Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ὅτι Ὀδέναθος τὸν Σαπώρην πολὺ ἐθεράπευεν ὡς ὑπερβεβηκότα κατὰ πολὺ τοὺς Ῥωμαίους. βουλόμενος δὲ αὐτὸν ὑπαγαγέσθαι πέμπει δῶρα μεγαλοπρεπῆ καὶ ἄλλα ἀγώγιμα, ὧν ἡ Περσὶς οὐκ ἦν εὔφορος, καμήλοις ἐπιθείς. καὶ γράμματα πέμπει δεήσεως δύναμιν ἔχοντα, καὶ ὅτι οὐδὲν Πέρσαις ὑπεναντίον αὐτὸς εἰργάσατο. ὁ δὲ τοὺς οἰκέτας ἐπέτασσεν δεξαμένους τὰ δῶρα ῥίπτειν εἰς τὸν ποταμόν, καὶ τὰς ἐπιστολὰς διαρρήξας συνέτριψε καὶ ἐδήλωσεν· τίς ὢν καὶ πόθεν ἐτόλμησε πρὸς τὸν οἰκεῖον δεσπότην γράψαι; καὶ νῦν εἰ βούλεται ἐλαφροτέρας κολάσεως τυχεῖν, ὀπίσω τὰς χεῖρας δήσας προσπεσέτω· εἰ δὲ μή, ἴστω ὡς καὶ αὐτὸν καὶ τὸ γένος καὶ τὴν πατρίδα ἀπολῶ.
2.1.2
Ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν· οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν· ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὀνόματα μὲν ὑποδυόμενοι συμμάχων, 9 ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε, τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρ' οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς δι' ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ' ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου, ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ' ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δὲ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε, καὶ τὴν πόλιν δι' ὑμῶν αὐτῶν ἔχετε. νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ' ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φονδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινας, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια,** ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἔκριναν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων, πρὶν ἢ πειραθῆναι τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτά ἐστιν· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν· ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων, μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν· εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν, ἃ ἔπραττόν τινες, ἀλλ' ἀπὸ τῆς ἑαυτῶν γνώμης** παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην. τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτ' ἄγοντες ἐληλύθαμεν. Τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος, βουλευσάμενοι καθ' αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ 10 τὸ κοινὸν αἴτιον· (ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν) οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ' ἡμῶν ἀφίκοντο. περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσοῦτον δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστε αὐτοὶ δοκοῦμεν ὑφ' ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ' ἀφ' οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε. οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες, καί τινες καὶ δι' ἀπορίαν ἴσως βίου μισθοφόροι. φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φονδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ' ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμου κρατησάντων ἡμῶν νόμῳ, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσον ἐστίν, οὕτω φανερῶς ἀνῃρηκότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια*** βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρικοὺς νόμους τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια. δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. μέλλων δὲ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τε ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ† πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν· εἰ δὲ αὐτή τι πλημμελοῦσα τὰ περὶ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. Ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσιν, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δ' ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ' αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη. οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων· Ῥωμαῖοι δ' ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους· καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων.
2.1.3
Ὅτι οἱ Ἰλλυριοὶ κατὰ τοὺς ἀνωτέρω χρόνους συνεχῶς ἠδίκουν τοὺς πλοϊζομένους ἀπ' Ἰταλίας, καθ' οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλείους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰταλικῶν ἐμπόρων εὐθὺς μὲν ἐσύλησαν, οὓς δ' ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκομένων ἀνῆγον. οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπίσκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάιον καὶ Λεύκιον Κορογκανίους. ἡ δὲ Τεῦτα, καταπλευσάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομένης κατασκευῆς (πολὺ γὰρ ἡ Φοινίκη τότε διέφερε τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ) διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδικίαν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχε διὰ τὰς ἐγχωρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν. κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις, καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδικημάτων. ἡ δὲ Τεῦτα καθόλου μὲν παρ' ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν διήκουσεν, καταπαυσάντων δὲ τὸν λόγον κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν, ἵνα μηδὲν ἀδίκημα γίνηται Ῥωμαίοις ἐξ Ἰλλυριῶν, ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ θάλατταν ὠφελείας. ὁ δὲ νεώτερος τῶν πρεσβευτῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν. εἶπε γὰρ ὅτι· Ῥωμαίοις μέν, ὦ Τεῦτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατ' ἰδίαν ἀδικήματα κοινῇ μεταπορεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις· πειρασόμεθα δὴ θεοῦ βουλομένου ταχέως ἀναγκάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς Ἰλλυριούς. ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξαμένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθέν, ὡς ὀλιγωρήσασα τῶν παρ' ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖλαί τινας τὸν παρρησιασάμενον τῶν 21 πρέσβεων ἀποκτεῖναι. προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναικὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατόπεδα κατέγραφον καὶ στόλον συνήθροιζον.
2.1.4
Ὅτι Κελτῶν Σεσόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων. Ῥωμαῖοι δ' ἐς τὰς Σεσόνων πόλεις ἐπρέσβευον καὶ ἐνεκάλουν, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκίων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν ἐγκαλῶν, ὅτι αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ Ῥωμαίων. Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σεσόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίμπρη, καὶ τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν ἐς τὸν θρίαμβον. οἱ δὲ Σεσόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης. καὶ πολλῶν μεταξὺ γενομένων οἱ Σέσονες οὔτε πατρίδας ἔχοντες, ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων, ἐνέπιπτον τῷ Δομετίῳ, καὶ διεφθάρησαν πολλοί, τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἤδη παρανομίας ἐς πρέσβεις ἐγένετο Σέσοσιν.
2.1.5
Ὅτι Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος πᾶσαν τὴν τοῦ Ὀνωρίουτοῦ βασιλέως δύναμιν εἰς αὑτὸν περιστήσας πρέσβεις ἀποστέλλει πρὸς Ἀλλάριχον παραγενέσθαι εἰς τὴν Ῥαουέννην. ἀφικομένου δὲ Ἀλλαρίχου, ἐποιήσαντο τοὺς περὶ τῶν συνθηκῶν λόγους. ἀπῄτει δὲ Ἀλλάριχος χρυσίον μὲν ἔτους ἑκάστου δίδοσθαί τι ῥητὸν καὶ σίτου τι χορηγεῖσθαι μέτρον, οἰκεῖν δὲ αὐτὸν ἅμα τοῖς σὺν αὐτῷ πᾶσι Βενετίας ἄμφω καὶ Νωρικοὺς καὶ Δελματίαν. ταῦτα ἐναντίον Ἀλλαρίχου γράψας ὁ Ἰόβιος ἐκπέμπει τῷ βασιλεῖ δοὺς καὶ ἴδια πρὸς αὐτὸν γράμματα παραινοῦντα καταστῆσαι δυνάμεως ἑκατέρας στρατηγὸν Ἀλλάριχον, ὥστε ταύτης αὐτὸν τυχόντα τῆς θεραπείας χαλάσαι τι τῆς βαρύτητος τῶν συνθηκῶν καὶ ἐπὶ φορητοῖς καὶ μετρίοις ποιήσασθαι τὰς σπονδάς. ταύτην δεξάμενος ὁ βασιλεὺς τὴν ἐπιστολὴν καταγινώσκει μὲν τῆς Ἰοβίου προπετείας, γράμμασι δὲ ἐχρῆτο πρὸς αὐτόν, δι' ὧν ἐδήλου χρυσίου μὲν καὶ σίτου μέτρον αὐτὸν ὁρίσαι προσήκειν οἷα τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ τὴν τῶν δημοσίων φόρων ἐπιστάμενον δύναμιν ἀξίαν, στρατηγίαν δὲ μήποτε Ἀλλαρίχῳ δώσειν ἤ τινι τῶν τῷ γένει προση
2.1.6
Ὅτι τῶν Ἀράβων νικησάντων τοὺς Ἰουδαίους ἐπὶ Ἡρώδοτοῦ βασιλέως, καὶ τῶν Ἰουδαίων πρέσβεις στειλάντων ἐπὶ τοῖς γεγενημένοις ποιησομένους εἰρήνην, τούτους οἱ Ἄραβες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν.
2.1.7
Ὅτι τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. οἱ Κλουσινοὶ πολέμῳ ὑπ' αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυγον ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Βιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφέλειαν παρ' αὐτῶν εὑρήσεσθαι. ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέσβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον, ταύτην παρὰ μικρόν (ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετο σφίσιν) ἐποιήσαντο, συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. οἱ οὖν Γαλάται χαλεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες τὸ μὲν πρῶτον ἀνταπέστειλάν τινας ἐς τὴν Ῥώμην αἰτιώμενοι τοὺς πρέσβεις, εἶτ', ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο, καὶ χιλίαρχοι πάντες ἀπεδείχθησαν, θυμοῦ τε ἐπληρώθησαν ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ τοὺς Κλουσινοὺς ἐν ὀλιγωρίᾳ θέμενοι πρὸς τὴν Ῥώμην ὥρμησαν.
2.1.8
Ὅτι ὁ Ἰουστῖνος ὁ βασιλεὺς πεισθεὶς τῷ Πρόκλῳ τῷ κυαίστωρι καὶ μὴ δεξάμενος τὸ εἰσποιηθῆναι Χοσρόην τὸν υἱὸν Καβάδου, τὸν μὲν Καβάδην γράμμασιν ἠμείψατο. καὶ στέλλονται πρέσβεις Ῥωμαίων Ὑπάτιος Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφι 91 δοῦς πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῷ γνώριμος, ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν· οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες, ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον, ὅπως τά τε διάφορα λύσωσι καὶ τὰ ἀμφὶ τὴν εἰρήνην εὖ θήσονται. ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγριν, ὃς δὴ πόλεως Νισίβιος διέχει δυοῖν ἡμέραιν ὁδὸν μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο. πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα, ἣ νῦν Λαζικὴ ἐπικαλεῖται, Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. ἑκάτεροι οὖν διαλυθέντες ἐπ' οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἑαυτοῦ ὕβρεως τίσασθαι. μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη.
2.1.9
Ὅτι Θεοδόσιος ἔπεμπε Σηνάτορα ἄνδρα ὑπατικὸν παρὰ τὸν Ἀττήλαν πρεσβευσόμενον. ὃς οὐδὲ τὸ τοῦ πρεσβευτοῦ ἔχων ὄνομα ἐθάρρησε πεζὸς παρὰ τοὺς Οὔννους ἀφικέσθαι, ἀλλ' ἐπὶ τὸν Πόντον καὶ τὴν Ὀδυσσηνῶν ἔπλευσε πόλιν, ἐν ᾗ καὶ Θεόδουλος στρατηγὸς ἐκπεμφθεὶς διέτριβεν.
2.1.10
Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως στάσεως γενομένης παρὰ Μαρκιανοῦ καὶ ἄλλων τινῶν, Θευδέριχος ὁ Τριαρίου μαθὼν τὰ γεγονότα καὶ ὑπολαβὼν καιρὸν νῦν αὐτῷ παρεστάναι τῇ πόλει ἐπιθέσθαι καὶ τῷ βασιλεῖ αὐτῷ, πᾶν εὐθὺς ἀναστήσας τὸ βαρβα 164 ρικὸν ἧκε, δῆθεν μὲν ὡς βουλόμενος αὐτῷ τε τῷ βασιλεῖ καὶ τῇ πόλει ἀμῦναι, πρόδηλος δὲ ὢν πᾶσιν ἐφ' ὅτῳ ἠπείγετο. βασιλεὺς δὲ ἀκούσας ἱππέα ἐξέπεμψε καὶ βασίλεια γράμματα τῆς μὲν προθυμίας αὐτὸν ἐπαινῶν, κελεύων δὲ ἀπελθεῖν, ὡς οὐκ ἔτι οὔσης χρείας, μὴ μόλις ἐκστᾶσαν ἐκ σάλου τοιούτου τὴν πόλιν αὖθις εἰς ὑπόνοιαν ἐμβαλόντες ἑτέραν τὸ θορυβεῖσθαι φιλοῦν εἰς χείρω καὶ μείζονα ἐκταράξωσι στάσιν. ὁ δὲ αὐτὸς μὲν ἔφη τῷ βασιλεῖ πείθεσθαι, τὸ δὲ πλῆθος οὐκ ἔτι δύνασθαι ἀναστρέφειν τοσοῦτόν τε συλλεγὲν καὶ μέρος τι οὐ βραχὺ** διαναπαύων. ὑπέρ τε γὰρ τειχῶν οὐδένα ἐνόμιζεν αὐτῷ ἀντιστήσεσθαι, μήτε ἐπάλξεως μηδεμιᾶς μήτε πύργου ἑστῶτος, καὶ εἰσελθόντι πάντα τὸν δῆμον προσέσεσθαι τῇ τῶν Ἰσαύρων ἀπεχθείᾳ. ἃ δὴ καὶ φοβούμενος Ζήνων ἐκπέμπει Πελάγιον χρήματα ἔχοντα πολλά, τὰ μὲν αὐτῷ Θευδερίχῳ, τὰ δὲ καὶ τῷ Γοτθικῷ τῷ παντὶ διδόασι, καὶ ἄλλας ὑποσχέσεις δωρεῶν οὐκ ὀλίγας. ἐλθὼν δὲ Πελάγιος καὶ τὰ μὲν ἀπειλήσας, τὰ δὲ ὑποσχόμενος, τὰ δὲ καὶ τοῖς χρήμασιν οὐκ ὀλίγοις γε οὖσι τὸ φύσει φιλάργυρον τοῦ βαρβαρικοῦ τρόπου μετελθών, διαπέμπει. καὶ ἔδοξε δὴ τοῦτο τοῦ φόβου τοῦ πλείονος ἀναφέρειν τὴν πόλιν· οὐδὲν γὰρ ἦν ἐλπίσαι εἰσιόντος ἢ πόλεμόν τε ἔνδον καὶ τοῦ παντὸς ἔμπρησιν. οὐδὲ γὰρ οἱ Ἴσαυροι ἁπλῶς ἀναχωρῆσαι βιαζόμενοι ἐπενόουν, ἀλλὰ κοντοὺς ὑψηλοὺς προπαρασκευάσαντες, λίνον ἐπ' ἄκροις αὐτοῖς προσδήσαντες καὶ θεῖον, πολλοὺς εἶχον ἑτοίμους, εἴ ποτε βιασθεῖεν, ἅπασαν ὑφάψαι τὴν πόλιν. καὶ ὁ μὲν Θευδέριχος οὕτως ἀπεχώρησεν. τοὺς δὲ περὶ Προκόπιον καὶ Βούσαλβον πολλάκις ἀποστέλλων παρὰ Θευδερίχου ἐξῄτει ἔνδειγμα τῆς εὐνοίας καὶ εὐπειθείας αὐτὸν τοῦτο ἀξιῶν παρασχέσθαι. ὁ δὲ πάντα μὲν ἔλεγε πείθεσθαι τῷ βασιλεῖ, μὴ μέντοι ὅσιον Γότθοις, ὥσπερ οὐδὲ ἄλλοις ἀνθρώποις, ἱκέτας καὶ σωτηρίας δεομένους ἀνθρώπους τοῖς λαβεῖν βουλομένοις ἐκδιδόναι προχείρως. ἐᾶν οὖν αὐτοὺς ἠξίου μηδενὶ πλὴν ἢ ὅσα ζῆν ὀχληροὺς ἐσομένους. καὶ οἱ μὲν οὕτω βραχύ τι γῄδιον νεμόμενοι παρὰ Θευδερίχῳ διῆγον.
