Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
Ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δ' Ἀλεξανδρείας παρ' ὀλίγον, νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς περὶ Γάιον Πόπλιον τόν τε 55 πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν, ποία τις ἐστίν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
27.1.2
Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναίου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρ' ἑτέρων πλειόνων συμφοροῦσαι στεφάνους τῷ Γναίῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας. ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας. ἦλθε δὲ καὶ παρ' Ἀντιόχου 269 Μουσαῖος, καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταὶ βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν· ὁμοίως δὲ καὶ παρὰ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως. καὶ γὰρ οὗτος μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθ' αὑτόν, διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτ' ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν. ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπέστειλεν, τοῖς δὲ Γαλάταις ἀπεκρίθη, διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ παρὰ Ἀριαράθου εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ φʹ κομιούμενος καὶ τὸν σῖτον, ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν, καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε χρώμενος ἐνεργοῖς ταῖς πορείαις. ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον αὐτοῦ κατεστρατοπέδευσεν· συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θ' ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας. τῆς δὲ χορηγίας ἐλθούσης, τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσιν, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξε παρακομίζειν εἰς Ἀπάμειαν. Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ' Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτ' αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην. ἐγγίζοντος δ' αὐτοῦ τῇ πόλει παρῆν ἀπ' αὐτῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὐτοῦ· ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν 270 πίστει παρ' Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρ' οὐδενὸς ἀποδεδηλῶσθαι. διόπερ ἠξίου τριάκονθ' ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν. ὁ δὲ Γνάιος θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν. Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ ιʹ πρεσβευταὶ καὶ ὁ βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύο ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν. ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη. παραγενόμενος δὲ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς ιʹ συνήδρευε περὶ τῶν πραγμάτων. ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλ' ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις. Ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις. φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ τὰς συνθήκας. μὴ διιέναι δὲ βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους, μηδὲ χορηγεῖν αὐτοῖς μηδέν· ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπ' Ἀντίοχον καὶ τοὺς ὑπ' ἐκεῖνον ταττομένους. μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην. ἐκχωρείτω δὲ πόλεων καὶ χώρας*** μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις. μηδ' ὑποδεχέσθωσαν τῶν ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ' ἄλλον μηδένα. εἰ δέ τινες 271 ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν· τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις, εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασιλείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ ἀποτρέχειν. τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ' αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν. ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιονκαὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς· καὶ† τούτους ἐκπλεύσαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω. ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν ιʹ καταφράκτων· μηδὲ τριακοντάκωπον ἐχέτω ἐλαυνόμενον, μὴδ' αὐτὸ† πολέμου ἕνεκεν αὐτὸς κατάρχει, μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν. μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης, μηδ' ὑποδεχέσθω τοὺς φεύγοντας. ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ, ταύτας εἶναι Ῥοδίων ὡς καὶ πρὸ τοῦ† ἐξήνεγκαν. καὶ εἴ τι χρῆμα ὀφείλετ' αὐτοῖς, ὁμοίως ἔσται πράξιμον· καὶ εἴ τι ἀπελείφθη ὑπ' αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω. εἰ δέ τινας τῶν πόλεων, ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω. ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοιςἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσιν ιβʹ, διδοὺς καθ' ἕκαστον ἔτος χίλια, (μὴ ἔλαττον δ' ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν πʹ)† καὶ τοῦ σίτου φʹ καὶ μʹ. τνθʹ ἐν ἔτεσιν τοῖς πρώτοις εʹ, οʹ κατὰ τὸ ἔτος, τῷ ἐπιβαλλομένῳ καιρῷ ᾧ καὶ τοῖς Ῥωμαίοις 272 ἀποδίδωσι, καὶ τοῦ σίτου, καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ρκζʹ καὶ δραχμὰς χιλίας σʹ ὀκτώ, ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυτῷ. ὁμήρους δὲ κʹ διδότω Ἀντίοχος, δι' ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ιηʹ μηδὲ πρεσβυτέρους μεʹ. ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν. ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ. τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτός, μηδ' εἰς φιλίαν προσαγέσθω. περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων εἰς κρίσιν προκαλείσθωσαν. ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπ' αὐτῶν, ἐξέστω. Τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρατηγὸς Κόιντον Μένιον Θέρμον καὶ Λεύκιον τὸν ἀδελφὸν ἄρτι κεκομικότας τὰ χρήματα παρὰ τῶν Ὀροανδέων εἰς Συρίαν ἐξαπέστειλε συντάξας κομίζεσθαι τοὺς ὅρκους παρὰ τοῦ βασιλέως καὶ διαβεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν. πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους κελεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι ναῦς διαπρῆσαι.
