Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναίου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρ' αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων. τοῦ δὲ Γναίου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ φʹ ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς. ἀνακεχωρηκότος δ' αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν; αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσι κοινολογησομένους ὑπὲρ τῶν ὅλων. ὁ δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτ 268 ταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλε μετὰ τριακοσίων ἱππέων. οἱ δὲ τῶν Γαλατῶν ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δ' ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν. τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐτούς, τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν. ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν τοῦ Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον, εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους. ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ φʹ ἱππέων. συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔφοδον [ἐπὶ τοὺς] ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν. οὗ καὶ τότε γενομένου, καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον, ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν.
26.1.2
Ὅτι τῶν Ῥωμαίων στρατευσάντων πρὸς Καρχηδονίους, οἱ Καρχηδόνιοι πυθόμενοι τὸν εἰς τὸ Λιλύβαιον κατάπλουν καὶ πρὸς τὸν πόλεμον οὐδαμῶς καταβαίνοντες πρεσβευτὰς ἐξέπεμψαν εἰς Ῥώμην, οἳ ἐνεχείρισαν τοῖς Ῥωμαίοις ἑαυτούς τε καὶ τῆς πατρίδος τὰ πράγματα. ἡ δὲ σύγκλητος δεξαμένη τὴν παράδοσιν τῆς χώρας ἔδωκεν ἀπόκρισιν, ἐπεὶ καλῶς βουλεύονται Καρχηδόνιοι, δίδωσιν αὐτοῖς ἡ σύγκλητος νόμους, χώραν, ἱέρα, τάφους, ἐλευθερίαν, ὕπαρξιν, οὐδαμοῦ προστιθεῖσα πόλιν τὴν Καρχηδόνα, παρακρύπτουσα δὲ τὴν ταύτης ἀναίρεσιν. τεύξεσθαι δὲ τούτων τῶν φιλανθρωπιῶν, ἐὰν ὁμήρους δῶσι τριακοσίους υἱοὺς τῶν συγκλητικῶν καὶ πείθωνται τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις. οἱ δὲ νομίσαντες ἀπολελύσθαι τοῦ πολέμου τοὺς ὁμήρους ἐξέπεμψαν μετὰ πολλῆς οἰμωγῆς. εἶτα ἦλθον εἰς Ἰτύκην. οἱ δὲ πάλιν πρεσβευτὰς ἐξέπεμψαν τοὺς πευσομένους εἴ τι ἕτερον αὐτοῖς οἱ Ῥωμαῖοι ποιεῖν κελεύουσι. τῶν δὲ ὑπάτων εἰπόντων παραδοῦναι τὰ ὅπλα ἀδόλως καὶ τοὺς καταπέλτας, οἱ δὲ τὸ μὲν πρῶτον διὰ τὸν πρὸς Ἀσδρούβαν πόλεμον βαρέως ἔφερον, παρέλαβον δὲ ὅπλων παντοδαπῶν εἴκοσι μυριάδας καὶ καταπέλτας δισχιλίους. εἶτα πάλιν οἱ Ῥωμαῖοι διεπέμψαντο πρὸς Καρχηδονίους ἀποστεῖλαί τινας ἐκ τῆς γερουσίας κελεύοντες, οἷς τὸ καταλειπόμενον πρόσταγμα διασαφήσουσιν. οἱ δὲ τριάκοντα τῶν ἐπιφανεστάτων ἀπέστειλαν. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων Μαιμίλιος εἶπεν ὅτι τῇ συγκλήτῳ δέδοκται ἣν μὲν νῦν οἰκοῦσι πόλιν ἐκλιπεῖν, ἑτέραν δὲ κτίσαι τῆς θαλάσσης ἀπέχουσαν σταδίους ὀγδοήκοντα. τῶν δὲ πρεσβευτῶν εἰς οἶκτον καὶ ἔλεον τραπέντων, καὶ πάντων ῥιψάντων ἑαυτοὺς ἐπὶ τὴν γῆν καὶ πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπὴ μεγάλη τὸ συνέδριον ἐπέσχεν. μόγις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων, μόνος ὁ Βλάννων καλούμενος οἰκείαν τῆς περιστάσεως φωνὴν προέμενος διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος, εἰς δὲ οἶκτον προαγόμενος τοὺς ἀκούοντας.
26.1.3
