De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι' αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ' ἐκ χειρὸς ᾠκοδομήσαντο τὴν δίκην ἐπιβαλλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε, μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκταούιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθὲν λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκταούιον, ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύσειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων.
29.1.2
Ὅτι Νομαντῖνοι καὶ Τερμήσσιοι περὶ διαλύσεως διαπρεσβευσάμενοι πρὸς Ῥωμαίους συνεχώρησαν αὐτοῖς τὴν εἰρήνην ἐπὶ τούτοις· δοῦναι τῶν πόλεων ἑκατέραν Ῥωμαίοις ὁμήρους τριακοσίους, σάγους ἐννακισχιλίους, βύρσας τρισχιλίας, ἵππους πολεμιστὰς ὀκτακοσίους, ὅπλα πάντα. καὶ ταῦτα πράξαντας φίλους εἶναι καὶ συμμάχους. ταχθείσης δὲ ἡμέρας, ἐν ᾗ ταῦτα συντελεῖν ἔδει τὰς πόλεις, κατὰ τὰς ὁμολογίας πάντα ἐτέλεσαν. ὡς δὲ ἐπὶ τελευτῆς ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσιν. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων. μεταμελόμενοι δὲ τοῖς ψηφισθεῖσιν ἀλλήλους κατεμέμφοντο, καὶ πατέρες μὲν υἱοῖς ἐνεκάλουν, παῖδες δὲ γονεῦσι, γυναῖκες δὲ ἀνδράσι. καὶ ἐπὶ τὴν ἐξ ἀρχῆς διάθεσιν ἀναδραμόντες καὶ τῶν ὅπλων οὐ παραχωρήσαντες ἀνεκαίνισαν τὸν πρὸς Ῥωμαίους πόλεμον.
29.1.3
Ὅτι Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος Φραάντην τὸν διάδοχον αὐτοῦ ὁ Πομπήιος προσεδόκησεν οἰκειώσεσθαι, καὶ ἐπεὶ τὴν φιλίαν διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισεν, πυθόμενος τοῦτο κατέδεισε καὶ πρεσβευσάμενος εὐθὺς σύμβασιν ἔπραττεν. κελεύσαντός τε αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἱ αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσιν, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, ἐθορυβήθησαν. κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλ' ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψεν, μόλις αὐτοὺς κατέσχεν.
29.1.4
Ὅτι Ἰταλία ὑπὸ τῶν Λογγιβάρδων σχεδὸν ἅπασα ἐπεπόρθητο. διὸ δὴ καὶ ἐκ τῆς συγκλήτου βουλῆς τῆς πρεσβυτέρας Ῥώμης ἅμα ἱερεῦσιν ἐκ τοῦ προεστῶτος [τῆς] ἐν Ῥώμῃ τῶν ἱερῶν πεμφθέντων τινῶν, παρεγένοντο πρεσβευόμενοι ὡς τὸν αὐτοκράτορα τοῖς ἐκεῖσε μέρεσιν ἐπαρκέσαι. ἀλλ' ὁ Περσικὸς πόλεμος ἐν Ἀρμενίᾳ τε κατὰ ταὐτὸν καὶ ἐς τὰ περὶ τὴν ἑῴαν ξυνεστηκώς τε καὶ οὐκ ἀπολήγων, μᾶλλον μὲν οὖν ἐπὶ τὰ μείζονα δυσχερῆ ἐκτεινόμενος, οὐδεμίαν ἀξιόλογον συνεχώρησε στρατιὰν τὸν αὐτοκράτορα οὐδὲ μὴν ἀποχρῶσαν τοῖς ἐκεῖσε πράγμασι δύναμιν στεῖλαι. ὅμως δὲ καὶ ἐκ τῶν παρόντων τε καὶ ἐνδεχομένων στράτευμά τι ξυναγείρας ἔστελλεν ὁ βασιλεὺς καὶ τὴν ἄλλην ἐτίθετο ἐπιμέλειάν τε καὶ σπουδήν, εἴ πώς τινας τῶν ἡγουμένων τοῦ Λογγιβάρδων ἔθνους δεξιώσηται δώροις ὑποπείθων καὶ μεγίστας ἐπαγγελλόμενος χάριτας, ἤδη τε πλεῖστοι τῶν δυνατῶν μετετίθεντο ὡς Ῥωμαίους τὴν ἐκ τοῦ αὐτοκράτορος ὠφέλειαν προσδεχόμενοι.
29.1.5
Ὅτι τῶν Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτουγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι. ἡγοῦντο δὲ αὐτῶν ἄλλοι καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπὶ Γελίμερα καὶ Βανδήλους ἐστράτευσε, γίνονταί τε Ἰουστινιανοῦ ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν. ἅπερ ἐπεὶ Σανδὴλ ὁ τῶν Οὐτουγούρων βασιλεὺς ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τινύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψέ [τε] πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας οὐκ ἐπιστολὴν αὐτοῖς τινα ἐγχειρίσας, ἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσί, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστομιοῦντας, ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν. ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ λέγειν οἱ ἔφασαν δι' αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε· βασιλεὺς Σανδὴλ παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοιαύτη τις τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέψαι οὐκ ἀφιείσης αὐτῷ μεθαρμόσασθαι ταύτην τῆς φύσεως. ταῦτα μὲν παροιμιαζόμενός φησιν ὁ Σανδήλ, τῶν πρεσβυτέρων πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ, οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθών, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν. τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν. εὔγνωμον δὲ τοῖς σιτίζουσιν ζῶον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατος. πράσσεται δὴ οὖν ταῦτα ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούσασθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίγνεσθαι οἴομαι. τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ' ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο, οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων, περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίνεσθαι, ἢ τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε, ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν. εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλῶς σοι ἐς Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι οἶμαι τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας τὰ νῦν ἐνδήμους πεποιημένῳ. αὐτοί τε γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχὴν ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρά σοι, οὔτε φίλος περιέσται Ῥωμαίοις ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος δέει τοῦ μή, ἐπειδ' ἂν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὐτοῦ παρ' ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖν τε κἀν τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶν καὶ παροψίδας αἱρεῖσθαι πάσας. πάντως δέ που καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλάνητες καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν τε καὶ πεποικιλμένων καὶ κατειλημμένων χρυσῷ, καίτοι Κουτρίγουροι μὲν Ῥωμαίων ἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν, οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν τοῖς καταράτοις ἐγίγνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι. καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν. ἡμεῖς δὲ πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους. ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ' ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι' ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι. τοσαῦτα Κουτριγούρων οἱ πρέσβεις εἶπον, βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο.
29.1.6
Ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμπε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξαιεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δ' ἐν ὁδῷ τούς τε πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο† καὶ ξενίζων μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος ἐς μὲν ὑπόκρισιν ἐπ' ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑῴων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος, ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δ' ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΒΟΥΛΩΝ.]