De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
δεῖν Ῥωμαίους μήτε ληίζεσθαι μήτε πόλιν κτίζειν. εἰσὶ δὲ τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας, Ταρσηίου μὴ ληίζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ' ἐμπορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχηδόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ τινες Καρχηδονίων λάβωσί τινας πρὸς οὓς εἰρήνη μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων λιμένας· ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥωμαῖος, ἀφιέσθω· ὡσαύτως δὲ μηδ' οἱ Ῥωμαῖοι ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς οὓς εἰρήνη καὶ φιλία ἐστὶ** Καρχηδόνος ποιείτω. εἰ δέ, μὴ ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ' ἐμπορευέσθω μήτε πόλιν κτιζέτω,** εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, ἐν πένθ' ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ, ἧς Καρχηδόνιοι ἐπάρχουσι, καὶ ἐν Καρχηδόνι πάντα καὶ ποιείτω καὶ πωλείτω, ὅσα καὶ τῷ πολίτῃ ἔξεστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν Ῥώμῃ. Πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων, περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι περὶ τῆς ὑπ' αὐτοὺς ταττομένης. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας Ἀντιάτας Κιρκαιίτας Ταρρακηνίτας. αὗται δ' εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας. Ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον· ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα· ἐὰν συμμαχίαν ποιῶνται πρὸς Πύρρον, ἔγγραπτον 26 ποιείσθωσαν ἀμφότεροι, ἵνα ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων χώρᾳ. ὁπότεροι δ' ἂν χρείαν ἔχωσι τῆς βοηθείας, τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν ὁδὸν καὶ εἰς τὴν ἔφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑτῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως. Τὸν δὲ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ διὰ λίθων κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον. τὸ δὲ διὰ λίθων ζήτει ἐν τῷ περὶ ἐθῶν. Τούτων δὴ τοιούτων ὑπαρχόντων καὶ τηρουμένων συνθηκῶν τίς οὐκ ἂν εἰκότως θαυμάσειε Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ' ἠγνόει (τοῦτο μὲν γὰρ οὐ θαυμαστόν) ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τοῖς πρεσβυτάτοις Ῥωμαίων καὶ Καρχηδονίων, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ' ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, Καρχηδονίους δ' Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰςσυνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθ' ὑπάρχοντος παράπαν ἐγγράφου τοιούτου μηδενός. ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βίβλῳ διαρρήδην. περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις πιστεύσαντας τῇ Φιλίνου γραφῇ. οὐ μὴν ἀλλὰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν, ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειε δυσαρεστεῖν· εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς. Συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα· ἐκχωρεῖν Καρχηδονίους τῶν νήσων ἁπασῶν τῶν κειμένων Ἰταλίας 27 μεταξὺ καὶ Σικελίας· τὴν ἀσφάλειαν ὑπάρχειν παρ' ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις· μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπιτάττειν μηδ' οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμμάχους· ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσι δέκα δισχίλια καὶ σʹ τάλαντα, παραυτίκα δὲ δοῦναι χίλια· τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀποδοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις. μετὰ δὲ ταῦτα πάλιν, λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποίησαν τοιαύτας, ἐκχωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν ἄλλα χίλια καὶ σʹ τάλαντα, ὡς προείπαμεν. ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, ἐφ' ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα ποταμόν. ταῦθ' ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατ' Ἀννίβαν καιρούς. Ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕτω ὑπὲρ τοῦ δευτέρου πολέμου, καθ' ὃν ἐποιήσαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν οὔτ' αἰτίαν εὕροι τις ἂν εὔλογον, ἀλλ' ὁμολογουμένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρδόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν χρημάτων. τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζομένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθ' οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς αὐτῶν ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους· ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. Τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατ' Ἀννίβαν πολέμου, ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον. τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δεδηλώκαμεν, τὰ δ' ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦμεν· οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν, λέγεται δὲ πολλάκις καὶ ὑπὸ πολλῶν παρ' αὐτοῖς, πρῶτον μὲν ὅτι τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας οὐκ ἀθετητέον, καθάπερ οἱ Καρχηδόνιοι 28 λέγειν ἐθάρρουν· οὐ γὰρ προσέκειτο, καθάπερ ἐπὶ τοὺς Λουτατέου, κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν Ῥωμαίων, ἀλλ' αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους. καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθάπερ κἀκεῖνοι φασίν, ὑπάρχειν τοῖς ἀμφοτέρων συμμάχοις τὴν παρ' ἑκατέρων ἀσφάλειαν, οὐκ αὐτοῖς μόνον τοῖς τότε συμμάχοις, καθάπερ ἐποιοῦντο τὴν ἐκδοχὴν οἱ Καρχηδόνιοι· προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας, ἢ τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστερον προσληφθέντας τούτων τῶν συνθηκῶν. ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ἔτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρ' ἀμφοῖν ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν. ὃ δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν. οὐ γὰρ δήπου τοιαύτας ἔμελλον ποιήσεσθαι συνθήκας, δι' ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ καιρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ σύμμαχοι, οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμένους· ἀλλ' ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας τῆς ἐν ταῖς συνθήκαις, τῶν μὲν ὑπαρχόντων ἀμφοτέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξασθαί τινας τούτων εἰς συμμαχίαν, περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτ' ἐπιτάττειν μηδετέρους μηδὲν ἐν ταῖς ἀλλήλων ἐπαρχίαις καὶ συμμαχίαις, ὑπάρχειν τε τὴν ἀσφάλειαν πᾶσι τὴν παρ' ἀμφοῖν. τούτων δὴ τοιούτων ὑπαρχόντων, ὁμολογούμενον ἦν κἀκεῖνο, διότι Ζακανθαῖοι πλείοσιν ἔτεσιν ἤδη πρότερον τῶν κατ' Ἀννίβαν καιρῶν ἐδεδώκεισαν αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. σημεῖον δὲ τοῦτο μέγιστον καὶ παρ' αὐτοῖς τοῖς Καρχηδονίοις ὁμολογούμενον, ὅτι στασιάσαντες Ζακανθαῖοι πρὸς σφᾶς οὐ Καρχηδονίοις ἐπέτρεψαν, καίπερ ἐγγὺς ὄντων αὐτῶν καὶ τὰ κατὰ τὴν Ἰβηρίαν ἤδη πραττόντων, ἀλλὰ Ῥωμαίοις, καὶ διὰ τούτων ἐποιήσαντο τὴν κατόρθωσιν τῆς πολιτείας. διόπερ, εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν πόλεμον Καρχηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λουτατίου συνθήκας, καθ' ἃς ἔδει τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφ' ἑκατέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπ' Ἀσδρούβου, καθ' ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα ποταμὸν ἐπὶ πολέμῳ Καρχηδονίους· εἰ δὲ τὴν Σαρδόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτῃ χρήματα, πάντως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατ' Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους· καιρῷ γὰρ πεισθέντες ἠμύνοντο σὺν καιρῷ τοὺς βλάψαντας. Ἔνιοι δὲ τῶν ἀκρίτως ταῦτα θεωμένων τάχ' ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους. Οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπον, ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον, ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν. ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτ' ἐκβαλεῖν ἐκέλευσε. τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, φάσκοντες δέχεσθαι. οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν.
25.1.2
Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει. παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου μηδεμίαν πρόφασιν ποιουμένους· οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον, ἤρξαντο λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ' 50 ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπ' Εὐμένη ταττομένων· ἐκ πάντων δὲ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγόμενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν ἀλλὰ παρ' Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας. καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν ἀλείπτην τινὰ καὶ τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων. ἔλεγον δὲ ταῦτα καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλ' ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθ' ὅσον οἷοί τ' ἦσαν. συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα φιλάργυρον ὄντα καὶ θρασὺν ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως. ἐφ' οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπ' ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἓξ εʹ μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος ἡγεμόνα συστήσαντες ἐπ' αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ' ἧς ἄρχων ἐπέπλει Τιμαγόρας, ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος. ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς 51 κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. 26. Ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους Γάιον Πόπλιον καὶ Γνάιον Ὀκταούιον· οἳ πρῶτον μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν, ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλανθρωπίαν προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον ῥηθέντα· ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας, καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν. ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτ' ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων καιρῶν. οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς τῶν Ῥωμαίων αἱρέσεως, καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρὸν οὐ φύσει τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ τοῖς καιροῖς ἐφεδρεύοντας· οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν. διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν. Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους, τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν. τούτων δὲ καταβάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὑτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· ἐφ' ὃν Γάιος πάλιν ἐπαναστὰς καὶ 52 καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο. μετὰ δὲ τοῦτον προελθὼν Λυκίσκος ἐπ' ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο κατηγορίαν, καθ' ὑπόνοιαν δὲ πολλῶν. ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον· τοὺς δὲ συναγωνιστὰς καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμηρείαν. μάλιστα δὲ κατ' Ἀρχεδάμου καὶ Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις. τούτου δὲ παραχωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε φήσας αὐτὸν ἀναισχύντως καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας, ἐπὶ δὲ τὸν Θόαντα μετέβη τοῦτον ὑπολαμβάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατ' αὐτῶν διαβολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον διαφοράν. καὶ τὰ μὲν ὑπομνήσας τῶν κατ' Ἀντίοχον καιρῶν, τὰ δὲ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου, τύχῃ τῆς σωτηρίας ἀνελπίστως, ταχέως ἐξεκαλέσατο τοὺς Αἰτωλοὺς εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόαντα, ὅτε βουληθείη τι λέγειν, ἀλλὰ καὶ βάλλειν ὁμοθυμαδόν. γενομένων δὲ τούτων, βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόαντα οὗτος μὲν εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ ἀπῆρεν εἰς Ἀκαρνανίαν ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων, τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν. Κατὰ δὲ τὴν Ἀκαρνανίαν, ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆςπρεσβείας ἐπιστάσεως χρείαν ἔχειν τὸ γινόμενον. παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας (οὗτοι δ' ἦσαν Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται, Στράτιος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδης Σικυώνιος) ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων. ὁ οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως κρίνων μήτε Περσεῖ μήτε Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδ' 53 ἀντιπράττειν μηδετέροις· τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησι προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ τοὺς κρατήσαντας, τὸ δ' ἀντιπράττειν ἐπισφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων κατὰ τοὺς ἀνώτερον καιρούς. ὁ δ' Ἀπολλωνίδης καὶ Στράτιος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν, τοὺς δ' ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον τούτους ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς. ὁ δ' Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολήν, μηδὲ προέσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ ταλαιπωρίαις. ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύαιος Ἀρκεσίλαος Ἀρίστων Ξένων. διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν. Τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα, διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους. διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων. τοῦ
25.2.1
Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγοράν, καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ, καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος, ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας. οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην, οἱ δὲ ἐκ τῶν κατ' ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα, τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς. ὁ
25.3.1
Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς (ἐκάλει γὰρ τὰ 54 πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην), βραχέα δ' εἰπὼν ἀνεχώρησε διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι. πολλῆς δ' οὔσης ἀπορίας, ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν, ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δί' ἁπάσας. τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη δικαστὰς Ῥοδίους ὑπάρχοντας κατ' ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως, καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον· οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν. διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν, ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπ' αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον. τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον. τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον.
