De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, ὁ Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατατέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτ' ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον, ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός ἐστιν. ἐπεὶ δ' ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Πόπλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι καὶ τελέως ὑπερήφανον· ἔχων γὰρ προχείρως ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γεγραμμένων. ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Πόπλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον. διὸ καὶ δοθεισῶν αὐτῷ τακτῶν ἡμερῶν οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς τὴν Συρίαν βαρυνόμενος καὶ στένων, εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν· οἱ δὲ περὶ τὸν Πόπλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου βουλόμενοι καὶ τὰς ἐκεῖ ὑπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν. ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας. καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν, τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας 56 ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα· μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος. Τέλος τοῦ λʹ λόγου.
28.1.2
Ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων διακούσαντες πάντων τῶν ἀπηντηκότων τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων, τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην. ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δ' Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον. εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους. τοὺς δὲ τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασσεῖς ἀφορολογήτους ἀφῆκαν· Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρόμουσσαν καλουμένην νῆσον· Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀπεκατέστησαν, ἧς διὰ τοὺς πολεμίους πρότερον ἐξεχώρησαν· Χίους δὲ καὶ Σμυρναίους, ἔτι δ' Ἐρυθραίους ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς. ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον. μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμισσοῦ. περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο, καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμαχίαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν, τῆς δ' Ἀσίας Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς πρότερον αὐτὸς παρεσκευάσατο, Λυκαονίαν Μιλυάδα Λυδίαν Τράλλεις Ἔφεσον Τελμισσόν. ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρ' Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων ἀναζεύξαντες προῆγον ἐφ' Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. 29. Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων.
28.1.3
Ὅτι οἱ τὴν Ἄραδον οἰκοῦντες ὑπέλαβον καιρὸν εἰληφέναι πρὸς τὴν τῶν Μαραθηνῶν ἀπώλειαν. ἀποστείλαντες οὖν ἐν ἀπορρήτοις πρὸς Ἀμμώνιον τὸν προεστηκότα τῆς βασιλείας ἔπεισαν τριακοσίοις ταλάντοις παραδοῦναι τὴν Μάραθον αὐτοῖς. ὁ δὲ Ἰσίδωρον αὐτοῖς ἀπέστειλε λόγῳ μὲν ὡς ἐφ' ἑτέρας χρείας, ἔργῳ δὲ τὴν πόλιν ἐξαιρήσοντα καὶ παραδώσοντα τοῖς Ἀραδίοις. οἱ δὲ Μαραθηνοὶ τὸν κεκυρωμένον καθ' αὑτῶν ὄλεθρον ἀγνοοῦντες, τοὺς δὲ Ἀραδίους ὁρῶντες ἐν προτιμήσει παρὰ τῷ βασιλεῖ φερομένους, ἔγνωσαν τοὺς μὲν παρὰ τοῦ βασιλέως στρατιώτας εἰς τὴν πόλιν μὴ προσδέχεσθαι, τῶν δὲ Ἀραδίων αὐτοὺς ἱκέτας γενέσθαι. εὐθὺς οὖν τῶν πρεσβυτάτων τοὺς ἐπιφανεστάτους παρὰ τούτοις δέκα πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ἄραδον ἱκετηρίαν κομίζοντας μεθ' ἑαυτῶν καὶ τὰ παλαιότατα τῶν κατὰ τὴν πόλιν ἀφιδρυμάτων· ὑπελάμβανον γὰρ ἐλέῳ συγγενείας καὶ θεῶν εὐσεβείᾳ μεταθήσειν τὴν πᾶσαν ὀργὴν τῶν Ἀραδίων. οἱ δὲ κατὰ τὰς δεδομένας ἐντολὰς ἐκβάντες τῆς νηὸς εἰς ἱκεσίαν καὶ δέησιν ἐτρέποντο τῶν ὄχλων. οἱ δὲ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι κατεφρόνησαν μὲν τῶν κοινῶν τῆς ἱκεσίας νόμων, παρ' οὐδὲν δὲ ἡγήσαντο τὴν τῶν συγγενικῶν ἀφιδρυμάτων καὶ θεῶν εὐσέβειαν· διόπερ τὰ μὲν τῶν θεῶν ἀγάλματα συντρίψαντες ὑβριστικῶς κατεπάτησαν, τοὺς δὲ πρεσβευτὰς ἐπεβάλοντο τοῖς λίθοις καταλεύειν. πρεσβυτέρων δέ τινων ἐπιλαβομένων τῆς ὁρμῆς τῶν ὄχλων, μόγις διὰ τὴν τούτων ἐντροπὴν τοῦ βάλλειν ἀποσχόμενοι προσέταξαν εἰς τὴν φυλακὴν αὐτοὺς ἀπαγαγεῖν.
28.1.4
Ὅτι τῶν Κρητῶν πρεσβευσαμένων πρὸς τοὺς Ῥωμαίους καὶ ἐλπιζόντων τάς τε παλαιὰς σπονδὰς ἀνανεώσεσθαι καὶ προσέτι καὶ εὐεργεσίαν τῆς τοῦ ταμίου τῶν τε συστρατιωτῶν αὐτῶν σωτηρίας εὑρήσεσθαι, οὗτοι ὀργὴν μᾶλλον ὅτι μὴ ἑάλωσαν λαβόντες ἢ χάριν αὐτοῖς ὅτι μὴ ἐκείνους ἔφθειραν γνόντες, οὔτ' ἄλλως μέτριόν τι ἀπεκρίναντο, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἅπαντας παρ' αὐτῶν ἀπῄτησαν. καὶ ὁμήρους χρήματά τε πολλὰ αἰτήσαντες, τάς τε ναῦς τὰς μείζους καὶ τοὺς ἄνδρας τοὺς κορυφαίους ἐξαιτήσαντες, οὐκ ἀνέμειναν τὴν οἴκοθεν αὐτῶν ἀπόκρισιν, ἀλλὰ τῶν ὑπάτων αὐτίκα τὸν ἕτερον ταῦτά τε ληψόμενον καὶ πολεμήσοντα σφίσιν, ἂν μὴ διδῶσιν, ὥσπερ οὐκ ἔμελλον, ἐξέπεμψαν· οἱ γὰρ ἀπ' ἀρχῆς, πρὶν αἰτηθῆναί τι τοιοῦτο καὶ κρατῆσαι, μὴ 418 θελήσαντες ὁμολογῆσαι πῶς ἂν μετὰ τὴν νίκην τοσαῦτά τε ἅμα καὶ τοιαῦτα προσταττόμενοι ἤνεγκαν; τοῦτό τε οὖν σαφῶς εἰδότες καὶ προσυποπτεύσαντες τοὺς πρέσβεις ἐπιχειρήσειν τινάς, ὡς καὶ κωλύσοντας τὴν στρατείαν, διαφθεῖραι χρήμασιν, ἐψηφίσαντο ἐν τῇ βουλῇ μηδένα αὐτοῖς μηδὲν δανεῖσαι.
28.1.5
Ὅτι πολιορκούντων Ῥωμαίων τὸ Χλωμάρων καὶ προσβολὰς ἐν κύκλῳ ποιουμένων τάς τε ἑλεπόλεις μηχανὰς περιστησάντων, πρὸς δέ γε καὶ ὑπονόμους ἔνερθεν ὑπορυττόντων ἐς τὸ ἀφανές, στέλλει Βιγγάνης ὡς Μαυρίκιον τόν τε τοῦ φρουρίου ἀρχιερέα... Χριστιανοὶ γὰρ ἦσαν οἱ τῆς Ἀρζανηνῆς ἅπαντες. ταύτῃ τοι, ὡς αἰδοῦς ἀξιωθησόμενον πρὸς Ῥωμαίων Χριστιανῶν ὄντων τὸν προεστῶτα τῶν ἱερῶν τοῦ Χριστοῦ, ἱκετεύειν ἐπέτρεψε τῷ μυσταγωγῷ εἰληφότας ὁπόσος ἦν αὐτοῖς χρυσός τε καὶ ἄργυρος ἀπαναστῆναι καὶ μὴ πέρα πονεῖν. οὔτε γὰρ ἐνδώσειν ποτὲ Βιγγάνου τὸν ἥλιον ὁρῶντος τοὺς ὅσοι γε ἐς τὸ Χλωμάρων εἰσὶ Ῥωμαίοις ἑαυτούς, προσμενόντων τε τῇ πολιορκίᾳ Χριστιανῶν ἔσεσθαι τὸ διαφθειρόμενον πλῆθος, καὶ ἀσεβήσειν Ῥωμαίους πρὸς θεὸν περιορῶντας ἀναιτίως τοὺς ἔνδον ἀπολλυμένους. ταῦτα Βιγγάνης ἐδήλου. Μαυρίκιος δὲ πολλά τε καὶ ἐπαγωγὰ τῷ ἱερεῖ διαλεχθεὶς καὶ τοῖς ἅμα αὐτῷ πρὸς ἱκετείαν ἀφιγμένοις, πίστεις τε εὐνοίας πρὸς τοῦ ἱερέως εἰληφώς, ἀπαγγέλλειν ἐκέλευσε Βιγγάνῃ ὡς, εἴπερ ἑαυτὸν ἐνδώσοι Ῥωμαίοις, ἀξιώματός τε μείζονος ἤπερ ἐφ' οὗ νῦν ἐστι παρὰ Πέρσαις ἀξιωθήσεται πρὸς Ῥωμαίων, κτήσεώς τε διπλασίας καὶ ἄλλης εὐπορίας γενήσεται κύριος. καὶ ἕτερα δέ, ὁπόσα ἦν ἐφολκά, εἰπὼν ἀφίησιν αὖθις ἔνδον τοῦ φρουρίου γενέσθαι τὸν ἱερέα καὶ τοὺς ξὺν αὐτῷ. ἀλλὰ γὰρ ὁ Βιγγάνης εὐνούστατα ἔχων ὡς βασιλέα Περσῶν καὶ ἐς τὴν κατ' αὐτὸν πολιτείαν, ἔτι γε μὴν τῷ χώρῳ πίσυνος, ἥκιστα ταῖς μεγίσταις ὑποσχέσεσι Μαυρικίου τὰ ὦτα ὑπέσχε καὶ ταῦτα βάρβαρος ὢν οὐκ ἀφηνίασε τοῦ πρέποντος, τὴν δὲ ἐξ ἀρχῆς δουλείαν τιμιωτέραν ἡγήσατο πλούτου. στέλλει δὲ αὖθις τὰ ἐς ἁγιστείαν τοῦ θεοῦ ἀνειμένα, περιρραντήριά τε καὶ ἐκπώματα καὶ ἄλλα ὅσα τιμαλφέστατα σκεύη, ὡς Μαυρίκιον, καθάπερ ἀμέλει λύτρα τοῦ φρουρίου ταῦτα ὑποδέχεσθαι ἀντιβολῶν τὴν πολιορκίαν καταλύσοντα. ἀτὰρ ὁ στρατηγός, ἐπειδὴ ταῦτα ἐθεάσατο, οὐ προσήκατο, καίτοι ἐρίτιμα τυγ 471 χάνοντα· ἥξειν γὰρ ἔφασκεν οὐ τὰ ἱερὰ σκυλεύσων οὔτε μὴν Χριστῷ μαχησόμενος, ἀλλὰ σὺν Χριστῷ πολεμήσων καὶ μᾶλλον ἐξαιρησόμενος τοὺς ὁμοδόξους πρὸς τῶν οὐκ ὀρθὰ φρονούντων Περσῶν. εἶτα ἐν ἀπορρήτῳ ἔλεξε τῷ ἱερουργῷ ὅσα ἐχρῆν, συνεχώρησέ τε αὖθις εἴσω γενέσθαι τοῦ φρουρίου. ὡς δὲ ἐπανῆκε τὸ τελευταῖον ὁ ἱερεὺς ὁ Βάρβαρος καὶ οὐδὲν ὁτιοῦν ἐς τὸ ἰθὺ τῆς γνώμης ἐφθέγξατο, ἐς τοὐναντίον μὲν οὖν τὰ Περσῶν ἐπεφώρατο ἀσπαζόμενος, ξυλλαμβάνεται μὲν ὅγε καὶ οἱ ξὺν αὐτῷ, αὖθις δὲ ἐγκελευσαμένου τοῦ στρατηγοῦ εἴχοντο τῆς πολιορκίας οἱ Ῥωμαῖοι.
28.1.6
Ὅτι ἐν Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος, πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ' ᾧ πεντάετες μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπι 508 κρατείᾳ εἶναι, φοιτῶντας δὲ παρ' ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους τὰ ἀμφὶ Λαζικὴν καὶ Σαρακηνοὺς διοικήσασθαι. ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσι, ὑπὲρ δὲ μηνῶν δώδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ' ἀλλήλων ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ. ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι. ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν. ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν. τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι. ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος, ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίᾳ παραπεπτωκότα ἐν ξυμβολῇ δοριάλωτον εἷλεν ἔς τε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψεν, καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη, βουλομένῳ τε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προίεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη. ἀλλὰ νῦν, ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα, ὁ Ἰουστινιανὸς τὸν ἄνδρα ἀφῆκεν. ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα. ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ῥωμαίοις τε καὶ Πέρσαις πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ τὴν αὐτοκράτορος ἀρχὴν ἔχοντος. ταύταις ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο, καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο μέμψιν οἷά γε τὰ τῶν ἀρχομένων οὐκ ἔχω εἰπεῖν. ἔλεγον δὲ ὅτι Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἐχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μήτις πενταετὲς αὐτοὺς ἐνοχλήσοι, ἀλλ' ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται. ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν 509 ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο, καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονός, δόξαν δὲ οὔτε πολέμου κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δὲ ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο. τάξας γὰρ ὁ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπετείων τεσσάρων δασμόν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τὰ νῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλλόμενος, ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων οἶμαι πλουσιώτατος Περσῶν γεγονὼς ἐπ' οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς ἐτετιμήκει τε ἐς τὰ μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο. μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ' αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐς ἄγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι, ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι ταῦτα ἐργασίᾳ τε τῇ περὶ πάντα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει. μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγειλεν, καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισεν, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν, ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων Σαβήρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν, ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε. Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχησίριδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει τοὺς ἐλέφαντας ἐπαγόμενος.
28.1.7
Ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γάρ, ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δ' ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν, ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσα 559 νάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὔκουν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεάν, ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν.