι σὺν τούτοις καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις καὶ ἄλλοις, ὁπόσους ἂν βασιλεὺς ἀποστείλῃ, τοὺς ἐν τῇ Θρᾴκῃ Γότθους ἀναλώσειν ἅπαντας, ἐφ' ᾧτε, εἰ τοῦτο ποιήσοι, αὐτόν τε ἀντὶ Θευδερίχου στρατηγὸν γενέσθαι καὶ εἰσδεχθῆναι εἰς τὴν πόλιν τὸν Ῥωμαϊκὸν πολιτεύσοντα τρόπον· ἕτοιμος δέ, εἰ προστάξειε βασιλεύς, καὶ εἰς Δαλματίαν ἀπελθεῖν ὡς Νέπωτα κατάξων. Ἀδαμάντιος δὲ οὐκ ἔφη κύριος εἶναι οὐδὲν αὐτῷ συνθέσθαι μένοντι ἐν τῇ χώρᾳ, ἀλλὰ δεῖν βασιλέα πρῶτον περὶ τούτων πυθέσθαι. ἀνοίσειν οὖν ἐκείνῳ, καὶ αὐτὸς ἐπιμενεῖν, ἕως τὴν τοῦ κρατοῦντος διαπύθηται γνώμην. ἐπὶ τούτοις διελύθησαν ἀπ' ἀλλήλων. ἐν ὅσῳ δὲ Ἀδαμάντιος ἀμφὶ ταῦτα ἦν, συνεληλύθει μὲν πολλὰ τῶν ταγμάτων εἰς τὴν Λυχνιδὸν κατὰ τὴν τοῦ στρατηγοῦ ἀγγελίαν, λέγει δέ τις τῷ Σαβινιανῷ, ὡς οἱ βάρβαροι καταφρονήσαντες σχολαίτερον κατίασιν ἀπὸ τῆς Κανδαβείας, οἵ τε σκευοφόροι αὐτῶν καὶ τῶν ἁμαξῶν αἱ πλείους καὶ οἱ ἐπὶ τῆς οὐραγίας, ἐν οἷς καὶ Θευδιμοῦνδος ἦν ὁ τοῦ Θευδερίχου ἀδελφὸς καὶ ἡ μήτηρ ἡ τούτων, καὶ ὅτι ἔστιν ἐλπὶς τῶν πλειόνων κρατήσειν. ὁ δὲ τό τε ἱππικὸν μεθ' ἑαυτοῦ συντάξας καὶ πεζοὺς οὐκ ὀλίγους κύκλῳ διὰ τῶν ὀρῶν περιπέμψας καὶ προειπών, ὁπότε δεῖ καὶ πόθεν ἐκφανῆναι, δειπνήσας καὶ ἀναλαβὼν τὸ στράτευμα ἀφ' ἑσπέρας ἐχώρει, καὶ ἅμα τῇ ἡμέρᾳ αὐτοῖς ἐπιτίθεται ἤδη πορευομένοις. καὶ ὁ μὲν Θευδιμοῦνδος καὶ ἡ μήτηρ αὐτοῦ, ὡς εἶδον τὴν ἔφοδον, ταχὺ διεκπεσόντες ὑπέφυγον εἰς τὸ πεδίον καὶ τὴν γέφυραν, καθ' ἣν ὑπερέβησαν, εὐθέως ἀνελόντες, ἣ φάραγγι βαθείᾳ ἐπέζευκτο μέσῃ οὔσῃ τῆς ὁδοῦ, τὴν δίωξιν ἐκείνοις ἐπὶ τοὺς καταβάντας ἐποίησαν ἄπορον καὶ μέντοι καὶ τοῖς ἑαυτῶν ἀδύνατον τὴν φυγήν, ὥστε πρὸς ἀπόνοιαν ὀλίγοι ὄντες ὁμόσε τοῖς ἱππεῦσιν ἐχώρουν. ὡς δὲ ὑπὲρ κεφαλῆς οἱ πεζοὶ ἐφάνησαν κατὰ τὸ συγκείμενον, οὕτω δὴ ἐτράποντο, καὶ οἱ μὲν εἰς τοὺς ἱππεῖς, οἱ δὲ εἰς τοὺς ὁπλίτας ἐμπίπτοντες 163 ἔθνησκον. καὶ τὰς ἁμάξας αὐτῶν λαβὼν Σαβινιανὸς οὔσας ὡς δισχιλίας αἰχμαλώτους τε πλείους ἢ πεντακισχιλίους καὶ λείαν οὐκ ὀλίγην, τινὰς δὲ τῶν ἁμαξῶν καὶ κατακαύσας ἐν τῷ ὄρει, ἃς ἦν ἔργον ἑλκύσαι διὰ κρημνῶν τοσούτων, εἰς τὴν Λυχνιδὸν ἀφικνεῖται. καὶ εὑρίσκει Ἀδαμάντιον ἐκ τῆς πρὸς Θευδέριχον συνουσίας ἐπανελθόντα· οὐ γάρ πω Θευδέριχος ἐπέπυστο οὐδὲν τῶν ὑπὸ Σαβινιανοῦ ἐν τῷ ὄρει πραχθέντων. τοὺς μὲν οὖν αἰχμαλώτους τοὺς μὲν εὖ γεγονότας ἐν φυλακῇ ποιεῖται, τοὺς δὲ ἄλλους μετὰ τῆς λείας διέδωκε τοῖς στρατιώταις. ἁμάξας μέντοι πολλὰς κελεύσας ταῖς πόλεσι πρὸς τὰς τοῦ στρατοπέδου κατασκευάσαι χρείας, ὡς ἐλήφθησαν αὗται, ἀπεῖπε ταῖς πόλεσι μηδὲν ἐνοχλεῖσθαι, ὡς τὰς ἀρκούσας ἔχων. μετὰ δὲ ταῦτα γράφει μὲν Ἀδαμάντιος τῷ βασιλεῖ, ὡς ὑπέσχετο, τὰ πρὸς Θευδέριχον αὐτῷ διειλεγμένα, γράφει δὲ καὶ Σαβινιανὸς καὶ Ἰωάννης ὁ ὕπαρχος τὰ γεγενημένα, ἐπὶ μεῖζον ὀγκοῦντες καὶ λέγοντες μὴ χρῆναί τι τῷ βαρβάρῳ συνθέσθαι, ὡς ἐλπίδος οὔσης ἢ κατὰ κράτος αὐτὸν ἐξελάσειν τῆς χώρας ἢ αὐτοῦ μένοντα κατατρίψειν. ταῦτα δεξάμενος βασιλεὺς καὶ νομίσας πόλεμον εἰρήνης αἰσχρᾶς εἶναι βελτίω, πέμψας ἀνεκάλεσε τὸν πρεσβευτὴν ἐκεῖθεν, κελεύσας μηδὲν ἔτι πρὸς ἐκεῖνον συνθέσθαι, ἀλλ' εἰπεῖν Σαβινιανῷ καὶ Γέντονι, Γότθῳ μὲν ὄντι ἀνδρί, γυναῖκα δὲ Ῥωμαίαν τῶν περὶ τὴν Ἤπειρον γεγαμηκότι καὶ δύναμιν ἔχοντι, ἔχεσθαι τοῦ πολέμου πάσῃ χειρί, ὡς οὐδὲν βασιλέως πρὸς ἐκείνους συνθησομένου. καὶ συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀδαμάντιος ἐπῄνεσεν αὐτοὺς τῆς προθυμίας καὶ ἐκέλευσε γενναίως ὥσπερ πάτριον αὐτοῖς ἔχεσθαι τῶν πραγμάτων, καὶ τὸ ἐκ βασιλέως ἐπανέγνω πρόσταγμα. ταῖς τε ἐλπίσιν αὐτοὺς μετεώρους ποιήσας, ὡς βασιλέως ἀεὶ πᾶσι τὴν προθυμίαν οὐκ ἄκαρπον ἐῶντος, εὐφημίας ἔτυχε καὶ μετὰ τιμῆς παρεπέμφθη. καὶ ὁ μὲν ἀπηλλάγη μηδὲν πλέον ποιήσας.