27.1.3
Ὅτι οἱ Ῥωμαῖοι ἀμετάθετοι ταῖς γνώμαις ὄντες πρὸς τὴν 405 κατάλυσιν τῆς Καρχηδόνος προσέταξαν ἀπιέναι ταχέως εἰς τὴν Καρχηδόνα καὶ τὰ δεδογμένα τοῖς πολίταις ἀπαγγέλλειν. τῶν δὲ πρέσβεών τινες [οἱ] μὲν ἀπογνόντες τὴν εἰς τὴν πατρίδα πορείαν ἔφυγον ὁπότ' οὖν ἕκαστος ἐδύνατο, οἱ δὲ λοιποὶ τὴν ἐπάνοδον ἑλόμενοι ἐπανῆλθον τὴν ὀλέθριον πρεσβείαν τετελεκότες. τῶν δὲ ὄχλων ὑπαπαντώντων, τούτοις μὲν οὐδὲν ἐλάλουν, τὰς δὲ ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι προῆγον εἰς τὴν ἀγορὰν καὶ τῇ γερουσίᾳ ἀπήγγειλαν τὰ προστεταγμένα.
27.1.4
Ὅτι τὰς συνθήκας ποιήσαντες Σύλλας καὶ Μιθριδάτης Ἀριοβαρζάνην καὶ Νικομήδην τοὺς βασιλεῖς διήλλαξαν. καὶ ὁ μὲν Μιθριδάτης ἑβδομήκοντα ναῦς παραδοὺς καὶ τοξότας ὡς πλείστους ἐν αὐταῖς εἰς τὸν Πόντον ἀποπλεῖν ἔμελλεν. ὁ δὲ Σύλλας ἀχθομένους ἰδὼν τοὺς στρατιώτας τῇ διαλύσει, τὸν γὰρ ἔχθιστον τῶν βασιλέων καὶ ιεʹ μυριάδας ἐν μιᾷ ἡμέρᾳ τῶν ἐν Ἀσίᾳ Ῥωμαίων ἀποσφαγῆναι παρασκευάσαντα δεινὸν ἡγοῦντο μετὰ πλούτου καὶ λαφύρων ὁρᾶν ἐκπλέοντα τῆς Ἀσίας, ἣν ἔτη δʹ λεηλατῶν καὶ φορολογῶν διετέλεσεν. ὁ δὲ ἀπελογεῖτο, ὡς οὐκ ἦν Φλάκκῳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συσταίησαν, δυνηθείς.
27.1.5
Ὅτι Τανχοσδρὼ σαφῶς ἐξεπιστάμενος καὶ αὐτὸς τὴν Χοσρόου βουλήν, ὡς Μεβώδης ἀναπτερώσας αὐτὸν εἴη μὴ μεῖναι τὸ πέρας τῶν τριετηρίδων σπονδῶν, αἵ γε ἀμφὶ τῆς ἕω ἐμπεδωθεῖσαι ἐτύγχανον, καὶ ὅτι οὕτω δοκοῦν αὐτῷ ἀναμφιβόλως ἐμβαλεῖν αὐτόν τε Μεβώδην καὶ Σαπώην τὸν Μαιράνου κατὰ τῆς πρὸς τὴν ἕω 470 τῶν Ῥωμαίων ἐπικρατείας, εἴτε προστεταγμένον οἱ τοιάδε ἐκ Χοσρόου εἴτε καὶ αὐτομάτως τοῦτο σκοπῶν ἐφ' ἑαυτοῦ, ὥσπερ ἀμέλει δευτέραν ἀφεὶς ἄγκυραν, ἐκτραπεὶς ἀπὸ τοῦ Κιθαρίζον ὥρμησε καὶ αὐτὸς κατὰ τῆς Ῥωμαίων ἐν ἀνατολῇ χώρας ἀπὸ τῶν Ἀρμενίας ἐμβολῶν, διπλῆν ἐκεῖσε τὴν ταραχὴν ποιησόμενος.
27.1.6
Ὅτι Χοσρόης Ἰσδιγούσναν ὡς Ἰουστινιανὸν ἔπεμψε πρέσβιν ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον. οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν. ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τοὺς παῖδας καὶ τὸν ἀδελφόν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος, (εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι) εἵποντο δὲ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν. ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν ὁ βασιλεὺς οὐ κατὰ πρεσβευτήν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε. Βαρδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκ ἔτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ βασιλεῖ Ῥωμαίων γέγονεν. οὐ γὰρ ἄν, ἔφη, ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἐφίκοιτο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ τῶν Περσῶν πράγματα. τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασιν ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι. τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ οὐ μέγα εἶπεν, ἀλλ' ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧν ἐπιμνησθῆναι οὐκ ἀναγκαῖον.
