De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευσάντων εἰς Μακεδονίαν ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων, διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν οἱ Ῥωμαῖοι ἐπέταττον, βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβάνειν δὲ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους, διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης 47 ἐνέβαλεν εἰς Ὀδρύσας Βέσσους καὶ Δενθηλήτους. παραγενόμενος δὲ ἐπὶ τὴν προσαγορευομένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούτων εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκπορθήσας, παρ' ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει. ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις.
21.1.2
Ὅτι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμηθέντα κατέστη, τοῦ Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα παρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν ὁ Καράκαλλος ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία, ὅσα ὁ πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε ἀργύριον, ὃ κατ' ἔτος παρὰ τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος λήψεσθαι. οἵ τε Δακοὶ πολλὰ λυμαινόμενοι ἀνέσχον τοὺς ὁμήρους, οὓς ὁ Καράκαλλος ἐν συμμαχίας λόγῳ παρ' αὐτῶν εἰλήφει, κομισάμενοι./* Ἐκ τῆς ἱστορίας Ἀρριανοῦ ἀναβάσεως Ἀλεξάνδρου.*/
21.1.3
Ὅτι ἦν τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμήν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον συχνὸν διατρίψας φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονεν, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος, ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον ὡς τὸ εἰκὸς ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκεν. τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ' ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν. ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν, ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε· πᾶσι μὲν ὡς ἐπὶ πλεῖστον εἰπεῖν νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν σπουδῇ ἄνωθεν γέγονεν, τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα πρεσβευτὴν οὐ πραότητι προσώπων οὐδὲ ῥημάτων ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ' ἔν γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς αὐτὸν χρῆσθαι. τετιμῆσθαι μὲν γὰρ διαφερόντως ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀποπέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ πρεσβευτῇ τούτῳ, ὃς ἂν ὑπούλων τε καὶ ξυμπεπλεγμένων ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο. τριῶν τοίνυν ἐκτός, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν δεηθείης, οὐ μήποτε πρὸς ἡμῶν ἀτυχήσεις, ἃ δὴ φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ αἰτιώτατος γεγονὼς τοῦ μηδὲν 113 ἀνύτειν, ὧν ἕνεκα ἦλθες, τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις. τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον πέφυκεν. λέγω δὲ μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε Ῥώμης περιβόλων ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν τοὺς λόγους ποιήσειν. οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος ἑστάναι, ἢ δούλους τοὺς [πάλαι] ξὺν ἡμῖν στρατευσαμένους τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας αὐτίκα ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν. ἦν μὲν ἡ νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων τε προσόδῳ καὶ καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς ἔχειν. διόπερ κατ' ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥωμαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι φρουράν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐμπόδιον εἴη. τούτων δὲ τοιούτων ὄντων κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατὸς οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες, Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλὰ ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατόν, ὥσπερ οἶμαι τὰ τῶν ἀνδραπόδων ἀπιστότατα ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρός, νέους δέ τινας καὶ ἀγνῶτας αὑτοῖς δεσπότας εὑρεῖν, ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένους ἐνιαυτοῦ μῆκος ἀντέχειν ξύμπασι Ῥωμαίοις. τὰ μὲν οὖν Σικελιωτῶν ταῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρ 114 ξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ' ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐμπεπτωκέναι κακοπραγίαν οὐ προιδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφορὰν οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ' ἐς ἄνοιαν τῶν ἐπταικότων ὡς τὸ εἰκὸς περιίστασθαι. προσθείη δ' ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ' ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε. τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ' ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μήποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τὰ νῦν ἐγχειριεῖν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν. οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν γνώμην ἐνδείκνυσθαι, ἀλλ' ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ. Τουτίλας μὲν τοσαῦτα εἶπεν, Πελάγιος δὲ ἀμείβεται ὧδε· κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας. ὑβρίζειν γὰρ ἐς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξας καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ' ὃς ἂν ἄπρακτον [αὐτὸν] ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη. οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσιν, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ' ὅπως τὸ ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς 115 ἐπανήξουσιν. ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων τι ὧν αὐτὸς εἴρηκας. τί δὲ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τούς σοι ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως. ἀλλ' ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθεν. Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλάσσετο, καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο.