1.1.15
Ὅτι ἐπειδὴ Μῆδοι τῇ περιμαχήτῳ τῶν Κόλχων χώρᾳ προσκαθεζόμενοι, ὡς ἂν ποιήσωνταί γε αὐτὴν κατήκοον, μετὰ πολλοὺς ὅσους ἀγῶνας χρόνου τε συχνοῦ τριβέντος αὐτοῖς οὐδέν τι περαιτέρω ἔδρασαν, ἀλλὰ γὰρ τά τε πλείονα τῆς Λαζικῆς καὶ ὁ Φάσις ἡ πόλις, ἔνθα λέγεται εἶναι τὰ τοῦ Αἰήτου βασίλεια, οὐδὲν ἧττον ὑπὸ Ῥωμαίους ἐτύγχανον ὄντα· τέλος δὲ ἔδοξε Ῥωμαίοις τε καὶ Πέρσαις, ὧν μὲν ἐν κατοχῇ ὑπῆρχον, εἴτε φρούρια εἴτε ἕτερα ἄττα, οὔτι μεταθεῖναι, εἶναι δὲ ἐν τῷ αὐτῷ μέχρις οὗ ἀσφαλέστερον διευκρινηθείη τὰ τῆς διαφορᾶς. καὶ τοίνυν ἐδόκει οὐκ ἄλλως, ἐκεχειρία τέ τις ἐγεγόνει ὅσον οὔπω τελεωτάτης εἰρήνης ἔχουσα ἐλπίδα, τά τε μέγιστα τῶν πολιτευμάτων ἡσυχίαν ἦγον. ἐπεὶ οὖν ταῦτα τῇδε ἐχώρει, καὶ οἵ γε ἀμφὶ τὸν Ζαβέργαν Οὖννοι πόρρω που τῆς Ῥωμαίων ἐπικρατείας ἀπεληλαμένοι ἐτύγχανον, τηνικαῦτα Ἰουστινιανός (ἐν νῷ γὰρ εἶχεν ὡς ἐλεύσονται καὶ αὖθις οἱ Κοτράγηροι δῃώσοντες τὰ ἐπὶ Θρᾴκης) ἐγκείμενός τε ἦν τῷ Σανδίλχῳ τῷ τῶν Οὐτιγούρων ἡγεμόνι, ἀνίει τε οὐδαμῶς παραινῶν πρεσβείας τε συχνὰς ἐκπέμπων καὶ ἄλλοτε ἄλλῳ τρόπῳ ἀνερεθίζων, ὡς ἂν ἀμωσγέπως ἐκπολεμώσῃ γε αὐτὸν ὡς τὸν Ζαβέργαν. προσετίθει δὲ ταῖς ὡς τὸν Σάνδιλχον ἀγγελίαις ὁ αὐτοκράτωρ ὡς, εἴ γε καταγωνίσοιτο τοὺς Κοτραγήρους, καὶ τὰ ὅσα ἐτήσια χρήματα ἐκ τῆς Ῥωμαίων ἐπικρατείας ἀπονεμηθέντα ἦσαν τῷ Ζαβέργᾳ μεταθήσειν ὡς αὐτόν. καὶ τοίνυν ὁ Σάνδιλχος (Ῥωμαίοις γὰρ ἐπιτήδειος ἐβούλετο εἶναι) βασιλεῖ ἐσήμηνεν ὡς πέφυκεν οὐχ ὅσιον μὲν οὐδὲ ἄλλως εὐπρεπὲς τοὺς ὁμοφύλους ἀφανίσαι ἄρδην, μὴ ὅτι ὁμόγλωσσοί τέ εἰσι καὶ ὁμόσκηνοι ἡμῖν καὶ ὁμοίᾳ χρῶνται στολῇ καὶ διαίτῃ, ἀλλ' ὅτι καὶ ξυγγενεῖς καὶ ἑτέροις τισὶ τετά
1.1.16
Ὅτι ἐπὶ Μαυρικίου πρεσβεύονται Ῥωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, Ἐλπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα βημάτων (ἀρχὴ δέ τις αὕτη παρὰ Ῥωμαίοις οὐκ ἄκομψος) καὶ Κομεντίολον, ἄνδρα τῶν σωματοφυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, σκρίβωνα κατὰ Λατίνους. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν Ἀγχίαλον καὶ περὶ σπονδῶν ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ πρὸς ἀπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν Ἐλπιδίου ὑποχαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος οἰδαινόμενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε Ῥωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ διαφθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων βαρβάρων ἅμα τῷ Χαγάνῳ παρόντων εἶπεν. 222 Ἐπεὶ δ' ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύμαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, δι' ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται, μέγιστος ἀπῃώρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντιόλον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως, κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν ἀπειλούμενος. τῇ δὲ ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατευνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν βαρβάρων δυνατώτατοι τὸν Χαγάνον ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας οὖν ὁ Χαγάνος ἠτιμωμένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμον σφίσιν αὐτοῖς δωρησάμενος.
1.1.17
*** θόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν, εἶτ' οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων. δυσχερῶς δὲ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας. διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ δι' αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων. τοιαύτης δὲ οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος, πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις. γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας κατὰ τοῦ Τίτου· ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρ' Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη 230 καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλ' ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν. Ὁ δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν εἰς τὸν ταχθέντα χρόνον. ἀθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφ' οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. Ἀμύνανδρος μὲν οὖν ὁ βασιλεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν λόγον· ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμανὰς ἀεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἤθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν τὸ φαινόμενον, ἐπῄνεσε τὸν Τίτον, τοῖς δ' ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον ἢ Ῥωμαίοις τὴν εἰρήνην ἢ τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν, ἀλλ' εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησιν, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν ἐκ τῆς ἀρχῆς. τοῦτο δ' εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον. Ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως, καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· πίστιν δ' ἔχειν τὸ λεγόμενον ἔκ τε τῶν κατ' Ἀννίβαν καὶ Καρχηδονίους, ὑφ' ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γινομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατ' αὐτῶν, 231 ἁπλῶς οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· καὶ μὴν οὐδ' αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλ' εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν. διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. ἢ δῆλον ὅτι νενικήκαμεν. ἀλλὰ τοῦτό γ' ἐστὶ πάντων ἀγνωμονέστατον· πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν. ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπεινωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶς. τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρανομίας· τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι. καθόλου δ' αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥωμαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, διδόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς συγκλήτου γνώμην· Αἰτωλοὺς δὲ κυρίους εἶναι βουλευομένους ὑπὲρ σφῶν αὐτῶν. τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονεν (τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποιήσεσθαι πραγμάτων), ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς· παῦσαι, φησίν, Φαινέα, ληρῶν· ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μήτε βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας. Καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, τῇ δὲ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἀθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς· ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας· τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε, ἔφη, Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας ἔχειν; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας· 232 Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται. τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μὲν καθότι συνεπολέμησαν, νῦν κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθ' αὑτῶν