25.1.3
Ὅτι Θευδιβέρτου τοῦ Φράγγων βασιλέως νόσῳ τελευτήσαντος Θευδίβαλδος ὁ παῖς τὴν βασιλείαν διεδέξατο. ὁ δὲ Ἰουστινιανὸς Λεόντιον τὸν Ἀθανασίου γαμβρὸν ἄνδρα ἐκ βουλῆς πρεσβευτὴν παρ' αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχεν. Λεόντιος δέ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε· ἴσως μέν τι καὶ ἄλλο παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τὰ νῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενὶ οἶμαι ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων. βασιλεὺς μὲν Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν. οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα, οἷα οὐδ' ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν. ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς χρόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονεν. διόπερ τὰ νῦν εἰς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ' αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει. λέγω δὲ ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, ξυγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια (τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθοῦ ἴσχυσεν) καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυν διενέγκητε πόλεμον τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν. τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μέντοι ἃ τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι, ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται. ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, 120 εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ' ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι. καίτοι χρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ἐχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα. οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ εἶναι ἐς ὑμᾶς, εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην. ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ. Λεόντιος μὲν τοσαῦτα εἶπεν, Θευδίβαλδος δὲ ἀμείβεται ὧδε· συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε. φίλοι γὰρ ἡμῖν τὰ νῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ ἔσονται. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς ὁ πατὴρ οὑμὸς Θευδίβερτος οὐδὲ βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν, οὐδὲ κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν. τεκμήριον δέ· οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ῥωμαίοις ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ' ᾧ χρῆν μάλιστα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις. ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ' ἑτέρων τινῶν βιασθέντας ὁρῶν εἰκότως ἂν χαίροι τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτῶν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται. ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι. δικασταῖς μέντοι ἐπιτρέπειν οἷοί τε ἐσμὲν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν ἐμὸν πατέρα φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη, ὑπέρ τε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ' ἡμῶν οὐ πολλῷ ὕστερον. τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον ἄνδρα Φράγγον τέταρτον αὐτὸν παρὰ βασιλέα ἔπεμψεν. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον. Τέλος τῆς ἱστορίας Προκοπίου Καισαρέως./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Πρίσκου ῥήτορος καὶ σοφιστοῦ τῆς Γοτθικῆς.*/
25.1.4
Ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γνάιος καὶ λείαν ἄφθονον ἀνέζευξεν. προαγόντων δὲ αὐτῶν παρὰ τὴν λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες αὑτοὺς εἰς τὴν πίστιν. οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν Σαγαλασέων γῆν καὶ πολὺ πλῆθος ἐξελασάμενος λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως, ἐπὶ τίνος ἔσονται γνώμης. παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν νʹ ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν μεδίμνους καὶ δισμυρίους πυρῶν προσεδέξατο τούτους εἰς τὴν φιλίαν.
25.1.5
Ὅτι οἱ Κελτίβηρες μετὰ τὴν νίκην οὐκ ἀφρόνως προνοούμενοι τοῦ μέλλοντος πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν ὕπατον περὶ διαλύσεως. ὁ δὲ ἀναγκαῖον ἡγούμενος τηρεῖν τὸ τῆς πατρί 404 δος μεγαλόψυχον ἀπεκρίθη τούτοις ἢ διδόναι περὶ πάντων ἐπιτροπὴν Ῥωμαίοις ἢ πράττειν ἐνεργῶς τὰ τοῦ πολέμου.
25.1.6
Ὅτι πρεσβευτῶν παραγενομένων παρὰ τοῦ Μιθριδάτου πρὸς Σύλλαν καὶ τὰ μὲν ἄλλα φασκόντων δέχεσθαι, Παφλαγονίαν δὲ ἀξιούντων μὴ ἀφαιρεθῆναι, τὰς δὲ ναῦς οὐδὲ ὅλως ὁμολογηθῆναι, χαλεπήνας ὁ Σύλλας· τί φατε; εἶπεν. Μιθριδάτης Παφλαγονίας ἀντιποιεῖται καὶ περὶ τῶν νηῶν ἔξαρνός ἐστιν; ὃν ἐγὼ προσκυνήσειν ἐνόμιζον, εἰ τὴν δεξιὰν αὐτῷ καταλείποιμι χεῖρα, δι' ἧς τοσούτους Ῥωμαίων ἀνεῖλεν; ἑτέρας μέντοι φωνὰς ἀφήσει, διαβάντος μου ἐς τὴν Ἀσίαν. νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ 417 ἑώρακε διαστρατηγεῖ πόλεμον. οἱ μὲν οὖν φοβηθέντες ἡσύχαζον, ὁ δὲ Ἀρχέλαος ἐδεῖτο τοῦ Σύλλου καὶ κατεπράυνε τὴν ὀργὴν ἁπτόμενος τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων, καὶ ἔπεισεν ἀποσταλῆναι πρὸς Μιθριδάτην. διαπράξεσθαι γὰρ ἐφ' οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείσοι κτενεῖν αὐτὸς ἑαυτὸν ἐπὶ τούτοις.
