Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Ὅτι ἀφικομένων τῶν πρέσβεων καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλ' ἀεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷος ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις. ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς. ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη καὶ φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς πράξων τὰ κατὰ τοὺς Λυκίους. Λόγος κζʹ.
23.1.2
Ὅτι τὸ εʹ ἔτος τῆς ἐκεχειρίας διήνυστο. καὶ Πέτρον ἄνδρα πατρίκιον τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα παρὰ Χοσρόην Ἰουστινιανὸς ἔστελλεν, ἐφ' ᾧ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντά 117 πασιν διοικήσωνται. ὁ δὲ αὐτὸν ἀπεπέμψατο ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει. Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον.
23.1.3
Ὅτι Μοαγέτης ὁ τῆς Κιβύρας τύραννος ὠμὸς ἦν καὶ δόλιος. πλὴν συνεγγίζοντος Γναίου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἐλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἔστι γνώμης, πρεσβευτὰς ἐξέπεμψε παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον· καὶ 266 ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων. ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας. γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς, φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως. οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δ' αὐτὸν εἰς λόγους ἐλθεῖν. συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθε μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινὸς ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ ἠξίου προσδέξασθαι τὰ ιεʹ τάλαντα τὸν Γνάιον· ἐκράτει δὲ [τὸ] τῆς Κιβύρας καὶ Συλλίου καὶ τῆς Ἐντέμνη πόλεως. ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ φʹ τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. ὅθεν ὁ Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ρʹ τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν.
23.1.4
Ὅτι κατὰ τὴν ρνεʹ ὀλυμπιάδα πρέσβεις παρεγένοντο παρὰ Ἀριαράθου στέφανον κομίζοντες ἀπὸ χρυσῶν μυρίων καὶ διασαφοῦντες τὴν εὔνοιαν τοῦ βασιλέως ἣν ἔχει πρὸς Ῥωμαίους, ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον. συνεπιμαρτυρούντων δὲ καὶ τῶν περὶ τὸν Γράκχον πρεσβευτῶν, ἡ σύγκλητος ἐπαινέσασα τὸν Ἀριαράθη τόν τε στέφανον ἐδέξατο καὶ τὰ μέγιστα τῶν παρ' αὐτοῖς νομιζομένων δώρων ἀπέστειλεν.
23.1.5
Ὅτι οἱ Ῥωμαῖοι τοῦ ἐμφυλίου πολέμου ἐνεστηκότος τὸν Μέτελλον μετεπέμψαντο, κελεύσαντες βοηθεῖν. 24. Ὅτι ὁ Ἀρχέλαος παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν τὴν Ἀσίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίσασθαι. ταῦτα οὕτως ὡμολογήθη, καὶ ἐβάδιζε διὰ Θεσσαλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον ἔχων μεθ' ἑαυτοῦ τὸν Ἀρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν ὡς ἑνὸς τῶν ὑφ' αὑτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη. ταῦτα δὲ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν, καὶ ὅτι τοὺς ἄλλους Μιθριδάτου φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας Ἀριστίωνα μόνον ἀνεῖλεν Ἀρχελάῳ διάφορον ὄντα, μάλιστα δὲ ἡ δοθεῖσα γῆ τῷ Καππάδοκι μυρίων πλέθρων ἐν Εὐβοίᾳ καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ἀπογραφῆναι.