συμπολιτευομένας, ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθ' ἣν ἔδει τῶν κατὰ πόλεμον ἁλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατ' ἀμφότερα. τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθ' ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλ' εἴ τινες κατὰ κράτος ἑάλωσαν. Τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δ' Αἰτωλοὶ βαρέως ἤκουον, καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων· ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετ' ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος. τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἦχθαι μετὰ δυνάμεως ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. Διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶτα ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ. διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ σʹ τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφ' ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ σʹ τάλαντα καὶ τοὺς ὁμήρους· μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δ' ἀντιπράττοντες τῇ διαλύσει. 2. Ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειληφότος τὴν
1.1.18
Ὅτι Ἰωνάθης ὁ ἀρχιερεὺς ὁρῶν ὅτι πάντα κατὰ νοῦν αὐτῷ χωριεῖ κατὰ πρόνοιαν θεοῦ πρεσβευτὰς πρὸς Ῥωμαίους ἀπέστειλεν ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν. τοῖς δὲ αὐτοῦ πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἐφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δὲ ἐλθόντες εἰς τὴν Ῥώμην καὶ παρελθόντες εἰς τὴν βουλὴν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει, τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τούς τε βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς δι' αὐτῶν τύχωσιν.
1.1.19
Ὅτι ἐπὶ Ἰοβιανοῦ βασιλέως Ῥωμαίων οἱ Πέρσαι τοὺςῬωμαίους κατὰ πολλοὺς τρόπους ἐλαττώσαντες ὅμως ἐποιοῦντο λόγους οἱ Πέρσαι Σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παρ' αὐτοῖς ὄντων ἐκπέμψαντες περὶ διαλύσεως πολέμου. Ἰοβιανοῦ δὲ τοὺς περὶ εἰρήνης προσδεξαμένου λόγους στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρίνθαιον σὺν τούτῳ, λόγων περὶ τούτων γενομένων αὐτοῖς πρὸς ἀλλήλους, ἐγίνοντο μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημήνων Καρξαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων ὄντων τὸν ἀριθμὸν ιεʹ μετὰ τῶν οἰκητόρων καὶ κτημάτων καὶ ζώων καὶ πάσης ἀποσκευῆς, Νίσιβιν δὲ παραδοῦναι δίχα τῶν ἐνοικούντων. ἐδόκει γὰρ τούτους ἔνθα ἂν δόξειε Ῥωμαίοις μετοι 376 κισθῆναι. προσαφείλοντο δὲ καὶ Ἀρμενίας τὸ πολὺ μέρος οἱ Πέρσαι βραχύ τι ταύτης Ῥωμαίοις ἔχειν ἐνδόντες. ἐπὶ τούτοις δὴ σπονδαὶ γεγονυῖαι καὶ γραμματείοις ἑκατέρωθεν ἐπισφραγισθεῖσαι δεδώκασι Ῥωμαίοις εὐρυχωρίαν τῆς οἴκαδε ἐπανόδου κατὰ μηδὲν τὰ Περσῶν διαφθείρουσιν ὅρια, μήτε αὐτοῖς ὑπὸ Περσικῆς ἐπιβουλευομένοις ἐνέδρας. εἰς τοῦτο τῆς ἱστορίας ἀφιγμένῳ τὸ μέρος ἐπὶ τοὺς ἀνωτάτω μοι χρόνους ἐπῆλθεν ἀναδραμεῖν καὶ ζητῆσαι, εἴ ποτε Ῥωμαῖοι τῶν αὐτοῖς τι κτηθέντων ἑτέροις ὑπέστησαν παραδοῦναι ἢ ὅλως ἕτερον ἔχειν τι τῶν ὑπὸ τὴν ἐπικράτειαν αὐτῶν ἅπαξ γενομένων ἀνέσχοντο. Λευκίου γὰρ Λουκούλλου Τιγράνην καθελόντος καὶ Μιθριδάτην, περιπονήσαντός τε πρώτου τῇ Ῥωμαίων ἀρχῇ τὰ μέχρις Ἀρμενίας τῆς ἐνδοτάτω καὶ Νίσιβιν ἐπὶ τούτοις καὶ τὰ πρόσοικα φρούρια ταύτῃ, Πομπήιος Μάγνος τοῖς τούτου κατορθώμασι τέλος ἐπιθεὶς διὰ τῆς ὑπ' αὐτοῦ γενομένης εἰρήνης τὴν τούτων Ῥωμαίοις ἐβεβαίωσε κτῆσιν. ἐπεὶ δὲ Περσῶν αὖθις κινηθέντων ἐχειροτόνησεν ἡ γερουσία Κράσσον αὐτοκράτορα στρατηγόν, ὁ δὲ εἰς χεῖρας ἐλθὼν αἰσχρὰν ἄχρι τοῦδε κατέλιπε πρὸς Ῥωμαίους δόξαν ἁλούς τε ἐν τῇ μάχῃ καὶ παρὰ Πέρσαις ἀποθανών, τότε παραλαβὼν τὴν στρατηγίαν Ἀντώνιος καὶ τῷ Κλεοπάτρας ἐχόμενος ἔρωτι τοῖς περὶ τὸν πόλεμον ἐκμελῶς καὶ ὀλιγώρως προσέσχεν, καὶ ἀπήλλαξε μὲν κἀκεῖνος ἀνάξια πεπραχὼς τοῦ Ῥωμαίων ὀνόματος, Ῥωμαῖοι δὲ οὐδὲ τούτων αὐτοῖς τῶν ἐλαττωμάτων συμβάντων ἐκπεπτώκασι τούτων τῶν τόπων τινός. μεταστάντος δὲ αὐτοῖς ἐς μοναρχίαν τοῦ πολιτεύματος, καὶ τοῦ Σεβαστοῦ στήσαντος ὅρια τῇ Ῥωμαίων ἀρχῇ Τίγριν τε καὶ Εὐφράτην, οὐδὲ οὕτω τῆς χώρας ταύτης ἀπέστησαν. χρόνοις δὲ πολλοῖς ὕστερον Γορδιανοῦ τοῦ βασιλέως Πέρσαις ἐπιστρατεύσαντος καὶ ἐν μέσῃ τῇ πολεμίᾳ πεσόντος, οὐδὲ μετὰ ταύτην τὴν νίκην οἱ Πέρσαι παρεσπάσαντό τι τῶν ἤδη Ῥωμαίοις ὑπηκόων γεγενημένων, καὶ ταῦτα Φιλίππου διαδεξαμένου τὴν ἀρχὴν καὶ εἰρήνην αἰσχίστην πρὸς Πέρσας θεμένου. μετ' οὐ πολὺ δὲ τῇ ἑῴᾳ τοῦ Περσικοῦ πυρὸς ἐπιβρίσαντος, ἁλούσης δὲ κατὰ κράτος τῆς μεγάλης Ἀντιοχείας καὶ μέχρι Κιλικιῶν πυλῶν τοῦ Περσικοῦ στρατεύματος διαβάντος, Οὐαλεριανὸς αὐτοῖς ἐπιστρατεύσας ὁ βασιλεὺς καὶ ὑπὸ τὰς Περσῶν γενόμενος χεῖρας οὐδὲ οὕτω Πέρσαις ἄδειαν δέδωκεν ὑφ' ἑαυτοῖς τὰ χωρία ταῦτα ποιήσασθαι. μόνη δὲ ἡ Ἰουλιανοῦ τελευτὴ πρὸς τὴν τούτων ἀπώλειαν ἤρκεσεν, ὥστε ἄχρι τοῦδε μηδὲν δυνηθῆναι τούτων τοὺς Ῥωμαίων βασιλέας ἀναλαβεῖν, ἀλλὰ καὶ 377 προσαπολέσαι κατὰ βραχὺ τὰ πλείονα τῶν ἐθνῶν, τὰ μὲν αὐτόνομα γεγονότα, τὰ δὲ βαρβάροις ἐκδεδομένα, τὰ δὲ καὶ εἰς ἐρημίαν πολλὴν περιστάντα. ὁ Ἰοβιανὸς δὲ ὁ βασιλεὺς Ῥωμαίων μετὰ τῆς πρὸς Πέρσας γενομένης εἰρήνης μετὰ ἀδείας ἐπανιὼν ἅμα τῷ στρατοπέδῳ καὶ πολλαῖς περιπεσὼν δυσχωρίαις καὶ τόποις ἀνύδροις, πολλοὺς δὲ τῆς στρατιᾶς ἀποβαλὼν ἐν τῇ διὰ τῆς πολεμίας παρόδῳ.
1.1.20
Ὅτι Αὐρηλιανὸς κατὰ κράτος νικήσας τοὺς Ἰουθούγγους Σκύθας καὶ κατὰ τὴν τοῦ Ἴστρου περαίωσιν ἐς τὴν ἀποφυγὴν πολλοὺς τούτων ἀνελών, οἱ λειπόμενοι ἐς σπονδὰς ἧκον καὶ πρεσβείαν ἐστείλαντο. τὴν δὲ αἴτησιν τῆς εἰρήνης ἐδόκει μὴ σὺν τῷ ἄγαν περιδεεῖ καὶ καταπεπληγότι ἐκ τῆς ἥττης ποιεῖσθαι, ὡς ἂν ὑπάρχοι σφίσιν καὶ τῶν πρόσθεν φοιτώντων χρημάτων παρὰ 381 Ῥωμαίων ἡ ἀποδοχή, μὴ ἐς τὸ ἀδεὲς πάντη τῶν ἐναντίων καθισταμένων. ὁ δὲ Ῥωμαίων βασιλεὺς Αὐρηλιανός, ὡς ἐπύθετο ἀφιγμένην τὴν Ἰουθούγγων πρεσβείαν, ἐς τὴν ὑστεραίαν φήσας χρηματιεῖν περὶ ὧν ἥκουσι διέταττεν τοὺς στρατιώτας ὡς ἐς μάχην ἐκπλήξεως εἵνεκα τῶν ἐναντίων. ἐπεὶ δὲ καλῶς εἶχεν αὐτῷ ἡ διακόσμησις, ἐπὶ ὑψηλοῦ βήματος μετέωρος βέβηκε καὶ ἁλουργίδα ἀμπέχων τὴν πᾶσαν τάξιν ἐποίει ἀμφ' αὐτὸν μηνοειδῆ. παρεστήσατο δὲ καὶ τῶν ἐν τέλει, ὅσοι ἀρχάς τινας ἐπιτετραμμένοι, σύμπαντας ἐφ' ἵππων. κατόπιν δὲ βασιλέως τὰ σημεῖα ἦν τῆς ἐπιλέκτου στρατιᾶς· τὰ δέ εἰσιν ἀετοὶ χρυσοῖ καὶ εἰκόνες βασίλειοι καὶ στρατοπέδων κατάλογοι γράμμασι χρυσοῖς δηλούμενοι· ἃ δὴ σύμπαντα ἀνατεταμένα προυφαίνετο ἐπὶ ξυστῶν ἠργυρωμένων. ἐπὶ δὲ τούτοις ὧδε διακοσμηθεῖσιν Ἰουθούγγους ἠξίου παρελθεῖν. τοὺς δὲ συνέβη θαμβήσασθαι ἰδόντας καὶ ἐπὶ πολὺ σιγῇ ἔχειν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ βασιλέως ἀπεδόθη λέγειν, διά τινος ἑρμηνέως ἔλεξαν τοιάδε· Οὔτε τῇ ἐπὶ καιροῦ συμβάσῃ κακοπραγίᾳ ἡμῶν παρὰ τὸ εἰκὸς καταπεπληγότες οὔτε δυνάμεως ἐνδεῶς ἔχοντες ἢ καὶ πολέμων ἄπειροι καθεστηκότες ἀσθενείας εὐπρεπείᾳ κατὰ τὸ ἡμῖν αὐτοῖς μόνοις συμφέρον ἐς τὴν εἰρήνην σπεύδομεν· ἀλλὰ περίεστι μὲν ἡμῖν τοσοῦτον τῆς ἐν τοῖς πολέμοις περιουσίας πλήθους εἵνεκα καὶ ἰσχύος, ὥστε μέρει ἐλαχίστῳ τὰς πρὸς Ἴστρῳ πόλεις ἐπελθόντες