De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεὺς πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθήσοντα τὴν Γαλατίαν, αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἤθροιζε τὰς δυνάμεις ὡς ἐμβαλῶν εἰς τὴν Καππαδοκίαν. ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο δὲ τὸ παραπλήσιον ποιεῖν. ἤδη δ' αὐτοῦ συνηθροικότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ τὸν Ἄτταλον· ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς. ἀφικόμενοι δὲ εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον οὐκ ἔτι κατέλαβον· τοῦ δὲ Καρσιγνάτου καὶ τοῦ Γαιζοτόριος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτι πρότερον ᾑρημένοι τὰ Φαρνάκου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττόμενον, ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην. παραγενόμενοι δ' ἐκ Καλπίτου πεμπταῖοι πρὸς τὸν Ἅλυν ποταμόν, ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν, ἔνθα καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ ἦλθον εἰς τὴν Κάμησιν χώραν. ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς ἐπὶ τὰς διαλύσεις. ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμένης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι' αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων 48 καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μὲν ἔτι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων, εἰ δὲ μὴ τοῦτ' εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας (ἄτοπον γὰρ εἶναι, παρόντων αὐτῶν καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους) συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας. οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς. τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις, ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασιν· πάντη δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφ' οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν.
22.1.2
Ὅτι Τουτίλας τοῦ περιβόλου τῆς Ῥώμης ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα, ἐμπιπράναι δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε μηλόβοτόν τε Ῥώμην καταστήσασθαι. ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ' αὐτὸν ἔπεμψεν, οἵπερ, ἐπεὶ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκός, καὶ γνώρισμα τοῦτο τῆς αὐτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν. Ῥώμην μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ' ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστην τε καὶ ἀξιολογωτάτην ὁμολογεῖτε εἶναι. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τοσοῦτον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαὶ χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν, οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενομένοις ἀπέλιπον. ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα 116 μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι. ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν. τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυεῖν ἀνάγκη τὸ ἕτερον εἶναι· ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, ἂν οὕτω τύχοι. ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελὼν οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἂν, ὦ βέλτιστε, εἴης, καὶ διαφυλάξας κτήματι ὡς τὸ εἰκὸς τῷ πάντων καλλίστῳ πλουτήσεις. ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλή, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος, καὶ προσέσται τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι. καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ' ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν. ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι. τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν, σημήνας τε Βελισαρίῳ τὴν αὐτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο. καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων κʹ καὶ ρʹ ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χώρῳ Ἀλγιδόνι ἐκέλευσεν ἡσυχῆ μένειν, ὅπως ἂν μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι, αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει. Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχεν, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἐν Ῥώμῃ ἀνθρώπων οὐδένα ἐάσας, ἀλλ' ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών.
22.1.3
Ὅτι καθ' ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη καὶ περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, ὑπὲρ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν.
22.1.4
Ὅτι ἧκον πρεσβευταὶ εἰς Ῥώμην παρά τε τοῦ νεωτέρου Πτολεμαίου καὶ παρὰ τοῦ πρεσβυτέρου. δοθέντος δὲ αὐτοῖς ἐν τῷ συνεδρίῳ λόγου, διακούσασα ἡ σύγκλητος τὰ κατὰ μέρος ἐδογμάτισε τοὺς μὲν παρὰ τοῦ πρεσβυτέρου Πτολεμαίου πρεσβευτὰς ἐν ἡμέραις πέντε ταῖς πάσαις ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, καὶ τὴν συμμαχίαν ἀνελεῖν τὴν πρὸς αὐτόν, πρὸς δὲ τὸν νεώτερον Πτολεμαῖον πέμψαι πρεσβευτὰς τοὺς ἐμφανιοῦντας αὐτῷ τὴν εὔνοιαν τῆς συγκλήτου καὶ τὰ διασεσαφημένα τἀδελφῷ.
22.1.5
Ὅτι ὁ Μιθριδάτης πρέσβεις ἀπέστειλεν ἐς τὴν Ῥώμην ἀξιῶν, εἰ μὲν φίλον τὸν Νικομήδην νομίζουσι, πεῖσαι αὐτὸν ἢ 416 καταναγκάσαι τὰ δίκαιά οἱ ποιῆσαι, εἰ δὲ μή, αὐτῷ γε ἐπιτρέψαι τὸν ἐχθρὸν ἀμύνασθαι. οἱ δὲ οὐχ ὅτι τι ἔπραξαν ὧν ἤθελεν, ἀλλὰ καὶ ἐπηπείλησαν αὐτῷ, ἂν μὴ τῷ Ἀριοβαρζάνῃ τὴν Καππαδοκίαν ἀποδῷ καὶ πρὸς τὸν Νικομήδην εἰρήνην ἄγῃ. τούς τε πρέσβεις αὐτοῦ αὐθημερὸν ἀπέπεμψαν καὶ προσαπηγόρευσαν αὐτῷ μηκέτι μηδένα ἄλλον, ἂν μὴ πειθαρχῇ σφίσι, πέμψαι.
22.1.6
Ὅτι ἐπὶ Τιβερίου Καίσαρος οἱ τῶν Ῥωμαίων στρατηγοὶ εἰσβολὴν ἐς Ἀλβανίαν ποιησάμενοι καὶ ὁμήρους λαβόντες Σαβείρων καὶ Ἀλανῶν καὶ ἄλλων ἐθνῶν ἧκον ἐς Βυζάντιον. ἀφικομένους δὲ ἐν Βυζαντίῳ τοὺς πρέσβεις τῶν ἐνδεδωκότων ἑαυτοὺς Ἀλανῶν τε καὶ Σαβείρων ὁ Καῖσαρ δέχεται ἐπιεικῶς καὶ πάνυ φιλανθρώπως, πυθόμενός τε παρ' αὐτῶν, ὁπόσα χρήματα αὐτοῖς ἐδίδου ὁ Περσῶν βασιλεύς, δεδωκώς τε ἐξουσίαν σφίσιν ἐς ὅσον ἠβούλοντο ἐξᾶραι τῇ ψευδολογίᾳ τὸ χρῆμα καὶ τῷ κόμπῳ τἀληθὲς ἐπικαλύψαι, διπλάσια τούτων ἔγωγε παρέξω, ἔφη, τοῖς τε ἐν τέλει ὑμῶν, πρὸς δὲ δὴ καὶ ὑμῖν αὐτοῖς. ἐπὶ τούτοις ἥσθησάν τε οἱ βάρβαροι καὶ ἐδόκουν χάριν εἰδέναι τῷ κρείττονι ἀνθ' ὧν ὑπήκοοι Ῥωμαίων ἐγένοντο. ἤγγελλον δὲ ὡς ὁ Σαβεὶρ ἀπέστη οὐκ ἐς μακρὰν ὀλίγα τε φροντίσας τῶν ὁμήρων Πέρσαις προσετέθη. τοῖς μὲν οὖν πρέσβεσιν αὖθις ἐν συνουσίᾳ γενόμενος ὁ Καῖσαρ τὰ ὅσα ἁρμόδια διελέχθη καὶ ἔφη τούς τε προσχωροῦντας αὐτῷ ἑκοντὶ μάλα εὐεργετήσειν, τοὺς δέ γε οὐ βουλομένους καὶ ἄκοντας ἕξειν ὑπὸ τὴν αὑτοῦ χεῖρα βίᾳ καὶ δυνάμει.
22.1.7
Ὅτι ταῦτα πεπυσμένος Ἰουστινιανὸς τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον καταλύσας Βελισάριον μετεπέμψατο, ἐφ' ᾧ ἐπὶ Πέρσας στρατεύσειεν, καὶ τοὺς Οὐιττίγιδος πρέσβεις (ἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον) αὐτίκα δὴ ἀπεπέμψατο ἄνδρας παρ' αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται, ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ. τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις, ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν. οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστήσας, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένην ἀρχὴν παρασχόμενος.
22.1.8
Ὅτι Ἀτίλιος ὁ στρατηγὸς Ῥωμαίων αἰχμάλωτος γεγονὼςὑπὸ Ξανθίππου τοῦ Λακεδαιμονίου, τόνδε μετ' οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα· καὶ ὁ Ἀτίλιος Ῥῆγλος ἐν ἀπορρήτῳ τοῖς τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέμου ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχηδόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν ἐχούσῃ διέφθειραν.
22.1.9
Ὅτι μεγίστης πρὸς τὸ Σουάνων ἔθνος Ῥωμαίοις τε καὶ Λαζοῖς ὑπαρχούσης διαφορᾶς, καὶ σφόδρα ἐς τὴν τοῦ σώματος† τῶν Σουάνων συνισταμένων μάχην, καὶ Περσῶν δὲ ἐθελόντων αὐτῷ πολεμεῖν διὰ τὰ φρούρια, ἅπερ τῶν Σουάνων ἀφῄρηντο, πρεσβείαν ἔστελλεν, ἐπικούρους αὐτῷ διαπεμφθῆναι παρὰ βασιλέως αἰτῶν ἐκ τῶν παραφυλαττόντων στρατιωτῶν τὰ Ἀρμενίων ὅρια τῶν Ῥωμαίοις ὑποτελῶν, ἐφ' ᾧ προσχώρων ὄντων ἑτοίμην ἔχειν βοήθειαν, καὶ μὴ κινδυνεύειν τοὺς πόρρωθεν ἀπεκδεχόμενον, ἢ παραγενομένων ἐπιτρίβεσθαι δαπάνῃ, τοῦ πολέμου, ἂν οὕτω τύχῃ, διαναβαλλομένου, καθάπερ ἤδη πρότερον ἐγεγόνει. τῆς γὰρ σὺν Ἡρακλείῳ ἀπεσταλμένης βοηθείας, καὶ Περσῶν καὶ Ἰβήρων τῶν αὐτῷ ἐπαγόντων τὸν πόλεμον πρὸς ἑτέρων ἐθνῶν τότε ἀπασχοληθέντων, μάχην† τὴν συμμαχίαν ἀπέπεμψεν ἀσχάλλων ἐπὶ τῇ τῶν τροφῶν χορηγίᾳ, ὥστε αὖθις τῶν Πάρθων ἐπ' αὐτὸν ἀναζευξάντων Ῥωμαίους ἐπικαλέσασθαι. τῶν δὲ στεῖλαι τὴν βοήθειαν ἐπαγγειλαμένων καὶ ἄνδρα τὸν αὐτῆς ἡγησόμενον, παρεγένετο καὶ Περσῶν πρεσβεία ἀγγέλλουσα τοὺς Κιδαρίτας Οὔννους ὑπ' αὐτῶν κατηγωνίσθαι καὶ Βαλαὰμ πόλιν αὐτῶν ἐκπεπολιορκηκέναι. ἐμήνυον δὲ τὴν νίκην καὶ βαρβαρικῶς ἐπεκόμπαζον τὴν παροῦσαν αὐτοῖς μεγίστην δύναμιν ἀποφαίνειν ἐθέλοντες. ἀλλὰ αὐτοὺς παραυτίκα τῶν ἀγγελθέντων ἀπέπεμπε 591 βασιλεύς, ἐν μείζονι φροντίδι τὰ ἐν Σικελίᾳ συνενεχθέντα ποιούμενος. Τέλος τῆς ἱστορίας Πρίσκου./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Εὐναπίου Σαρδιανοῦ. Λόγος Γʹ.*/