25.1.7
Ὅτι ὁ Καῖσαρ ἔστειλε κατὰ τὴν Ἰταλίαν χρυσίον συχνὸν ἄχρι κεντηναρίων τριάκοντα, ἅτινά γε δήπου Παμφρόνιος ὄνομα, ἀξίωμα βασιλέως πατήρ, ἐκομίσατο, ἐκ τῆς πρεσβυτέρας Ῥώμης κατὰ δὴ τὴν βασιλίδα τηνικαῦτα ἀφιγμένος ἐπὶ τούτῳ, ἐφ' ᾧ δεήσεις τῷ Καίσαρι προσαγαγεῖν τῇ Ἰταλίᾳ ἐκτετρυχωμένῃ ταῖς τῶν Λογγιβάρδων ἐπιδρομαῖς ἐπαμῦναι. ὁ δὲ Καῖσαρ, ἐπεὶ αὐτῷ ὁ πόλεμος ὁ Περσικὸς ἅπαντα ἦν καὶ ἐνέκειτό γε ὅλος, ἐκεῖσε στρατιὰν οὐχ οἷός τε ἦν ἐκπέμπειν, οὐδὲ μὴν ἅμα τῇ ἕῳ καὶ κατὰ τὴν ἑσπέραν πολεμητέα γε αὐτῷ εἶναι ἐδόκει. χρήματα δὲ ἄλλως ἐπέδωκε Παμφρονίῳ, ἐφ' ᾧ τινας τῶν ἡγεμόνων τοῦ Λογγιβάρδων ἔθνους, εἴ πώς γε ἔσται αὐτῷ δυνατά, πείσοι τοῦ κέρδους ἱμείραντας μεταβαλέσθαι ὡς Ῥωμαίους ξὺν τῇ κατ' αὐτοὺς δυνάμει, καὶ τοῦτο μὲν τῇ Ἰταλίᾳ μὴ ἐνοχλεῖν, τοῦτο δὲ καὶ κατὰ τὴν ἕω πολεμησείοντας καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ ἐπικουρῆσαι. ἀπειθούντων δὲ τῶν Λογγιβάρδων, οἷα εἰκός, τὴν ἑτέραν ἰέναι, καί τινας τῶν Φραγγικῶν ἡγεμόνων διὰ τῆς τῶν χρημάτων ἐπιδόσεως ἑταιρίσασθαι καὶ ταύτῃ ἐκλειῆναί τε καὶ ἐκτρῖψαι τῶν Λογγιβάρδων τὴν δύναμιν.
