De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Ὅτι οἱ περὶ τὸν Τιβέριον καὶ Ποστόμιον κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις, πλεῖστον δ' ἐν τῇ Ῥόδῳ, καίπερ οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους. Ἀγησίλοχος γὰρ τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι, διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων, καὶ μʹ ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν, ἵνα, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλ' ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευὰς εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τιβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην.
24.1.2
Ὅτι Γήπαιδες καὶ Λαγγόβαρδοι σπονδὰς θέμενοι πρὸς ἀλλήλους αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον. δειμαίνοντες δὲ Γήπαιδες τὴν Ῥωμαίων ἀρχήν (ἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδοις ξυντάσσονται) τῶν τινας Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο. ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶν ἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδους ξυνδιενεγκεῖν σφίσιν. οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν. Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. οἱ δὲ ἐληίσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε· πέμψας παρὰ Οὔννων τῶν Οὐτουγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα λίμνης ᾤκηντο τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει. αὐτῶν γὰρ Κουτρίγουροι, ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ' ὁσημέραι καταθέουσί τε καὶ ληίζονται αὐτοὺς οὐδενὶ λόγῳ. τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ οἱ αὐτῷ φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες. ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας 118 δὲ ὅσων δώρων καὶ πρότερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι. οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν. ἦρχε δὲ αὐτῶν Σανδὴλ ἀνὴρ ξυνετώτατος τὰ πολέμια. ἐπεὶ δὲ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον, ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη γέγονεν, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν, ὀλίγοι δέ τινες φεύγοντες μόλις διεσώθησαν, καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν. τούτων δὲ οὕτω διαμαχομένων, καὶ τοῦ κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι Ῥωμαίοις ξυνηνέχθη πολλῇ. ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις αἰχμάλωτοι ἦσαν ἐς μυριάδας, ὥς φασιν, ξυνιόντες πολλὰς ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδε τε κατὰ τάχος ἐξαναστάντες καὶ οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώναντο. βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον τὸν στρατηγὸν στείλας παρὰ τοὺς Οὔννους, ὧν ἦρχε Χινιάλων, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων τῆς γῆς. οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μηδὲ φόνον ἔτι ἐργάσασθαι μηδὲ ἀνδραποδεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δρᾶσαι, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων. ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρώᾳ ἐπανιόντες ἱδρύσασθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι, ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ τῆς Θρᾴκης χωρίων, ἐφ' ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.
24.1.3
Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰούδα προσαγορευομένης πόλεως δεόμενοι σφίσι βοηθῆσαι· τοὺς γὰρ Τερμησσεῖς ἐπισπασαμένους Φιλόμηλον τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκνοις. ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἕρμαιον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς 267 Παμφυλίας. ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ πρὸς μὲν τούτους συνέθετο φιλίαν λαβὼν νʹ τάλαντα, παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους. ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς Ἰουδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας.
24.1.4
Ὅτι κατὰ τὸν αὐτὸν χρόνον συνεισήχθησαν καὶ οἱ παρὰ Δημητρίου πρέσβεις οἱ τὸν στέφανον κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ τοὺς αἰτίους τοῦ κατὰ τὸν Ὀκταούιον φόνου δεσμίους ἀγαγόντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε πῶς χρηστέον ἦν τοῖς πράγμασιν. καὶ ἡ σύγκλητος τὸν μὲν στέφανον προσεδέξατο, τοὺς δὲ μετὰ τοῦ στεφάνου παραδιδομένους Ἰσοκράτη καὶ Λεπτίνην οὐκ ἐβουλήθη παραλαβεῖν.
24.1.5
Ὅτι οἱ πρέσβεις ξυνελθόντες τε καὶ εἰς ἓν γενόμενοι κατὰ 465 δὴ τὰ ὅρια τῆς ἕω ἐξ ἀμφοτέρας πολιτείας τὴν εἰρήνην ὅπως βεβαιωθῆναι δέον διασκεψόμενοι, γλαφυρά τε καὶ ποικίλα ῥήματα ἕκαστοι ἀπορρίψαντες εἰπόντες τε καὶ ἀκηκοότες τὰ ὅσα χρεών, τυχὸν καὶ τὰ ὅσα μὴ χρεών, τέλος ξυνῆκαν, οἱ πρέσβεις περὶ μὲν τοῦ διαρραγῆναι τὰς σπονδὰς τίς αἴτιος καὶ οὔ, τὸ τοιόνδε σιγηθῆναι, διερευνῆσαι δὲ τρόπον ὅτῳ ἐμπεδωθήσεται τὰ εἰρηναῖα τοῦ λοιποῦ καὶ αἱ ἀμφήριστοι πολιτεῖαι κατάθοιντο τὰ ὅπλα. εὐθὺς οὖν Μεβώδου κατὰ τὰς πρώην ξυνθήκας, αἵ γε ξυνέστησαν ἐπὶ τοῦ αὐτοκράτορος Ἰουστινιανοῦ, τὰς τριάκοντα χιλιάδας τῶν νομισμάτων φήσαντος χρῆναι τοὺς Ῥωμαίους τῇ πολιτείᾳ Περσῶν κατατιθέναι ἀν' ἔτος, ἔτι γε μὴν ἀποχωρῆσαι Περσαρμενίας τε καὶ Ἰβηρίας, πρὸς δέ γε καὶ αὐτοὺς τοὺς ὅσοι γε αἴτιοι τῆς ἀποστάσεως ἀποδοθῆναι βασιλεῖ τῶν Περσῶν χρησομένῳ σφίσι ταῖς προσηκούσαις† φωναῖς, τοσαῦτα τοῦ Μεβώδου κατατείναντος, οἱ τῶν Ῥωμαίων πρέσβεις, τὸ τοιόνδε ἐκ τοῦ Καίσαρος παρεγγυηθὲν αὐτοῖς, αὐτίκα οἵγε τοῦτο αὐτὸ οὐδὲ τοὔνομα προσίεσθαι ἔφασαν τῆς εἰρήνης, εἴπερ ἐπὶ συντελείᾳ τινὶ καὶ ἅτε ἐς φόρου ἀπαγωγὴν Πέρσαι ἐλπίζοιεν Ῥωμαίους ἕξειν τοῦ λοιποῦ· μηδὲ γὰρ ἀνέξεσθαι τοῦ τοιοῦδε τὸν Καίσαρά τι παρασχέσθαι μήτε μὴν ὥσπερ ἀμέλει ὤνιόν τι χρῆμα πρίασθαι τὴν εἰρήνην. οὕτω δὴ γὰρ εἰ ἔσοιτο, οὔτι εἶναι μόνιμον οὐδὲ βεβαίαν. χρῆναι τοίνυν Ῥωμαίων ἔλεγον οἱ πρέσβεις πρότερον τοῦ τοιοῦδε ἀπειπεῖν οὕτω τε ἐφ' οἷς δέοι τὰ τῆς εἰρήνης προϊέναι διασκέψασθαι. καὶ αὖθις ἕκατι τοῦ τοιοῦδε τερθρείας λόγων ἀπερριμμένης πολλῆς ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ οὐχ ὑποχαλώντων ἐν ἀρχῇ τῶν Περσῶν, ἀλλ' ἢ τὰς ἀνέκαθεν τριάκοντα χιλιάδας τοῦ χρυσοῦ νομίσματος ἢ προσάπαξ ὡς χρὴ μέγα τι καταθέσθαι δικαιολογουμένων, τὸ τελευταῖον ἔδοξεν ὁ Μεβώδης ἐπιδεικνύναι δῆθεν αὐτοῖς ἐκ τοῦ κατ' αὐτὸν βασιλέως γράμμα ἄρτι σταλέν, ἐν ᾧ περιείχετο ὡς χάριν τῆς πρὸς Καίσαρα φιλίας ἀνέξοιτο καὶ χρημάτων ἐκτὸς ἐξ ἰσοτιμίας ἀναρρῶσαι τὴν εἰρήνην. τοῦτο ἐπεὶ [οἱ] κατὰ τὴν βασιλίδα διεθρυλήθη πόλιν, ἅπαντες ἀνεπτερώθησάν τε καὶ ἐδόκουν οἵ τε ἐν τέλει καὶ ὅσος ἕτερος ὅμιλος ἤδη ἀργήσειν τὰ ξίφη καὶ ἐμπεδώτατα καθέξειν τὴν εἰρήνην, ἐπεὶ καὶ ὁ Καῖσαρ Περσαρμενίας τε καὶ δὴ Ἰβη 466 ρίας αὐτῆς ἑτοιμότατα εἶχε παραχωρῆσαι Πέρσαις, σαφέστατα ἐξεπιστάμενος ὡς οὐπώποτε ἐνδώσοιεν τοσαύτης ἐστερημένοι χώρας, οὐδέ γε εἰ τελέως κατολισθήσοι καὶ ἐξίτηλα ἔσοιτο τὰ πράγματα Περσῶν. τοὺς μέντοι γενεάρχας Περσαρμενίων, ἀλλὰ γὰρ καὶ τοὺς τῷ γένει σφῶν ἡνωμένους, καὶ ἁπλῶς τὸν ὁντιναοῦν, οἵ γε αὐτομολήσαντες ἦσαν ὡς Ῥωμαίους, οὔτε ἐκδώσειν, ἀλλ' οὐδὲ ἑτέρως ἐμπεδώσειν ἔφασκε τὴν εἰρήνην, εἴ γε μὴ ἄδεια ἔσοιτο τοῖς βουλομένοις Περσαρμενίων τε καὶ Ἰβήρων τὴν σφετέραν ἐκλιπόντας ἀνασκευάσασθαι ἐς τὴν Ῥωμαίων. λόγον γὰρ οὐχ ἥκιστα ἐποιεῖτο πολὺν ὁ Καῖσαρ τῶν ὀμωμοσμένων ὑπὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς Περσαρμενίοις καὶ τοῖς μεταχωρήσασιν Ἰβήρων. ὠμωμόκει γὰρ ὁ βασιλεὺς ὡς καθ' ὅσον οἷόν τέ ἐστιν αὐτῷ ἅπαντα ἀνακινήσειν τρόπον, ὡς ἂν καὶ αὐτήν γε δήπου τὴν θρεψαμένην σφᾶς ποιήσεται ὑποχείριον· εἰ δέ γε ἄχρι τέλους οὔτι ἔσοιτο δυνατὸς πρὸς τὸν πόλεμον ἀνθέξειν, ἀλλὰ τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τοὺς τῷ αἵματι σφίσι προσήκοντας, ξυνελόντα δὲ εἰπεῖν τοὺς ὅσοι βούλονται Ῥωμαϊκῆς μετασχεῖν πολιτείας, οὐπώποτε ποιήσεσθαι ἐκδότους. ἐδόκει δὲ καὶ βασιλεὺς ὁ Περσῶν ἥδεσθαι ἐπὶ τοῖς, ὡς ἂν Ῥωμαῖοι μὲν ἐκστήσοιντο τῆς Περσῶν Ἀρμενίας τε καὶ Ἰβηρίας, ἐξουσίαν δὲ αὐτὸς προσνέμοι, ὅποι ἐθέλουσιν οἱ τῇδε οἰκήτορες ἰέναι, οὔτι ἄπο τρόπου γε, οἶμαι. ἠπίστατο γάρ, πλὴν ὀλιγίστων τῶν ἐν τέλει, οἳ τῆς ἀποστάσεως ἦρξαν, ὡς οὐδεὶς Περσαρμενίων καὶ Ἰβήρων πόθῳ τῆς θρεψαμένης, ὃς φύσει τοῖς ἀνθρώποις ἐνιζάνει τε καὶ προσπέπηγεν, ἀνασκευάσοιτο ἐς τὴν ὀθνείαν· ἄλλως τε καὶ ἅμα ἤλπιζε τοῦ πολέμου λωφήσαντος ἐν δέοντι θέσθαι τὰ περὶ Περσαρμενίας τε καὶ Ἰβηρίας. αἵδε γὰρ αὐτῷ αἱ χῶραι πάμφοροί τε ὑπῆρχον καὶ πλεῖστα ἐσότι ἐδασμοφόρουν. τοιγαροῦν διὰ ταῦτα ἤρεσκε τὸν βασιλέα Περσῶν ἐπὶ τοῖσδε τὸν πόλεμον καταθέσθαι. προσῆλθε δὲ τῷ Καίσαρι διανοεῖσθαι, ὡς ἂν τὸ λοιπὸν μηδεμία ὑπολείποιτο τοῦ πολέμου αἰτία, τῆς Περσαρμενίας τε καὶ Ἰβηρίας ἕκατι τὴν πόλιν τὸ Δάρας παρὰ σφῶν ἀντιλήψεσθαι, ἥκιστα μὲν τοῦ κερδαλέου χάριν· οὐ γὰρ δή τι τὸ Δάρας ἡ πόλις ἐς ἕτερόν τι ὀνησιφόρος ἢ τῷ ἀσφαλέστατα ἔχειν καὶ τῆς ὑπὸ Ῥωμαίους ἑῴας ὥσπερ τι ἔρυμα προβεβλῆσθαι. ἅμα οὖν τὸ ἀτύχημα ἀκέσασθαι βουλόμενος τῷ ἀπειληφέναι Ῥω 467 μαίους τὰ οἰκεῖα, ἅμα δὲ καὶ μηδὲ ἕνα σπινθῆρα τοῦ πολέμου καταλιπεῖν ἐθέλων, ἔγνω ἀνασώσασθαι τὸ Δάρας ἢ χρήμασιν ἤγουν ἑτέρῳ τρόπῳ τινί. περὶ μὲν οὖν τοῦ χρῆναι ἐξ ἰσοτιμίας τὴν εἰρήνην προελθεῖν, πρὶν ἢ διακριθῆναι τὸν ἐν Ἀρμενίᾳ πόλεμον, ἐδόκει καὶ ξυνέθεντο Πέρσαι. μελλόντων δὲ ὅσον οὔπω παραχωρῆσαι Ῥωμαίοις καὶ τοῦ Δάρας ἢ οὐδενὸς ἤγουν ὀλιγίστης χρυσίου ποσότητος, εὔδηλον ὂν πρότερον ἀφισταμένων Ῥωμαίων Περσαρμενίας καὶ Ἰβηρίας, ἐν ᾧ τὰ τοιάδε οἱ ἐξ ἑκατέρων διαλεγόμενοι πρέσβεις, γέγονε τὰ κατὰ τὴν ἐν Ἀρμενίᾳ ξυμπλοκήν, ἐν ᾗ προσπταίσαντες οἱ Ῥωμαῖοι μεγάλως παρὰ πολὺ τῆς ἐλπίδος ἐς τὸ ἧττον ὠλίσθησαν. διὸ δὴ τῶν Περσῶν ταῖς εὐπραγίαις ἐπηρμένων, ὁ σφῶν βασιλεὺς ἔφασκεν ὅλως περὶ τὸ τὴν πόλιν τὸ Δάρας ἐνδοῦναι Ῥωμαίοις μὴ ἐνδέξασθαι λόγον τινά. αὐτὸς μὲν γὰρ κατὰ τὸν κοινὸν τοῦ πολέμου θεσμὸν βίᾳ καὶ δυνάμει ἐξελεῖν καὶ προσκτήσασθαι τὸ Δάρας ἀπισχυρίζετο· τοὺς δέ γε Ῥωμαίους Περσαρμενίᾳ τε καὶ Ἰβηρίᾳ ἐπιστῆναι παρασπονδήσαντας, πρὸς δέ γε καὶ ἀφηνιάσαντας τοὺς ταύτη οἰκοῦντας ἀπὸ Περσῶν ὑποδέξασθαι. καὶ τοίνυν αὖθις ὁ βάρβαρος θρασύς τε καὶ ὑψαύχην ἦν, καὶ μὲν οὖν ἐπὶ τοῖς ξυνενεχθεῖσιν ἐβρενθύετο μέγα ἠπείλησέ τε καὶ πρὸ τοῦ πέρατος τῶν τριῶν ἐτῶν τῆς ἤδη ξυνεστώσης ἐκεχειρίας, ἧς ἐντὸς ἐδόκει τὴν εἰρήνην ἀνὰ τὴν ἕω ἐρρῶσθαι, τὰ ὅπλα κινήσειν, καὶ κατ' αὐτήν γε δήπου τὴν πρὸς ἥλιον ἀνίσχοντα χώραν ξυγκροτήσειν τὸν πόλεμον πρότερον καταθέμενον Ῥωμαίοις τὸ ὑπὲρ τῆς τοιαύτης ἀνακωχῆς δεδομένον χρυσίον, ἡνίκα Ζαχαρίας ὁ ἰατρὸς καὶ τόδε ἐμπεδώσας ὑπῆρχεν. ἔφασκε δὲ τὰ χρήματα ἀποδώσειν κατὰ τοσοῦτον, καθ' ὅσον ἐνέλιπε τῇ τριετίᾳ· εἶτα οὕτως πολέμου ἀπάρξεσθαι αὖθις. ταύτην οὖν Μεβώδου οἷα δὴ ἐκ βασιλέως Περσῶν ἀπαγγείλαντος τὴν γνώμην, οἱ τῶν Ῥωμαίων ἄρχοντες παραβήσεσθαι μὲν οἵδε τὰς ξυνθήκας ἥκιστα ἔλεγον· οὐδὲ γὰρ ξυντετάχθαι ἐν ταῖς ἐξεῖναι θατέρῳ βουλομένῳ τῶν μερῶν ἢ τοῦ χρυσίου παντὸς ἤγουν μοίρας τινὸς ὡς τὸν παρασχόμενον ἀναδραμούσης διαρρηγνύναι τὰς σπονδάς. ὅμως δ' οὖν περὶ τούτων αὖθις ἐν ἀπορρήτῳ ἀλλήλοις Μεβώδης τε καὶ Ζαχαρίας ἐν τῷ αὐτῷ ξυνερχομένω διελεγέσθην, ἐκοινολογοῦντό τε καὶ προυτίθεσαν τὰ ὅσα ἄμφω τὼ ἄνδρε ᾤοντο χρῆναι εἰρῆσθαι· ἐπει 468 ρῶντό τε ἅτερος ἑτέρου ὅπως ξυνέλθοιεν ἐς καταλλαγὰς αἱ πολιτεῖαι. καὶ Μεβώδης μὲν ἰσχυρότατά πως ἀπομνύμενος ἦν, ὡς βούλεται τῷ Καίσαρι χρησιμώτατα ἐξυπηρετήσασθαι καὶ μὲν δὴ ἐπιτηδειότατός οἱ εἶναι· Ζαχαρίας δὲ ἤρετο εἰ οἷόν τε εἴη λαθραιότατα καὶ ἥκιστα ἐξεπισταμένου τινὸς ὑπὲρ τῆς πόλεως τοῦ Δάρας ῥητόν τι παρασχέσθαι χρυσίον. Ζαχαρίας δὲ ἔφασκε τὰ τοιάδε, ἐπιτετραμμένον αὐτῷ πρὸς τοῦ Καίσαρος, οὐκ ἐς τὸ ἐμφανές, οὐδὲ μὴν ἑτέρου ἐξεπισταμένου τινὸς ἢ Μαυρικίου τοῦ Παύλου ἐς τὰ μάλιστα εὐνούστατα ὡς τὸν Καίσαρα ἔχοντος, ὃς ἐν τῷ τότε τὸν βασίλειον ἰθύνειν ἐκληρώσατο λόγον· ὥστε ἀμέλει μηδὲ πρὸς τῶν βασιλείων γραφέων τὰ περὶ τοῦ τοιοῦδε γεγράφθαι τῷ μάλα ἐν παραβύστῳ εἶναι τὰ βεβουλευμένα τῷ Καίσαρι. γράφει δ' οὖν Ζαχαρίᾳ, ὡς† εἴποις σὺ Μεβώδης λύτρα δῆθεν τοῦ Δάρας τὸν βασιλέα κομίσασθαι Περσῶν, αὐτῷ πεισθήσεται ὁ Καῖσαρ τὰ χρήματα καταθήσειν, καὶ δὴ οὐκ ἐς ἀναβολήν. ταῦτα τοίνυν Ζαχαρίου, εἰ καὶ μὴ ἀναφανδόν, ὑπαινιττομένου δὲ ὅμως τῷ Μεβώδῃ, οὐδὲν ὅγε ἔφασκε περὶ τούτου ἐπιτετράφθαι πρὸς τοῦ βασιλέως Περσῶν, οὐδὲ μὴν ἀνέξεσθαι ὅλως ἐπὶ χρήμασι μεταθεῖναι τὸ Δάρας. διεβεβαιοῦτο δὲ ἔμπης καὶ ὅρκοις τισὶν ἐπετίθει τὸ πιστόν, ὡς, νῦν εἰ προέλθοιεν αἱ ξυνθῆκαι, ὕστερον αἰτοῦντι τῷ Καίσαρι δώσειν ὥσπερ ἐξαίρετόν τι δῶρον τὸν βασιλέα Περσῶν τὴν πόλιν. πρόδηλος οὖν ἦν ἐντεῦθεν μὴ ἐρρωμένα φρονῶν τῇ Ῥωμαίων ἀρχῇ, ἀλλὰ πόρρω τῆς ἀληθείας φθεγγόμενος βουλόμενός τε Ῥωμαίους μὲν ἀμαχητὶ ὑπαναχωρῆσαι τῆς Περσαρμενίας καὶ Ἰβηρίας, τελευταῖον δὲ ἀμφὶ τοῦ Δάρας αἰτεῖν καὶ τῶν ἐπηγγελμένων ἥκιστα τυγχάνειν, εἶτα τὴν ἐν ὑστέρῳ βουλήν, καθὰ δήπου τὸ περιφερόμενον ἐκεῖνό φησι, μὴ ἔχειν ἰσχύν, ὥσπερ καὶ Σουανίας πέρι ἐν τῷ πρὸ τοῦ ἠπατήθη Πέτρος ὑπὸ τοῦ Ζίχ. ὁμοίως οὖν καὶ ὁ Μεβώδης ἠβούλετο δράσειν. ἐπεὶ δὲ ἑώρα Ζαχαρίαν ἐσότι ἐμφρονέστατον, καὶ οὐχ οἷόν τε ὂν αὐτῷ παρακρούσασθαι τὸν