De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ δὲ Διατόνιον Λυκτίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφορὰς καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων τῇ Κνωσίων καὶ Γορτύνῃ, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον. οἱ δὲ πεισθέντες Κνωσίοις μὲν ἀπεκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλιπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλασάρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ κοινοδίκαιον συνεχώρησαν αὐτοῖς, βουλομένοις μὲν αὐτοῖς ἐξεῖναι μετέχειν, μὴ βουλομένοις δὲ καὶ τοῦτ' ἐξεῖναι, πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν*** ἀπέκτειναν τοὺς περὶ Μενήτιον ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.
20.1.2
Ὅτι ὁ Μακρῖνος καὶ ὁ Ἀρτάβανος διαπρεσβευόμενοι καὶ διακηρυκευόμενοι συνηλλάγησαν. ὁ γὰρ Μακρῖνος ὑπὸ δειλίας καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε πολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι. καὶ ὁ Πάρθος τῇ τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπ' οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὐκ ἐκ παρασκευῆς ἑτοιμάζονται, συνηλλάγησαν.
20.1.3
Ὅτι γνόντες οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα, ὡς Βελισάριον εὐτυχεῖν, προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι, ἐφ' ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρχουσιν. ὅπερ ἐπεὶ Βελισάριος ἤκουσεν, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκίᾳ τῇ αὐτοῦ ἐφεστῶτα. πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες. τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ μυριάδας νʹ ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν, ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, 109 ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων. ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ' αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος. ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ' οὕτω τῷ Φράγγων ἔθνει ἀνθέξουσιν (οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται) ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι. ὡς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν. ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα, ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν, σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκός, ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ. Φράγγοι μὲν τοσαῦτα εἶπον· παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε· ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ὅπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσιν, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οὕς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι. ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θεορίγγους καὶ τοὺς Βουργουζιόνων ἔθνους καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται, ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα, τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ὀχυρὸν ἰσχυρίζονται δώσειν. τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δήπου· οἵ γε χρήματα μὲν τοσαῦτα τὸ πλῆθος. Γαλλίας δὲ ὅλας παρ' ὑμῶν ἐπὶ ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου ξυνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ ὅπλα οὕτως ἀναίδην καθ' ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος. καὶ τί δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ Φράγγων ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν γένοιτο μιαρώτερον. ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν σφίσιν αὐτοῖς ὡμολογημένων τε καὶ ταῖς ξυνθήκαις ὀμω 110 μοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν ἀξιοῦσιν. ἢν δὲ καὶ τούτου παρ' ὑμῶν τύχωσιν, εἰς τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον σκοπεῖσθαι προσήκει. Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις, καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη. Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι, καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσιν καὶ τὰς ξυνθήκας ποιήσονται, ᾗ αὐτὸς βούλεται. καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι. φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης τῆς τοῦ Οὐιττίγιδος γυναικὸς ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον, ἑκάτερά τε λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο, ἐν δὲ Ἄλπεσιν, αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, φρούρια συχνὰ ξυμβαίνει εἶναι, οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι ξὺν γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι φυλακὴν εἶχον. οὕσπερ ἐπεί οἱ Βελισάριος βούλεσθαι προσχωρεῖν ἤκουσεν, τῶν οἱ ἑπομένων τινὰ Θωμᾶν ὄνομα ξὺν ὀλίγοις τισὶ παρ' αὐτοὺς ἔπεμψεν, ἐφ' ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους. καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα 111 φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος αὐτός τε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους ἐς τοῦτο ἐνῆγεν. ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους ἀπολεξάμενος ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει. οἵπερ, ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Μαρτῖνος πυθόμενοι κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἵλοντο καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραπόδισαν, ἐν τοῖς παῖδάς τε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ Οὐραΐᾳ στρατευομένων ξυνέπεσεν εἶναι· πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο. οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν. καὶ ἀπ' αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενεν. καὶ Βελισάριος κατ' ἐξουσίαν Οὐίττιγίν τε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξεν. Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο Δόμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ' ᾧ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται, Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι χώρας τε ἄρχειν, ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστιν, τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι. Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες τε Γότθοι τε καὶ Οὐίττιγις, ἐφ' οἷς ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι. ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν ἐν συμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη παρὸν οὐδενὶ πόνῳ τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν. 112 ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης παρ' αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν. ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι.
20.1.4
Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἓξ πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων (συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν) καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ 260 τὴν προειρημένην πόλιν, κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν (καὶ γὰρ ἄφθονον ἔχειν τὴν χώραν εὐκαιρίαν πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν), δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν. ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως. καὶ οἱ εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις παρατηρηθέντες ὑπὸ Σιβήρτου τοῦ Πετράτου περὶ τὴν Κεφαληνίαν κατήχθησαν εἰς Χάραδρον, τοῖς δὲ Ἠπειρώταις ἔδοξε τὰς μὲν ἀρχὰς εἰς Βουχετὸν ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσι πρὸς τοὺς Αἰτωλούς. συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις. καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι εʹ τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδ' ὅλως ἀπήρεσκεν, ἀλλ' ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· ὁ δ' Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι (πολὺ γὰρ εἶναι τἀργύριον ἐφαίνετο), καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσειε εʹ τάλαντα καταβάλλειν. οἱ δ' Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες, μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δ' Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτ' εἶναι πολύ. καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων ἢ σʹ ταλάντων ἔχων οὐσίαν· ἐμοὶ δὲ δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ' ᾧ μὴ δοῦναι τὰ τρία τάλαντα. τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυ 261 μία. τότε δ' ἐκείνῳ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. οἱ δ' Αἰτωλοὶ γνόντες τὴν αὐτοῦ περιπέτειαν Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν· ὃς ἐκπλεύσας μέχρις Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν.
20.1.5
Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ἧκον εἰς Ῥώμην πάντοθεν οἱ πρεσβευταὶ συγχαρησόμενοι τοῖς γεγονόσι κατορθώμασιν. ἡ δὲ σύγκλητος φιλανθρώπως ἅπαντας ἀποδεχομένη καὶ τὰς ἀποκρίσεις ἐπιεικεῖς διδοῦσα συντόμως ἑκάστους ἀπέλυσεν εἰς τὰς πατρίδας.
20.1.6
Ὅτι ὁ Μάριος πρέσβεις τοῦ Βόκχου κομισάμενος οὐκ ἔφη αὐτῷ συνθήσεσθαι, εἰ μὴ τὸν Ἰουγούρθαν ἔκδοτον παρ' αὐτοῦ λάβοι· ὃ καὶ γέγονεν.
20.1.7
Ὅτι τοῦ δεκάτου ἔτους ἀνυσθέντος τῶν πεντηκοντουτίδων σπονδῶν, μετὰ τὴν σφαγὴν Σουρήνα, ἐν τούτῳ ὁ Περσῶν βασιλεὺς στέλλει Σεβόχθην ἄνδρα Πέρσην ἐς πρεσβείαν ὡς Ἰουστῖνον τὸν βασιλέα, τῶν ἐν Περσαρμενίᾳ μὲν ξυνενεχθέντων ἄγνοιαν δῆθεν ὑποκρινόμενος, ἄλλως δὲ τὸ συντεταγμένον Ῥωμαίους κατατιθέναι χρυσίον βουλόμενος, οἷα δὴ τῆς δεκαετίας περαιωθείσης, ἧς τὰ χρήματα ὑφ' ἓν ἐκομίσατο, εἶτα ἐμπεδώτατα ξυνεστάναι τὴν εἰρήνην, καθά που ἐνεγέγραπτο ἐν ταῖς