Ἰταλίαν μικροῦ πᾶσαν κατειλήφαμεν, ἱππικῷ μὲν στρατεύσαντες ἐς μυριάδας δʹ, καὶ τούτων οὐ μιγάδων οὐδὲ ἀσθενῶν, ἀλλὰ Ἰουθούγγων καθαρῶς, ὧν πολὺς ἐφ' ἱππομαχίᾳ λόγος. ἀσπίδα δὲ ἄγομεν διπλασίαν δυνάμεως τῆς ἱππικῆς, οὐδὲ ἐν τούτοις ταῖς ἑτέρων ἐπιμιξίαις ἐπισκιάζοντες τοῦ σφετέρου στρατοῦ τὸ ἀνανταγώνιστον. ἔχοντες δὲ καὶ οὕτω παρασκευῆς διακρίνεσθαι οὐ διαγινώσκομεν ἐς ἀντιλογίαν ἥκειν τῆς συμφορᾶς πέρι. οὐ διὰ τὸ μὴ κατὰ κράτος νενικῆσθαι, κατὰ δὲ τὸ ἄδηλον τοῦ ἐκβησομένου εἰρήνην πολέμου προτιμῶμεν, εἰκάζοντες καὶ ὑμῖν ὡς γένοιτ' ἂν διὰ γνώμης πρὸς Ἰουθούγγους εὖ παρασχὸν τῆς πρόσθεν διαφορᾶς συμβῆναι, οἷα δὴ ὑπούσης καὶ παλαιᾶς ἀμφοῖν τοῖν γενοῖν 382 πρὸς ἄλληλα πίστεως ἐς τὸ ἡσυχάζειν, δι' ἣν χρὴ τὴν ἐπὶ καιροῦ διαφορὰν ἀπερίσκεπτον ἐν τῷ παρόντι καταλύσαντας πρὸς τὸ παλαίτερον καὶ λυσιτελοῦν μετατίθεσθαι ἑκατέροις. ἔν τε τῷ πολέμῳ οὐκ ἐπὶ πλεῖστον ταῖς καταδρομαῖς ληιζόμενοι, ἀλλ' ὅσον ἐς ἀφορμὴν τῶν ἐπιτηδείων ἀγαπῶντες τὴν ἄθροισιν, μέχρι τῆς γενομένης μάχης ἡσυχίᾳ τὸν καιρὸν διετρίβομεν, ὡς τοῖς ἐπιοῦσιν ὑμῖν σὺν τῇ ὑμετέρᾳ δυνάμει τὸ καθ' αὑτοὺς ἀντιτάξαντες. ὃ δὴ καὶ νῦν ποιεῖν παρεσκευάσμεθα· καὶ τό τε ὑμέτερον πρὸς πάντα κίνδυνον ἐκ τούτου ἀδεέστερον ἕξει, καὶ τῶν μεγίστων στρατοπέδων συνελθόντων οὐθ' ἡτισοῦν ἑτέρα χεὶρ ἀξιόμαχος ἡμῖν νομισθήσεται. εἰ δέ τις τῇ εὐτυχίᾳ τοῦ πολέμου ἐπαιρόμενος ὀλίγωρός ἐστι πρὸς τὴν σύμβασιν, γνώτω οὐ βεβαίῳ πράγματι θρασυνόμενος, καὶ ὅτι ἐπὶ παντὶ† φέρον τῆς δοκούσης εὐπραγίας ἡττηθέντας καὶ πρὸς τὴν παροῦσαν τῆς τύχης ἀκμὴν ἀποκλίναντας τῶν ἀμεινόνων ἐξηρτῆσθαι μόνων ἐλπίδων, καὶ ὑπὸ τοιαύταις ἀνοίαις τῆς τε πρὸς θάτερον μεταβολῆς ὑπεριδεῖν καὶ συμμαχίαν εὔκαιρον διδομένην παραιτήσασθαι. πεφύκασίν τε αἱ μείζους στρατιαί, παρὰ μὲν τὴν πρώτην θάρσει οἰκείας δυνάμεως ἐπαιρόμεναι καὶ ἐλαχίστῃ προμηθείᾳ χρώμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμούντων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἧττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ' ἐλπίδα χωρήσαντι* λογισμῷ τε ἀσφαλεῖ καὶ περιουσίᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσμαχώταται τοῖς ἀντιπάλοις γίνεσθαι. σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐκ ἀπροσδόκητοί ἐσμεν ἀλλὰ νῦν ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ οὐχ ὑπόστατοι ὑμῖν γενέσθαι. κράτιστον δὴ τούτων εἵνεκα δι' εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ' ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλέον ἔχειν πρὸς τοὺς ἐπιόντας. εἰ δὲ ταῦτα ποιεῖν ὧδε κρίνοιτε, ὑπάρχειν ἡμῖν δίκαιον καὶ ὅσα ἐν χρυσοῦ ἀσήμου τε καὶ ἐπισήμου δόσεσιν καὶ ἀργύρου παρ' ὑμῶν ἐφοίτα ἐπὶ φιλίας βεβαιότητι. ἀπειπαμένων γάρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι καθότι δυνατὸν πολεμήσομεν. Πρὸς ταῦτα ὁ Ῥωμαίων βασιλεὺς ἔλεξεν ὧδε· εἰ μὲν ἐς ἀφανὲς καθέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδά 383 σκετε, οὐθ' ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρείχετ' ἂν τὴν ἀπόκρισιν. ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, πὴ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ' αὖθις πόλεμον ἐπανατεινομένων ὑμῶν, ὧν συγχεῖν ἐοίκατε ἑκάτερον ἐκ θατέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι χρὴ πρῶτον ἀποκρινομένους μὴ ἁμαρτάνειν. λέλειπται δέ τι καὶ ἐκ τῶν παρόντων βουλεύσασθαι· χρὴ γὰρ τὼ διττὼ τούτω λόγω διελόντας ἀπαντᾶν πρὸς ἄμφω. εἰ μὲν γὰρ καθαρῶς εἰρήνην ἐπαγγέλλεσθε, τί δεῖ μεμνῆσθαι χρημάτων αἰτήσεως; καίτοι κἀν τούτῳ οὐ σὺν τῷ προχείρῳ ἡ βουλὴ τοῖς νενικηκόσι πρὸς τὴν ἄρνησιν ἢ τὴν καταίνεσιν. εἰ δὲ ἐπισκοτεῖν ὑμῖν πρὸς τὸ συμφέρον καὶ τὰς ἐκ τοῦ πολέμου πλεονεξίας ἡγεῖσθε τὴν σύμβασιν, καὶ ἡττηθέντες ὥσπερ δασμοὺς παρ' ἡμῶν ἀπαιτήσοντες ἥκετε, τῆς ῥᾳστώνης τὸ τερπνόν, ὅσον εἰρήνη δίδωσιν, ἐκ παντὸς μεταδιώκειν ἡμᾶς νομίζοντες, ἔχεσθε τῆς ὁμοίας τῇ πρόσθεν ἐπιχειρήσεως, μηδ' εἰς εὐεργεσίας λόγον προϊσχόμενοι τοῦ πολέμου τὴν κατάλυσιν ἀνταιτεῖτε μισθὸν τῆς συγχωρήσεως ὠνητὴν καὶ οὐκ ἐθελούσιον ποιούμενοι τὴν παροῦσαν ἐς τὴν φιλίαν πρόκλησιν. οὐ γὰρ δὴ πολέμων ἀπείρους ὄντας ἡμᾶς τῷ πλήθει τῆς πολλὰ δὴ κομπασθείσης ὑφ' ὑμῶν δυνάμεως ἐκπλήξετε, οὐδὲ πλούτῳ λαφύρων Ἰταλικῶν ἐπικομιζόμενοι ἀδεῶς ἐπ' οἴκου πορεύσεσθε, ἀλλὰ δῆλαι μὲν ὑμῶν αἱ πεζαὶ παρασκευαί, οὐκ ἄδηλοι δὲ αἱ τῶν ἱππέων, πρὸς ἃς ἐς τρόπον τὸν δυνατὸν ἀντιστησόμεθα. τολμῶμέν τε γὰρ μετ' ἀσφαλείας καὶ ἀναχωροῦμεν σὺν προμηθείᾳ, οἷα δὴ λογισμῷ ἡγεμόνι ἐς πάντα χρώμενοι, οἷς ἡ ἰσχὺς βεβαιοτάτη, καὶ ἐμπειρίαν πολεμικῶν ἔργων διαφερόντως ἔχοντες. ὑμεῖς δὲ μετά τε τοῦ προχείρου ἔπιτε καὶ διαμαρτάνοντες τῶν ἔργων διὰ τὸ μὴ προσκέψασθαι ἐφ' ἃ δεῖ ἐλθεῖν πείρᾳ τὴν βλάβην τοῦ προπετοῦς φερόμενοι μεταγινώσκετε. τοῖς γὰρ ζέσει ἐς τὰς πράξεις μὴ† συμφερομένοις ἀνάγκη τοῦ βελτίστου ἁμαρτάνειν. καὶ ταχεῖαι μὲν 384 ὑμῶν αἱ ἐπιχειρήσεις, δι' ὀλίγου δὲ αἱ μεταμέλειαι. καὶ τὸ σύμπαν κατὰ τὸ εἰκὸς θαύματος ἀπήλλακται ἀντιπάλους ἡμῖν τυχόντας καὶ ἠθῶν ἀνομοίων καὶ ἐς τὰς γνώμας πραττομένων διεστάναι οὐκ ἀπεοικός, καὶ ὑμᾶς μὲν ἀμαθίᾳ, ἡμᾶς δὲ λόγῳ συνεῖναι, σὺν ᾧ μάλιστα καὶ τὸ κρατεῖν τοὺς ἥσσους τῶν πλειόνων περιγίνεται συνέσει πρὸ δυνάμεως πιστεύοντας. τούς τε πλείονας σὺν τῷ ἀλογίστῳ διὰ μάχης ἰόντας κάκιον ἀμύνεσθαι ἔργου πείρᾳ μᾶλλον ἢ λόγου κομπωδεστέρᾳ προσποιήσει διδάσκεσθε βλέψαντες ἐς τὰ Σκυθῶν πάθη· μετὰ σαφεστάτων γὰρ τεκμηρίων καὶ οὐκ ἀμάρτυρα λέξομεν. οὗτοι δὴ λʹ μυριάσι στρατοῦ ἐφ' ἑκατέρας τὰς Ἠπείρους σκεδασθέντες πάσῃ τε τῇ δυνάμει ἡττήθησαν πρὸς ἡμῶν καὶ λαμπρὰ τοῖς νενικηκόσιν ὑπελείποντο τῆς οἰκείας ἀρετῆς ὑπομνήματα, ὧν τὴν εὔκλειαν ἐς τὸ παντελὲς ἕξομεν νῦν τε καὶ ἔπειτα τῷ χρόνῳ συμπαραθέουσαν. τάς τε Γαλμιόνων συμφορὰς ἄγειν* σφᾶς τοῦ προχείρου τῷ ἀναρριφθέντι τῆς ἐπιχειρήσεως ταχυτέραν καὶ δι' ὀλίγου ἔθεντο τὴν μετάγνωσιν. ἡμεῖς τε ἐπὶ ταῖς πλημμελείαις ὑμῶν, αἷς εἰς ἡμᾶς ἐπλημμελήσατε, οὐκ ἀποχρῆν ἡγούμεθα ἣν ἐπάθετε τιμωρίαν, εἰ μὴ καὶ τὸν Ἴστρον ὑπερβάντες ἐν ὅροις τοῖς ὑμετέροις τὴν ὀργὴν ὡς προαδικήσαντας ὑμᾶς ἀποπλήσαιμεν. πόλεμον γὰρ ἐπὶ σπονδαῖς ἀκήρυκτον ἐφ' ἡμᾶς ἠγείρατε, ἐγκλήματα μὲν ὡς εἰς προαδικήσαντας εἰπεῖν οὐκ ἔχοντες, ἐπιθυμίαις δέ τισι καὶ ἐλπίσι κουφισθέντες, σὺν αἷς ὅμιλος ἀλόγιστος ἐπαίρεται στρατιᾶς καὶ πολέμου ἀντιλαμβάνεσθαι. ὅθεν οὐκ ἔξω προσδοκίας ἄγομεν καὶ τὰ παρὰ τοῦ θείου ἔσεσθαι ἡμῖν ἀρωγά, οἷα δὴ ἡμῶν μὲν θεσμὸν τὸν ἐπὶ σπονδαῖς οὐκ ἀτιμασάντων, Ἰουθούγγων δὲ ἄδικον ὁδόν τε ἐφ' ἡμᾶς ἐλθόντων καὶ ὅρκους καὶ πᾶσαν πίστεως βεβαιότητα παρὰ φαῦλον τιθεμένων, τοῖς τε αὖ φθάνουσι κατορθώμασι τὸ μέλλον λαμβάνοντες καὶ περὶ τῶν ἐσομένων οὐκ ἀπεικότως πρὸς τοῖς εἰρημένοις χρηστὰ δοξάζομεν. ἡ μὲν γὰρ ἐπ' εὐπραγίᾳ ἐλπὶς θάρσος φέρει, φόβον δὲ ἡ ἐπὶ τῷ ἐναντίῳ. λογισμῷ τε ἡγεμόνι πρὸς τὰς πράξεις 385 χρώμενοι τάς τε δόξας τῶν συμβησομένων οὐκ ἀβασανίστως προσιέμεθα, κἀν τοῖς παροῦσιν, οἷα ἄνδρες ἀθληταὶ κινδύνων τῶν ἀρίστων, οὐκ ἐκπληττόμεθα ταῖς τοῦ πολέμου χαλεπότησιν, ἐξ ὧν τὸ ἐλπιζόμενον κέρδος οὐκ ἀσθενὲς καὶ περιττότερον τῆς ἀχθηδόνος. τὸ γὰρ δὴ πλῆθος ὑμῶν σώμασί τε ἥκιστα ἰσχύει καὶ φρονήμασιν. ἀπείληπται γὰρ Ῥοδανοῦ μὲν εἴσω καὶ τῶν ἡμετέρων ὁρίων, σπανίῳ δὲ ἀγορᾷ συνεχόμενον καὶ τῇ ἄλλῃ ταλαιπωρήσει τοῖς ἀλγεινοῖς τοῖς μὲν ἤδη σύνεστι, τοῖς δὲ μέλλει, καὶ προκαμὸν ἐν τῷ ἀεὶ μοχθεῖν ἀτολμότερον ἔσται καὶ χρῆσθαι αὐτῷ παρέξει ἀμαχεὶ ὅ τι ἂν βουλώμεθα, ὡς ἂν πρὸς τὴν χρόνιον διατριβὴν ἀπειρηκότι. ὅθεν ὑμῖν τε τὸ πᾶν περιφανῶς κινδυνεύεται, καὶ ἡ τῆς εἰρήνης ὑμῶν αἴτησις ἐπ' εὐπρεπείᾳ τοῦ φόβου σύγκειται, ὅπως ἂν τὸ σφέτερον δέος ἐπηλυγάζησθε. ἣν τί δεῖ προσίεσθαι, καλῶς ὑπάρχον πανταχόθεν ἀποκλεισθεῖσιν ὑμῖν τῆς οἴκαδε πορείας καὶ οἷον εἴσω πυλῶν ἀπειλημμένοις χρῆσθαι εὖ τε καὶ μή, ὅπως ἂν ἔχωμεν πρὸς ὑμᾶς διανοίας; Ἐπὶ τούτοις λεχθεῖσιν ἐκ τοῦ βασιλέως κατεπλάγησάν τε οἱ Ἰουθοῦγγοι, καὶ ὡς οὐδὲν αὐτοῖς τῶν ἐς ἐλπίδας ἐπράττετο, παντελεῖ τῶν σπονδῶν ἀπογνώσει ἐχόμενοι παρὰ τοὺς σφετέρους ἀπεχώρησαν.