2.1.11
Ὅτι Ἄμμιγος ὁ Φράγγος ἐστρατοπεδεύσατο ἀντικρὺ τοῦ ποταμοῦ Ἀττίσου, ᾗ προσδόκιμοι ἦσαν οἱ Ῥωμαῖοι διαβήσεσθαι. ὁ δὲ Ναρσῆς τοῦτο ἐγνωκὼς Παμφρόνιον, ὃς ἐν τοῖς βασιλέως πατράσιν ἐτέλει, καὶ Βῶνον, προεστῶτα τῆς αὐτοῦ βασιλέως περιουσίας, ἐκπέμπει πρεσβευσομένω ἄμφω ὡς Ἄμμιγον ἐδήλωσέ τε αὐτῷ ἐκποδὼν γενέσθαι καὶ μηδαμῶς πόλεμον αὖθις κινῆσαι κατὰ Ῥωμαίων· ἐκεχειρία γάρ τις ἐγεγόνει μεταξὺ τοῦ χρόνου Φράγγοις τε καὶ Ῥωμαίοις. ὁ δὲ Ἄμμιγος διὰ τῶν πρέσβεων ἀπεκρίνατο ὡς οὐκ ἐνδώσοι ποτὲ ἔστ' ἂν αὐτῷ τὸ ἀκόντιον οἵα τέ ἐστι κραδαίνειν ἡ χείρ. 3. Ὅτι ἀνὰ τὴν ἕω τε καὶ Ἀρμενίαν τελεωτάτη τις εἶναι εἰρήνη ἐδόκει, κατὰ δὲ τὴν Λαζικὴν ἐκεχειρία ἦν Ῥωμαίοις τε καὶ Πέρσαις. ἐπεὶ οὖν ὥσπερ ἡμιτελῆ τὰ τῆς εἰρήνης ὑπῆρχεν, ἐδέδοκτο δὲ Ῥωμαίων τε καὶ Περσῶν τοῖς βασιλεῦσι πληρεστάτην ἡσυχίαν ἄγειν, τούτου ἕνεκα Ἰουστινιανὸς στέλλει Πέτρον, ὃς τῶν κατὰ τὴν αὐλὴν ταγμάτων ἡγεῖτο, διαλεχθησόμενον Χοσρόῃ περὶ τῶν καθόλου σπονδῶν. καὶ τοίνυν ἀφικομένου ἐν τοῖς ὁρίοις τοῦ Δάρας κατάδηλόν τε ποιήσαντος τῷ τῶν ἑῴων βαρβάρων βασιλεῖ, ὡς πάρεστιν ἐπικηρυκευσόμενος ἀμφὶ τοῦ καταθέσθαι τὰ ὅπλα ἑκασταχόσε, ἐκπέμπεται αὐτόθι καὶ Περσῶν πρεσβευτής, ᾧ δῆτα ὑπῆρχε μὲν ἀξίωμα τὸ Ζίχ, μέγιστόν τι τοῦτο παρὰ τοῖς Πέρσαις γέρας, προσηγορία δὲ αὐτῷ Ἰεσδεγουσνάφ· οὗτος δὲ παρευναστὴρ τοῦ κατ' αὐτὸν βασιλέως ὑπῆρχε. καὶ τοίνυν ἐν ταὐτῷ γενόμενοι οἱ πρέσβεις, καὶ τῶν κατ' αὐτῶν ἐπιχωρίων ἀρχόντων εἰς ἓν ξυναθροισθέντων, κατέστησαν ἐς ἐκκλησίαν. καὶ Πέτρος ὁ τῶν Ῥωμαίων πρεσβευτὴς ἀποχρώντως ἔχων τῆς τε ἄλλης παιδείας καὶ τῆς τῶν νόμων ἔλεξεν ὧδε· πάρεσμεν, ὦ ἄνδρες Πέρσαι, πρὸς τοῦ Ῥωμαίων βασιλέως σταλέντες. ὁποῖος δὲ ὁ καθ' ἡμᾶς βασιλεὺς 172 περιττὸν ἂν εἴη λέγειν, τῶν πραγμάτων τὸν ἄνδρα διηγουμένων ὑμῖν. πάρειμι μὲν οὖν ἐφ' ᾧ τὰ τῆς ἤδη γεγενημένης ἐς τελεωτάτην εἰρήνην μετασκευάσαι. ἀναδιδάξαι δὲ βούλομαι πρότερον πρὸς οἵαν ὑμῖν πολιτείαν καὶ ὅσην αἱ σπονδαὶ βεβαιωθήσονται. ἀλλ' εἰ καί τις μεγαλορρήμων εἶναι δόξω τὸ συνοῖσον ἀμφοτέραις ταῖς πολιτείαις θηρώμενος, μὴ ἀχθεσθῆτε τῇ περιττολογίᾳ. οὐκ ἐς μακρὰν γὰρ ἐν δέοντι δόξει τὰ τοιαῦτα λελέχθαι, ἐπαινεθήσομαί τε πρὸς ὑμῶν, τῶν πραγμάτων ὑμᾶς ἀναδιδασκόντων τὴν ἐκ τῶν λόγων ὠφέλειαν. γενήσονται τοίνυν ὑμῖν αἱ ξυνθῆκαι πρὸς Ῥωμαίους. ἀρκέσει δὲ Ῥωμαίους εἰπεῖν· δηλοῖ γὰρ ἡ προσηγορία τὰ λειπόμενα. χρεὼν οὖν ὑμᾶς ὡς πρὸς τοσαύτην πολιτείαν σπεισομένους καὶ οὐ περὶ βραχέων βουλευομένους τὰ κάλλιστά τε καὶ τὰ ξυνοίσοντα μᾶλλον ἑλέσθαι, καὶ ἀντὶ τῶν ἀδήλων τοῦ πολέμου τὸ προδηλότατον πᾶσιν ἀνθρώποις τὴν εἰρήρην ἀγαθὸν ἀσπάζεσθαι. καὶ μή τις ὑμᾶς ἀπατάτω λογισμὸς ὡς νενικήκατε Ῥωμαίους, ἐπηρμένοι τῷ τὴν Ἀντιόχειαν ἁλῶναι πρὸς ὑμῶν καὶ ἄττα Ῥωμαϊκὰ χωρία. τὸ γὰρ ὑπερβάλλον τῆς Ῥωμαϊκῆς εὐτυχίας ὁ θεὸς ἐκόλασεν ἐν τούτῳ, τῷ μὴ νομίζειν ἄνθρωπον ἀνθρώπου διαφέρειν πολύ. καὶ εἰ μὲν τὸ φύσει δίκαιον ἐκράτει, οὔτε ῥητόρων οὔτε νόμων ἀκριβείας οὔτε μὴν ἐκκλησίας καὶ τῆς περὶ ταῦτα ποικιλίας τῶν λόγων ἔδει· αὐθαίρετα γὰρ τοῖς βιωφελέσι τῶν πραγμάτων προσετέθημεν. ἐπειδὴ δὲ πάντες ἄνθρωποι δίκαια καθεστάναι νομίζομεν προσδεῖ καὶ τῆς ἐκ τῶν λόγων τερθρείας ἡμῖν. τοιγαροῦν καὶ ἐς ἐκκλησίαν ξυνεληλύθαμεν, ὡς ἂν πείσοιμεν ἕκαστοι† τοὺς δεινότητι λόγων ἐπιεικεῖς εἶναι. ὅτι μὲν οὖν ἀγαθὸν εἰρήνη καὶ τοὐναντίον πονηρὸν ὁ πόλεμος οὐδεὶς ἀντερεῖ. εἰ γὰρ καὶ παρὰ τὴν κοινὴν τῶν ἀνθρώπων δόξαν βέβαιον ἡγησόμεθα τὸ νικᾶν, οἶμαι τὸν νενικηκότα κάκιστα ζῆν ἐξ ὧν δακρύουσιν ἕτεροι. οὕτω δήπου καὶ τὸ κρατεῖν λυπηρόν, μήτι γε τὸ κρατεῖσθαι λυπηρότερον. διὸ τοίνυν ὁ καθ' ἡμᾶς βασιλεὺς ἀπέσταλκε σπεισομένους ἡμᾶς καὶ προτέρους ἱκετεύσοντας καταθέσθαι τὸν πόλεμον, οὐχ ὡς δεδιὼς μὲν τὰ πολέμια, φοβούμενος δὲ μὴ προφθάσοιτε διαλεγόμενοι πρότεροι περὶ τῆς εἰρήνης τῆς φιλτάτης ἡμῖν. μὴ δῆτα οὖν, ὡς† πρὸς τῆς τῶν θορύβων ἀπαλλαγῆς, 173 τὰς κατ' ἀλλήλων ἐπεκτείνωμεν δυσμενείας. πολιτείας γὰρ εὖ πολιτευομένης ἀλλότριον πέφυκέ πως τὸ μὴ στοχάζεσθαι τῶν ξυμβησομένων ἐκ τοῦ πολέμου. διαγραφέτω τις ὑμῶν ἐν ταῖς ψυχικαῖς θεωρίαις ὥσπερ παρόντας τοὺς πεπτωκότας κατολοφυρομένους, ἀναλογιζέσθω καὶ τὰς καιρίας τῶν πληγῶν ἐπιδεικνύντας ἀποικτιζομένους τε καὶ ἐπεγκαλοῦντας ὡς τῇ τῶν κρατούντων ἀβουλίᾳ διέφθαρται τὸ ὑπήκοον· εἶτα τοὺς περιόντας εἰσπράττοντας ἡμᾶς τοὺς ἀπολωλότας τυχὸν μὲν γονεῖς, τυχὸν δὲ παῖδας, ξυμβὰν δὲ τοὺς φιλτάτους ἢ τὸν ὁντιναοῦν καὶ ἁπλῶς ἄνθρωπον. ἐνθυμηθῶμεν χηρωθείσας τὰς οἰκίας ἀνδρῶν καὶ τὴν νεωτάτην ἡλικίαν ὀρφανισθεῖσαν, καὶ πανταχοῦ μεριζόμενον τὸν θρῆνον ἐφ' ἑκάστῳ συγγενείας ὀνόματι. εἰ γὰρ καὶ δοίημεν τὸ πίπτειν ὑπὲρ πατρίδος εἶναι καλόν, πάσης ἀφροσύνης ἐστὶν ἀνάπλεων δύνασθαι μὲν ἄνευ κινδύνων χάριν ἐκτίνειν τῇ θρεψαμένῃ, τῷ δὲ δοκεῖν μειονεκτεῖσθαι τῶν ἀντιπάλων μὴ βούλεσθαι. οἶμαι δὲ καὶ τὴν Περσίδα γῆν καὶ τὴν Ῥώμην αὐτήν, εἴπερ ἠδύναντο φωνὰς ἀφιέναι, ταῦτα δήπουθεν ἡμᾶς ἀντιβολεῖν. μὴ οὖν αἰσχυνθῶμεν τοῦ πολέμου καταθέσθαι τὸ φορτίον· τὸ γὰρ ἐπικαίρως ἅπαντα πράσσειν μᾶλλον ἡμῖν προσοίσει τῆς ἀνδρείας τὴν εὔκλειαν. μηδέ τις ἡμῖν ἐς προκάλυμμα τοῦ μὴ ἐθέλειν κατατιθέναι τὰ ὅπλα τοῦτο δὴ τὸ κάλλιστον τὴν εἰρήνην δυσεύρετον εἶναί τι χρῆμα καὶ δυσπόριστον εἴποι. οὐ γάρ, ὡς οἴονται πολλοί, τὰ κάκιστα μὲν προχειρότατα καὶ αὐθαίρετα προσίπταται τοῖς ἀνθρώποις, τὰ δὲ αὖ βέλτιστα τῶν πράξεων διαδιδράσκει τε καὶ διολισθαίνει καὶ δυσάλωτα πέφυκέ πως. πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ ταλαντεύεται γνώμῃ, καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν. ἀρκέσει δ' οὖν ἡμῖν ὁ πόλεμος πρότερον, ἤπερ ἡμεῖς αὐτῷ μὴ ἀρκέσωμεν. οὐ γὰρ ὅπερ ἄμεινον οἴεταί τις τὸ συνοῖσον ἀκριβῶς ἐν τούτῳ γνωρίζεται. οὐ δεῖ τοιγαροῦν ὑμᾶς ἐπαιρομένους τοῖς φθάσασιν ἀπειροκαλίας ἑαυτοῖς περιτιθέναι γνωρίσματα. μία γὰρ καὶ ἡ αὐτὴ φύσις ἀνθρώπων, καὶ τὸ παθεῖν ὁμοίως ἐστὶν ἓν ἅπασιν, καὶ οὐ δεῖ νομίζειν τὸ ὁμοιογενὲς διαλλάττειν φύσει τινί. ἀσφαλέστατον δέ πως ἐνέχυρον καὶ τὸ ξυνεστάναι τὸ ἀντιπολιτευόμενον. ἕως γὰρ ἄνθρωποι φανερῶς ἔχουσι πρὸς τὸν ἀντίπαλον 174 εὖ, παιδεύονται τὸ ἀνδρεῖον, καταλύοντος δὲ μὴ φαινομένου τοὺς ἀντερείδοντας, καὶ τὴν σφῶν αὐτῶν συγκαταλύουσι δύναμιν, καὶ ὑφ' ὧν οὐκ ἄξιοι νενικημένοι τυγχάνουσιν. ταῦτα καὶ θεὸν τὸν καθ' ἡμᾶς μαρτύρομαι καὶ τοὺς καθ' ὑμᾶς εἰ θεοὶ εἴτουν ἕτεροί τινες τυγχάνουσιν, εἴγε καὶ Πέρσαις οὕτω δοκεῖ. τοσαῦτα εἶπεν ὁ Πέτρος. Ὁ δὲ Ζὶχ ἀκηκοώς (δεινότατος γὰρ ἐσότι καὶ οἷος βαρβάρῳ γλώττῃ καὶ βραχυλογίᾳ τὸ δέον εἰπεῖν) ὑπολαβὼν ἀντέλεξεν ὧδε· ὡς μὲν οὐκ εἰκότα καὶ δίκαια πρεσβεύετε, ὦ ἄνδρες Ῥωμαῖοι, τίς ἀπάνθρωπος καὶ θηριώδης οὕτω φήσαι. κοινῇ γὰρ πᾶσιν ἀνθρώποις ἀγαθὸν εἰρήνη δοκεῖ. ἐγὼ δὲ κατεπλάγην ἂν ταῖς κομψολογίαις, εἰ μὴ Ῥωμαῖοι μὲν ὑμεῖς, ἡμεῖς δὲ Πέρσαι ἐτυγχάνομεν ὄντες. μὴ οὖν οἴεσθε περιόδῳ ῥημάτων λήσειν ἡμᾶς ὁποῖοί τινες καθεστῶτες ἥκετε τευξόμενοι τοῦ συνοίσοντος. ἐπειδὴ δὲ προβάλλεσθε τὴν εἰρήνην ὥσπερ παραπέτασμα τῆς δειλίας καὶ ταύτῃ τὸ φανερώτατον τῆς ἀτιμίας ἐπισκιάζειν οἴεσθε, βραχέα διαλεχθείην· οὐ γὰρ σύνηθες ἀνδρὶ Πέρσῃ περιττολογίᾳ διεξιέναι τῶν πραγμάτων τὰ καίρια. Χοσρόης ὁ πάντων ἀνθρώπων, εἴπερ βούλεται, βασιλεὺς οὔτε τὴν Ἀντιοχείας ἅλωσιν ἐγκαλλώπισμά τι καὶ ἐγκώμιον ἑαυτῷ περιτίθησιν· εἰ γὰρ καὶ φοβερὸν ὑμῖν καὶ ἐργωδέστατον εἶναι δοκεῖ τὸ παρ' ἡμῶν πραχθέν, ὅμως ἡμεῖς πάρεργον ἡγούμεθα τὸν ὁντιναοῦν τῶν πολεμίων νικᾶν· πεπαιδεύμεθα γὰρ ἀκριβῶς τὸ κρατεῖν, καθ' ὅσον τὰ λοιπὰ τῶν ἀνθρώπων γένη κρατεῖσθαι μεμαθήκασιν ὑφ' ἡμῶν· οὔτε μὴν ἑτέρας Ῥωμαϊκῆς πόλεως καταστροφὴ πρὸς ὄγκον ἡμᾶς ἐξαίρει ποτέ. τὸ γὰρ προχειρότατον ἡμῖν οὐ θαυμαστόν. καὶ ταῦτα μὲν ἀρκέσει πρὸς ἔλεγχον τῆς μάτην ἀπερριμμένης παρ' ὑμῶν ἀδολεσχίας. Ῥωμαῖοι δὲ τὸ σύνηθες πράττουσι περὶ σπονδῶν