ξυνθήκαις. σφόδρα γὰρ ἐν ἀρχαῖς ἐτάραξε Χοσρόην αἰσθόμενον ὡς βασιλεὺς Ῥωμαίων πρὸς πόλεμον ὥρμητο τὰ εἰρηναῖα παρωσάμενος, ἐδεδοίκει τε μή πως ἐκ μεγάλης παρασκευῆς ἐπίθοιτό τε αὐτῷ, καὶ ἄλλως οὐχ ἥκιστα 461 φροντίδα ἐτίθετο εἰς ἔσχατον γῆρας ἐληλακὼς καὶ ἤδη ἐκλελυμένος ταῖς ὁρμαῖς τοῦ πολέμου, ὥστε ἐρρῶσθαι τὰ εἰρηναῖα καὶ ὥσπερ ἀμέλει πατρῷον κτῆμα τοῖς γε αὐτοῦ παισὶν ἀσάλευτά τε καὶ ἄτρωτα καταλιπεῖν. Σεβόχθην μὲν οὖν Ἰουστῖνος φοιτήσαντα ἐς τὰ βασίλεια οὔτι μάλα προσίετο, ἐπεὶ καὶ ἄλλως, ἡνίκα εἰσῆλθε κατὰ δὴ τὸ εἰωθὸς τὸν αὐτοκράτορα προσκυνήσων, χαμαὶ ῥίψαντος ἑαυτόν, οὕτω ξυμβάν, ὁ πῖλος, ὃς ἐπὶ τῇ κεφαλῇ κατὰ τὸ νενομισμένον Πέρσαις ἐπέκειτο, ἐς τοὔδαφος ἔπεσεν. τούτῳ αἰσίῳ τινὶ συμβόλῳ χρησάμενοι οἱ ἐν τέλει καὶ ὁ δῆμος ταῖς κολακείαις τὸν βασιλέα ἐπτέρωσαν, ὡς ὅσον οὔπω ὑποπεσεῖταί γε αὐτῷ ἡ Περσίς. τῷ τοι ἄρα Ἰουστῖνος ἐπηρμένος τε ἦν ταῖς ἐλπίσι καὶ μετεωρίζετο τῇ διανοίᾳ τὰ κατὰ νοῦν ῥᾷστα ἐκβήσεσθαι οἰόμενος. Σεβόχθην δὴ οὖν ἀγγείλαντα ἐφ' οἷς παρεγένετο ὁ βασιλεὺς περιεφρόνησέ γε αὐτὸν καὶ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο τὸν ἄνδρα. ἔφη τοιγαροῦν ὡς αὐτὸν ὡς ἡ φιλότης χρήμασι βεβαιουμένη οὐκ ἀγαθή· (αἰσχρὰ γὰρ καὶ ἀνδραποδώδης ὠνητή τε ἡ τοιάδε) φιλίαν δὲ τὴν ἰσόρροπόν τε καὶ οὐχὶ κερδαλέαν ὁρίζεσθαι, ἐν ᾗ καὶ τὸ βέβαιον παραπέπηγε φύσει τινί. πρὸς τοῖσδε ἀνεπυνθάνετό γε πρὸς αὐτοῦ μήτι καὶ περὶ τῆς κατὰ σφᾶς Ἀρμενίας βούλοιτο διαλέγεσθαι. Σεβόχθης δὴ οὖν ἀπεκρίνατο ἀκηκοέναι μὲν τὸν αὐτοῦ βασιλέα ὡς ἀνὰ τὰ ἐκείνη βραχεῖά τις ἐγένετο ταραχή, στεῖλαι δὲ ὅμως τινὰ τὸν δυνάμενον ἐν κόσμῳ θέσθαι τὰ γεγενημένα καὶ τὸν θόρυβον καταπαύσοντα. Ἰουστῖνος δὲ Περσαρμενίους προφανέστατα ἔφη εἰσδέξασθαι Περσῶν ἀποχωρήσαντας, καὶ οὐ περιόψεσθαι σφᾶς ἀδικουμένους οἷα δὴ ὁμογνώμονας τὰ εἰς θεόν. Σεβόχθης δὴ οὖν ἐν Πέρσαις ἀγχίνους τε ἅμα καὶ νομίζων τὰ περὶ τὸ θεῖον οὐκ ἄλλως ἢ καθὰ νομίζουσι Χριστιανοί, ἐπιμελέστατά πως ἐδεῖτο τοῦ βασιλέως Ἰουστίνου μὴ κινῆσαί τι τῶν ἐν κόσμῳ, ἐν νῷ δὲ βαλέσθαι τὸν πόλεμον, οὕτως ἄδηλον πρᾶγμα καὶ οὔτι ἐπὶ ῥητοῖς εἰωθότα χωρεῖν, καὶ ὅτι δή, εἴ γε οὕτω τύχοι, καὶ κρατούντων Ῥωμαίων ἐς τοὐναντίον αὐτοῖς περισταίη τὰ τῆς νίκης. ἐσιόντες γὰρ ἐς τὴν Περσῶν καὶ ἐπὶ μακρότατον ὁδοιπορίας ἐλαύνοντες εὑρήσουσιν ἅπαντάς γε δήπου περὶ τὸ θεῖον οὐκ ἄλλως ἤπερ αὐτοὶ ἐσπουδακότας· ὡς, εἴγε ἕλοιντο τοὺς τοιούσδε ἀποκτιννύναι, οὐδὲν ἧττον αὐτοὶ πάλιν ἡττηθήσονται. οὐ δῆτα οὖν χρεὼν κατὰ Χριστιανῶν τοὺς ὁμοδόξους θήγειν τὰ ξίφη. ἀλλὰ γὰρ τοῖς οὕτω λίαν ὁμαλοῖς τε καὶ ἐπιεικέσι λόγοις Ἰουστῖνος οὐκ ᾤετο χρῆναι ἔσεσθαι πειθήνιος. ἔφη δὲ ὡς, εἴ γε πειραθείη δάκτυλον ἕνα 462 κινηθῆναι βασιλεὺς Περσῶν, πῆχυν αὐτὸς κινηθήσεται, καὶ ὡς ἐς τὴν Περσῶν ἐλάσοι· θαρρεῖν τε ὡς, εἰ πρὸς πόλεμον ὁρμήσοι, καθελεῖ τε Χοσρόην καὶ αὐτὸς βασιλέα χειροτονήσοι Πέρσαις. οὕτω τοίνυν ὑπερόρια εἰπὼν ἀπέπεμψε Σεβόχθην. Βιβλίου βʹ.