1.1.21
Ὅτι, τοῦ Ἰουλιανοῦ εἰς Ταρσὸν τῆς Κιλικίας τυγχάνοντος καὶ πρὸς τὸν κατὰ Περσῶν πόλεμον εὐτρεπιζομένου, παρῆσαν πρέσβεις Περσῶν αἰτοῦντες ἐπὶ φανεροῖς καταθέσθαι τὸν πόλεμον. ὁ δὲ αὐτοὺς ἀπέπεμψεν εἰπών· αὐτόν με ὄψεσθε μετ' οὐ πολύ, καὶ οὐδέν μοι δεήσει πρεσβείας.
1.1.22
Ὅτι οἱ Πάρθοι πρὸς Τιβέριον ἐπρεσβεύοντο βασιλέα σφίσιν ἐκ τῶν ὁμηρευόντων δοῦναι. καὶ δέδωκεν αὐτοῖς Φραάτην τὸν τοῦ Φραάτου υἱόν. ἐκείνου δὲ κατὰ τὴν ὁδὸν τελευτήσαντος, Τιριδάτην ἐκ τοῦ βασιλικοῦ γένους ἔπεμψεν, καὶ ὅπως ὡς ῥᾷστα τὴν βασιλείαν παραλάβοι, ἔγραψε Μιθριδάτῃ τῷ Ἰβήρων βασιλεῖ εἰς τὴν Ἀρμενίαν εἰσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ υἱεῖ βοηθῶν ἀπὸ τῆς οἰκείας παρῇ. καὶ εἰσελθὼν ὁ Τιριδάτης τὴν βασιλείαν κατέσχεν· οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐβασίλευσεν· ὁ γὰρ Ἀρτάβανος Σκύθας προσλαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε. καὶ ταῦτα μὲν τὰ κατὰ Πάρθους.
1.1.23
Ὅτι ἐπὶ Ὁστιλλίου Τύλλου τοῦ Ῥωμαίων βασιλέως Ἀλβανοιτὴν αὔξησιν τῶν Ῥωμαίων ὑφορώμενοι καὶ ταπεινῶσαι τούτους βουλόμενοι προσεποιήσαντο ἐπὶ τῆς ἑαυτῶν χώρας γεγονέναι λῃστὰς Ῥωμαίους, καὶ ἔπεμψαν εἰς Ῥώμην πρεσβευτὰς τοὺς τὸ δίκαιον αἰτήσοντας, εἰ δὲ μὴ προσέχωσιν, πόλεμον καταγγελοῦντας. Ὁστίλλιος δὲ ὁ τῶν Ῥωμαίων βασιλεὺς πυθόμενος, ὡς ζητοῦσι πρόφασιν πολέμου, τοῖς μὲν φίλοις παρήγγειλε τοὺς πρέσβεις ἐκδέξασθαι καὶ παρακαλεῖν ἐπὶ ξενίαν, αὐτὸς δὲ ἐκκλίνας τὴν πρὸς τούτους ἔντευξιν ἔπεμψεν εἰς Ἀλβανοὺς τὸ παραπλήσιον τοῖς ἐκείνων ποιήσοντας. τοῦτο δὲ συνετέλεσεν ἀρχαϊκῷ τινι προαχθεὶς ἔθει διὰ τὸ τοὺς παλαιοὺς μηδὲν οὕτω σπουδάζειν ὡς τὸ δικαίους 397 ἐνίστασθαι πολέμους. εὐλαβεῖτο γὰρ μὴ τοὺς αἰτίους τῆς λῃστείας οὔθ' εὑρεῖν δυνάμενος οὔτε παραδιδοὺς τοῖς ἐξαιτοῦσι δόξῃ πόλεμον ἄδικον ἐπαναιρεῖσθαι. ἐντυχόντων δὲ πρότερον τῶν εἰς Ἄλβαν πεμφθέντων τὸ μὴ λαμβάνειν τὸ δίκαιον, εἰς ἡμέραν τριακοστὴν πόλεμον κατήγγειλαν. ὃν οἱ μὲν τῶν Ἀλβανῶν πρεσβευταὶ κατὰ τὴν ἐξαίτησιν ἀπόκρισιν ἔλαβον ὅτι, πρότερον ἐκείνων οὐ διδόντων τὸ δίκαιον, οἱ Ῥωμαῖοι πόλεμον αὐτοῖς κατηγγελκότες εἴησαν· οἱ δὲ δῆμοι πρὸς ἀλλήλους ἐπιγαμίας ἔχοντες καὶ φιλίαν ἀπὸ ταύτης τῆς αἰτίας εἰς διαφορὰν κατέστησαν.
1.1.24
Ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντες σφίσι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ' αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντος σφῶν σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδον σφίσι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτεὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο.
1.1.25
Ὅτι Ἀθηναῖοι μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμ 436 πουσιν ἀγγέλους ἐς Σάρδεις συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας. ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδεις καὶ λεγόντων τὰ ἐντεταλμένα, Ἀρταφέρνης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ ποῖ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι. πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε, εἰ μὲν διδοῦσι βασιλεῖ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσιν, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευεν. οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλλόμενοι διδόναι ἔφασαν βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι. οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον. 2. Ὅτι Μαρδόνιος ἔπεμψε Μουρυχίδην Ἑλλησπόντιον ἐς Σαλαμῖνα φέροντα τοὺς αὐτοὺς λόγους οὓς καὶ Ἀλέξανδρος ὁ Μακεδὼν τοῖς Ἀθηναίοις διεπόρθμευσεν. ὁ δὲ ἀπικόμενος ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου· τῶν δὲ βουλευτέων Λυκίδης εἶπε γνώμην ὡς ἐδόκεε ἄμεινον εἶναι δεξαμένους τὸν λόγον τόν σφι Μουρυχίδης προσφέρει ἐξενεῖκαι ἐς τὸν δῆμον. Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι περιστάντες Λυκίδην κατέλευσαν βάλλοντες, τὸν δὲ Ἑλλησπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀσινέα. γενομένου δὲ θορύβου περὶ τὸν Λυκίδην, πυνθάνονται τὸ γιγνόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων. διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα./* Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Θουκυδίδου.*/
1.1.26
Ὅτι Ἐπιδάμνιοι, ἔστι δὲ πόλις ἐν δεξιᾷ πλέοντι τὸν Ἰόνιονκόλπον, ἄποικοι Κερκυραίων, τὰ τελευταῖα παρὰ τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐδίωξε τοὺς δυνατούς. οἱ δὲ ἀπελθόντες μετὰ τῶν 437 βαρβάρων ἐληίζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι, ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν ἐς τὴν Κέρκυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν δεόμενοι σφᾶς μὴ περιορᾶν φθειρομένους, ἀλλὰ τούς τε φεύγοντας συναλλάξαι σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι. ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἥραιον ἐδέοντο. οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο, ἀλλὰ ἀπράκτους ἀπέπεμψαν. γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρὸν καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο, εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πειρῷντο ἀπ' αὐτῶν ποιεῖσθαι. ὁ δὲ αὐτοῖς ἀνεῖλε παραδοῦναι καὶ ἡγεμόνας ποιεῖσθαι. ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι ἐς Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες ἐδέοντο μὴ σφᾶς περιορᾶν διαφθειρομένους, ἀλλ' ἐπαμῦναι. Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν νομίζοντες οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλουν ὄντες ἄποικοι. οὔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν ὥσπερ αἱ ἄλλαι ἀποικίαι, περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ' ἐκεῖνον τὸν χρόνον ὅμοια τοῖς Ἑλλήνων πλουσιωτάτοις καὶ τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι ναυτικῷ τε πολὺ προέχειν ἔστιν ὅτε ἐπαιρόμενοι, καὶ κατὰ τὴν τῶν Φαιάκων προενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς ᾗ καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦσαν οὐκ ἀδύνατοι. τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς, ὅτε ἤρχοντο πολεμεῖν. πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφέλειαν οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες.