πρότεροι διαλεγόμενοι Πέρσαις. ἡσσηθῆναι πρὸς ἡμῶν νενικήκατε τῷ τάχει προτερήσαντες τὴν εἰρήνην αἰτεῖν, καὶ ταύτῃ τὴν ἐν τοῖς πολέμοις ἀδοξίαν ἐπικαλύπτετε, τῷ δῆθεν μὴ ἐφιέμενοι μάχης ἐπιεικεῖς εἶναι δοκεῖν. ὅπερ ἂν ἡμεῖς, εἴπερ ἐμελλήσατε, καὶ κρατοῦντες ἐπράξαμεν. ὅμως δεχόμεθα τοὺς λόγους, τὴν εἰρήνην περὶ πλείστου ποιούμεθα. φρόνημα γὰρ εὐγενὲς τῷ πρέποντι ξυμμεταρρυθμίζειν τὰ πράγματα. Οὕτω δὲ καὶ τοῦ Ζὶχ εἰπόντος, οἱ ἀμφοτέρων ἑρμηνεῖς διασαφηνίσαντες ἐφ' ἑκάτερα μέρη τὰ ῥήματα διδάσκαλοι τῶν 175 νοημάτων ἐγίγνοντο, πλείστων καὶ ἑτέρων ἀπερριμμένων λόγων, νῦν μὲν αὐτοῦ τοῦ χρειώδους χάριν, νῦν δὲ καὶ κόμπου ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ἧττον ἔχοντας τῆς εἰρήνης ἐφίεσθαι. Πέρσαι μὲν διηνεκεῖς ἠξίουν ἔσεσθαι τὰς σπονδάς, πρὸς δέ γε καὶ χρυσίον ῥητὸν ἐφ' ἑκάστῳ ἐνιαυτῷ ὑπὲρ τοῦ μὴ κεχρῆσθαι τοῖς ὅπλοις κομίζεσθαι ἀπὸ Ῥωμαίων· καὶ τεσσαράκοντα μὲν ἐτῶν, τὸ γοῦν ἐλάχιστον τριάκοντα, προειληφότας† ἐκτὸς συντελεσθησομένῳ ἐν ἑνὶ συναθροισμῷ, οὕτω βούλεσθαι κατατιθέναι τὰ ὅπλα. Ῥωμαῖοι δὲ τοὐναντίον ὀλιγοχρονίους τὰς ξυνθήκας εἶναι ἐβούλοντο, πρὸς τοῖς μήτε μὴν κατατιθέναι τι ὑπὲρ τῆς εἰρήνης. ἁμίλλης δὲ περὶ τούτου ἐπὶ μέγα κινηθείσης, καὶ λόγων προελθόντων ἥκιστα ὀλίγων, τέλος ἔδοξεν ὥστε ἐπὶ νʹ μὲν ἔτη ξυνεστάναι τὴν εἰρήνην, Ῥωμαίοις δὲ ἀποδοθῆναι τὴν Λαζικήν· στερράς τε εἶναι καὶ ἐρρωμένας τὰς συνθήκας καὶ κρατεῖν ἑκασταχόσε, τοῦτο μὲν κατὰ τὴν ἕω, τοῦτο δὲ καὶ ἐν Ἀρμενίᾳ, ἀλλὰ γὰρ καὶ ἐν αὐτῇ δήπου τῇ Λαζικῇ, οὕτω μέντοι ὡς λʹ χιλιάδας ἐτησίας χρυσίου νομίσματος ἀποφέρεσθαι Πέρσας τῆς εἰρήνης ἕνεκα ἀπὸ Ῥωμαίων. ἐβεβαιώθη δὲ τοῦτο ὥστε Ῥωμαίους ἐν ὁμάδι δεκαετίας ποσότητα προπαρασχεῖν οὕτω· παραχρῆμα μὲν ἐνιαυτῶν ἑπτά, καὶ μετὰ τὴν τῶν ζʹ ἐτῶν παραδρομὴν οὐκ ἐς ἀναβολὴν κατατιθέναι τῶν λοιπῶν τριῶν ἐτῶν τὴν συντέλειαν· εἶθ' οὕτω καθ' ἕκαστον ἔτος πορίζεσθαι Πέρσας τὸ ὡρισμένον ἐνιαυσιαῖον. ἔδοξε δὲ καὶ περὶ τοῦ κατασκαφῆναι τὸν μοναστήριον οἶκον τὸν λεγόμενον Σεβανὸν καὶ ἱδρυμένον ἐν τοῖς μεθορίοις, καὶ ἀπολήψεσθαι Ῥωμαίους τὸν τόπον, Ῥωμαίων μὲν καθεστῶτα ἀπ' ἀρχῆς, Περσῶν δὲ παρασπονδησάντων καὶ ἐν κατοχῇ τούτου ἤδη γενομένων τείχει τε κατησφαλισμένων τὸ ἱλαστήριον. οἱ δὲ ἀλλὰ γὰρ οὔτε ἐς τέλεον κατέσκαψαν οὔτε μὴν ἐνεχείρισαν Ῥωμαίοις. ταῦτά τοι οὐδὲ ἐν ταῖς σπονδαῖς ἐμφέρεται. ἐστέρχθη δὲ ὥστε τὰς λεγομένας τῇ Λατίνων διαλέκτῳ σάκρας ἐξ ἀμφοῖν τοῖν βασιλέοιν αὐτοῦ ἀποκομισθῆναι ἐπιβεβαιούσας ἅπαντα ὅσα πρὸς τῶν πρέσβεων ἐμπεδωθέντα ἐτύγχανε. καὶ τοίνυν τὰ τοιάδε ἐστάλη αὐτόθι. ξυνέβησαν δὲ καὶ ἐς τοῦτο ὥστε κατὰ μίαν μοῖραν προελθεῖν τὴν καλουμένην σάκραν ἐκ τοῦ Ῥωμαίων βασιλέως ἐπιψηφιζομένην περὶ τῶν προδοθησομένων χρημάτων τῆς τριετίας μετὰ τὸν ἕβδομον ἐνιαυτόν, ὡς καταθήσουσι ταῦτα Ῥωμαῖοι Πέρσαις. ἐκυρώθη δὲ ὥστε καὶ ἐκ τοῦ βασιλέως Περσῶν ὁμολογίαν ἐν γράμμασι προελθεῖν ὡς, ἡνίκα πορίσαιντο Πέρσαι τῶν τριῶν ἐτῶν τὸ ὀφειλόμενον χρυσίον, βασιλεῖ Ῥωμαίων τὸ περὶ τοῦ τοιοῦδε βεβαιωτικὸν ἀναδοθήσεται γράμμα. ἡ μὲν τοῦ Ῥωμαίου αὐτοκράτορος περὶ τῆς εἰρήνης ὁμολογία τὴν συνήθη φέρουσα προγραφὴν γνώριμος ἡμῖν ἐς τὰ μάλιστα τυγχάνει· ἡ δὲ τοῦ Περσῶν βασιλέως γράμμασι μὲν ἐγράφη Περσικοῖς, τῇ δὲ Ἑλληνίδι φωνῇ κατὰ ταῦτα δήπουθεν ἰσχύει τὰ ῥήματα· Θεῖος, ἀγαθός, εἰρηνοπάτριος, ἀρχαῖος Χοσρόης, βασιλεὺς βασιλέων, εὐτυχής, εὐσεβής. ἀγαθοποιός, ᾧτινι οἱ θεοὶ μεγάλην τύχην καὶ μεγάλην βασιλείαν δεδώκασι, γίγας γιγάντων, ὃς ἐκ θεῶν χαρακτηρίζεται, Ἰουστινιανῷ Καίσαρι, ἀδελφῷ ἡμετέρῳ. ἡ μὲν οὖν προγραφὴ οὕτω πη ἐδήλου, ἀτὰρ ἡ δύναμις τῶν λεχθέντων τοιάδε ὑπῆρχεν. εἴποιμι δὲ αὐτήν γε δήπου τῶν λόγων τὴν συνθήκην· ἀναγκαῖον γὰρ ἔγωγε ᾠήθην χρῆσθαι οὐκ ἄλλως, ὡς ἂν μὴ ὑποτοπήσοι τις ἑτέρᾳ φράσει παρατετράφθαι τι τῶν ἀληθῶν· εἶχε δὲ οὕτω· Χάριν ἀπονέμομεν τῇ ἀδελφότητι τοῦ Καίσαρος περὶ τῆς χρείας τῆς εἰρήνης τῆς μεταξὺ τούτων τῶν δύο πολιτειῶν. ἡμεῖς μὲν Ἰεσδεγουσνὰφ θείῳ κουβικουλαρίῳ ἐκελεύσαμεν καὶ ἐξουσίαν δεδώκαμεν, ἡ ἀδελφότης τοῦ Καίσαρος Πέτρῳ μαγίστρῳ τῶν Ῥωμαίων καὶ Εὐσεβίῳ ἐκέλευσε καὶ ἐπέτρεψε καὶ ἐξουσίαν δέδωκε λαλῆσαι καὶ τρακταΐσαι. καὶ ὁ Ζὶχ καὶ ὁ λεγόμενος παρὰ Ῥωμαίοις μάγιστρος καὶ Εὐσέβιος τὰ περὶ τῆς εἰρήνης κοινῶς ἐλάλησαν καὶ ἐτρακτάϊσαν, καὶ ἐτύπωσαν τὴν εἰρήνην πεντήκοντα ἐνιαυτῶν, καὶ ἔγγραφα πάντες ἐσφράγισαν. ἡμεῖς οὖν, καθ' ἃ ὁ Ζὶχ καὶ ὁ μάγιστρος τῶν Ῥωμαίων καὶ Εὐσέβιος ἐποίησαν, βεβαίως ἔχομεν τὴν εἰρήνην καὶ ἐμμένομεν αὐτοῖς. οὕτω μὲν ἐπὶ λέξεως εἶχεν. ὁμοιοτρόπως δὲ καὶ ἡ τοῦ Ῥωμαίων βασιλέως ἐτύγχανεν οὖσα ὁμολογία, ἄνευ τῆς προγραφῆς ἧς εἶχε 177 τὸ βασίλειον γράμμα τὸ Περσικόν. καὶ ἐν τοιοῖσδε ὁ ξύλλογος διελύθησαν. ἐν δὲ δὴ ἑτέρᾳ ξυνελεύσει μεγαλαυχοῦντος τοῦ Ζὶχ καὶ ἐπὶ Χοσρόῃ βασιλεῖ κομπολογίᾳ χρωμένου φάσκοντός τε, ὡς ἀμαχώτατός τέ ἐστι καὶ νίκας περιεβάλετο πολλὰς καὶ ὡς, ἐξ οὗ χρόνου τὴν κίδαριν ἀνεδήσατο, ἀμφὶ τὰ δέκα ἔθνη καταγωνισάμενος κατέστησεν ἐς φόρου ἀπαγωγήν, καὶ ὅτι τὴν τῶν Ἐφθαλιτῶν κατεστρέψατο δύναμιν καὶ μὲν οὖν βασιλεῖς ἐχειρώσατο πλείστους, καὶ ὡς ἄγανταί τε αὐτὸν καὶ τεθήπασιν οἱ ἐκείνῃ βάρβαροι, καὶ ὡς κατὰ τὸ προσῆκον καὶ οὐκ ἀπεικὸς αὐτῷ ἡ ἐπωνυμία κεκόμψευται τὸ βασιλέα προσαγορεύεσθαι βασιλέων, ταῦτα καὶ τὰ τοιάδε τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίᾳ χρησαμένου, ἐν διηγήματι ἐξῆλθεν ὁ Πέτρος τοιάνδε ἱστορίαν τινά, ὡς ἐγένετό τις ἐν τοῖς πάλαι τε καὶ ἀνωτάτω χρόνοις βασιλεὺς Αἰγύπτιος ὄνομα Σέσωστρις, καὶ οὖν γε συμπνεούσης αὐτῷ τῆς τύχης μεγάλα ἐφύσα καὶ ἔθνη μέγιστα καθεῖλεν, ὡς δουλαγωγῆσαι καὶ βασιλεῖς, καὶ ἐπὶ τοσοῦτον ἀρθῆναι ἀλαζονείας ὡς καὶ ὄχημα χρυσοκόλλητον ξυμπήξασθαι, καὶ ἀνθ' ὧν ἵππους δέον ἢ ἕτερα ἑλκυστήρια ζῷα τοὺς δοριαλώτους ἐκείνους βασιλεῖς ὑπαγαγεῖν τῷ ζυγῷ οὕτω τε διφρευόμενον διὰ τῶν λεωφόρων ἐπιφαίνεσθαι τοῖς ὑπηκόοις. τοῦτο ἐπεὶ ὁσημέραι ἐπετέλει, τῶν τις βασιλέων τὸ ὄχημα ἑλκόντων κατὰ τὸ ἄκρον ἐζευγμένος συνεχέστατά πως καὶ λεληθότως ἐς τοὐπίσω τὸ βλέμμα ἐπιστρέφων ἐθεᾶτο τὸν τροχὸν κυλινδούμενόν τε καὶ τῇ τῆς κινήσεως συνεχείᾳ ἐν ἑαυτῷ περιελιττόμενον. ἐποχούμενος δὴ οὖν ὁ Σέσωστρις, (ἐπέσκηψε γάρ) τί δῆτα, ἔφη, τοῦτο ποιεῖς, ὦ οὗτος; ὁ δὲ ἀμοιβαδὸν ἔφη· ὦ δέσποτα, ὁρῶ τὸν τροχὸν ὡς θαμὰ περιδινούμενος οὐκ ἐπὶ τῆς αὐτῆς βάσεως μένει ὅδε, ἀλλὰ γὰρ ἄνω κάτω φερόμενος τὴν ἁρματοτροχίαν ἐργάζεται. τοῦτο ἀκηκοὼς ὁ Αἰγύπτιος καὶ μὲν οὖν τεκμηράμενος, ὡς ὑπαινίττεται τὸ ἀστάθμητόν τε καὶ παλίμβολον τῆς τύχης, καὶ ὡς τροχῷ κυλιομένῳ ἔοικε τὰ ἀνθρώπεια, ξυνῆκε μὴ ἄρα καὶ αὐτὸς χρόνῳ ποτὲ τοιούτῳ προσπταίσῃ δυστυχήματι, τοῦ λοιποῦ τε ἐπαύσατο κατὰ τὸν προλεχθέντα τρόπον ἁρματηλατεῖν· πρὸς τοῖς τοὺς δεδουλωμένους οἱ βασιλεῖς ἀφῆκε καὶ ταῖς σφῶν αὐτῶν ἡγεμονίαις ἐνεβίβασεν αὖθις. ἐνταῦθα Πέτρῳ ἐπαύσατο τῆς ἱστορίας ὁ λόγος ἐγχαλινώσαντι τὴν τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίαν. Eἶτα 178 διελέγοντο αὖθις περὶ τῶν πρακτέων. ἅπαντα μὲν γάρ, ὡς ἐνῆν, τὰ ἀμφίβολα ἐν τάξει καὶ κόσμῳ καθειστήκει, τὰ δ' οὖν περὶ Σουανίαν ἔτι ἐν μετεώρῳ ὑπῆρχε, καὶ ὑπελέλειπτο σφίσι μόνη ἐπ' ἀμφιβόλῳ. τῷ τοι ἔλεξεν ὧδε Πέτρος; πλείστων ἐπαίνων ἄξιός ἐστιν ἀνήρ, ὃς τέλεια βουλευόμενος τέλειον ἐπιθήσοι ταῖς πράξεσι τὸ πέρας. εἰ γὰρ ἐλλείπει τι τῶν δεόντων, ἐλλιπὲς οἶμαι καὶ τῷ βουλευομένῳ τὸ φρόνημα. οὐκ εἰκῇ δὲ καὶ μάτην εἴρηται νῦν ἡμῖν ὁ λόγος· πρὸς σὲ δὲ φερόμενος, ὦ Ζίχ, Ῥωμαίοις τε καὶ Πέρσαις φανήσεται λυσιτελέστερος. εἴποιμι δέ πως φανερώτερον. Σουανία Ῥωμαίοις ὑπῆρχε, καὶ Ῥωμαῖοι Σουάνοις ἐκέλευον. ἀμέλει Τζαθίου Σουάνων ἐξηγουμένου Δείτατός τις Ῥωμαῖος ἀνὴρ τῶν ἐκεῖσε Ῥωμαϊκῶν καταλόγων ἐτύγχανε προεστώς· ἀλλὰ καὶ ἕτεροί τινες Ῥωμαίων ἐν Σουάνοις ἐποιοῦντο τὰς διατριβάς. δυσμενείας δέ τινος† μεταξὺ τοῦ Λαζῶν βασιλέως καὶ Μαρτίνου τοῦ Ῥωμαίου τηνικαῦτα ἐκεῖσε στρατηγοῦντος, τούτου ἕνεκα ὁ Κόλχος οὐκ ἀπέστειλε Σουάνοις τὸ σύνηθες σιτηρέσιον· ἔθος γὰρ πέμπεσθαι σῖτον ἐκ τοῦ Κόλχων βασιλέως. διὸ δυσανασχετοῦντες οἱ Σουάνοι τῷ τῶν νενομισμένων ὑστερηθῆναι κατάδηλον ἐποιήσαντο Πέρσαις ὡς, εἰ γενήσοιντο αὐτοῦ, Σουανίαν ἐγχειρίσουσιν αὐτοῖς. ἐν τοσούτῳ Δεισάτῳ καὶ τοῖς ἑτέροις ἡγεμόσι τῶν Ῥωμαϊκῶν ταγμάτων ἔφασαν ὅτι· πολυπληθία Περσῶν ἀγγέλλεται χωροῦσα κατὰ Σουάνων, πρὸς ἣν ἀξιόμαχον οὐκ ἔχομεν δύναμιν. ἀλλὰ τὸ συνοῖσον βουλεύσασθε ξὺν τοῖς ἐνταῦθα Ῥωμαίων καταλόγοις ὑποχωροῦντες τῇ Μηδικῇ στρατείᾳ. τοσούτῳ χρησάμενοι Σουάνοι δόλῳ καὶ δώροις ἀναπείσαντες τοὺς τῶν καταλόγων ἐπιστάτας ἀπεβάλοντο παρὰ σφῶν τὴν Ῥωμαίων φυλακήν, οἱ δὲ Πέρσαι ξὺν τάχει παραγενόμενοι Σουανίαν ἔλαβον. ληπτέον οὖν ἐντεῦθεν ὡς καὶ Ῥωμαίων ἀνέκαθεν ὑπῆρχεν καὶ Ῥωμαίοις ἁρμόζει τήμερον. εἰ γὰρ δικαιότατα Λαζικῆς κύριοι καθεστήκαμεν, καθὰ δήπουθεν ὑμεῖς ἐψηφίσασθε, Σουανίας τῆς ὑπὸ Λαζικὴν οὐκ ἀπὸ τρόπου δεσπόσομεν. ὁ δὲ Σουρήνας ἔφη· ἄχθεσθε μᾶλλον Ῥωμαῖοι, ὅτι ἔθνος αὐθαίρετα 179 καὶ ἑκουσίως προσεπέλασεν ἡμῖν. ὁ Ζὶχ ὑπολαβὼν ἔφη· αὐτόνομοι γεγόνασι Σουάνοι καὶ οὐπώποτε τῇ Κόλχων ὑπεκλίθησαν ἀρχῇ. Αὖθις ὡς τὸν Ζὶχ ἔλεξεν ὁ Πέτρος· εἴ γε μὴ βούλει, ὦ Ζίχ, ἐν τοῖς τῆς εἰρήνης συμβολαίοις ὀνομαστὶ Σουανίαν ἐγχαράξαι, σήμανον ὡς ἀποδίδως μοι Λαζικὴν ξὺν τοῖς ὑποτεταγμένοις ἔθνεσιν αὐτῇ. ὁ Ζίχ· εἰ τοῦτο, ἔφη, ποιήσω, ἄδειά σοι δοθήσεται καὶ περὶ Ἰβηρίας ἀμφισβητεῖν κατ' ἐξουσίαν τε εἴποις ἄν, ὡς καὶ αὐτὴ κατήκοος ἐγεγόνει Λαζῶν. ἔνδηλος, ἦ δὲ ὁ Πέτρος, γεγένησαι, ὦ Ζίχ, ὡς οὐ βούλει πᾶσαν ἡμῖν ἀποδοῦναι Λαζικήν, ἀλλά τινα μοῖραν αὐτῆς. πολλὰ μὲν οὖν καὶ ἕτερα Ῥωμαῖοί τε καὶ Πέρσαι εἰπόντες τε καὶ ἀκηκοότες Σουανίας πέρι ὅμως οὐ ξυνέβησαν. δοκεῖ τοιγαροῦν αὐτοῖς περὶ τοῦ τοιοῦδε τὸν βασιλέα ἐπισκοπῆσαι Περσῶν. καὶ ὅρκῳ ἐπιστώσατο ὁ Ζίχ, ᾗ νενόμισται Πέρσαις ὀμνύειν, ξυνεπιλαβέσθαι Πέτρῳ ὡς Χοσρόην ἀφικνουμένῳ ἕνεκα Σουανίας. εἶτα τοῦ Ζὶχ τοὺς περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρουτοῦ τῶν Σαρακηνῶν ἡγουμένου κινήσαντος λόγους φάσκοντός τε, ὅτι γε δήπου καὶ αὐτὸν ὥσπερ καὶ τὸν πρὸ αὐτοῦ ἡγεμόνα τοῦ Σαρακηνικοῦ κομίζεσθαι χρεὼν τὰς ρʹ χρυσίου λίτρας, ἀντεῖπεν ὁ Πέτρος, ὥστε τὸν πρὸ Ἄμβρου ἡγεμόνα δωρεᾷ τινι ἀγράφῳ καὶ ὅσῳ ἂν ἠβούλετο χρυσίῳ καὶ ὁπηνίκα ὁ καθ' ἡμᾶς ἐφιλοφρονεῖτο δεσπότης. τοιγαροῦν ἐστέλλετο τῇ ταχυτῆτι τῶν δημοσίων ἵππων ὀχούμενος ἀνὴρ ἀγγελιαφόρος ὡς τὸν Σαρακηνὸν ἀποκαταστήσων οἱ τὸ ὅπερ ἐτύγχανεν αὐτῷ πεμφθὲν πρὸς τοῦ Ῥωμαίου βασιλέως. οὕτω τε ἐς τοὔμπαλιν ἐκ τοῦ Σαρακηνοῦ ὡς βασιλέα τὸν ἡμεδαπὸν ἐπέμπετο δωροφορῶν πρεσβευτής, εἶτα ἀντιδώρῳ αὖθις ἐφιλοφρονεῖτο τὸν Σαρακηνὸν ὁ καθ' ἡμᾶς αὐτοκράτωρ. εἰ βούλεται οὖν καὶ Ἄμβρος κατὰ ταῦτα ποιεῖν, λήψεται, εἰ δοκεῖ καὶ τῷ καθ' ἡμᾶς βασιλεῖ· εἰ δέ γε οὐ βούλεται, κινεῖ τηνάλλως, πρός γε καὶ ἠλιθιώτατα φρονεῖ. ἀποίσεται γὰρ οὐδὲν ὁτιοῦν. τούτων διαμφισβητηθέντων καὶ ἑτέρων, ἐγράφησαν αἱ πεντηκοντούτιδες σπονδαὶ περσιστὶ καὶ ἑλληνιστί, μετεβλήθη τε τὸ Ἑλληνικὸν εἰς Περσίδα φωνὴν καὶ τὸ Περσικὸν εἰς Ἑλληνίδα. οἱ δὲ τὰς ξυνθήκας βεβαιοῦντες Ῥωμαίωνμὲν Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμὼν καὶ Εὐσέβιος 180 καὶ ἕτεροι, Περσῶν δὲ ὁ Ζὶχ ὁ Ἰεσδεγουσνὰφ καὶ Σουρήνας καὶ ἕτεροι. τῶν οὖν ἐξ ἑκατέρου μέρους ὁμολογιῶν ἐν συλλαβαῖς ἀναληφθεισῶν, ἀντιπαρεβλήθησαν ἀλλήλαις τῷ ἰσοδυνάμῳ τῶν ἐνθυμημάτων τε καὶ ῥημάτων. ὅσα δὲ ἐσήμηνε τὰ τῆς εἰρήνης γραμματεῖα, λελέξεται. καὶ δὴ δόγμα ἐγράφη πρῶτον ὡς διὰ τῆς στενοπορίας τῆς εἰσόδου τοῦ λεγομένου χώρου Τζὸν καὶ τῶν Κασπίων πυλῶν μὴ ἐφεῖναι Πέρσας ἢ Οὔννους ἢ Ἀλανοὺς ἢ ἑτέρους βαρβάρους πάροδον ποιεῖσθαι κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, μήτε δὲ Ῥωμαίους ἐν αὐτῷ δήπου τῷ χώρῳ μήτε μὴν ἐν ἄλλοις Μηδικοῖς ὁρίοις στράτευμα στέλλειν κατὰ Περσῶν. δεύτερον, ὡς ἂν οἱ σύμμαχοι Σαρακηνοὶ ἑκατέρας πολιτείας ἐμμένοιεν καὶ οἳ τοῖς βεβαιωθεῖσι, καὶ μήτε τοὺς Περσῶν κατὰ Ῥωμαίων μήτε τοὺς Ῥωμαίων ὁπλίζεσθαι κατὰ Περσῶν. κατὰ τρίτην τάξιν, ὥστε τοὺς ἐμπόρους Ῥωμαίων τε καὶ Περσῶν τῶν ὁποιωνοῦν φορτίων, τούτους δὲ καὶ τοὺς τοιούσδε ποριστὰς κατὰ τὸ ἐξ ἀρχῆς κρατῆσαν ἔθος ἐμπορεύεσθαι διὰ τῶν εἰρημένων δεκατευτηρίων. δʹ, ὡς ἂν οἱ πρέσβεις καὶ οἱ τῇ ταχυτῆτι χρώμενοι τῶν δημοσίων ἵππων πρὸς τὰς ἀπαγγελίας, ὁ μὲν ἐς τὰ Ῥωμαίων, ὁ δ' ἐς τὰ Περσῶν ἤθη ἀφικνούμενοι κατά τε τὴν ἀξίαν καὶ τὸ προσῆκον ἕκαστοι τιμηθεῖεν καὶ τῆς δεούσης τεύξονται ἐπιμελείας, ἀπαλλάττεσθαί τε σφᾶς μὴ χρονοτριβοῦντας, ἀλλὰ γὰρ καὶ τὰς ἐμπορίας, ἃς ἐπιφέρονται, ἀμοιβάζειν ἀκωλύτως τε καὶ ἄνευ συντελείας τινός. εʹ διετυπώθη ὥστε τοὺς Σαρακηνοὺς καὶ τοὺς ὁποιουσοῦν βαρβάρους ἐμπόρους ἑκατέρας πολιτείας μὴ διὰ ξένων ἀτραπῶν ποιεῖσθαι τὰς πορείας, μᾶλλον μὲν οὖν διὰ τῆς Νισίβεως καὶ τοῦ Δάρας, μήτε μὴν ἄνευ κελεύσεως ἀρχικῆς ἰέναι κατὰ τὴν ἀλλοδαπήν. εἰ μέντοι παρὰ τὸ δοκοῦν τολμήσουσί τι, ἤγουν, τὸ λεγόμενον, κλεπτοτελωνήσουσιν, ἀνιχνευομένους ὑπὸ τῶν ἐν τοῖς ὁρίοις ἀρχόντων ξὺν τοῖς ὅσα ἐπιφέρονται, εἴτε Ἀσσύρια φορτία εἶεν εἴτε Ῥωμαῖα, παραδίδοσθαι εὐθύνας ὑφέξοντας. ςϛʹ, ὡς εἴ τινες, ἐν ᾧ χρόνῳ ὁ πόλεμος ξυνεστήκει, ηὐτομόλησαν, τοῦτο μὲν ὡς Πέρσας ἀπὸ Ῥωμαίων, τοῦτο δὲ ἀπὸ Περσῶν ὡς Ῥωμαίους, εἴ γε βούλοιντο 181 οἱ προσκεχωρηκότες ἐς τὰ οἴκοι ἐπαναστρέφειν, μὴ γίνεσθαι σφίσιν ἐμποδὼν μήτε μὴν κωλύμῃ χρήσασθαί τινι. τοὺς μέντοι ἐν καιρῷ εἰρήνης αὐτομόλους ἤγουν καταφεύγοντας ἐξ ἑτέρων εἰς ἑτέρους μὴ ὑποδέχεσθαι, ἀλλ' ἐκ παντὸς τρόπου καὶ ἄκοντας ἐγχειρίζεσθαι τοῖς ἐξ ὧν καὶ ἀπέδρασαν. ζʹ μέρος τῶν σπονδῶν, ὥστε τοὺς ἐπεγκαλοῦντας περὶ τοῦ σίνεσθαί τι σφᾶς τοὺς ἀντιπολιτευομένους δίκῃ τέμνεσθαι τὸ φιλονεικούμενον ἢ δι' ἑαυτῶν τῶν τὴν βλάβην πεπονθότων ἢ δι' οἰκείων ἀνθρώπων ἐν τοῖς μεθορίοις παρὰ τοῖς ἄρχουσιν ἑκατέρας πολιτείας ξυνιόντων, οὕτω τε τὸν ζημιώσαντα ἀκέσασθαι τὸ σκάζον. ηʹ, ὥστε τοῦ λοιποῦ μὴ ἐγκαλεῖν Πέρσας Ῥωμαίοις ἕνεκα τοῦ ἐπικτίζεσθαι τὸ Δάρας. ἔδοξε δὲ καὶ ἀμφοτέραν πολιτείαν τοῦ λοιποῦ μηδαμῶς ἐπιτειχίζειν ἤγουν περιοχῇ τινι κατασφαλίζειν τι τῶν ἐν τοῖς ὁροθεσίοις χωρίων, ἵνα μὴ πρόφασις ἐντεῦθεν ἔσοιτο ταραχῆς καὶ ἐκ τούτου διαλυθήσονται αἱ σπονδαί. θʹ, μὴ ἐπιέναι ἢ πολεμεῖν ὑπηκόῳ ἔθνει ἢ χώρᾳ τινὶ ἄλλῃ τοὺς ἑκατέρας πολιτείας, μᾶλλον μὲν οὖν ἄνευ βλάβης καὶ κατ' οὐδὲν ὁτιοῦν πημαινομένους ἐν τῷ αὐτῷ μένειν, ὡς ἂν καὶ οἵδε ἀπολαύοιεν τῆς εἰρήνης. ιʹ, ὥστε μὴ πολυπληθίαν στρατοῦ εἰς τὸ Δάρας ἐνιζάνειν, πλὴν ὅση γε ἀρκέσει πρὸς φυλακὴν τοῦ ἄστεος, μήτε δὲ τὸν τῆς ἕω στρατηγὸν κατὰ ταύτην ἐνιδρῦσθαι, τοῦ μὴ ἐκ τοῦ τοιοῦδε ἐπιδρομὰς ἢ βλάβας γίνεσθαι κατὰ Περσῶν· εἰ δέ γε ἄρα τι τοιοῦτον ξυνενεχθείη, ἐπαγιώθη τὸν ἄρχοντα τοῦ Δάρας διατιθέναι τὸ πλημμεληθέν. μία πρὸς τῇ δεκάτῃ τῶν σπονδῶν βεβαίωσις, ὥστε εἰ πόλις ἑτέραν ζημιώσει πόλιν ἢ ὁπωσοῦν διαφθείρει τι τῶν αὐτῆς, μὴ τῷ νόμῳ τοῦ πολέμου μήτε μὴν δυνάμει στρατιωτικῇ, ἄλλως δὲ δόλῳ τινὶ καὶ κλοπῇ· εἰσὶ γὰρ τοιοίδε τινὲς ἀνοσιουργοὶ οἱ ταῦτα πράσσοντες, ὡς ἂν πολέμου ἔσοιτο πρόφασις· ἐβεβαιώθη τοιγαροῦν τὰ τοιουτότροπα ἀναζητεῖν ἐς τὸ ἀκριβὲς καὶ ἐπανορθοῦσθαι τοὺς δικαστὰς τοὺς ἐν τοῖς πέρασιν ἑκατέρας πολιτείας ἱδρυμένους. εἰ δέ γε αὐτοὶ οὐκ ἔσονται ἱκανοὶ ἀναστέλλειν τὰς πρὸς ἀλλήλους τῶν ἀστυγειτόνων φθοράς, ἐστέρχθη ὥστε τὴν διαδικασίαν ἀναπέμπεσθαι ὡς τὸν τῆς ἕω στρατηγόν, ὡς εἴ γε εἴσω μηνῶν ἓξ μὴ τμηθείη τὰ τῆς ἁμίλλης, 182 καὶ ὁ ζημιωθεὶς μὴ λήψεται τὸ ἀπολωλός, τὸν ἀδικήσαντα λοιπὸν ἐπὶ ποινῇ ὡς τὸ διπλάσιον τῷ ἠδικημένῳ εἶναι ὑπεύθυνον. ὡς εἴ γε μηδὲ οὕτω πέρας ἕξοι, διετυπώθη τὸ πονοῦν μέρος πρεσβείαν στέλλειν ὡς τὸν βασιλέα τοῦ ἠδικηκότος. εἶτα εἰ μηδὲ ὑπὸ τοῦ βασιλέως γενήσεταί οἱ τὸ ἀποχρῶν καὶ διπλοῦν