21.1.4
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων συνεπιληψόμενοι τῶν διαλύσεων. ὅ τε βασιλεὺς τῶν Ἀθαμανῶν Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν· πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετρίφθαι κατὰ φυγήν. ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνανῶν μετ' ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλη· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θουριεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν. πάντων δὲ τούτων ἠθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις. ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν παρακαλῶν σώζειν σφᾶς αὐτούς*** εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν. πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν. τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις περὶ τῶν ἐνεστώτων, οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμι 262 λοῦντες πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ. τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον· οὗτος δ' ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός, ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ὡς μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν. ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν. οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφ' ᾧ τοὺς Αἰτωλοὺς ὑποσπόνδους ἀπελθεῖν. τοῦτο γὰρ ὑφείλοντο πρῶτον τηροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις, ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δ' ἐν ἔτεσιν ἕξ, νʹ καθ' ἕκαστον ἔτος· ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρ' αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ, μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαληνίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν. Ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους. οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. τοῖς μὲν οὖν ὅλοις εὐδόκουν (καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν), περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινο 263 μένοις. ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δ' ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν. ἐδόθη δ' αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων πεντήκοντα καὶ ρʹ. ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι. παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ρπʹ στάδια. ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων, ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς δι' ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δὲ εἰς τὴν Ἀμβρακίαν. κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαληνίαν, οἱ δ' Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης. ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων. Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον· παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης. ἀφικομένων δ' εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως· ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφαιρεῖσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. καὶ γὰρ ἐδόκει Δάμις ὁ κιχησίων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον. ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλ' εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον. ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, ἐν 264 ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς Αἰτωλούς. εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλασσαν. καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτ' εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ' ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων· ἐπειδ' ἂν δ' ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης. ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν. ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις. ἐπεὶ δ' ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενέστας καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν, τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, ἐγένοντο δ' αὑτοῖς αἴτιοι κακῶν.*** καὶ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφ' ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων. Ὁ μὲν οὖν Ἀθηναῖος ταῦτα εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς. δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. ὁ δῆμος ὁ τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν καὶ τοῦ δήμου τῶν Ῥωμαίων***. μὴ διαγέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δημοσίᾳ βουλῇ.*** καὶ ἐὰν πολεμῶσι πρός τινας Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν. τοὺς δὲ δραπέτας, τοὺς αἰχμαλώτους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότωσαν Αἰτωλοί, χωρὶς τῶν ὅσοι κατὰ πόλεμον ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο καθ' ὃν καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, ἐν ἡμέραις ρʹ ἀφ' ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι τῷ ἐν Κερκύρᾳ· ἐὰν δὲ μὴ εὑρεθῶσί τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότωσαν χωρὶς δόλου· καὶ τούτοις 265 μετὰ τὰ ὅρκια μὴ ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. δότωσαν δὲ Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα Εὐβοϊκὰ σʹ τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι, ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βούλωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου μνᾶν διδόντες, ἀφ' ἧς δ' ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα νʹ· καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ. δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ μʹ μὴ νεωτέρους ἐτῶν ιβʹ μηδὲ πρεσβυτέρους μʹ, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσι χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμματέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ· καὶ τὰ ὅμηρα καθιστάτωσαν εἰς Ῥώμην. ἐὰν δέ τις ἀποθάνῃ τῶν ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν. περὶ δὲ Κεφαλληνίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. ὅσαι χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊντίου καὶ Γναίου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. ἡ δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω. τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν.