1.1.27
Ὅτι κατ' ἐκεῖνο καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τὸ λοιπὸν ἔδει ἐπικουρίας, τότε δὲ βασιλεὺς παρὰ Φράγγοις Θευδίβαλγος ἦν τὸ μειράκιον καὶ μὲν δὴ καὶ οἱ τούτου θεῖοι Χιλδίβερτος καὶ Χλωθάριος. ἐπὶ τούτους μέν (πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι) οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλγον ἀναφανδὸν ἐπρεσβεύοντο, οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς Πάδου ποταμοῦ ἱδρυμένοι. οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν τῷ νεωτερισμῷ καὶ τῇ τῶν καθεστώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα, καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης μετεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσθαι. οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι ἐς ὄψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν 439 τέλει ἐδέοντο μὴ σφᾶς περιιδεῖν ὑπὸ Ῥωμαίων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε καὶ φίλον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει μὴ ἐφιέναι Ῥωμαίοις ἐπὶ μεγάλα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν· εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς μακράν, ἔφασαν οἱ πρέσβεις, καὶ καθ' ὑμῶν αὐτῶν ἥξουσι καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει γὰρ αὐτοὺς οὐδ' ὁπωστιοῦν εὐπρόσωπος αἰτία ἐς προκάλυμμα τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τινὰς καὶ Καμίλλους καὶ τῶν Καισάρων τοὺς πλείστους ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γερμανοῖς πολεμήσαντας καὶ τὰ ὑπὲρ Ῥῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ' ὁσίως ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνακομιούμενοι. τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προσηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, γύναια δὲ καὶ παῖδας τῶν παρ' ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. καίτοι Θευδέριχος οὐ βίᾳ λαβών, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπιτρέψαντος προσηγάγετο τὴν Ἰταλίαν, οὐδὲν Ῥωμαίους ἀφελόμενος, (ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο) ἀλλ' Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. οἱ δέ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ φέρουσι βιαίως ἅπαντα οὗτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες καὶ μόνοι σὺν δικαιοσύνῃ πολιτεύεσθαι βρενθυόμενοι. ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολεμίους καὶ οὐ διαμαρτητέον τοῦ παρόντος καιροῦ, ἀλλὰ στράτευμά τε στέλλειν ἐπ' αὐτοὺς ἀξιόμαχον καὶ στρατηγὸν ἐξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τάχιστα καὶ τὴν χώραν ἡμῶν ἀνασώσει. οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτ 440 θικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε σωτῆρες ἀναφανέντες καὶ ἀλεξίκακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεσθε, εἴ γε μηδὲν ὑμῖν ἔτι πολέμιον ἐκ γειτόνων παρείη· πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία οὐ μόνον τὰ Ῥωμαίων ληισαμένοις, ἀλλὰ γὰρ καὶ αὐτοὶ ἕτερα καταθήσομεν. Ταῦτα ἐπεὶ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλγος μέν, ἦν γὰρ μειράκιον ἀγεννὲς καὶ ἀπόλεμον ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο, τούτων δὴ οὖν ἕκατι οὐ μάλα ὅγε τῶν πρέσβεων ἦν οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρπώσασθαι πολέμους. Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἰ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ' αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν.
1.1.28
Περὶ Ἀβάρων, ὡς πολλὰ περινοστήσαντες ἧκον ἐς Ἀλανοὺς καὶ ἱκέται ἐγένοντο Σαρωσίου τοῦ Ἀλανῶν ἡγουμένου, ὡς ἂν δι' αὐτοῦ γνώριμοι ἔσοιντο Ῥωμαίοις. ὁ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ κατ' ἐκεῖνο καιροῦ τῶν ἐν Λαζικῇ καταλόγων ἐξηγουμένῳ τῶν Ἀβάρων πέρι ἐδήλωσεν, ὁ δὲ Ἰουστῖνος Ἰουστινιανῷ βασιλεῖ· καὶδὴ ἐνεκελεύσατο ὁ βασιλεὺς τῷ στρατηγῷ στέλλειν ἐς Βυζάντιον τὴν πρεσβείαν τοῦ ἔθνους. καὶ οὖν Κανδὶχ ὄνομά τις ᾑρέθη πρεσβευσόμενος ὑπὲρ Ἀβάρων πρῶτος, ὃς ἐς τὰ βασίλεια ἐσφοιτήσας ἔλεξε τῷ αὐτοκράτορι ὡς πάρεστι τὸ μέγιστόν τε καὶ ἀλκιμώτατον τῶν ἐθνῶν, καὶ ὡς τὸ φῦλον οἱ Ἄβαροι ἀκαταμάχητοί τέ εἰσι καὶ τὸ ἀντιστατοῦν οἷοί τε ῥᾳδίως ἀπώσασθαί τε καὶ διαφθείρειν, καὶ ὡς προσῆκόν ἐστι τῷ βασιλεῖ ἐς ὁμαιχμίαν σφᾶς ἑταιρίσασθαι ἀλεξητῆράς τε ἔχειν ἀγαθούς, καὶ ὡς οὐκ ἄλλως εὐνούστατοι ἔσονται τῇ Ῥωμαϊκῇ πολιτείᾳ ἢ δώροις ἐς τὰ μάλιστα τιμιωτάτοις καὶ χρήμασιν ἐτησίοις καὶ γῆς εὐφορωτάτης οἰκήσει. ταῦτα τῷ αὐτοκράτορι ἐπειδὴ ἤγγειλεν ὁ Κανδίχ, αὐτίκα, οὐ γὰρ ἐσφρίγα οἱ τὸ σῶμα οὐδὲ ἤκμαζεν ἡ ἀλκή, ὥσπερ ἀμέλει ἡνίκα Γελίμερά τε τὸν Βάνδηλον καὶ Οὐίττιγιν τὸν Γότθον ἄμφω ἔτι νεάζων ἔθετο δοριαλώτω, ἀλλ' ἤδη γηραλέος τε ἦν καὶ τὸ ἀνδρεῖον ἐκεῖνο φρόνημα καὶ φιλοπόλεμον μετεβέβλητο ἐς τὸ ῥᾳθυμότερον, ταῦτα ἔγνω ἑτέρῳ τρόπῳ καὶ οὐχὶ πολέμῳ τὴν βαρβαρικὴν ἀποκρούσασθαι δύναμιν. καὶ κατηγωνίσατο ἂν καὶ ἄρδην ἠφάνισεν, εἰ καὶ μὴ πολέμῳ, ἀλλ' οὖν εὐβουλίᾳ, εἴ γε μὴ τῷ ὀφειλομένῳ τέλει πρότερον ἠφανίσθη αὐτός· οὐ γὰρ πολλῷ ὕστερον ᾤχετο ἐκεῖσε. ἐπεὶ οὖν ἥκιστα ἦν οἷός τε περιεῖναι, τὴν ἑτέραν ἐτράπετο.
1.1.29
Ὅτι τὸ Σίρμιον τὸ ἄστυ ἐπεὶ ἐν χερσὶν ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι Ῥωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν 478 τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδιάσατο γὰρ Ῥωμαίων ὁ παρὰ τοῖς Οὔννοις λεγόμενος Χαγάνος. φήμη δέ τις ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο, ὡς ζῶα τρέφεται παρὰ Ῥωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐζήτησε βασιλέα Μαυρίκιον εἰς θέαν τούτων ἐλθεῖν. καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς Θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον. ὁπηνίκα δ' εἶδε τὸ Ἰνδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα, παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην. ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτοκράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονευόμενος κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτοκράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς αὔραις φέρειν ἐδίδου, ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζεν.
1.1.30
Ὅτι ὁ Καβάδης ὁ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν κάθοδον τὴν ἐς τὰ βασίλεια ὀλίγῳ ὕστερον χρήματα τῷ Ἐφθαλιτῶν βασιλεῖ ὦφλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα. ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη. οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι. διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληϊσάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο καὶ ταύτην ἐπολιόρκει.
1.1.31
Ὅτι κατὰ τὸ Γόρδιον ὄντος Ἀλεξάνδρου Ἀθηναίων πρέσβεις παρ' αὐτὸν ἀφίκοντο δεόμενοι ἀφεῖναι σφίσι τοὺς αἰχμαλώτους ὅσοι ἐπὶ Γρανίκῳ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν· καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν· ἀλλὰ ἀποκρίνεται, ἐπειδ' ἂν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευσομένους.
1.1.32
Ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίωνγυναῖκες καὶ Σαβίνων θυγατέρες διῄτησαν, αὐταὶ τῷ χάρακι τῶν 517 γονέων προσελθοῦσαι χεῖράς τε προτείνουσαι καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν, ἐδέοντό τε λαβεῖν τινα οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγινώσκοντες ἤδη μὴ καθ' ὕβριν εἰργάσθαι ταῦτα Ῥωμαίους ἀλλὰ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν, καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου γενομένην ἱερὰν ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίσασθαι ἐπ' ἴσῃ καὶ ὁμοίᾳ.