τὸ ὀφληθὲν ἀναλήψεται κατὰ τὸ ὡρισμένον ἐντὸς ἐνιαυτοῦ, ὅσον ἐπ' ἐκείνῳ τῷ δόγματι διαλελύσθω τὰ τῶν σπονδῶν. δευτέραν πρὸς τῇ δεκάτῃ μοῖραν τῶν σπονδῶν κατανοήσοις τὰς πρὸς θεὸν ἱκετείας, ἔτι τε καὶ τὰς ἀράς, οἷον τῷ μὲν στέργοντι τὴν εἰρήνην εἶναι τὸν θεὸν ἵλεών τε καὶ ξύμμαχον διὰ παντός, τῷ δὲ ἀπατηλῷ τῶν τε ἐμπεδωθέντων νεοχμῶσαί τι βουλομένῳ τὸν θεὸν ἔσεσθαι ἀντίπαλόν τε καὶ πολέμιον. τρίτη πρὸς τῇ δεκάτῃ τῶν νομισθέντων ἰσχύς, πεντηκοντούτιδας εἶναι τὰς σπονδάς, ἐρρῶσθαί τε τὰ τῆς εἰρήνης ἐπὶ πεντήκοντα ἐνιαυτούς, ἀριθμουμένου τοῦ ἐνιαυτοῦ κατὰ τὸ ἀρχαῖον ἔθος, ἑκάστου ἔτους τῇ τριακοσιοστῇ καὶ ἑξηκοστῇ καὶ πέμπτῃ ἡμέρᾳ περατουμένου. ἰσχῦσαι δὲ καὶ τοῦτο, καθὰ ἔφην, ὥστε ἐξ ἀμφοῖν τοῖν βασιλέοιν ἀποκομισθῆναι συλλαβὰς ἐκεῖσε δηλούσας ὡς ἄμφω στέρξαι ταῦτα ἐφ' οἷς ἐβεβαίωσαν οἱ πρέσβεις. πέρας τε δεξαμένων τῶν συνθηκῶν, ἀντεδόθησαν αἱ λεγόμεναι σάκραι. τούτων δὲ δοξάντων καὶ ἰσχυροποιηθέντων ἐκτὸς ἐνομίσθη τὰ περὶ τῶν ἐν Περσίδι Χριστιανῶν, ὥστε καὶ νεὼς οἰκοδομεῖν καὶ ἐπιθειάζειν σφᾶς ἀδεῶς καὶ τοὺς χαριστηρίους ὕμνους, καθὰ νενόμισται ἡμῖν, ἀκωλύτως ἐπιτελεῖν, ἀλλὰ γὰρ μήτε καταναγκάζεσθαι εἰς μαγικὴν μετιέναι θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενομισμένους θεούς, καὶ οἱ Χριστιανοὶ δέ, ὥστε ἥκιστα καὶ οἵδε τολμῷεν μετατιθέναι μάγους ἐς τὴν καθ' ἡμᾶς δόξαν. ἐκράτησε δὲ ὥστε καὶ τοὺς θνήσκοντας τοῖς Χριστιανοῖς ἐπ' ἐξουσίας εἶναι θάπτειν ἐν τάφοις, ᾗ νενόμισται παρ' ἡμῖν. τούτων οὕτω προελθόντων καὶ ἐν κόσμῳ καὶ τάξει γενομένων, ἐπεὶ ἀνεδέξαντο οἵ γε ἐς τοῦτο τεταγμένοι τὰς συλλαβὰς τοῖν δυοῖν βιβλίοιν καὶ ἀπηκρίβωσαν τῷ ἰσορρόπῳ τε καὶ ἰσοδυνάμῳ τῶν ῥημάτων τὰ ἐνθυμήματα, αὐτίκα οἵ γε ἰσόγραφα ἕτερα ἐπετέλουν. καὶ τὰ μὲν κυριώτερα ξυνειληθέντα τε καὶ κατασφαλισθέντα ἐκμαγείοις τε κηρίνοις ἑτέροις τε οἷς εἰώθασι 183 Πέρσαι χρῆσθαι, καὶ ἐκτυπώμασι δακτυλίων ὑπὸ τῶν πρέσβεων, ἔτι γε μὴν καὶ ἑρμηνέων δέκα πρὸς τοῖς δύο, ἓξ μὲν Ῥωμαίων, οὐχ ἧττον δὲ Περσῶν, ἀμοιβαίᾳ τῇ δόσει τὰ τῆς εἰρήνης βιβλία παρέσχοντο ἀλλήλοις. καὶ τὸ μὲν τῇ Περσῶν φωνῇ γεγραμμένον ἐνεχείρισε Πέτρῳ ὁ Ζίχ, καὶ Πέτρος δὲ τῷ Ζὶχ τὸ τῇ Ἑλληνίδι, καὶ αὖθις τοῦ Ζὶχ τὸ ἰσορροποῦν τῇ γραφῇ τῇ Ἑλληνίδι βιβλίον γράμμασι Περσικοῖς διασεσημασμένον ἄνευ τῆς τῶν ἐκτυπωμάτων ἀσφαλείας εἰληφότος, τὸ σωθήσεσθαί οἱ τὰς μνήμας, καὶ Πέτρος οὐκ ἄλλως ἐπετέλεσεν ἀμοιβαίως. εἶτα ἐπὶ τούτοις διελύθησαν τῶν τε ὁρίων ἄπο ἐγένοντο, καὶ ὁ Ζὶχ εἰς τὰ πάτρια ἤθη ἐπορεύετο· ἀτὰρ ὁ Πέτρος ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ ἑορτῇ Χριστοῦ τοῦ θεοῦ· ἤδη γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ σέβας· ἔτι δὲ καὶ τῇ τοῦ θεοῦ ἐπιφανείᾳ τὰ νόμιμα ἁγιστεύσας μετὰ ταῦτα ἐπέβη τῆς Περσῶν. Καὶ ἐν τοῖσδε πέρας εἰλήφει τὰ τῶν ξυνθηκῶν. πρὸ δὲ δὴ τῆς ἀναχωρήσεως τῶν πρέσβεων, παραγενομένων τινῶν Περσῶν ἐς τὸ Δάρας, οἷς τὸ τοιόνδε ἐν φροντίσιν ὑπῆρχεν, ἅμα ἐνίοις τῶν ἑρμηνέων καὶ τοῖς τῶν πλαστίγγων ἐπιστάταις, ἀποκατέστη τοῖς περὶ τὸν Ζὶχ τὰ ὀφειλόμενα χρήματα τῶν ζʹ ἐνιαυτῶν, ἐφ' οἷς αἱ ξυνθῆκαι προῆλθον. ὡς δὲ Πέτρος ἀφίκετο πρὸς βασιλέα Περσῶν ἐν τῷ προσαγορευομένῳ Βιθαρμαῒς διαλεχθησόμενός οἱ περὶ Σουανίας, ἐς τὰ βασίλεια προελθὼν ἔλεξεν ὧδε· Ἥκομεν, ὦ βασιλεῦ, παρὰ σέ, τὸ μὲν ἐν βεβαίῳ τὴν εἰρήνην ἔχειν εὐτυχήσαντες ἤδη, τὸ δὲ καὶ ὀψὲ γοῦν τευξόμενοι τῶν δικαιοτέρων παρὰ σοῦ μὴ ἀχθησόμενοι. ὁ γὰρ τὸ παρὸν εὖ διαθεὶς καὶ σχεδιάσας, ὡς εἰπεῖν, τὸ συνοῖσον πῶς οὐχὶ τῶν μελλόντων προμηθεύεται πολλῷ τῷ διαφόρῳ, καθ' ὅσον καὶ χρόνῳ τῷ πλείονι; μεγίστου τοίνυν πέφυκε βασιλέως τὸ δύνασθαι μὲν πλέον ἔχειν, μὴ βούλεσθαι δέ· τὸ γὰρ ὑπερβάλλον τῆς ἰσχύος ἐν σώφρονι κολάζεται λογισμῷ· ἐπεὶ οὖν τὸ ζέον τοῦ πολέμου κατέσβεσται νῦν ἡμῖν, καὶ ὥσπερ ἀνεπνεύσαμεν, εἷς δὲ μόνος ὑπολείπεται σπινθήρ, φημὶ δὲ σπινθῆρα κακῶν τὴν Σουανίαν, ἀπειλοῦσαν ἡμῖν μεγίστην ἔσεσθαι δυσμενείας ἐμπύρωσιν, γενοῦ κώλυμα τῶν δεινῶν καὶ προκατάπαυσον ἡμῖν ἐλπίδα τῶν κακῶν. ἐν σοὶ γὰρ τῶν ἀμηχάνων τὸν πόρον ἀνεθέμεθα μηχανησαμένῳ τὰ δέοντα. μία γάρ 184 τίς ἐστι τελεωτάτη τοῦ πολέμου κατάλυσις τὸ προστεθῆναι καὶ Σουανίαν ἡμῖν, εἴπερ Λαζικῆς κύριοι καθεστήκαμεν. ὁ γὰρ δεσπόσας τοῦ ἡγεμονικοῦ πῶς οὐχ ἕξει τὸ ὑποβεβηκός; οὔτε γὰρ Λαζοὶ οὔτε μὴν αὐτοὶ Σουάνοι πρὸς ἀμφισβήτησιν ἴδοιεν, ὡς οὐχ ὑπήκοος ἡ Σουανία Λαζῶν ἀνέκαθεν ἦν, καὶ ὅτι ψήφῳ τοῦ Λαζῶν βασιλέως ὁ Σουανίας ἄρξων τὸ κῦρος ἐδέχετο. ταῦτ' εἰπὼν Πέτρος ἐν γράμμασιν ἐπεδείκνυ Χοσρόῃ παλαιτέρους Λαζῶν βασιλεῖς καὶ ἄλλους ὑπὸ ἄλλων χειροτονηθέντας Σουάνων ἡγεμόνας. εἶτα καὶ αὖθις ἔλεξεν· τοῦ δικαίου τοίνυν ἡμῖν, ὦ βασιλεῦ, καὶ Σουανίαν παρέχοντος, οὐχὶ σὺ προτερήσας ἐν κέρδει σχήσεις ἀμφότερα, καὶ τὸ δόξαι μὴ ἀδικεῖν καὶ τὸ δοκεῖν δωρεῖσθαι τὸ προσῆκον πᾶσιν; οὔ τι γὰρ ἂν καὶ ὁ καθ' ἡμᾶς βασιλεὺς οἴοιτο ἀδικεῖσθαι, εἴ γε τὸ οἰκεῖον ὥσπερ δῶρον λήψεται παρ' ὑμῶν, ἐπεὶ καὶ Λαζικὴν οἴεται οὐκ ἄλλως ἔχειν. διαβεβαιουμένων γὰρ ἡμῶν καὶ ἐναργέστατα δεικνύντων, ὡς Ῥωμαίων ἐκ πλείστου χρόνου κτῆμα καθέστηκεν, ἀντεῖπας αὐτὸς τῷ τοῦ πολέμου νόμῳ Λαζικὴν οἰκειώσασθαι, καὶ ὅμως τῷ βούλεσθαι τὴν δίκην ἄτρωτον εἶναι προυργιαίτερον ἔθου σώφρονα κεκτῆσθαι λογισμὸν ἢ χεῖρα δυνατήν. τοιγαροῦν ἐποιήσω τὴν οὐκ ἀνάγκην ἀνάγκην καὶ τῷ γενναίῳ τῆς μεγαλοφροσύνης ἐψηφίσω κατὰ σαυτοῦ καὶ νικᾶν ἠξίωσας ἡττημένος τοῦ πρέποντος, καὶ ἁπλῶς ἀπεκατέστησας ἡμῖν Λαζικὴν ὥσπερ οἰκεῖόν τι κτῆμα μεταθεὶς καὶ τὴν ἐξουσίαν μεταγαγὼν ἐφ' ἡμᾶς. οὐκ ἄλλως δὲ καὶ περὶ Σουανίας ἀντιβολοῦμεν τὸ οἰκεῖον προῖκα λαβεῖν, καὶ χάριν δὲ ὁμολογήσειν ἡμᾶς ὑμῖν τῷ μὴ ἐζημιῶσθαι τὸ οἰκεῖον, ὑμᾶς δὲ τῷ κρείττονι τῷ δύνασθαι τοσοῦτον ὥστε δωρεῖσθαι δοκεῖν καὶ τὸ μὴ ὑμέτερον. καὶ ὁ βασιλεὺς ἔλεξεν ὧδε· οὕτω δῆτα ψυχὴν λόγων χηρεύουσαν καὶ τοῦ πείθειν ἔρημον εὑροῦσα ἡ τῆς σοφίας δύναμις περιφρονοῦσα τὸ ἀσθενὲς καταγωνίζεται, ὥσπερ φάρμακον ἐν ἕλκει προσπλαττόμενον καταβιβρώσκει μὲν τὸ νοσοῦν, συναναζωπυρεῖ δὲ τὴν ὑγείαν τῷ κάμνοντι. εἰ γὰρ τὸ δίκαιον οὐκ εἶπέ τισιν, εἴπῃ δὲ τὸ ἁρμόδιον, οὐδὲν ἧττον καὶ οὕτω νικήσει. τοιγαροῦν ἡ σοφία τούτου ἕνεκα τῆς ἰσχύος τῶν ὅπλων κρατεῖ, ὅτι πολέμου μὲν δύναμις οὐχ οἵα τε πέφυκε τοῦ πρακτέου γενέσθαι, εἰ μή πω καὶ ἑαυτὴν αὐτὴ διαχρήσεται, τὸ δὲ τῆς 185 σοφίας ἀσώματον καὶ φρούριον καθέστηκεν ἑαυτῆς, πρός γε καὶ φρουρεῖ τὸν κεκτημένον αὐτήν. ἐντεῦθεν οὖν οὐδὲ αὐτός, ὦ Ῥωμαίων πρεσβευτά, ὃς ὥσπερ εἰκὸς ἐν τοσαύτῃ σοφίᾳ τεθραμμένος περιεῖναι τοῖς ῥήμασι μεμάθηκας, μεμφθείην πρός τινος ἔγωγε μὴ πείθειν μαθών. πλὴν ὡς ἂν οἷός τε ὦ, κἂν εἰ μὴ τοῖς ῥήμασι τηλαυγῶς, ἀλλ' ὅμως τῷ βουλομένῳ τῆς γνώμης, ὡς ἔνεστιν, ἐν φανερῷ προθείην τὸ δίκαιον. δοίημεν, ὡς ἐδικαιολογήσω περὶ Σουανίας, τὴν ἀλήθειαν οὕτως ἔχειν. Λαζικὴν μὲν ἐχειρωσάμην, Σουάνοις δὲ οὐδὲ προσέβαλον ἢ μόνῃ ἀκοῇ, τῷ τὸν Μερμερόην ἡμῖν σημᾶναι ὡς οὐκ ἔστιν ἀξιόλογος οὐδὲ μὴν περιμάχητος ἡ χώρα οὐδὲ βασιλικῆς ἔργον ἐκστρατείας, ἀλλ' ἓν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκασον, καὶ ὡς ἔχουσι βασιλίσκον, καὶ ὡς ὁ χῶρός ἐστι Σκυθῶν πάροδος. ἀπεβίω Μερμερόης, εἶτα ὁ Ναχόεργαν ὑπῆλθε τῇ στρατηγίᾳ. γέγραφε τοίνυν ἡμῖν καὶ αὐτὸς οὐκ ἄλλως περὶ αὐτῶν, ὅτι τοῦ Καυκάσου τὰς ἀκρωρείας οἰκοῦσι καὶ ὅτι δῆτα κλῶπές τε καὶ λαφυραγωγοὶ καὶ χαλεπῶν ἔργων καὶ ἀνοσίων καθεστήκασιν ἐργάται. ἠβουλόμην οὖν κατὰ σφῶν ἐλάσαι στρατείαν, οἱ δὲ κατορρωδήσαντες ἀντὶ Σουάνων ἐγένοντο Πέρσαι, ὡς εἶναι δῆλον ἐντεῦθεν ἀνήκειν μοι τὴν χώραν, καὶ ἔχειν οὐκ ἀρνοῦμαι. καὶ τοίνυν δηλοῦσιν ὑπακούοντες ἡμῖν ἀσμενέστατα τῷ καὶ τοῖς δούλοις ἄρχεσθαι τοῖς ἡμῶν. ἀμέλει καὶ τοῦ Ζὶχ ἐν γράμμασι δηλώσαντος, ὡς Ῥωμαῖοι Σουανίαν ἐπιζητοῦσι λαβεῖν, τοσοῦτον πόρρωθεν ᾠήθην ὑμᾶς τοῦ δικαίου φῆσαι, καθ' ὅσον οὐ πλησίον ἐγενόμην τοῦ πείθεσθαι τῷ παραλόγῳ τῆς ἀκοῆς. πλὴν ἡττηθήσομαι τοῦ δυνατοῦ, καθ' ὅσον οἰηθείην περιέσεσθαι, μὴ οὐχὶ ταὐτὰ φρονεῖν τῷ καθ' ὑμᾶς βασιλεῖ. ταύτας δήπουθεν αὐτὰς ἀπεκύησε τῷ νῷ τὰς ἐννοίας ὁ Περσῶν βασιλεύς, καὶ ἐν τούτοις ὁ λόγος ἐπέπαυτο πρὸς βραχὺ περὶ Σουανίας αὐτῷ. καὶ αὖθις, ὥσπερ ἐν μεταξυλογίᾳ τινί, περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρου τοῦ Σαρακηνοῦ διελεγέσθην ἄμφω, τοῦ βασιλέως οὕτω πως ἀρξαμένου· ὁ καθ' ἡμᾶς Ἄμβρος ὁ Σαρακηνὸς οὐχ ἥκιστα ἐπιμέμφεται τῷ Ζὶχ καὶ καταβοὴν πεποίηται τἀνδρὸς οὐκ ἐλαχίστην, ἅτε οὐδέν τι ὀνήσαντός γε αὐτόν, ἡνίκα ἐσπενδόμεθα ὡς ὑμᾶς. καὶ ὁ Πέτρος· ἐν οὐδενὶ χρόνῳ πώποτε, ἔφη, ῥητόν τι χρυσίον 186 ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ' ὑμᾶς Σαρακηνοὶ οὔτε μὴν ἀνάγκῃ τινὶ οὔτε καθ' ὁμολογίαν τινά, ἀλλὰ δῆτα ὁ πατὴρ Ἄμβρου Ἀλαμούνδαρος ἔστελλε δῶρα τῷ Ῥωμαίων αὐτοκράτορι, καὶ ὅ γε δεχόμενος ἀντεδωρεῖτό γε αὐτόν. ὅπερ ἐφ' ἑκάστῳ ἐνιαυτῷ τὸ τοιόνδε ἐγίγνετο οὐδαμῶς, ἀλλ' ἔστιν ὅτε καὶ εʹ παρῳχημένων ἐτῶν. τοῦτο γοῦν διεσώθη τε καὶ διεφυλάχθη Ἀλαμουνδάρῳ τε καὶ ἡμῖν ἐπὶ χρόνον ἥκιστα ὀλίγον. ἐξεπίσταται δὲ τὸ κρεῖττον ὅτι οὐχὶ δῆτα ἐρρωμένα φρονῶν ἐς Πέρσας τὰ τοιάδε ἔπρασσεν Ἀλαμούνδαρος. τοιγαροῦν διεβεβαιοῦτο ὡς εἰ καὶ ὑμεῖς πόλεμον κινήσοιτε καθ' ἡμῶν, Ἀλαμουνδάρῳ γε ἄπρακτός τε καὶ ἀνενέργητος ἔσται ἡ μάχαιρα τῆς Ῥωμαίων ἕκατι πολιτείας. ταῦτα μὲν οὖν ἐπί τινα διέμεινε χρόνον· νῦν δὲ ὁ σὸς μὲν ἀδελφός, δεσπότης δὲ ἐμός, ἔθετο ἐν νῷ ἐμφρονέστατα, οἶμαι, ὦ βασιλεῦ, ἔφη τε ὡς, εἰ βεβαίως ἔχει τὰ πολιτεύματα τὴν εἰρήνην, τί δήποτε ἄρα λυσιτελήσει μοι τοῦ λοιποῦ ὑπηκόοις τε καὶ δούλοις προσφθέγγεσθαι Περσῶν, ὡς ἂν καταπρόοιντο τῶν κεκτημένων τὰ πράγματα, ἤγουν πορίζειν τι αὐτοῖς ἢ πορίζεσθαι παρὰ σφῶν; εἰ πρὸ τῆς εἰρήνης, ἔλεξεν ὁ βασιλεύς, ἑκατέρωθεν ἐστέλλοντο πρεσβεῖαι, καὶ ἀμοιβαίοις ἐφιλοφρονεῖσθε δώροις ἀλλήλους, χρῆναι οἶμαι ἄτρωτα εἶναι τὰ ὅσα ἐστέρχθη πρὸ τοῦ. ταύταις μὲν οὖν αὐταῖς καὶ περὶ Ἄμβρου ταῖς δικαιολογίαις ἐχρησάσθην, καὶ αὖθις ἀντελογίζοντο περὶ Σουανίας. ὁ δὲ βασιλεὺς εἶπεν· ὁπηνίκα ἔγωγε παρεστησάμην Σκάνδεις τε καὶ Σάραπα καὶ Λαζικήν, ὑμεῖς, ὥς φατε, τηνικαῦτα Σουανίαν ἐν ὑπηκόων εἴχετε μοίρᾳ. ἔνδηλον οὖν ἐντεῦθεν ὡς οὐκ ἐτύγχανον ὄντες ὑπὸ Λαζούς. εἰ γὰρ ἦν, καὶ αὐτοὶ ξὺν τοῖς κρατοῦσιν ἡμῖν προσεχώρησαν. ὁ Πέτρος ἔφη ἀμοιβαδόν· τοῦτο οὐ γέγονεν, ἐπεὶ ὁ Σουάνος οὐκ ἀπέστη, καθὰ δήπουθεν οὗ δοῦλος ἦν ὁ Λαζός. φημὶ δὲ ὡς τοῦ καθ' ἡμᾶς δούλου ὁ δοῦλος ἀφηνίασεν οὐδαμῶς. τήμερον, ἦ δὲ ὁ βασιλεύς, δέκα ἤδη παρῳχήκασιν ἐνιαυτοὶ ἐξ οὗ Σουανίαν ἐν κατοχῇ ἐποιησάμην· πρέσβεις πολλάκις ἐδεξάμεθά τε καὶ ἐξεπέμψαμεν ὡς Ῥωμαίους· καὶ τί δῆτα ἐξ ἐκείνου τὸν ὁντιναοῦν οὐ κεκινήκατε 187 λόγον ἕνεκα Σουανίας; ἐπειδὴ τηνικαῦτα, ἔλεξεν ὁ Πέτρος, καὶ Λαζικῆς κύριος ἐγεγόνεις. καὶ εἴπερ ἔφην ὡς σὲ δεῖ παραχωρῆσαί μοι Σουανίας, ἀντέλεξας ἄν· τίνος χάριν; καὶ εἴπερ αὖθις ἔφην· ἐπεὶ Λαζικῆς ἐστι κατήκοος, ἀπεκρίνω· τίνα γάρ σε γνωρίζομεν Λαζικῆς; καὶ λοιπὸν ἀντερεῖν εἴχομεν τὸ παράπαν οὐδέν. τοῦτο φής, εἶπεν ὁ βασιλεύς, ὅτι Σουανία Λαζῶν ὑποχείριος ἦν. εἴπερ ἐν γράμμασιν οἷός τε εἶ τεκμηριῶσαι τὸ τοιόνδε, ἥκιστα ἀποτεύξῃ τοῦ δέοντος. καὶ ὁ Πέτρος· οὔ τι μελλήσω, ἀναδιδάξω δέ σε τἀληθές. ἀρχαῖον ἔθος, ὦ δέσποτα, τόδε ἐκράτησε παρὰ Λαζοῖς· ὁ Σουανίας ἡγεμὼν ὑπήκουε τῷ Λαζῷ καὶ ἀνάγραπτός οἱ ἐπεφύκει ἐς δασμοφορίαν, καὶ τοίνυν ἐκομίζετο παρ' αὐτοῦ ὁ Λαζὸς καρπούς τε μελιττῶν καὶ δέρρεις καὶ ἕτερα ἄττα. ὁπηνίκα δ' οὖν ὁ Σουάνος ἄρχων ἀπεβίω, ἐχειροτόνει ὁ τοῖς Λαζοῖς ἐφεστὼς τὸν διαφυλάξοντα τοῦ ἀποιχομένου τὴν ἀρχήν. ἐν τούτῳ γράμμασιν ἐχρῆτο ὡς τῶν Ῥωμαίων αὐτοκράτορα τῶν ξυμβεβηκότων πέρι, καὶ αὐτὸς ἀντιγράφῳ ἐπιστολῇ ἐνεκελεύετό οἱ ἐκπέμψαι τὰ σύμβολα τῆς τῶν Σουάνων ἡγεμονίας ὅτῳ μὲν βούλοιτο, Σουάνῳ δ' ὅμως ἀνδρί. τοῦτο τὴν ἰσχὺν ἔλαβεν ἐκ τῶν Θεοδοσίου τοῦ καθ' ἡμᾶς βασιλέως χρόνων μέχρι Περόζου τοῦ ὑμετέρου πάππου καὶ Λέοντος τοῦ καθ' ἡμᾶς. εἶτα ἐκ τῆς χλαμύδος ὁ Πέτρος ἐν φανερῷ προκομίζει βιβλίδιόν τι, ἐν ᾧ στοιχηδόν τε καὶ διῃρημένως ἐδηλοῦντο Λαζῶν βασιλεῖς, οἳ Σουάνων ἐχειροτόνησαν ἡγεμόνας. εἶχε δὲ οὕτω τοῦ γραμματείου ἡ δύναμις, εἰ καὶ μὴ οὕτω τὰ ῥήματα· οἵδε Λαζῶν βασιλεῖς, οἵ γε βασιλίσκους ἐπέστησαν Σουάνοις, ἐξ οὗ χρόνου Θεοδόσιος τὸ Ῥωμαίων διήνυσε κράτος καὶ Οὐαράνης τὸ Περσῶν ἄχρι Λέοντος αὐτοκράτορος καὶ Περόζου. καὶ διεξελθὼν ὁ Πέτρος ἔφη· ἄχρι τούτων ἴσμεν ἐν γράμμασι Λαζῶν τε βασιλεῖς καὶ τοὺς ὅσοι ὑπὸ Λαζοῖς ἄρχοντες ἐγένοντο Σουάνων. ὁ βασιλεύς· εἰ ξυγχωρήσομέν σοι τὸ παρὰ σοῦ προκομισθὲν γράμμα ξυναιρόμενον τῇ κατὰ σὲ πολιτείᾳ ἔχειν τὸ πιστόν, ἆρα καὶ τὰ ἡμέτερα συμβόλαια πιστευθήσονται δικαιότατα; οἶμαι. πλήν, ἦ δὲ ὁ βασιλεύς, ὅπερ ἔφης, ἔχεται πειθοῦς ὅτι δῆτα οὗτοι οἱ βασιλεῖς οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἐγένοντο. ἐπειδὴ δὲ νῦν περὶ ἀμφηρίστου διαλεγόμεθα δούλου, εἰ μὲν ἐναργέστατά πως δυνη 188 θείης ἀποφῆναι ὡς πέφυκε σός, λήψῃ γε αὐτόν· εἰ δὲ τὸ τοιόνδε οὐχ οἷός τε εἶ πιστώσασθαι, καὶ ἄλλως βούλεται ὁ Σουάνος ὑποτετάχθαι τῇ Ῥωμαίων ἀρχῇ, ἥκιστα ἔσομαι ἐμποδών. τούτου περαιτέρω οὐδὲν ὁτιοῦν δυνήσομαι ποιεῖν. ὁ δὲ Πέτρος· οὐχὶ πεύσῃ, ὦ δέσποτα, πρὸς τοῦ Σουάνου, ὅποι βούλεται εἶναι; ἐξουσιάζει γὰρ αὑτοῦ αὐτός, ὅσον ἐπὶ ταύτῃ γε δήπου τῇ μοίρᾳ. ἄθρει δέ, ὁ βασιλεύς, ὡς οὐ βούλομαι περὶ Σουανίας τῆς χώρας τι πυθέσθαι πρὸς τῶν Σουάνων, ἐπεὶ οὐδὲ ὅσιον οὔτε μὴν ἄλλως δίκαιόν ἐστιν περὶ τῆς γῆς αὐτῆς ἐν δούλου κινδυνεύεσθαι κρίσει. οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ ἀμφοῖν.
2.1.12
Ὅτι τοῦ ἐπιόντος ἔτους πάλιν ὁ Ἐλπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐζήτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρήσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους ἐσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν Ἀβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν Ἐλπιδίῳ παρέπεμπεν.
2.1.13
Ὅτι Ὑρκανὸς ὁ τῶν Ἰουδαίων ἀρχιερεὺς ἀνανεώσασθαι τὴνπρὸς Ῥωμαίους φιλίαν βουλόμενος πέμπει πρὸς αὐτοὺς πρεσβείαν. καὶ ἡ σύγκλητος δεξαμένη τὰ παρ' αὐτοῦ γράμματα ποιεῖται πρὸς αὐτὸν φιλίαν τούτῳ τῷ τρόπῳ· Φάννιος Μάρκου υἱὸς στρατηγὸς βουλὴν ἤγαγεν ἐν Πομπίῳ παρόντος Λουκίου Μαννίου καὶ Γαΐου Σεμπρωνίου περὶ ὧν ἐπρέσβευσε Σίμων Δωσιθέου καὶ Ἀπολλώνιος Ἀλεξάνδρου καὶ Δωρόθεος Ἰάσωνος ἄνδρες ἀγαθοὶ καὶ καλοὶ πεμφθέντες ὑπὸ δήμου τοῦ Ἰουδαίων, καὶ διελέχθησαν περὶ φιλίας τῆς ὑπαρχούσης τούτοις καὶ συμμαχίας πρὸς Ῥωμαίους καὶ τῶν δημοσίων πραγμάτων, ὅπως τε Ἰόπη καὶ λιμένες καὶ Γάζωρα καὶ πηγαὶ καὶ ὅσας πόλεις αὐτῶν καὶ ἄλλα χωρία πολεμῶν Ἀντίοχος παρὰ τὸ τῆς συγκλήτου δόγμα ἀφείλετο ταῦτα ἀποκατασταθῇ, ἵνα τε τοῖς στρατιώταις τοῖς βασιλικοῖς μὴ ἐξῇ διὰ τῆς χώρας 365 τῆς αὐτοῖς ὑπηκόου διέρχεσθαι, καὶ ὅπως τὰ κατὰ τὸν πόλεμον ἐκεῖνον ψηφισθέντα ὑπὸ Ἀντιόχου παρὰ τὸ τῆς συγκλήτου δόγμα ἄκυρα γένηται, ἵνα τε πρέσβεις πέμψαντες ἀποδοθῆναί τε αὐτοῖς ποιήσωσι τὰ ὑπὸ Ἀντιόχου ἀφαιρεθέντα καὶ τὴν χώραν διατιμήσωνται τὴν ἐν τῷ πολέμῳ διεφθαρμένην, ὅπως τε αὐτοῖς πρός τε βασιλεῖς καὶ δήμους ἐλευθέρους γράμματα δώσειν εἰς ἀσφάλειαν τῆς εἰς οἶκον ἐπανόδου. ἔδοξεν οὖν ταῦτα· ἀνανεώσασθαι φιλίαν καὶ συμμαχίαν πρὸς ἄνδρας ἀγαθοὺς καὶ ὑπὸ δήμου πεμφθέντας ἀγαθοῦ καὶ φίλου. περὶ μέντοι τῶν πραγμάτων ἀπεκρίναντο βουλεύσασθαι ὅτ' ἂν ἀπὸ τῶν ἰδίων ἡ σύγκλητος εὐσχολήσῃ, σπουδάσειν τε τοῦ λοιποῦ μηδὲν εἰς αὐτοὺς ἀδίκημα τοιοῦτον γενέσθαι, δοῦναί τε αὐτοῖς τὸν στρατηγὸν Φάννιον χρήματα ἐκ τοῦ δημοσίου, ὅπως ἂν εἰς τὴν οἰκείαν ἐπανέλθοιεν. Φάννιος μὲν οὖν οὕτως ἀποπέμπει τοὺς τῶν Ἰουδαίων πρέσβεις χρήματά τε δοὺς αὐτοῖς ἐκ τοῦ δημοσίου καὶ δόγμα συγκλήτου πρὸς τοὺς διαπέμψαντας καὶ ἀσφαλῆ παρεξομένους τὴν οἴκαδε παρουσίαν.