21.1.5
Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους πολλῶν παραγεγονότων πρεσβευτῶν πρώτοις τοῖς περὶ Ἄτταλον ἐχρημάτισεν ἡ σύγκλητος· ὑπόπτως γὰρ εἶχον οἱ Ῥωμαῖοι τὰ πρὸς τὸν Εὐμένη ἕνεκεν τῶν 403 γραμμάτων τῶν εὑρημένων, ἐν οἷς συμμαχίαν ἦν συντεθειμένος πρὸς Περσέα κατὰ Ῥωμαίων. κατηγορησάντων δὲ πλειόνων ἀπὸ τῆς Ἀσίας πρεσβευτῶν, καὶ μάλιστα τῶν ἀπεσταλμένων παρὰ Προυσίου βασιλέως καὶ Γαλατῶν, οἱ περὶ τὸν Ἄτταλον ἐνδεχομένως ἀπολογησάμενοι πρὸς ἕκαστον τῶν ἐγκαλουμένων οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν οἰκείαν. ἡ δὲ σύγκλητος οὐ κατὰ πᾶν ἔληγε τῆς κατ' Εὐμένους ὑποψίας, προχειρισαμένη δὲ Γάϊον ἐξαπέστειλε κατοπτεύσοντα τὰ κατὰ τὸν Εὐμένη.
21.1.6
Ὅτι ὁ Μιθριδάτης πρέσβεων ὄντων Ῥωμαίων οὐδὲν ἐκίνησεν, ἀλλ' ἀνταιτιασάμενός τινα καὶ προσαποδείξας τοῖς πρέσβεσι τὸ πλῆθος τῶν χρημάτων, ὧν τῷ τε κοινῷ καὶ ἰδίᾳ τισὶν ἀναλώκει, ἡσυχίαν ἔσχεν. ὁ δὲ Νικομήδης τῇ συμμαχίᾳ αὐτῶν ἐπαρθεὶς καὶ χρημάτων δεηθεὶς ἐσέβαλεν ἐς τὴν χώραν αὐτοῦ.
21.1.7
Ὅτι ἐπεὶ Ἰουστῖνος τὰς φρένας παρεκόπη καὶ Τιβέριος ἀνεδέξατο διοικεῖν τῆς πολιτείας τὰ πράγματα, ἐν ἀπόρῳ ἦσαν αὐτός τε Τιβέριος καὶ ἡ βασιλὶς Σοφία ὅπως διάθοιντο τὰ τῶν πολέμων. ἀλλὰ γὰρ ἔλυσε τὸ ἄπορον σφῶν βασιλεὺς ὁ Περσῶν ὡς τὸν Ῥωμαίων αὐτοκράτορα στείλας Ἰάκωβον, ὃς τὰ Περσικὰ ῥήματα τῇ Ἑλληνίδι φωνῇ διασαφηνίζειν ἠπίστατο. συννοήσας γὰρ ἐς ἔσχατον ὡς νῦν ἐλπίδος οἱ Ῥωμαῖοι κατολισθήσαντες ἥδιστον μὲν ἂν ἔχοιεν ἐπὶ ταῖς οἱαισοῦν ξυνθήκαις διαλῦσαι τὸν πόλεμον, οὐ μὴν θαρρῆσαι πρεσβείαν τινὰ στεῖλαι διὰ τὸ οὐκ εὐπρόσωπον εἶναι τὸν ἀρξάμενον πολέμου ἀπάρξασθαι καὶ ἱκετείας· προτερήσας οὖν ὁ Περσῶν βασιλεὺς τὴν αἰσχύνην προανεῖλε καὶ τῷ κατεπτηχότι τῆς γνώμης αὐτῶν ἐπενόησε πρόφασιν, ὡς ἂν ἔλθοιεν ἐς λόγους αἰτησόμενοι μεθ' ἱκετηρίας εἰρήνην. στέλλει τοίνυν Ἰάκωβον ἄμεινόν πως βουλευσάμενος, ὡς οὐ πώποτε ἂν εὐκλεέστερον Πέρσαι τὸν πρὸς Ῥωμαίους κατάθοιντο πόλεμον· τοσαῦτα γὰρ ἐνδώσειν Ῥωμαίους, ὅσα ἂν ἐθελήσωσι Πέρσαι αὐτοί. ἡ δὲ σταλεῖσα πρὸς αὐτοῦ ὡς Ἰουστῖνον ἐπιστολὴ οὔτε τῆς ἡλικίας ἦν τοῦ Περσῶν βασιλέως, μειρακιώδης οὖσα παντοίως, οὔτε δὲ ἄλλου τινὸς οἶμαι ἐμφρονεστάτου. ἕτερον γὰρ τὸν ὁντιναοῦν ἀπαυθαδίζεσθαι οὐκ ἄπο τρόπου ἦν· ἐκεῖνον μέντοι οὐ βρενθύεσθαι ἴσως ἐχρῆν οὐδὲ ὑψαγόραν τινὰ εἶναι καὶ ἀπειρόκαλον. ἡ γὰρ ἐπιστολὴ ὕβρεών τε μεστὴ καὶ ὀνειδισμοῦ καὶ μεμεθυσμένων ῥημάτων ὑπῆρχεν. καὶ ἡ μὲν ἐπιστολὴ ὑπερηφανίας τε ἦν καὶ ἀλαζονείας πλήρης· εἰσάγεται δ' οὖν Ἰάκωβος, οὐ μὴν ὡς Ἰουστῖνον ἅτε νοσώδη τυγχάνοντα, ἀλλὰ γὰρ ὡς τὴν βασιλίδα, ἐπεὶ αὐτὴ ξὺν Τιβερίῳ ἅπαντα ἔπραττεν. ἀναλεξαμένη τοίνυν τὸ γράμμα ἐπηγγείλατο καὶ αὐτὴ 463 στέλλειν τὸν πρεσβευσόμενον ὡς βασιλέα Περσῶν καὶ ἀμφὶ τῶν ὁπωσοῦν κεκινημένων διαλεχθησόμενον. στέλλεται δ' οὖν Ζαχαρίας, ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς, ἐπιφερόμενος γράμμα ἐκ τῆς βασιλίδος.
21.1.8
Ὅτι Οὐίττιγις Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν μεγάλῳ καθίσταντο δείματι καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο. καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις (οὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις ᾤοντο εἶναι) ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι. Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπείχοντο, ἀγαπῶντες ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν, ἀλλ' ἀμφοτέροις ἐκποδὼν στήσονται. ἐς δὲ Λαγγοβάρδων τὸν ἄρχοντα Οὐαάκην πρέσβεις ἔπεμψαν χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐαάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν. Οὐίττιγις τοίνυν τοῖς παροῦσιν ὡς τὸ εἰκὸς ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ συνεκάλει πολλούς, παρ' ὧν δὴ συχνὰ ἐπυνθάνετο, ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει. γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι. ἐν τοῖς καὶ τότε δὲ ἐς τὸν λόγον εἰσῆλθεν, ὡς οὔποτε πρότερον ὁ Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται. τούς τε γὰρ Βανδήλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα συμπεπτωκέναι, ὥστε ἤν τις καὶ νῦν Ἰουστινιανῷ τὸν 502 Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι τούτου δὴ ἐκπεπολεμωμένου τοῦ ἔθνους σφίσι πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι. ταῦτα Οὐίττιγίν τε αὐτὸν ἤρεσε καὶ Γότθους τοὺς ἄλλους. ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γενόμενοι ξυγχέωσι τὰ πραττόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ πολέμιον καταστήσουσι. διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν, ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο. γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα εἰργάσατο.
