Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
287.1.1
μητρίου παρουσίαν· πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι. ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ δι' αὐτοὺς ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας· ὅ τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ πρσβιβάσας εἰς λόγους ἀπορρήτους οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπόθεσιν. τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων. ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετ' ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ. Περὶ μὲν οὖν τούτων, ὡς ἐχειρίσθη τὰ κατὰ μέρος, ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. τούτων δ' ἦσαν διαφοραὶ δʹ. οἱ μὲν γὰρ περὶ Λύσιν ἥκοντες τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις ἀφ' ὧν ἐξ ἀρχῆς ἔφυγον, οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφ' ᾧ ταλαντιαίαν λαβόντες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς πολιτείας, Σήριππος δ' ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν, ἀπὸ δὲ τῶν τεθανατωμένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην*** ἐπορεύοντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους, οὐ δυναμένη διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφορὰς προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον· οὗτοι δ' ἦσαν Τίτος Κόιντος, Καικίλιος*. ἐφ' οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπορεύεσθαι τοὺς καταπεφευγότας καὶ τεθανατωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν Ἀχαιῶν 288 ἐγένετο πᾶσι σύμφωνον, περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαντον† εἴς τε γὰρ τοὺς φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι, περὶ τούτων διημφισβήτουν πρὸς ἀλλήλους. ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολογουμένων** ἐφ' ὃ πάντες ἐπεβάλοντο τὰς ἰδίας σφραγῖδας. οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι προσεκαλέσαντο τοὺς περὶ Ξέναρχον· οὗτοι γὰρ ἐπρέσβευον τότε παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμαχίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσεδρεύοντες. καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδ' ὅπως εἰς ἀπορίαν ἐνέπεσον· δυσηρεστοῦντο μὲν γὰρ τῇ καθόδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι, διότι δεῖ τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ τῶν Ἀχαιῶν. καὶ πέρας τὰ μὲν ἀπορούμενοι τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας ἐπεβάλοντο τὴν σφραγῖδα. ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον.

Intertext edge

Open linked passage

Note