2.1.14
Ὅτι Γρατιανὸς ὁ βασιλεὺς ἐκπέμπει τοῖς κατὰ τὸ Ἰλλυρικὸν στρατιωτικοῖς τάγμασιν στρατηγὸν Βιδιλιανόν. τούτου δὲ ἡγουμένου δύο μοῖραι τῶν ὑπὲρ τὸν Ῥῆνον Γερμανικῶν ἐθνῶν, ἡ μὲν ἡγεμόνι Φριτιγέρνῳ χρωμένη, ἡ δὲ ὑπὸ Ἀλλόθεον καὶ Σέφρακτα τεταγμένη, τοῖς Κελτικοῖς ἔθνεσιν ἐπικείμεναι κατέστησαν εἰς ἀνάγκην τὸν βασιλέα Γρατιανὸν ἐνδοῦναι σφίσιν ἀπολιπούσαις τὰ ἐν Κελτοῖς διὰ τοῦ Ἴστρου Παιονίαν καὶ τὴν ἄνω Μυσίαν καταλαβεῖν. ἦν γὰρ αὐτῷ λόγος τε καὶ σπουδὴ τέως ἀπαλλαγῆναι τῆς συνεχοῦς τούτων ἐφόδου. διαπλεύσαντες οὖν ἐπὶ τούτοις τὸν Ἴστρον διανοούμενοί τε διὰ Παιονίας ἐπὶ τὴν Ἤπειρον διαβῆναι, περαιωθῆναι δὲ τὸν Ἀχελῷον καὶ ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιθέσθαι, τροφὰς πορίσαντες ᾠήθησαν πρότερον ὅθεν Ἄριχον παντὸς τοῦ βασιλείου τῶν Σκυθῶν ἄρχοντα γένους ἐκποδὼν ποιήσασθαι, πρὸς τῷ μηδένα κατὰ νώτου τὸν κωλύσοντα τὴν αὐτῶν ἐπιχείρησιν ἔχειν. ἐπιθέμενοι τοίνυν αὐτῷ σὺν οὐδενὶ πόνῳ τῶν τόπων ἐν οἷς ἦν ἀπανέστησαν. ὁ δὲ ὡς Θεοδόσιον ἔδραμεν ἀρτίως ἀπαλλαγέντα νόσου τὸν βίον αὐτῷ καταστησάσης ἀμφίβολον. ὁ δὲ φιλοφρόνως μετὰ τῶν σὺν αὐτῷ βαρβάρων ἐδέξατο πόρρω που τῆς Κωνσταντινουπόλεως προελθὼν καὶ παραχρῆμα τελευτήσαντα ταφῇ βασιλικῇ περιέστειλεν. τοσαύτη δὲ ἦν ἡ περὶ τὴν ταφὴν πολυτέλεια, ὥστε τοὺς βαρβάρους ἅπαντας καταπλαγέντας τῇ ταύτης ὑπερβολῇ τοὺς μὲν Σκύθας ἐπανελθεῖν οἴκαδε καὶ μηκέτι Ῥωμαίοις παρενοχλεῖν τὴν εὐγνωμοσύνην τοῦ βασιλέως θαυμάσαντας, ὅσοι δὲ ἅμα τῷ τελευτήσαντι παρεγένοντο τῇ τῆς ὄχθης φυλακῇ προσεκαρτέρησαν τὰς τῶν ἐθνῶν κωλῦσαι κατὰ Ῥωμαίων ἐφόδους.
2.1.15
Ὅτι ἐπὶ Αὐρηλιανοῦ οἱ Βανδῆλοι κατὰ κράτος ἡττηθέντες παρὰ Ῥωμαίων πρεσβείαν ἐποιήσαντο πρὸς Ῥωμαίους περὶ διαλύσεως πολέμου καὶ συμβάσεως. καὶ πολλὰ ἀναμεταξὺ εἰπόντων ἀλλήλων, τοῦ τε βασιλέως καὶ τῶν βαρβάρων, διελύθη μὲν ὁ σύλλογος, τῇ δὲ ὑστεραίᾳ τό τε πλῆθος τῶν Ῥωμαίων στρατιωτῶν αὖθις ἠθροίσθη, καὶ ἐρομένου βασιλέως ὅ τι σφίσι περὶ τῶν παρόντων λῷον εἶναι δοκεῖ, κρίνοντες τὴν εὐτυχίαν τὴν ὑπάρχουσαν προμηθείᾳ τῆς ὑπὲρ τῶν ὄντων ἀσφαλείας διασώσασθαι καὶ βοῇ τὸ βουλόμενον σημαίνοντες σύμπαντες ἐς τὴν κατάλυσιν τοῦ πολέμου ἐχώρησαν. καὶ οἵδε μὲν ὧδε συνηνέχθησαν γνώμῃ· οἱ δὲ τῶν βαρβάρων βασιλεῖς καὶ ἄρχοντες ἥκοντες καθότι σφίσι προειρημένον ἔδοσαν ὁμήρους σφῶν αὐτῶν οὐ τὰ δεύτερα ἀξιώσεως 386 καὶ τύχης. οἵ τε γὰρ βασιλεῖς τοὺς παῖδας ἑκάτεροι διδόασιν ἐς τὴν ὁμηρείαν ἐνδοιάσαντες οὐδέν, καὶ ἕτεροι ἅμα αὐτοῖς οὐ μάλα πόρρω ἀξιώσεως. καὶ ἐπὶ τούτοις ἐχώρησάν τε πρὸς σύμβασιν καὶ αἱ σπονδαὶ ἐγένοντο. συνεμάχουν δὲ ἀπὸ τῆσδε Ῥωμαίοις Βανδήλων ἱππεῖς εἰς δισχιλίους, οἱ μέν τινες αἱρετοὶ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέντες, οἱ δὲ καὶ ἐθέλοντες ἑκούσιον στρατιὰν ὑποδυόμενοι. ὁ δὲ λοιπὸς Βανδήλων ὅμιλος ἐπ' οἴκου ἐκομίζετο, παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἴστρον. καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διεσώθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλλογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνῃρέθησαν σύμπαντες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων οὐ μείους γενόμενοι πεντακοσίων. οἷα γὰρ δὴ διὰ φιλίας τῆς χώρας πορευόμενοι καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαΐσσοντες κατά τινας αἰφνιδίους ἐπιδρομὰς προσέβαλλον γνώμῃ τοῦ ἄρχοντος καὶ οὐκ ὀλίγα τῆς χώρας ἐκακούργουν. καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι†. οἱ δὲ λοιποὶ Βανδήλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ' οἴκου. βασιλεὺς δὲ Ῥωμαίων τὴν πλείστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ' Ἰταλίας. καὶ διαλιπόντων οὐ μάλα συχνῶν ἡμερῶν, τήν τε ἀμφ' αὑτὸν τάξιν ἑταιρικήν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμάχων ὅσοι ἦσαν Βανδήλων, καὶ τοὺς ὁμηρεύειν αὐτῷ δοθέντας παῖδας ἐπαγόμενος καὶ αὐτὸς ἐπ' Ἰταλίας ἐξήλαυνε σπουδῇ διὰ τὴν τῶν Ἰουθούγγων αὖθις παρουσίαν./* 387 Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους. Λόγος γʹ.*/
2.1.16
Ὅτι ἐπὶ Οὐάλεντος τοῦ βασιλέως οἱ πέραν τοῦ Ἴστρου καλούμενοι Γότθοι ἐμφύλιον πρὸς ἑαυτοὺς κινήσαντες πόλεμον εἰς βʹ μέρη ἐτμήθησαν, ὧν τοῦ ἑνὸς ἡγεῖτο Φριτιγέρνης, τοῦ δὲ ἑτέρου Ἀθανάριχος. ἐπικρατεστέρου δὲ τοῦ Ἀθαναρίχου φανέντος, Φριτιγέρνης προσφεύγει Ῥωμαίοις καὶ τὴν αὐτῶν κατὰ τοῦ ἀντιπάλου ἐπικαλεῖται βοήθειαν. γνωρίζεται ταῦτα τῷ βασιλεῖ Οὐάλεντι, καὶ κελεύει τοὺς ἐνιδρυμένους κατὰ τὴν Θρᾴκην στρατιώτας βοηθεῖν τοῖς βαρβάροις. κατὰ βαρβάρων οὖν στρατεύουσι καὶ ποιοῦνται νίκην κατὰ Ἀθαναρίχου πέραν τοῦ Ἴστρου τοὺς πολεμίους εἰς φυγὴν τρέψαντες. αὕτη πρόφασις γέγονε τοῦ χριστιανοὺς γενέσθαι τῶν βαρβάρων πολλούς. ὁ γὰρ Φριτιγέρνης χάριν ἀποδιδοὺς ὧν εὐηργέτητο τὴν θρησκείαν τοῦ βασιλέως ἠσπάζετο καὶ τοὺς ὑφ' ἑαυτῷ τοῦτο ποιεῖν προετρέπετο. διὸ μέχρι νῦν πλείους οἱ Γότθοι τῆς Ἀρειανῆς θρησκείας ὄντες τυγχάνουσι τότε διὰ τὸν βασιλέα ταύτῃ προσθέμενοι. τότε καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος γράμματα ἐφεῦρε Γοτθικὰ καὶ τὸν χριστιανισμὸν ἐδίδασκεν. οὐκ εἰς μακρὰν δὲ οἱ βάρβαροι φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι αὖθις ὑφ' ἑτέρων βαρβάρων γειτνιαζόντων αὐτοῖς τῶν καλουμένων Οὔννων καταπολεμηθέντες καὶ τῆς ἰδίας ἐξελασθέντες χώρας καὶ τὴν Ῥωμαίων γῆν καταφεύγουσιν δουλεύειν τῷ βασιλεῖ συντιθέμενοι καὶ τοῦτο πράττειν, ὅπερ ἂν ὁ Ῥωμαίων προστάξειε βασιλεύς. ταῦτα εἰς γνῶσιν ἥκει τοῦ Οὐάλεντος, καὶ μηδὲν προϊδόμενος κελεύει τοὺς ἱκετεύοντας οἴκτου τυχεῖν, πρὸς ἓν μόνον τοῦτο οἰκτίρμων γενόμενος. ἀφορίζει οὖν αὐτοῖς τὰ μέρη 388 τῆς Θρᾴκης εὐτυχεῖν μάλιστα ἐπὶ τούτῳ νομίσας. ἐλογίζετο δὲ ὡς εἴη ἕτοιμον καὶ εὐπρεπὲς κτησάμενος κατὰ πολεμίων στράτευμα. ἤλπιζε γὰρ βαρβάρους Ῥωμαίων φοβερωτέρους ἔσεσθαι φύλακας καὶ διὰ τοῦτο ἠμέλει τοῦ λοιποῦ τοὺς Ῥωμαίων στρατιώτας αὐξῆσαι, καὶ τοὺς μὲν ἤδη πάλαι στρατευομένους καὶ κατὰ τοὺς πολέμους γενναίως ἀγωνισαμένους ὑπερεώρα, τὸν δὲ συντελούμενον ἐκ τῶν ἐπαρχιῶν κατὰ κώμας στρατιώτην ἐξηργύρισεν πʹ χρυσίνους ὑπὲρ ἑκάστου στρατιώτου τοὺς συντελεστὰς ἀπαιτεῖσθαι κελεύσας οὐ πρότερον συντελείας κουφίσας αὐτοῖς. τοῦτο ἀρχὴ γέγονεν τοῦ δυστυχῆσαι τότε πρὸς ὀλίγον τὴν Ῥωμαίων ἀρχήν. Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην κατειληφότες τὴν Ῥωμαίων καρπούμενοι χώραν τὴν εὐτυχίαν οὐκ ἤνεγκαν, ἀλλὰ κατὰ τῶν εὐεργετησάντων χωροῦσιν καὶ πάντα τὰ περὶ Θρᾴκην ἀνέτρεπον. ταῦτα οὕτως ἐπιγενόμενα εἰς γνῶσιν ἐλθόντα τοῦ Οὐάλεντος, τοῦ ἐξορίζειν τοὺς χριστιανίζοντας ἀφίστατο, καὶ ἐν θορύβῳ γενόμενος εὐθὺς ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν ἦλθεν. ἐλθὼν ὁ βασιλεὺς εἰς τὴν Κωνσταντινούπολιν εὑρίσκει τὸν δῆμον ἐν ἀθυμίᾳ καθεστῶτα πολλῇ. οἱ γὰρ βάρβαροι καταδραμόντες τὴν Θρᾴκην ἤδη καὶ τὰ προάστεια ἐπόρθουν τῆς Κωνσταντινουπόλεως μηδεμιᾶς οὔσης ἀξιομάχου δυνάμεως. ἐπεὶ δὲ καὶ τοῖς τείχεσι προσπελάζειν ἐπεχείρουν οἱ βάρβαροι, χαλεπῶς ἡ πόλις ἔφερε τὰ γινόμενα. καὶ οὗτος ἐξελθὼν ἐπὶ τοὺς βαρβάρους θνήσκει ἀξίως τῶν αὐτοῦ πράξεων. μετὰ δὲ τὸν Οὐάλεντος θάνατον οἱ βάρβαροι πάλιν ἕως τῶν τειχῶν τῆς Κωνσταντινουπόλεως ἐλθόντες τὰ περὶ αὐτὴν ἐπόρθουν προάστεια. ἐφ' οἷς ὁ δῆμος ἀγανακτῶν δι' ἑαυτῶν τοῖς βαρβάροις ἀντεπεξῄεσαν ἕκαστος τὸ παρατυγχάνον ἀντὶ ὅπλου λαμβάνοντες. ἐδίδου δὲ τοῖς ἐξιοῦσιν εἰς τὸν πόλεμον τοῦ βασιλέως ἡ γυνὴ Δομνίκα μισθὸν ἐκ τοῦ βασιλικοῦ ταμείου. ἐπεβοήθουν δὲ αὐτοῖς ὀλίγοι Σαρακηνοὶ ὑπόσπονδοι παρὰ Μαυίας πεμφθέντες. καὶ τοῦ δήμου ἀγωνισαμένου, πόρρω τῆς πόλεως ἀπεχώρησαν οἱ βάρβαροι.
2.1.17
Ὅτι Μιθριδάτης ὁ τῶν Ἰβήρων βασιλεὺς ἐνεωτέρισε καὶ παρεσκευάζετο εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. τῆς δὲ μητρὸς ἀντιλεγούσης καὶ φυγεῖν, ἐπειδὴ μὴ πείθειν αὐτὸν ἠδύνατο, βουληθείσης, βουλόμενος ἐπικαλύψαι τὸ σπουδαζόμενον αὐτὸς μὲν παρεσκευάζετο, πέμπει δὲ Κότυν τὸν ἀδελφὸν εἰς πρεσβείαν φιλίους λόγους τῷ Κλαυδίῳ κομίζοντα. ὁ δὲ παραπρεσβεύσας πάντα αὐτῷ κατεμήνυσε καὶ βασιλεὺς Ἰβηρίας ἀντὶ Μιθριδάτου γίνεται.
2.1.18
Ὅτι Καμβύσου τοῦ Περσῶν βασιλέως κυριεύσαντος πάσης Αἰγύπτου, πρὸς τοῦτον οἱ Λίβυες καὶ Κυρηναῖοι συνεστρατευκότες τοῖς Αἰγυπτίοις ἀπέστειλαν δῶρα καὶ τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλαντο.