23.1.6
Ὅτι τῶν στρατηγῶν δῃούντων τὴν Περσῶν Ἀρμενίαν, ἐν τούτῳ παρεγένετο Ναδώης, ἐς τὴν λεγομένην σμικρὰν χειροτονηθεὶς πρεσβείαν, πρὸς Χοσρόου ἐκπεμφθείς· ὃς τῆς διὰ Θεοδώρου τοῦ Βάκχου πρεσβείας ἔδοξεν ἀμοιβαίαν ἀποκομίζειν ἐκ τοῦ Χοσρόου ἀγγελίαν, κυρίως δὲ ὡς ἑτοιμότατα ἔχοι καὶ αὐτὸς στεῖλαι τοὺς ἄρχοντας κατὰ δὴ τὰ ὅρια τῆς ἕω, ὡς ἂν ἐν τῷ αὐτῷ γενόμενοι τοῖς ἐκ Ῥωμαίων ἐκπεμφθησομένοις σκοπήσοιέν τε καὶ διασκέψοιντο ὅπως χρὴ τὰ ὅπλα καταθέσθαι, ἀνακρινομένου τούτου πρώτου τίς ἄρα πολιτεία τῆς λύσεως τῶν πεντηκοντουτίδων σπονδῶν αἰτία ἐγένετο. ᾧτινί γε δήπου ἐμφρονέστατά πως ἀπεκρίνατο ὁ Καῖσαρ, ὡς πρεσβυτέρῳ τυγχάνοντι βασιλεῖ Περσῶν αὐτὸς ἔτι νέος ὢν καὶ ὅσον ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας Χοσρόου παῖς καθεστὼς ἕτοιμος εἴη ἐφ' ὅπερ ἂν ἐκεῖνος ἡγήσοιτο ἕπεσθαί οἱ, καί, εἴτε τὰ ξίφη βούλοιτο εἴτε τὴν ἡσυχίαν, ἀκολουθήσειν. ἀποπέμψας 464 οὖν ἐπὶ τοῖς τοιοῖσδε τὸν Ναδώην ὁ Καῖσαρ οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἔστειλε κατὰ τὴν ἑῴαν τοὺς εὖ διαθήσοντας τὰ ἀμφίβολα, ἐς ταὐτὸν συνελευσομένους τοῖς Περσῶν ἡγεμόσιν. ἦσαν δὲ οἱ σταλέντες Θεόδωρος ὁ Πέτρου, ὃς τῶν ἐν τῇ αὐλῇ καταλόγων πρὸ τοῦ γενόμενος ἡγεμὼν τηνικαῦτα τῶν βασιλεῖ ἀνειμένων προειστήκει θησαυρῶν, οἵ γε ἀπὸ τῆς δαψιλείας τῇ Ῥωμαίων προσαγορεύονται φωνῇ (λαργοὺς γὰρ οἱ Λατῖνοι τὸ δαψιλὲς ὀνομάζουσιν)· Ἰωάννης τε καὶ Πέτρος, ἄμφω τῇ τῶν ὑπάτων τετιμημένω ἀξίᾳ, πρός γε καὶ Ζαχαρίας ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς. οἳ δὴ γενόμενοι ἐς Κωνσταντίναν πόλιν τῆς μεταξὺ τῶν ποταμῶν ἀνέμενον ἐλευσόμενον ἐκ τοῦ Χοσρόου ἐς τὰ περὶ Νίσιβιν καὶ τὸ Δάρας Μεβώδην τὸν Σανναχοερύγαν, ᾧ δὴ τὸ κῦρος τῶν περὶ τὴν εἰρήνην ἐπέθηκε Χοσρόης. κατ' αὐτὸν δὲ τὸν χρόνον καὶ Ἀστέριος, εἷς τῶν βασιλείων διαιτητῶν, οὓς δὴ ἀντιγραφέας ἀποκαλέσοις, δοριάλωτος ὢν ἀνῃρέθη ὑπὸ Χοσρόου φωραθεὶς ὡς κρύβδην ἐγεγράφει βασιλεῖ τῶν Ῥωμαίων ἐπιθέσθαι κεκακωμένοις νῦν Πέρσαις. Μεβώδου δὲ ἀφικομένου ἐν τοῖς ὁρίοις, ἅμιλλα μέν τις γέγονε πρότερον αὐτῷ τε καὶ τοῖς ἀμφὶ Θεοδώρῳ καὶ Ζαχαρίᾳ περὶ τοῦ ὅποι δέον ποιήσασθαι τὴν ξυνέλευσιν. Ῥωμαῖοι μὲν γὰρ ἠξίουν ἐν τοῖς τελοῦσιν ὑπὸ τὸ Δάρας χωρίοις οἷα δὴ οἰκείοις καθεστῶσι ξυγκροτεῖσθαι τὴν ἐκκλησίαν· ἀτὰρ οἱ Πέρσαι ἔφασκον, ἐπεὶ ἡ πόλις αὐτοῖς τῷ θεσμῷ τοῦ πολέμου ὑπεκλίθη, οὐκ ἄπο τρόπου καὶ τὰ ὅσα γε ὑπὸ τὴν πόλιν ἁρμόζειν αὐτοῖς, καὶ οὐ δέον ἐκεῖσε ξυνιέναι, οἷα μὴ καθεστώτων ὁροθεσίων. μετὰ γοῦν ταῦτα, οὕτω δοκοῦν ἀμφοτέροις τοῖς μέρεσι, ξυνῆλθον ἐν τῷ δὴ λεγομένῳ Ἀθραήλων· πρὸς τοῖς καὶ οἱ ἐπιχώριοι ἄρχοντες πολιτείας ἀμφοτέρας. καὶ τοίνυν προυτίθεσαν ἅς γε δήπουθεν ᾤοντο κατ' ἀλλήλων τὰς πολιτείας ἔχειν αἰτίας, ὡς τῆς ἑτέρας τὴν ἑτέραν ἄδικά τε καὶ οὐχ ὅσια εἰργασμένης παρασπονδησάσης τε καὶ πόλεμον ἄδικον ἑλομένης. πλείστων δὲ ὅσων ῥημάτων ἐξ ἀμφοῖν τοῖν μεροῖν, ὥς πη ἔτυχεν, ἐρριμμένων, χύδην τε προουσῶν τῶν δικαιολογιῶν τῷ ἕκαστον ἐθέλειν τῇ κατ' αὐτὸν πολιτείᾳ, οἷα εἰκός, εὐνούστατον ἑαυτὸν ἀποφῆναι, τέλος ἐς δημηγορίαν πρῶτοι Ῥωμαῖοι κατέστησαν.
23.1.7
Ὅτι Ἐράριχος Γότθους ἅπαντας ξυγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν πέμψαι δεησομένους, ἐφ' ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ' οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν, ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάττεσθαι Ἰταλίας τῆς ἄλλης. καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα. οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλεν, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη, ἐφ' ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα. 503 οἱ μὲν οὖν πρέσβεις ἐν Βυζαντίῳ ἐγένοντο καὶ κατὰ ταῦτα ἔπρασσον.