21.1.9
Ὅτι Νωμαντῖνοι πολιορκούμενοι ὑπὸ Σκιπίωνος καὶ κάμνοντες ὑπὸ λιμοῦ πέντε ἄνδρας ἔπεμπον ἐς τὸν Σκιπίωνα, οἷς εἴρητο μαθεῖν εἰ μετριοπαθῶς σφίσι χρήσεται παραδοῦσιν αὑτούς. 533 Αὔαρος δὲ αὐτῶν ἡγούμενος πολλὰ μὲν περὶ τῆς προαιρέσεως καὶ ἀνδρείας τῶν Νωμαντίνων ἐσεμνολόγησε, καὶ ἐπεῖπεν ὡς οὐδὲ νῦν ἁμάρτοιεν ὑπὲρ παίδων καὶ γυναικῶν καὶ ἐλευθερίας πατρίου κακοπαθοῦντες ἐς τοσόνδε κακοῦ. διὸ καὶ μάλιστα, εἶπεν, ὦ Σκιπίων, ἄξιόν ἐστι σὲ τοσῆσδε ἀρετῆς γέμοντα φείσασθαι γένους εὐψύχου τε καὶ ἀνδρικοῦ καὶ προτεῖναι τὰ φιλανθρωπότερα τῶν κακῶν ἡμῖν, ἃ καὶ δυνησόμεθα ἐνεγκεῖν ἄρτι πειρώμενοι μεταβολῆς. ὡς οὐκ ἐφ' ἡμῖν ἔτι ἐστίν, ἀλλ' ἐπὶ σοί, τὴν πόλιν ἢ παραλαβεῖν, εἰ τὰ μέτρια κελεύοις, ἢ μαχομένην ὑπεριδεῖν ἀπολέσθαι. ὁ μὲν Αὔαρος ὧδε εἶπεν, ὁ δὲ Σκιπίων (ᾔσθετο γὰρ παρὰ τῶν αἰχμαλώτων τὰ ἔνδον) ἔφη δεῖν αὐτοὺς ἐγχειρίσαι τὰ κατὰ σφᾶς καὶ σὺν ὅπλοις παραδοῦναι τὴν πόλιν. ὧν ἀπαγγελθέντων οἱ Νωμαντῖνοι, χαλεποὶ καὶ τέως ὄντες ὀργὴν ὑπ' ἐλευθερίας ἀκράτου καὶ ἀηθίας ἐπιταγμάτων, τότε καὶ μᾶλλον ὑπὸ τῶν συμφορῶν ἠγριωμένοι τε καὶ ἀλλόκοτοι γεγονότες τὸν Αὔαρον καὶ τοὺς σὺν αὐτῷ πέντε πρέσβεις ἀπέκτειναν.
21.1.10
Ὅτι Ἀναγάστου καὶ Βασιλίσκου καὶ Ὄστρουϊ καὶ ἄλλωντινῶν στρατηγῶν Ῥωμαίων τοὺς Γότθους ἔς τινα κοῖλον χῶρον συγκλεισάντων καὶ πολιορκούντων, λιμῷ τε πιεζομένων τῶν Σκυθῶν σπάνει τῶν ἐπιτηδείων, πρεσβείαν παρὰ τοὺς Ῥωμαίους ποιήσασθαι, ὥστε αὐτοὺς εἰ ἐνδιδόασι νεμομένους γῆν ὑπακούειν αὐτῶν ἐς ὅ τι ἂν θέλοιεν· τῶν δὲ ἐπὶ βασιλέα τὴν ἐκείνων φέρειν ἀποκριναμένων πρεσβείαν, καὶ τῶν βαρβάρων τοῦ λιμοῦ πέρι σφᾶς θέσθαι ἐθέλειν τὰς συμβάσεις φαμένων καὶ μὴ οἵους τε εἶναι μακρὰς ποιεῖσθαι ἀνακωχάς, βουλευόμενοι οἱ τὰς Ῥωμαϊκὰς τάξεις διέποντες τροφὰς χορηγήσειν αὐτοῖς ὑπέσχοντο ἄχρι τῆς βασιλέως ἐπιτροπῆς, εἴ γε σφᾶς αὐτοὺς διέλοιεν ὥσπερ καὶ τὸ Ῥωμαϊκὸν διακέκριται πλῆθος· ἔσεσθαι γὰρ αὐτῶν ῥᾳδίως οὕτως ἐπιμέλειαν, ἐς τοὺς