1.1.33
Ὅτι ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας Λέοντος τοῦ Μακέλλη, πάντων πανταχόθεν τεταράχθαι δοκούντων, ἀφικνεῖταί τις τῶν Σκηνιτῶν Ἀράβων, οὓς καλοῦσι Σαρακηνούς, ἱερεὺς τῶν παρ' ἐκείνοις Χριστιανῶν, ἐξ αἰτίας τοιαύτης. Πέρσαι καὶ Ῥωμαῖοι σπονδὰς ἐποιήσαντο, ὅτε ὁ μέγιστος πρὸς αὐτοὺς ἐπὶ Θεοδοσίου συνερράγη πόλεμος, μὴ προσδέχεσθαι τοὺς ὑποσπόνδους Σαρακηνούς, εἴ τις ἐς ἀπόστασιν νεωτερίσαι προέλοιτο. ἐν δὲ τοῖς Πέρσαις ἦν ὁ Ἀμόρκεσος τοῦ Νομαλίου γένους· καὶ εἴτε τιμῆς οὐ τυγχάνων ἐν τῇ Περσίδι γῇ ἢ ἄλλως τὴν Ῥωμαίων χώραν βελτίω νενομικώς, ἐκλιπὼν τὴν Περσίδα εἰς τὴν γείτονα Πέρσαις Ἀραβίαν ἐλαύνει, κἀντεῦθεν ὁρμώμενος προνομὰς ἐποιεῖτο καὶ 569 πολέμους Ῥωμαίων μὲν οὐδενί, τοῖς δὲ ἀεὶ ἐν ποσὶν εὑρισκομένοις Σαρακηνοῖς· ἀφ' ὧν καὶ τὴν δύναμιν αὔξων προῄει κατὰ μικρόν. μίαν δὲ τῶν Ῥωμαίων παρεσπάσατο νῆσον Ἰωτάβην ὄνομα, καὶ τοὺς δεκατηλόγους ἐκβαλὼν τῶν Ῥωμαίων αὐτὸς ἔσχε τὴν νῆσον, καὶ τὰ τέλη ταύτης λαμβάνων χρημάτων εὐπόρησεν οὐκ ὀλίγων ἐντεῦθεν. καὶ ἄλλας δὲ ὁ αὐτὸς Ἀμόρκεσος τῶν πλησίον ἀφελόμενος κωμῶν ἐπεθύμει Ῥωμαίοις ὑπόσπονδος γενέσθαι καὶ φύλαρχος τῶν κατὰ Πετραίαν ὑπὸ Ῥωμαίοις ὄντων Σαρακηνῶν. πέμπει οὖν πρὸς Λέοντα τὸν βασιλέα Ῥωμαίων Πέτρον ἐπίσκοπον τῆς φυλῆς τῆς ἑαυτοῦ, εἴ πως δύναιτο ταῦτα πείσας ποτὲ διαπράξασθαι. ὡς δ' ἀφίκετο καὶ διελέχθη τῷ βασιλεῖ, δέχεται τοὺς λόγους ὁ βασιλεὺς καὶ μετάπεμπτον εὐθὺς ποιεῖται τὸν Ἀμόρκεσον ἐλθεῖν πρὸς αὐτόν, ἀβουλότατα τοῦτο διανοησάμενος καὶ ποιήσας. εἰ γὰρ δὴ καὶ φύλαρχον χειροτονῆσαι προῄρητο, ἔδει πόρρωθεν ὄντι τῷ Ἀμορκέσῳ τοῦτο προστάξαι, ἕως καὶ τὰ Ῥωμαίων ἐνόμιζε φοβερὰ καὶ τοῖς ἄρχουσιν ἀεὶ τοῖς τυχοῦσι Ῥωμαίων ἔμελλεν ἥκειν πεπτηχὼς καὶ τήν γε προσηγορίαν βασιλέως ἀκούων αὐτήν· καὶ γὰρ διὰ πολλοῦ κρεῖττόν τι τῶν ἀνθρώπων εἶναι τῶν ἄλλων ἐνόμιζεν. νῦν δὲ πρῶτον μὲν αὐτὸν διὰ πόλεων ἦγεν, ἃς ἔμελλεν ὄψεσθαι τρυφῆς μόνον γεμούσας, ὅπλοις δὲ οὐ χρωμένας· ἔπειτα δέ, ὡς ἀνῆλθεν ἐς Βυζάντιον, δέχεται παρὰ τοῦ βασιλέως ἀσμένως, καὶ τραπέζης κοινωνὸν βασιλικῆς ἐποιήσατο καὶ βουλῆς προκειμένης μετὰ τῆς γερουσίας συμπαρεῖναι ἐποίει· καὶ τό γε δὴ αἴσχιστον ὄνειδος τῶν Ῥωμαίων, ὅτι καθέδραν αὐτῷ τὴν πρωτοπατρικίων ἀποδοθῆναι ἐκέλευσε σχηματισάμενος ὁ βασιλεύς, ὅτι δὴ Χριστιανὸς ἀνεπείσθη γενέσθαι· καὶ τέλος ἀπέπεμψεν αὐτόν, ἰδίαν μὲν παρ' αὐτοῦ εἰκόνα τινὰ χρυσῆν καὶ κατάλιθον λαβὼν σφόδρα τε οὖσαν πολυτελῆ, χρήματα δὲ καὶ αὐτὸς ἐκείνῳ ἐκ τοῦ δημοσίου ἀντιδοὺς καὶ τῶν ἄλλων κελεύσας ἕκαστον εἰσενεγκεῖν, ὅσοι ἐτέλουν εἰς τὴν βουλήν. τὴν δὲ νῆσον ἐκείνην, ἧς ἐμνήσθημεν πρόσθεν, οὐ μόνον κατέλιπεν αὐτῷ ἔχειν βεβαίως, ἀλλὰ καὶ ἄλλας αὐτῷ κώμας προσέθηκε πλείονας. ταῦτα παρασχὼν Ἀμορκέσῳ ὁ Λέων καὶ τῶν φυλῶν ἄρχοντα, ὧν ἤθελε, ποιήσας ἀπέπεμψεν ὑψηλόν, καὶ ὅσος οὐκ ἔμελλε τοῖς δεξαμένοις λυσιτελεῖν.
1.1.34
Ὅτι τῶν Σκυθῶν κατὰ τὸν τῆς πανηγύρεως καιρὸν καταστρατηγησάντων Ῥωμαίους καὶ πολλοὺς ἀνελόντων, οἱ Ῥωμαῖοι ἐπέστελλον πρὸς τοὺς Σκύθας ἐν αἰτίᾳ σφᾶς ποιούμενοι τῆς τοῦ φρουρίου αἱρέσεως ἕνεκεν καὶ τῆς τῶν σπονδῶν ὀλιγωρίας. οἱ δὲ ἀπεκρίναντο ὡς οὐκ ἀρξάμενοι ἀλλ' ἀμυνόμενοι ταῦτα δράσειαν· τὸν γὰρ τῆς Μάργου ἐπίσκοπον εἰς τὴν αὐτῶν διαβεβηκότα γῆν καὶ διερευνησάμενον τὰς παρὰ σφίσι βασιλείους θήκας σεσυληκέναι τοὺς ἀποκειμένους θησαυρούς· καὶ εἰ μὴ τοῦτον ἐκδοῖεν, ἐκδοῖεν δὲ καὶ τοὺς φυγάδας κατὰ τὰ ὑποκείμενα (εἶναι γὰρ παρὰ Ῥωμαίοις πλείστους) τὸν πόλεμον ἐπάξειν. Ῥωμαίων δὲ τὴν αἰτίαν οὐκ ἀληθῆ φαμένων εἶναι, ἐν τοῖς σφετέροις λόγοις τὸ πιστὸν οἱ βάρβαροι θέμενοι κρίσεως μὲν τῶν ἀμφιβόλων κατωλιγώρουν, πρὸς πόλεμον δὲ ἐτράπησαν, καὶ περαιωθέντες τὸν Ἴστρον πόλεις καὶ φρούρια πλεῖστα ἐπὶ τῷ ποταμῷ ἐκάκωσαν. ἐν οἷς καὶ τὸ Βιμινάκιον εἷλον· πόλις δὲ αὕτη τῶν ἐν Ἰλλυριοῖς Μυσῶν. ὧν γινομένων, καί τινων λογοποιούντων ὡς ὁ τῆς Μάργου ἐπίσκοπος ἐκδοθείη, ὥστε μὴ ἑνὸς ἀνδρὸς πέρι τῷ παντὶ Ῥωμαίων τὸν ἐκ τοῦ πολέμου ἐπαχθῆναι κίνδυνον, ὑποτοπήσας ὁ ἄνθρωπος ἐκδοθήσεσθαι, λαθὼν τοὺς ἐν τῷ ἄστει πρὸς τοὺς πολε 576 μίους παραγίνεται καὶ αὐτοῖς παραδώσειν ὑπισχνεῖται τὴν πόλιν, εἴ γε ἐπιεικές τι οἱ τῶν Σκυθῶν βουλεύσαιντο βασιλεῖς. οἱ δὲ ἔφασαν πάντα ποιήσειν τὰ ἀγαθά, εἰ τὴν αὐτοῦ ἄγοι ἐς ἔργον ὑπόσχεσιν· δεξιῶν τε καὶ ὅρκων ἐπὶ τοῖς εἰρημένοις δοθέντων, μετὰ βαρβαρικῆς πολυπληθίας ἐς τὴν Ῥωμαϊκὴν ἐπάνεισι γῆν καὶ ταύτην προλοχίσας ἀντικρὺ τῆς ὄχθης νυκτὸς διανίστησιν ἐκ συνθήματος καὶ ὑπὸ τοῖς ἀντιπάλοις τὴν πόλιν ποιεῖ. δῃωθείσης δὲ τῆς Μάργου τὸν τρόπον τοῦτον, ἐπὶ μεῖζον ηὐξήθη τὰ τῶν βαρβάρων πράγματα.