ἄνδρα, ὁ δὲ τὴν ἑτέραν ἐτράπετο, ὡς ἂν τρόπῳ τῳ ἀπάτῃ περιέλθοι τοὺς Ῥωμαίους. ἐπὶ χρόνον γάρ τινα ξυνῄει ἐς ταὐτὸ τοῖς ἀμφὶ Ζαχαρίαν ἐλπίδας ὑποστρωννύς, ὡς ἔσοιτο εἰρήνη, καὶ ὡς ἐπινεύσοι ὁ Περσῶν βασιλεὺς ἐνδοῦναι Ῥωμαίοις τὸ Δάρας, ταύτῃ οἰόμενος ἐκλύσειν τὴν ἐς τὸν πόλεμον προθυμίαν τοῦ Καίσαρος. καὶ οὖν ἐν τοιοῖσδε τριβομένου τοῦ χρόνου, καὶ 469 τῶν ἐξ ἑκατέρας πολιτείας πρέσβεων περὶ ταῦτα ἐνησχολημένων, οὕτω τε φερομένου τοῦ ἑῴου πολέμου ἐπ' ἀδήλοις, κατὰ δὲ τὸ τέταρτον ἔτος Τιβερίου Κωνσταντίνου Καίσαρος βασιλείας ἐν τῇ Θρᾴκῃ ξυνηνέχθη τὸ Σκλαυηνῶν ἔθνος μέχρι που χιλιάδων ἑκατὸν Θρᾴκην καὶ ἄλλα πολλὰ ληίσασθαι.
24.1.6
Ὅτι, ἡνίκα Ἐλούρων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληίζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπηλλάσσοντο.
24.1.7
Ὅτι ἱππομαχίας γενομένης Ἀννίβᾳ τε καὶ Σκιπίωνι, καὶ πλεονεκτοῦντος Σκιπίωνος, ὁ Ἀννίβας ἐς ἔσχατον κακοῦ ἀφιγμένος καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπε ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα· τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων ἁμαρτήματα γενέσθαι. ὁ δὲ τῷ ὄντι [περι] τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, ἢ τῶν ἀπολωλότων τιμήν, ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε τοῦ ἀδικήματος χίλια τάλαντα εἰσενεγκεῖν. τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, ὁ μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο, Καρχηδονίων δ' ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν δι' ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα δι' ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις μετ' ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι, καὶ ἐπὶ τῷδε προσπελάσαντα κρύπτεσθαι νῦν ἐν τῇ πόλει. βοῆς δ' ἐπὶ τούτῳ καὶ θορύβου γενομένου, τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δ' ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν. Καρχηδόνιοι δ' ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δ' ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὁ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ ὁ πόλεμος ἤρχετο.