23.1.8
Ὅτι Καρχηδόνιοι ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν. ἅμα δὲ ταῦτ' ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο ἡγούμενοι τούτοιν ἑνὸς πάντως τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον διατρίψειν ἕως ἀφίκοιτο ὁ Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκε καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἱ δὲ ἐπρέσβευον καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντες τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις σύνθοιντο καὶ παραβαῖεν, ὅσα τε Ἀννίβας δεινὰ δράσειε Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· 534 οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιβύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος. ἐφ' οἷς ἀποροῦσα ἡ βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθ' ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν ὅ τι δοκιμάσειε συνοίσειν. ὁ δ' ἐς τὴν εἰρήνην τοῖς Καρχηδονίοις ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἐκ Λιβύων ἀποπλεῖν αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενολογεῖν μηδὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα μηδὲ πολυπραγμονεῖν τι πέραν ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίου τε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίους τε καὶ τῆς Σύφακος ἀρχῆς ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις, καὶ πρέσβεις διέπλεον, οἱ μὲν ἐς Ῥώμην τοὺς ὑπάτους ὁρκιοῦντες, οἱ δ' ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Γινομένων δ' ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δ' ἔτι τὰς σπονδὰς ἔσεσθαι, καί, εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν καὶ σῖτον συνέλεγεν ἐπί τε ὠνὴν ἵππων περιέπεμπε καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν εἰς φιλίαν ὑπήγετο· καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας, τοὺς δὲ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δὲ καὶ Μεσώτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Βέρνας Σύφακος υἱὸς ἕτερος ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν, πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο τὰς δ' ἐβιάζετο. Καρχηδονίων δὲ ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι, καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ 535 Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπ' ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας. οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλ' ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννων ὁ Μέγας καὶ Ἀσδρούβας ὁ Σέριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν· ἕτεροι δ' Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅτ' ἂν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῦ Σκιπίωνος. καὶ ὁ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι. Ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο, Σκιπίων δὲ τῷ ναυάρχῳ πυθομένῳ περὶ αὐτῶν ὅ τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλ' ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δ' ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπ' ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι τὸν Ἀννίβαν ἐκάλουν μεθ' ἧς εἶχε στρατιᾶς. ὁ δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολέμου Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας τε δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐδ' ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλ' ἐκρύπτετο ἐν τῇ πόλει· Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδ' ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης.

Intertext edge

Open linked passage

Note