20.1.8
Ὅτι Ῥωμαῖοι καὶ Γότθοι ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν οὐκ ἀφανῆ ἄνδρα, ἐφ' ᾧ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀναγγείλωσιν. ἢν δέ τινος καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσε 501 σθαι ἐς τὸ σφῶν ἔθνος. τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ἧκον, οἱ δὲ Ῥωμαῖοι πόλεις τινὰς ἑλόντες καὶ πανταχόθεν τοὺς βαρβάρους κυκλωσάμενοι ἐν μέσῳ εἶχον. διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σπονδαῖς ἔφασαν. Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτη φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν, ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο ἠπείλουν τε ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ οὐκ ἐπιτρέψειν. Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο παραπέτασμα μὲν εἶναι ταύτην τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα, ὅτου δὴ ἕνεκα Γότθοι τὰ χωρία ταῦτα ἔλιπον. καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο.
20.1.9
Ὅτι μετὰ τὴν καθαίρεσιν Αἰμιλίου οἱ Ῥωμαῖοι Μαγκίνῳ ἐδίκαζον καὶ τοῖς πρέσβεσι τοῖς Νωμαντίνων. οἱ μὲν δὴ τὰς συνθήκας, ἃς ἐπεποίηντο πρὸς Μαγκῖνον, ἐπεδείκνυον, ὁ δὲ τὴν αἰτίαν αὐτῶν ἐς Πομπήιον ἀνέφερε τὸν πρὸ αὐτοῦ γενόμενον στρατηγόν, ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ δι' αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίως αὐτῷ θέμενον πρὸς τοὺς Νωμαντίνους· ὅθεν ἔφη καὶ τὸν πόλεμον τόνδε παρὰ τὰς συνθήκας ἐκείνας ὑπὸ Ῥωμαίων ἐψηφισμένον ἀπαίσιον αὐτοῖς γεγονέναι. οἱ δ' ἐχαλέπαινον μὲν ἀμφοτέροις ὁμοίως, ἀπέφυγε δ' ὅμως Πομπήιος ὡς περὶ τῶνδε κριθεὶς καὶ πάλαι· Μαγκῖνον δ' ἔγνωσαν ἐκδοῦναι τοῖς Νωμαντίνοις ἄνευ σφῶν αἰσχρὰς συνθήκας πεποιημένον, ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες ὅμοια χωρὶς αὐτῶν συνθεμένους ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν. Μαγκῖνον μὲν δὴ Φρούριος ἀγαγὼν ἐς Ἰβηρίαν γυμνὸν παρεδίδου τοῖς Νωμαντίνοις· οἱ δ' οὐκ ἐδέξαντο.
20.1.10
Ὅτι Δεγγιζὶχ πόλεμον ἐπὶ Ῥωμαίους ἐπενεγκόντος καὶ τῇ τοῦ Ἴστρου ὄχθῃ προσκαρτεροῦντος, τοῦτο μαθὼν ὁ Ἀναγάστης ὁ Ὀρνιγίσκλου (αὐτὸς γὰρ εἶχε τὴν πρὸς τῷ Θρᾳκίῳ μέρει τοῦ ποταμοῦ φυλακήν) ἐκ τῶν ἀμφ' αὐτὸν ἐκπέμψας ἐπυνθάνετο ὅ τι βουλόμενοι πρὸς μάχην παρασκευάζονται. ὁ δὲ Δεγγιζὶχ τοῦ Ἀναγάστου κατολιγωρήσας τοὺς ὑπ' αὐτοῦ πεμφθέντας ἀπράκτους ἠφίει, παρὰ δὲ τὸν βασιλέα τοὺς διαλεξομένους ἔστελλεν, ὡς, εἰ μὴ γῆν καὶ χρήματα αὐτῷ τε καὶ τῷ ἑπομένῳ δοίη στρατῷ, πόλεμον ἐπάξει. τῶν δὲ παρ' ἐκείνου πρέσβεων ἐς τὰ βασίλεια ἀφικομένων καὶ τὰ αὐτοῖς ἐνταλθέντα ἀπαγγειλάντων, ἀπεκρίνατο βασιλεὺς ἑτοίμως ἔχειν πάντα ποιεῖν, εἴ γε ὑπακουσόμενοι αὐτῷ παραγένωνται· χαίρειν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπὶ συμμαχίᾳ ἀφικνουμένοις.