Ὅτι συνεισῆλθεν ὁ Σύλλας τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρῳάδος ἔχων ναῦς διακοσίας ἐνήρεις καὶ τῆς πεζῆς δυνάμεως ὁπλίτας μὲν δισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, Σύλλας δὲ τέσσαρας σπείρας καὶ διακοσίους ἱππεῖς. ἀπαντήσαντος δὲ τοῦ Μιθριδάτου καὶ τὴν δεξιὰν προτείνοντος, ἠρώτησεν αὐτόν, εἰ καταλύσοι τὸν πόλεμον, ἐφ' οἷς ὡμολόγησεν Ἀρχέλαος.
26.1.4
Ὅτι οἱ Μῆδοι δεδιότες τὴν τῶν Ῥωμαίων ἐμβολὴν κατὰ τῆς Περσῶν ὅσον οὔπω ἐσομένην καὶ ἐπανιόντες τὸ λεγόμενον Θαυννάριος φρούριον, χηρεῦον Ῥωμαϊκῆς ἐπικουρίας, ἐν κατοχῇ ἐποιήσαντο· καὶ ἐπ' οἴκου ἀνεχώρησαν μηδὲν τὸ παράπαν τῆς ἀναισχύντου τῶν σπονδῶν ξυγχύσεως ἄξιόν τι πορισάμενοι, μήτε μὴν μέγα τι Ῥωμαίους βλάψαντες, ὡς ὑπωπτεύθησαν τὴν ἀρχήν.
26.1.5
Ὅτι μετὰ τὴν ἅλωσιν Ῥώμης ὁ Τούτιλας Στέφανον ἄνδρα 507 Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ' ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. ὁ δὲ Ἰουστινιανὸς οὐδὲ τὸν πρεσβευτὴν ἐς ὄψιν ἐλθεῖν συνεχώρησεν, οὐδέ τινα τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται, Γερμανὸν δὲ τὸν ἀνεψιὸν τὸν αὐτοῦ ἄνδρα πατρίκιον ἐπὶ Τούτιλάν τε καὶ Γότθους ξὺν στρατῷ ἔπεμψεν, ἄλλους τε ἄρχοντας ἕπεσθαί οἱ κελεύσας καὶ τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ αὐτοῦ κηδεστὴν Ἰωάννην.
26.1.6
Ὅτι Μασσανάσσης μετὰ τὰς συνθήκας Καρχηδονίοις μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων 546 ὡς γενομένῃ ποτὲ ἑαυτοῦ· καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δ' ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονίων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο. αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας. καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίνεται, οἱ μὲν ἐρωμάιζον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δ' ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δ' ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ Μέγας Ἄννων, τῶν δὲ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ Ψαρὸν ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα, βοήθαρχον ὄντα καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν, ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἦλθον ἐπὶ διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει μετὰ τέχνης ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δ' ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν· καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. ἠμφισβήτει δὲ καὶ ἄλλων τινῶν ὁ Μασσανάσσης, ἐφ' οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δ' ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν εἰς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι, καὶ τότε πρέσβεις ἔπεμπον ἑτέρους καὶ Κάτωνα, οἳ ἐς τὴν ἀμφίλογον γῆν ἀφικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπιτρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις ἀεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δ' ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκιπίωνος οὐδὲν χρῄζειν δικῶν οὐδὲ διορθώσεως, ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα. οἱ δ' οὐκ 547 ἀνασχόμενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν καὶ τὴν χώραν περι547 εσκόπουν ἀκριβῶς τε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν ἐσελθόντες, ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆθος ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπανελθόντες τε ἐς Ῥώμην ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης. καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ' ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δ' ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε Ῥωμαίων ἐκδιαιτωμένων ἤδη.

Intertext edge

Open linked passage

Note