κληρουμένους καὶ οὐκ εἰς πάντας ἀποβλεπόντων τῶν στρατηγῶν, οἵπερ ἐς φιλοτιμίαν ὁρῶντες πρὸς τὴν αὐτῶν πάντως ἁμιλληθήσονται κομιδήν. τῶν δὲ Σκυθῶν τοὺς ἀπαγγελθέντας διὰ τῶν πρέσβεων προσδεξαμένων λόγους καὶ ἐς τοσαύτας σφᾶς αὐτοὺς ταξάντων μοίρας, ἐς ὅσασπερ καὶ οἱ Ῥωμαῖοι διεκέκριντο, Χελχάλ, τοῦ Οὔννων γένους ἀνὴρ καὶ ὑποστράτηγος τῶν διεπόντων τὰ Ἄσπαρος τάγματα, παρὰ τὴν ἐπιλαχοῦσαν αὐτοῖς βαρβαρικὴν μοῖραν ἐλθὼν καὶ τῶν Γότθων (πλείονες δὲ τῶν ἄλλων ὑπῆρχον) μεταπεμψάμενος τοὺς λογάδας τοιῶνδε ἐποιήσατο λόγων ἀρχήν, ὡς δώσει μὲν αὐτοῖς γῆν ὁ βασιλεύς, οὐκ εἰς σφετέραν δὲ αὐτῶν ὄνησιν, ἀλλὰ τοῖς ἐν σφίσιν Οὔννοις. τούτους γὰρ ὀλιγώρως γεηπονίας ἔχοντας δίκην λύκων τὰς αὐτῶν ἐπιόντας διαρπάζεσθαι τροφάς, ὥστε θεραπόντων τάξιν ἐπέχοντας τῆς ἐκείνων ἕνεκα ταλαιπωρεῖσθαι τροφῆς, καίπερ ἐς ἀεί ποτε τοῖς Οὔννοις τοῦ Γότθων γένους ἀσπόνδου διαμείναντος, καὶ ἐκ προγόνων τὴν αὐτῶν ἀποφυγεῖν ὁμαιχμίαν ὀμοσαμένων, ἐφ' ᾧ καὶ ὅρκων πατρίων πρὸς τῇ τῶν οἰκείων στερήσει καταφρονεῖν· αὐτὸν δέ, εἰ καὶ τὸ Οὔννων αὐχεῖ γένος, δικαιοσύνης πόθῳ τάδε πρὸς αὐτοὺς εἰπόντα δεδωκέναι περὶ τοῦ πρακτέου βουλήν. ἐπὶ τούτοις οἱ Γότθοι διαταραχθέντες καὶ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ταῦτα τὸν Χελχὰλ εἰρηκέναι νομίσαντες, τοὺς ἐν αὐτοῖς Οὔννους συστάντες διεχει 590 ρίζοντο· καὶ μάχη καρτερὰ ἀμφοτέρων συνίστατο τῶν ἐθνῶν ἐκ συνθήματος. ὃ Ἄσπαρ πυθόμενος, ἀλλὰ γὰρ καὶ οἱ τῶν λοιπῶν στρατοπέδων ἡγεμόνες μετὰ τῶν οἰκείων παραταξάμενοι τὸν ἐπιτυχόντα τῶν βαρβάρων ἀνῄρουν. τοῦ δὲ δόλου καὶ τῆς ἀπάτης οἱ Σκύθαι λαβόντες ἔννοιαν σφᾶς τε ἀνεκαλοῦντο καὶ ἐς χεῖρας τοῖς Ῥωμαίοις ἐχώρουν. ἀλλ' οἱ μὲν Ἄσπαρος τὴν σφίσιν ἐπιλαχοῦσαν ἔφθασαν ἀναλώσαντες μοῖραν, τοῖς δὲ λοιποῖς στρατηγοῖς οὐκ ἀκίνδυνος ἡ μάχη ἐγένετο, τῶν βαρβάρων καρτερῶς ἀγωνισαμένων, ὥστε τοὺς ἐξ αὐτῶν ὑπολειφθέντας τάς τε Ῥωμαϊκὰς τάξεις διώσασθαι καὶ τῇδε τὴν πολιορκίαν διαφυγεῖν.