25.1.8
Ὅτι Γήπαιδες καὶ Λαγγόβαρδοι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλήλοις διάφοροι ἐγένοντο ἐς τὰ μάλιστα. πολεμησείοντες οὖν προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ τακτὸς ὥριστο. Λαγγόβαρδοι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι (πλήθει γὰρ αὐτοὺς ἐλαττοῦσθαι τῶν πολεμίων ξυνέβαινε) Ῥωμαίους ἔγνωσαν ἐς συμμαχίαν ἐπαγαγέσθαι. πέμψαντες οὖν παρὰ Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων μὲν Θορὶς ὄνομα, τῶν δὲ δὴ ἑτέρων Αὐδούιν. βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ χωρὶς παρ' αὐτῶν γινομένων. ἐν τοῖς πρώτοις Λαγγόβαρδοι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν ὧδε. ἡμῖν μέν, ὦ βασιλεῦ, καὶ καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ἡμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες ἐφ' ὑμᾶς ἥκουσιν. οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς εὐπετεῖς ἐς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παρ' αὐτοὺς ἥκοιεν. ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχειν. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσησθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι. εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον. νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ' ὑμῶν αὐτῶν λαβεῖν πάρεστι. σκέψασθε γάρ. Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγω 504 γὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω καταπεπτηχότες τὴν δύναμιν, ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν, ἔνσπονδοι δὲ καὶ φίλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθόμεθα τούτων τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τούτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ' οὐκ ἂν ἔχοιεν οὐ μικρὸν [δὲ] οὐ μέγα εἰπεῖν. ὡς μὲν οὖν οὐκ εἶχον ἐφ' ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινί, ἀλλ' ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον. τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσίεσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος. τίς δ' ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, οὐκ ἔστι ταῦτα. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνην ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ἡμετέρας οἱ μιαρώτατοι τετολμήκασι. πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς; οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν, ἧς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ' αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσι ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι. τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω. καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ' αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσι ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν, ἴσως τε καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ' ἡμῖν τοῖς οὕτω κατε 505 σπουδασμένοις ὑμῖν. καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκασιν ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον, Λαγγοβάρδους αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίους, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται. τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη τῆσδε τῆς κακοτροπίας ὑπερβολή; ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ λόγων σπανιζούσῃ τῶν πραγμάτων ἐπαξίως εἰρήσθω οὐδαμῆ. σὺ δέ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται ἐν Ῥωμαίοις τε καὶ Λαγγοβάρδοις τὰ σοὶ ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὰ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δέ γε Ἀρειανοῖς οὖσι καὶ δι' αὐτὸ τοῦτο ἀπ' ἐναντίας χωρήσουσι. Λαγγόβαρδοι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε· δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι. ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβάρδων αὐτόθεν δῆλον. δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν. ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβάρδων κρείσσους τυγχάνουσιν ὄντες, τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγώνισιν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι, ὥστε καὶ ὑμῖν ἐφ' ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων ὡς τὸ εἰκὸς ἐπικράτησιν. καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγόβαρδοι μὲν ἐξ ὑπογύου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει. φιλία δὲ χρόνου μήκει συμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε 506 ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε. δικαιώματα μὲν οὖν ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν. θεάσασθε δὲ ὁποῖοι Λαγγόβαρδοι τοὺς τρόπους εἰσίν. δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν θράσει ἀλογίστῳ ἐχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παρ' ὑμᾶς ἥκουσιν ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι τὸν ὑπὲρ αὐτῶν ἀγῶνα. πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προίσχονται εἶναι. καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν, ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινάς, οἷς ἂν καὶ δοίης μοῖράν τινα πρὸς ἐνοίκησιν. Φράγγους ἀμέλει καὶ τὸ Ἐλούρων ἔθνος καὶ τούτους Λαγγοβάρδους τοσούτοις ἐδωρήσω πόλεών τε καὶ χώρας, ὦ βασιλεῦ, μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα, ὁ δέ τι προίεσθαι τῶν ὑπαρχόντων βεβουλημένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτῷ μόνῳ ἑλόμενον οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος σοι ἐς τὰ μάλιστα θαρσῶν εἶναι, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκῇ. ὅπερ καὶ Γήπαισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι. ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν ξὺν ἡμῖν ἐπὶ Λαγγοβάρδους ἰέναι δυνάμει τῇ πάσῃ, εἰ δὲ μή, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαια ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ. Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ ὁ Ἰουστινιανὸς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδους διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν Κωνσταντῖνος καὶ Βούζης καὶ Ἀράτιος ἦρχον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχέσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ξύμμαχοί τε αὐτοῖς Ἔλουροι πεντακόσιοι καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον.
25.1.9
Ὅτι μετὰ τὴν ἧσσαν Ἀννίβου οἱ Καρχηδόνιοι πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ Μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ Σέριφος· οἳ τὸ κηρύκειον