27.1.7
Ὅτι οἱ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπ' αὐτοῦ τῆς πόλεως γενομένης, καὶ οἱ Ῥωμαῖοι τοῦτο πυθόμενοι στρατὸν ἐπήγγελον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δ' ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι. καὶ οἱ Καρχηδόνιοι νομίζοντες ἐκλύσειν τὴν πρόφασιν ἐπεκήρυσσον Ἀσδρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ, καὶ εἴ τις ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιφέροντες, ἔς τε Ῥώμην πρέσβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυνομένων αὐτὸν ὀξέως καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρόφασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο, ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν, καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε, οἱ μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνωκυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπεκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολογήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦσιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἱ δὲ οὕτως ἔφασαν τῷ ῥήματι· εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις. ζητούντων δ' ἐκείνων ὅ τι εἴη τὸ ἱκανόν, οἱ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασι προσεπιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἱ δὲ Μασσανάσσῃ τῆς ἀμφιλόγου γῆς μεταστῆναι. 548 ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον καὶ παρεκάλουν γνῶναι σαφῶς ὅ τι ἔστιν αὐτοῖς τὸ ἱκανόν. οἱ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς, καὶ εἰπόντες ἀπέπεμψαν. Οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ. Ἰτύκη δὲ ἡ πόλις καὶ αὐτὴ τὰ Καρχηδονίων ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Ῥωμαίοις ἐπέτρεπον. ἡ δὲ βουλὴ τέως ἐς τὸν πόλεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης, ἐξέφηνε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάρκον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ λέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι. Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πολέμου καὶ τὸ ἔργον ὁμοῦ δι' ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέ τε τὸ ψήφισμα τοῦ πολέμου καὶ τὰς ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπεγίνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσφάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενηνεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδ' αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπη δύναιντο τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ τριάκοντα ἡμερῶν τῶνδε οἱ Καρχηδόνιοι τʹ τοὺς ἐνδοξοτάτων σφῶν παῖδας ἐς ὁμηρείαν παράσχωσι καὶ τἄλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον καὶ γῆν ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα, ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπέστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων. Οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δ' ἐν κινδύνῳ τοσῷδε τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσμίαν τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ 549 καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δ' αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον δεδακρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δ' ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔνδοσιν, ἐπ' οὐδεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους. καὶ παραλαβόντες αὐτὰ οἱ ὕπατοι ἔπεμπον ἐς Ῥώμην καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ. διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον. Ἀφικομένων κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δ' ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δ' οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν εἰσήγοντο διὰ στρατοπέδου μακροῦ καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δ' ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δ' ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν συμφοραῖς σεμνολογίας. ἀλλ' ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθαι μάλιστα ἀνθρώπων· εἰ δὲ καὶ ἀνημέρων τετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρ' ἑτέρων ἀεὶ λαβόντες. καὶ τάδε ἤρκεσε τοῖς πα 550 τράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν, καὶ συνθήκας ἐπ' αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἐστὶν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο, ὑμεῖς δ', οἷς οὐδ' ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους· ἢ ναῦς ἔχομεν, ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν, ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν. πολλά γε πλεονεκτοῦντι· καὶ πάντα δι' ὑμᾶς ἐφέρομεν. ἀπαύστως δ' ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος, ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον, καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν. εἰ τοῦτ' ἐστὶν ἡ τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν, οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπη θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δ' ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς οὐδὲ μικρολογούμενοι παθεῖν ὅ τι ἂν ζημιῶτε ταῦτα προυτείνομεν, ἐπιδέδεικται σαφῶς, ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας ἀπεστείλαμεν. τοῦ δ' αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον κεκτημένην ἃ ἔχομεν. Οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δ' ὑπαναστὰς ἀντέλεξεν ὧδε· τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθ' ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξάντων ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα ὅσα δημοσίᾳ τε καὶ ἰδίᾳ ἕκαστος ὑμῶν ἔχει, βέλη τε καὶ καταπέλτας, ἡμῖν παράδοτε. Ὁ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δέ, ὅπως Ἀσδρούβαν, ᾧ θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων, ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιος Σκιπίων ὁ Νασικᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπάνος ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ λιθοβόλους ἐς δισχιλίους. φερομένων δ' αὐτῶν, ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἁμαξῶν τοσῶνδε ὑπ' αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης πόλεως ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ τῷ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ σκυθρωπάσας ἐπὶ πολὺ ἔλεξεν ὧδε· τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δὲ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα. ἔκστητε τῆς Καρχηδόνος ἡμῖν καὶ ἀνοικίσασθε ὅπη θέλετε τῆς ὑμετέρας ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι. οἱ δ' ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ θανατῶντες ἢ ἔκφρονες ὄντες ἢ τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες, ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν καὶ ταῖς χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἱ δὲ τὰς ἐσθῆτας ἐπερρήγνυντο καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξεν, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δ' ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύ 552 σαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες· οἱ δὲ παρὰ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐς ὀνομάτων καὶ τὴν πατρίδα αὐτὴν ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν ὡς παροῦσι κἀκεῖνοι προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγής τε καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι. Τοὺς δὲ ὑπάτους ἐπῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δ' ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἔστιν ἄνοπλος, ἔρημος, οὐ ναῦν οὐ καταπέλτην οὐ βέλος οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι, πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δ' οὐδέν ἐστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δ' αὐτοῖς οἱ πολέμιοι καὶ τέκνα καὶ ὅπλα καὶ τὴν χώραν καὶ περικάθηνται τὸ ἄστυ ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δὲ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τίγιλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν· εἰ μέν ἐστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλ' ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστος ἔστιν ὑμῖν ὁ ἔλεος ὁ ἐφ' ἡμῖν οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων ὀμόσαντος ἔσεσθαι Ῥωμαίοις Καρχηδονίους συμμάχους καὶ φίλους. οὐδ' ἔστιν ἐς ταῦθ' ὅ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλεῖς. μηδέ τῳ παραστῇ καταγινώσκειν, εἰ ταῦτα καὶ πρώην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολό 553 γους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδ' ἔχομεν ἐς οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. Τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς τὰ ὅμηρα αἰτοῦντες ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σαφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθαι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστιν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε; Τάδε μὲν εἴχομεν εἰπεῖν περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καί, ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δ' ἱκεσία δι' ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἐστιν ἔλεος (φατὲ δὲ ἡμᾶς ἐλεεῖν, οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ πάντων τε τῶν ἄλλων, ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἐστὶν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δ' ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν· τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, 554 διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ. Δόξης δ' ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθ' οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε. μή, πρὸς Διὸς καὶ θεῶν τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲν παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι, χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθιεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν καί, εἴ τις ἔστιν εἰς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δ' ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρώπειον καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δ', εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δ' ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν, ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετ' ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δ' εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγνεται. Τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένων δὲ ὁ Κηνσωρῖνος ἔλεξεν· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξεν, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δ' εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπ' ὠφελείᾳ τινί, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε μεμνημένους τῆς ἐν αὐτῇ ποτε ἀρχῆς καὶ δυνάμεως ἀδικεῖν ἐπαίρει καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ δι' αὐτὴν ἐπεχειρήσατε καὶ 555 Σικελίαν ἀπωλέσατε, ἔς τε Ἰβηρίαν διεπλεύσατε καὶ Ἰβηρίαν ἀφῄρησθε, ἔν τε ταῖς συνθήκαις ἐληίζεσθε τοὺς ἐμπόρους καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν. ὃ καὶ Ἀθηναίους, ὅτ' ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους, ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐπεκτείνοντες ἐς τὴν Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι· ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος ἠρεμίᾳ καὶ γεωργίᾳ πρὸς πόνων, καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα, καθάπερ τὰ τῆς γεωργίας παρὰ τοὺς ἐμπόρους. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἢ γῆ πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτ' ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων. ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύσομαι οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅτ' ἂν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκεσθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε καὶ ἐς τούσδε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστιν; ἢ τί ἄλλο πλὴν ὀδύνη καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν 556 ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δ' ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτ' ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε. μηδ' ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι, καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἀγορὰς καὶ ἱερὰ καὶ ἄλλα ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλ' ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλ' ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλ' εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντίκαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλ' ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δ' οἱ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δ' ἔστιν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα. Τοσαῦτα εἰπὼν ὁ Κηνσωρῖνος ἡσύχασεν. καὶ τῶν Καρχηδονίων ὑπ' ἐκπλήξεως οὐδὲν ἀποκρινομένων ἐπεῖπεν· ἃ μὲν ἔδει πείθοντα καὶ παρηγοροῦντα εἰπεῖν, εἴρηται· τὸ δὲ πρόσταγμα τῆς βουλῆς δεῖ γενέσθαι καὶ αὐτίκα γενέσθαι. ἄπιτε οὖν· ἐστὲ γὰρ 557 ἔτι πρέσβεις. ὁ μὲν εἶπεν οὕτως, οἱ δ' ἐξωθούμενοι πρὸς τῶν ὑπηρετῶν καὶ τὸ μέλλον ὑπὸ Καρχηδονίων ἔσεσθαι προορῶντες ᾔτησαν αὖθις εἰπεῖν. καὶ εἰσαχθέντες ἔφασαν· τὸ μὲν ἀπαραίτητον τοῦ κελεύσματος ὁρῶμεν· οὐ γὰρ οὐδὲ πρεσβεῦσαι δίδοτε ἐς Ῥώμην. ἡμεῖς δὲ ἐπανελεύσεσθαι μὲν πρὸς ὑμᾶς οὐκ ἐλπίζομεν, ἀλλ' ὑπὸ Καρχηδονίων ἔτι λέγοντες ἀπολεῖσθαι· δεόμεθα δ' ὑμῶν οὐχ ὑπὲρ ἑαυτῶν (ἐσμὲν γὰρ πάντα παθεῖν ἕτοιμοι), ἀλλ' ὑπὲρ αὐτῆς ἔτι Καρχηδόνος, εἰ δύναιτο καταπλαγεῖσα τὰς συμφορὰς ὑποστῆναι. περιστήσατε αὐτῇ τὰς ναῦς ἕως ὁδεύοντες ἄπιμεν, ἵνα καὶ θεωροῦντες καὶ ἀκούοντες ὧν προσετάξατε ἐνέγκωσιν, ἂν ἄρα δύνωνται. ἐς τοῦτο δ' ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης ὡς αὐτοὶ παρακαλεῖν ὑμᾶς τὰς ναῦς ἐπάγειν ἐπὶ τὴν πατρίδα. Οἱ μὲν δὴ τοσαῦτα εἰπόντες ἀπῄεσαν, καὶ ὁ Κηνσωρῖνος πεντήρεσιν εἴκοσι παραπλεύσας ἀνεκώχευε παρὰ τὴν πόλιν. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς ὁδοῦ διεδίδρασκον, οἱ δὲ πλέονες ἐπορεύοντο σιγῇ. Καρχηδόνιοι δ' οἱ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέσβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐτοῖς ἤχθοντο καὶ τὰς κόμας ἐτίλλοντο· οἱ δ' ὑπήντων ἔτι προσιοῦσιν οὐκ ἀναμένοντες, ἀλλ' ἐπειγόμενοι μαθεῖν. σκυθρωποὺς δ' ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα καὶ διηρώτων, οἱ μὲν ὁμοῦ πάντας, οἱ δ' ἕκαστον, ὡς εἶχέ τις φιλίας καὶ γνώσεως ἐς αὐτὸν ἐπιστρέφων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνατο, ἀνῴμωζον ὡς ἐπ' ὀλέθρῳ σαφεῖ, καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δ' ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτησαν ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν, ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυχεῖν. τότε γὰρ οἱ μὲν διίσταντο αὐτοῖς, οἱ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον ἐσῆλθον, ἡ μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο, καὶ μόνοι συνήδρευον ἐφ' ἑαυτῶν, τὸ δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγγελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων· καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ ὁ δῆμος ἔξω συνεβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις ὅσα ἀντέλεξαν δικαιολογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα τὸ τέλος μαθεῖν περιμενούσης, καὶ ὁ δῆμος αὐτοῖς συνεσιώπα. ὡς δ' ἔμαθον ὅτι μηδὲ πρε 558 σβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ ὁ δῆμος ἐσέδραμεν ἐς αὐτούς. καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ μανιώδης, οἷον ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς μαινάδας ἀλλόκοτα καινουργεῖν. οἱ μὲν τῶν βουλευτῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἱ δὲ τοὺς συμβουλεύσαντας περὶ τῶν ὅπλων, οἱ δὲ τοὺς πρέσβεις κατέλευον ὡς κακῶν ἀγγέλους, οἱ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν. ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρ' αὐτοῖς ὡς ἐν αἰφνιδίῳ κακῷ καὶ ἀκηρύκτῳ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέγοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνασθαι. οἰμωγῆς τε ἅμα καὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα καὶ ἐς τὰ ἱερὰ ὡς ἐς ἄσυλα κατέφευγον καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυναμένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον ὁρῶντες κενάς· οἱ δ' ἐς τὰ νεώρια καταθέοντες ὠδύροντο τὰς ναῦς ὡς ἀπίστοις ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρόντων, τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν σὺν τῇ πατρίδι ὡπλισμένῃ. μάλιστα δ' αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μητέρες αἱ τῶν ὁμήρων, οἷά τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετ' ὀλολυγῆς ἑκάστῳ καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν· ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ τῶν παίδων.

Intertext edge

Open linked passage

Note