1.1.35
Ὅτι τοῦ Ἰουλιανοῦ ἐς τὴν πολεμίαν χωροῦντος, καὶ τῶν Χαμάβων ἱκετευόντων φείδεσθαι καὶ ταύτης ὡς οἰκείας, ὁ Ἰουλιανὸς συνεχώρει, καὶ τὸν βασιλέα σφῶν προελθεῖν κελεύσας, ἐπειδὴ προῆλθε, καὶ ἐπὶ τῆς ὄχθης εἶδεν ἑστηκότα, ἐπιβὰς πλοίου, τὸ πλοῖον† οὖν ἔχων τοξεύματος, ἑρμηνέα ἔχων διελέγετο τοῖς βαρβάροις. ἐκείνων δὲ πάντα ποιεῖν ὄντων ἑτοίμων, ὁρῶν εὐπρόσωπόν τε ἅμα καὶ ἀναγκαίαν αὑτῷ τὴν εἰρήνην (Χαμάβων γὰρ μὴ βουλομένων ἀδύνατόν ἐστι τὴν ἐκ τῆς Βρεττανικῆς νήσου σιτοπομπίαν ἐπὶ τὰ Ῥωμαϊκὰ φρούρια διαπέμπεσθαι) καμπτόμενος ὑπὸ τῆς χρείας χαρίζεται τὴν εἰρήνην, καὶ ὅμηρα ᾔτει λαβεῖν πίστεως ἕνεκεν. τῶν δὲ ἱκανοὺς εἶναι αἰχμαλώτους λεγόντων, ἐκείνους ἔφη τὸν πόλεμον αὐτῷ δεδωκέναι· καθ' ὁμολογίαν γὰρ μὴ λαβεῖν· νυνὶ δὲ ζητεῖν παρ' αὐτῶν τοὺς ἀρίστους, εἰ μὴ τεχνάζουσι περὶ τὴν εἰρήνην. τῶν δὲ ἱκετευόντων καὶ ἀξιούντων εἰπεῖν οὓς βούλεται, μεταλαβὼν αὖθις τὸν τοῦ βασιλέως αὐτῶν αἰτεῖται παῖδα, πλαττόμενος, ὃν εἶχεν αἰχμάλωτον, ὥσπερ οὐκ ἔχων. ἐνταῦθα ὅ τε βασιλεὺς αὐτῶν καὶ οἱ βάρβαροι πρηνεῖς ἐκταθέντες οἰμωγῇ τε ἀφθόνῳ καὶ ὀλοφύρσει προσεκέχρηντο δεόμενοι μηδὲν ἀδύνατον ἐπιτάττεσθαι· ἀδύνατον δὲ αὐτοῖς εἶναι καὶ τοὺς πεσόντας ἀναστῆσαι καὶ ὁμήρους δοῦναι τοὺς τετελευ 592 τηκότας. γενομένης δὲ σιωπῆς, ὁ τῶν βαρβάρων βασιλεὺς ἀναβοήσας μέγιστον ὅσον· εἴθε ἔζη μοι, ἔφη, ὁ παῖς, ἵνα σοὶ δοθεὶς ὅμηρος, ὦ Καῖσαρ, δουλείαν ηὐτύχει τῆς ἐμῆς βασιλείας εὐδαιμονεστέραν. ἀλλ' ὑπὸ σοῦ τέθνηκεν ἀτυχήσας ἴσως καὶ τὸ ἀγνοηθῆναι. πολέμῳ γὰρ ἐπίστευσε τὸ σῶμα νέος ὤν, ὃν σὺ μόνον ἀντάξιον εἰρήνης ὑπολαμβάνεις. καὶ νῦν, ὦ βασιλεῦ, σὺ μὲν ἐξαιτεῖς ὡς ὄντα, ἐγὼ δὲ ἄρχομαι θρηνεῖν συνορῶν τίνα οὐκ ἔχω. παῖδα γὰρ ὀδυρόμενος ἕνα καὶ κοινὴν εἰρήνην τῷ παιδὶ συναπολώλεκα. κἂν μὲν πιστεύσῃς τοῖς ἐμοῖς ἀτυχήμασιν, παραμυθίαν ἔχει μοι τὸ πάθος ὡς ὑπὲρ ἁπάντων ἠτυχηκότι· ἂν δὲ ἀπιστήσῃς, καὶ πατὴρ ἀτυχὴς καὶ βασιλεὺς ὀφθήσομαι. τοῖς γὰρ ἐμοῖς κακοῖς οὐκ ἀκολουθήσει μὲν ὁ παρὰ τῶν ἄλλων ἔλεος, ὅσπερ ἅπασιν ὀφείλεται τοῖς ἐν τοιούτοις καθεστηκόσιν, προσκείσονται δὲ αἱ κοιναὶ συμφοραί. καὶ οὐ παραιτήσομαι τοῖς ἄλλοις ἀτυχῶν, ἀλλὰ κοινωνεῖν ἐμοὶ τῶν δεινῶν ἀναγκάσω, τοσοῦτον ἀπολαύων τῆς βασιλικῆς ἐξουσίας ὅσον ἀτυχεῖν μόνος μὴ δύνασθαι. τούτων ἀκούων ὁ βασιλεὺς τήν τε ψυχὴν ἔπαθε καὶ τοῖς λεγομένοις συμπαθῶς ἐπεδάκρυσε· καὶ καθάπερ ἐν τοῖς δράμασιν, ὅτ' ἂν εἰς ἄπορον καὶ δύσλυτον αἱ τῶν ὑποκειμένων ἔργων πλοκαὶ τελευτήσωσιν, ὁ καλούμενος ἀπὸ μηχανῆς θεὸς ἐπεισόδιος εἰς μέσον ἕλκεται πάντα συμπεραίνων καὶ καταστρέφων ἐπὶ τὸ σαφέστερον καὶ εὔκριτον, οὕτω καὶ αὐτὸς ἐπὶ πράγμασιν ἀμηχάνοις καὶ δυσεξόδοις, μετ' οἰμωγῆς ἁπάντων τὴν μὲν εἰρήνην αἰτούντων, τὸν δὲ ἐπιζητούμενον ὅμηρον ἀπαγορευόντων μὴ ἔχειν, τόν τε νεανίσκον παραγαγὼν ἅπασιν ἔδειξε βασιλικῶς παρ' αὐτῷ διαιτώμενον καὶ διαλεχθῆναι τῷ πατρὶ κελεύσας ὅσα ἐβούλετο περιεσκόπει τὸ πραχθησόμενον. τὰ δὲ ἐπὶ τούτοις ἦν ἄξια τούτων. οὐκ ἔτεκεν ὁ ἥλιος τοιαύτην ἡμέραν, οἵαν τότε ἐξῆν τοῖς παροῦσιν ὁρᾶν καὶ ἱστορεῖν. οἱ μὲν γὰρ ἀπὸ θορύβου καὶ θρήνων ἐκπλήξει καὶ θάμβει συνδεθέντες ἐς τὸ ἀκίνητον ἐπάγησαν, ὥσπερ Ἰουλιανοῦ δείξαντος αὐτοῖς οὐ τὸν νεανίσκον, ἀλλ' εἴδωλον, ὁ δὲ βασιλεύς, ἐπεὶ ἡσυχία μυστηρίων ἁπάντων ἐγένετο σταθερωτέρα, βαρὺ φθεγξάμενος εἰς μέσον· τοῦτον, εἶπεν, ὁ μὲν ὑμέτερος, ὡς ὑμεῖς ὑπο 593 λαμβάνετε, πόλεμος ἀπολώλεκε, θεὸς δὲ ἴσως καὶ τὸ Ῥωμαίων 593 σέσωκε φιλάνθρωπον. ἕξω δὲ αὐτὸν ὅμηρον, οὐ παρ' ὑμῶν καθ' ὁμολογίαν, ἀλλὰ παρὰ τοῦ πολέμου λαβὼν καὶ τῷ κρατεῖν ἀρκούμενος. καὶ οὗτος μὲν οὐδενὸς ἀτυχήσει τῶν καλλίστων ἐμοὶ ξυνών, ὑμεῖς δὲ πειρώμενοι παραβαίνειν τὰς συνθήκας ἀποτεύξεσθε πάντων. φημὶ δὲ οὐχ ὅτι κολάσομαι τὸν ὅμηρον, ὃν οὐδὲ ἐνέχυρον παρ' ὑμῶν εἴληφα τῆς εἰρήνης, ἀλλ' ἀνδρείας ἀπόδειξιν καθ' ὑμῶν ἔχω· ὃ καὶ ἄλλως ἄνισον καὶ θεομισὲς τοὺς οὐδὲν ἀδικοῦντας ὑπὲρ τῶν ἀδικούντων δάκνειν καὶ σπαράττειν, ὥσπερ τὰ θηρία τοὺς ἀπαντῶντας, ὅτ' ἂν ὑφ' ἑτέρων διώκηται· ἀλλ' ὅτι πρῶτον μὲν ἄρξετε χειρῶν ἀδίκων, οὗ μείζων ὄλεθρος οὐκ ἔστιν ἀνθρώποις, κἂν δοκῶσι πρὸς τὸ βραχὺ καὶ παρὸν ἐπιτυγχάνειν· δεύτερον δὲ ὅτι πρὸς Ῥωμαίους ὑμῖν ὁ λόγος ἔσται κἀμὲ τὸν ἄρχοντα τούτων, ὃν οὔτε πολεμοῦντες οὔτε εἰρήνην αἰτοῦντες ἐνικήσατε. προσεκύνησαν ἐπὶ τούτοις ἅπαντες καὶ ἀνευφήμουν θεόν τινα ἐπὶ τοῖς λόγοις ἡγούμενοι. σπεισάμενος γοῦν καὶ τὴν τοῦ Νεβισγάστου μητέρα μόνον αἰτήσας, ἐκείνων ὁμολογησάντων τε ἅμα καὶ δόντων, ἀνέζευξεν ἐπὶ τοιαύταις πράξεσιν, μετοπώρου τε ἑστηκότος καὶ χειμῶνος ἤδη συνισταμένου καὶ διαψύχοντος.