2.1.19
Ὅτι Ἀγύλλαιοι, ἐπειδὴ ᾔσθοντο τοὺς Ῥωμαίους σφίσιπολεμῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς χώρας ἔτυχον. Καὶ ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ὁ Φιλάδελφος ἐπικληθείς, ὡς τόν τε Πύρρον κακῶς ἀπηλλαχότα καὶ τοὺς Ῥωμαίους αὐξανομένους ἔμαθε, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. οἱ οὖν Ῥωμαῖοι ἡσθέντες ὅτι καίτοι διὰ πλείστου ὢν περὶ πολλοῦ σφᾶς ἐπεποίητο, πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν. ἐπειδή τε ἐκεῖνοι δῶρα παρ' αὐτοῦ μεγαλοπρεπῆ λαβόντες ἐς τὸ δημόσιον σφᾶς ἀπέδειξαν, οὐκ ἐδέξαντο αὐτά.
2.1.20
Ὅτι ἄνευ τῶν συμμάχων τῶν Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται. ὡς δὲ ἐπύθοντο τὴν παρασκευὴν οἱ Κερκυραῖοι, ἐλθόντες ἐς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων, οὓς παρέλαβον, ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν, ὡς οὐ μετὸν αὐτοῖς Ἐπιδάμνου, εἰ δέ τι ἀντιποιοῦνται, δίκας ἤθελον 438 δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν, αἷς ἂν ἀμφότεροι ξυμβῶσιν, ὁποτέρων δ' ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν, τούτους κρατεῖν. πόλεμον δὲ οὐκ εἴων ποιεῖν. εἰ δὲ μή, καὶ αὐτοὶ ἀναγκασθήσεσθαι ἐκείνων βιαζομένων φίλους ποιεῖσθαι οὓς οὐ βούλονται, ἑτέρους τῶν νῦν ὄντων μᾶλλον, ὠφελείας ἕνεκα. οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς, ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπάγωσι, βουλεύσεσθαι, πρότερον δ' οὐ καλῶς ἔχειν τοὺς μὲν πολιορκεῖσθαι, αὐτοὺς δὲ δικάζεσθαι. Κερκυραῖοι δὲ ἀντέλεγον, ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπιδάμνῳ ἀπαγάγωσι, ποιήσειν ταὐτά, ἕτοιμοι δὲ εἶναι ὥστε καὶ ἀμφοτέρους μένειν κατὰ χώραν, σπονδὰς δὲ ποιήσασθαι, ἕως ἂν ἡ δίκη γένηται. Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον./* Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἀγαθίου σχολαστικοῦ.*/
2.1.21
Ὅτι ἐν τούτῳ ἄνδρες τῶν παρὰ Μισιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτηρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ ὡς, ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. παρὸν τοίνυν ἡμῖν, ἔφασαν οἱ πρέσβεις, ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ' ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ' ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖ 441 σθαι, καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἀμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων. ταῦτα ἀκούσας ὁ Ναχοραγὰν προσίετο αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μεταστάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων.
2.1.22
Ὅτι δημηγορήσας ὁ βασιλεύς, τοῦ τε ἱεροῦ ξυλλόγου τὸ ἀγχίνουν τε καὶ βουλευτικὸν τοῦ βασιλέως ἐπαινέσαντος, παραχρῆμα τά τε δῶρα ἔστελλεν, σειράς τε χρυσῷ διαπεποικιλμένας καὶ κλίνας ἐσθῆτάς τε σηρικὰς καὶ ἕτερα πλεῖστα ἐκμαλθακῶσαι 443 οἷά τε ὄντα ἀλαζονείας ἀνάπλεα φρονήματα, πρὸς τοῖς καὶ πρεσβευσόμενον Βαλεντῖνον (εἷς δὲ οὗτος τῶν βασιλικῶν μαχαιροφόρων), προύτρεπέ τε τὸ φῦλον ὁμαιχμίαν ἐσάγειν Ῥωμαίοις καὶ κατὰ τῶν ἀντιπάλων ὁπλίζεσθαι, ἐμφρονέστατα, οἶμαι, προμηθευσάμενος ὁ βασιλεύς, ὡς ἢ νικῶντες οἱ Ἄβαροι ἢ καὶ ἡσσώμενοι ἐξ ἀμφοῖν πορίσωσι Ῥωμαίοις τὸ συνοῖσον. τοῦ δὲ Βαλεντίνου ἐκεῖσε ἀφικομένου καὶ τὰ δῶρα παρασχομένου καὶ ὅσα ἐσήμηνεν ὁ βασιλεὺς ἐξειπόντος, πρῶτον μὲν ἐξεπολεμώθησαν Οὐνιγούροις, εἶτα Ζάλοις, Οὐννικῷ φύλῳ· καὶ Σαβήρους δὲ καθεῖλον.
2.1.23
Ὅτι ὁ Χαγάνος Ταργίτιον σὺν Ἐλπιδίῳ τῷ Ῥωμαίων πρέσβει ὡς βασιλέα Μαυρίκιον ἔστειλεν εἴκοσι χιλιάδας χρυσοῦ πρὸς ταῖς ὀγδοήκοντα ἀναβιβάσας λαμβάνειν ἀν' ἔτος. ἧκον δὲ ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμολογία ἐγίγνετο ἦν μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι Ῥωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν παραμελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλπεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν Ῥωμαίοις τὸ τῶν Ἀβάρων ἐπιτίθεται φῦλον, ἀλλ' οὐκ ἀναφανδόν, ῥᾳδιουργικώτερον δέ πως καὶ δολερώτερον. τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς Ῥωμαίων γῆς 479 ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλουμένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς ὄψεσι πολὺν ἀπεργάζονται φόνον.
2.1.24
Ὅτι οἱ Πέρσαι οἱ ἐν τῇ Ἀμίδῃ οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς· δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. καὶ οἱ Ῥωμαῖοι ὡσαύτως ἀπαλλάσσεσθαι ἤθελον. γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ' ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν, ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκεν. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει.
2.1.25
Ὅτι παρὰ τοῦ Σκυθῶν βασιλέως τῶν ἐν τῇ Ἀσίᾳ ἀφικνοῦνται παρὰ Ἀλέξανδρον πρέσβεις ὑπὲρ τῶν πραχθέντων ἐς ἀπολογίαν ἐκπεμφθέντες, ὅτι οὐκ ἀπὸ κοινοῦ τῶν Σκυθῶν ἐπρά 514 χθη, ἀλλὰ καθ' ἁρπαγὴν λῃστρικῷ τρόπῳ σταλέντων, καὶ αὐτὸς ὅτι ἐθέλει ποιεῖν τὰ ἐπαγγελλόμενα. καὶ τούτῳ φιλάνθρωπα ἐπιστέλλει Ἀλέξανδρος, ὅτι οὔτε ἀπιστοῦντα μὴ ἐπεξιέναι καλὸν αὐτῷ ἐφαίνετο, οὔτε κατὰ καιροῦ ἦν ἐν τῷ τότε ἐπεξιέναι.
2.1.26
Ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται νεκρὰ σώματα ἀνδρῶν φέροντες, ὡς αἰτίους. τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον. ἐφ' οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο καί, εἴ τῳ καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδ' ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλὰ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας. καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλὰ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσιν, θεὸς δὲ ἐνεμέσησε τῆς μεγαληγορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι. ἐς 518 γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί. ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδιδοῖεν. θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης. καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δ' οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάττειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι. Ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου φερόμενον ὑπὸ γήρως ἁμάξῃ. καὶ ὁ πρεσβύτης ἔφη· ἕν ἐστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή. αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται. ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν, καὶ πάντας ἀπόλυσον ἀπαθεῖς μήτ' ἐνυβρίσας μήτ' ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας. εἰσὶ δ', ὡς ἀκούω, φιλότιμοι κακόν, ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενον διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος. ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν. ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς μηδ' ἄγγελον ὑπολιπών. λέγω δ' ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δ' ὡς ἀναγκαῖα. Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε. μεῖζον δ' οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων. Ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι δι' ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδ' αὐτῷ μέν μοι δοκεῖ, 519 Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς. οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία. ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ Σαυνιτῶν, ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας. φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μήτε πωλεῖν μηδὲ ζημιοῦν, ἀλλ' ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δ' ἀπανθρωποτέρας οὐκ ἀνέχομαι. ὡς δ' ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθ' ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτ' ἔχουσι παρ' ἡμῶν), ἐκπέμψω δ' ὑπὸ ζυγὸν σώους, ᾗ τινι αἰσχύνῃ καὶ αὐτοὶ κατ' ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν. Ταῦτα τοῦ Ποντίου λέγοντος ὁ πρεσβύτης ἐδάκρυσέ τε καὶ ἐπιβὰς τῆς ἀπήνης εἰς τὸ Καύδιον ἀπήλαυνεν. ὁ δὲ Πόντιος τοὺς πρέσβεις καλέσας ἤρετο εἴ τις εἰρηνοδίκης αὐτοῖς παρείη. τοῖς δὲ παρῆν οὐδεὶς ὡς ἐπὶ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον ἐστρατευκόσι. τοῖς οὖν ὑπάτοις καὶ τοῖς ἄλλοις ἄρχουσι τῆς στρατιᾶς καὶ παντὶ τῷ πλήθει λέγειν ἐκέλευε τοὺς πρέσβεις· ἡμεῖς ἀεὶ Ῥωμαίοις ἐσπενδόμεθα φιλίαν, ἣν αὐτοὶ διελύσατε Σιττικηνοῖς τοῖς ἡμετέροις ἐχθροῖς συμμαχοῦντες· εἶτ' αὖθις αὖ φιλίας ἡμῖν γενομένης Νεαπολίταις ἐπολεμεῖτε τοῖς ἡμετέροις γείτοσιν. καὶ οὐκ ἠγνοοῦμεν ὅτι ταῦτ' ἦν ὑμῖν παρασκευὴ πλεονεξίας ἐπὶ ὅλην τὴν Ἰταλίαν. ἔν τε ταῖς προτέραις μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς, οὐδ' ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις ἔχοντες ἀλλοτρίας καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς καὶ πολλὰ 520 συγχωρούντων, ὑπερήφανα ἡμῖν ἄλλ' ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ σπενδομένους ἀλλὰ ἑαλωκότας. καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε κατ' ἀνδρῶν ποτὲ φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν συνοικούντων. ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρ' ἡμῶν ὑμῖν ἄσπονδα εἶναι. ἐγὼ δὲ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων δίδωμι ἕκαστον ὑμῶν σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθ' ἡμῖν ἀποδώσειν καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν καὶ μηδέ ποτ' ἐπὶ Σαυνίτας στρατεύσειν. Ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον· θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ. ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον. ὑπὸ δὲ ἀπορίας αὐτὰ ἐδέχοντο, καὶ τοὺς ὅρκους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι δύο ὄντες, Ποστούμιός τε καὶ Βετούριος, καὶ ταμίαι δύο καὶ ταξιάρχαι δʹ καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον. γενομένων δὲ τῶν ὅρκων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ διατειχίσματος καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθεὶς ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ, καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρωστοῦντας, καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι. δύναται δ', ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις. Ἀπαγγελθείσης δὲ τῆς συμφορᾶς ἐς τὴν πόλιν οἰμωγὴ καὶ θρῆνος ἦν ὡς ἐπὶ πένθει, καὶ αἱ γυναῖκες ἐκόπτοντο τοὺς αἰσχρῶς περισεσωσμένους ὡς ἀποθανόντας, ἥ τε βουλὴ τὴν ἐπιπόρφυρον ἐσθῆτα ἀπέθετο, καὶ θυσίαι καὶ γάμοι καὶ ὅσα ἄλλα τοιουτότροπα ἐπέσχητο ἐπὶ τὸ ἔτος ὅλον, ἕως τὴν συμφορὰν ἀνέλαβον. τῶν δὲ ἀφειμένων οἱ μὲν ἐς τοὺς ἀγροὺς διέφευγον ὑπὸ αἰδοῦς, οἱ δὲ νυκτὸς ἐς τὴν πόλιν ἐσῄεσαν. οἱ δὲ ἄρχοντες ἡμέρας μὲν ἐσῆλθον ὑπ' ἀνάγκης, καὶ τὰ σημεῖα τῆς ἀρχῆς ἐπέκειτο αὐτοῖς, ἔπρασσον δὲ οὐδέν.
2.1.27
Ὅτι ὁ αὐτὸς Λέων βασιλεὺς ἀπέστειλε πρὸς τοὺς ἐν τῇ Θρᾴκῃ βαρβάρους πρεσβευτὴν Τελόγιον τὸν σελεντιάριον. οἱ δὲ 570 βάρβαροι τοῦτον ἀσμένως δεξάμενοι ἀντιπέμπουσι πρέσβεις πρὸς τὸν βασιλέα φίλοι Ῥωμαίων εἶναι βουλόμενοι. ᾐτήσαντο δὲ τρία, πρῶτον Θευδέριχον τὸν κατάρχοντα αὐτῶν τὴν κληρονομίαν ἀπολαβεῖν, ἣν ἀφῆκεν αὐτῷ Ἄσπαρ, δεύτερον νέμεσθαι τὴν Θρᾴκην συγχωρηθῆναι αὐτῷ, τρίτον καὶ στρατηλάτην γενέσθαι τῶν ταγμάτων, ὧνπερ καὶ Ἄσπαρ ἡγήσατο. καὶ ὁ μὲν βασιλεὺς πρὸς τὰ δύο παντελῶς ἀπείπατο, μόνον δὲ περὶ τῆς στρατηγίας κατένευσεν, εἰ φίλος αὐτοῦ γένηται ἀδόλως· καὶ οὕτω τοὺς πρέσβεις ἀπέπεμψεν. ὁ δὲ Θευδέριχος ὁ τῶν βαρβάρων ἀρχηγὸς τοὺς πρέσβεις αὐτοῦ δεξάμενος ἐκ τοῦ βασιλέως ἀπράκτους τὸ μὲν τῆς δυνάμεως αὐτοῦ εἰς Φιλίππους ἐκπέμπει, τῷ δὲ προσεκάθητο τὴν Ἀρκαδιούπολιν μηχανῇ πάσῃ πολιορκῶν. καὶ ταύτην παραλαμβάνει οὐχ ὅπλοις, ἀλλὰ λιμῷ τοὺς ἔνδον τοῦ ἄστεος ἰσχυρῶς στενοχωρήσαντι· καὶ γὰρ καὶ ἵππων καὶ ὑποζυγίων καὶ νεκρῶν σωμάτων ἥψαντο καρτεροῦντες εἴ ποθεν αὐτοῖς ἔλθοι βοήθεια, τῆς δὲ μὴ παρούσης ἀπήλπισαν καὶ συνέδωκαν. οἱ δὲ ἐκπεμφθέντες ἐπὶ Φιλίππους τὰ πρὸ τοῦ ἄστεος ἐνέπρησαν μόνον, οὐδὲν δὲ ἄλλο δεινὸν εἰργάσαντο. καὶ τούτων οὕτω λυμαινομένων τὴν Θρᾴκην, ὅμως καὶ αὐτοὶ οἱ βάρβαροι ὑπὸ τοῦ λιμοῦ συνεχόμενοι πρεσβείαν πέμπουσι περὶ εἰρήνης πρὸς τὸν βασιλέα. καὶ γίνεται ἡ σύμβασις τῶν ὅρκων ἐπὶ τούτοις, τοῖς μὲν Γότθοις δίδοσθαι κατ' ἔτος χρυσίου λίτρας δισχιλίας, τὸν δὲ Θευδέριχον καθίστασθαι στρατηγὸν δύο στρατηγιῶν τῶν ἀμφὶ βασιλέα, αἵπερ εἰσὶ μέγισται εἰς τὴν ἑτέραν γῆν· αὐτὸν δὲ τῶν Γότθων αὐτοκράτορα εἶναι, καὶ μηδένας ἐξ αὐτῶν ἀποστῆναι θέλοντας τὸν βασιλέα δέχεσθαι· συμμαχεῖν δὲ τῷ βασιλεῖ εἰς πᾶν ὅ τι κελεύοι, πλὴν ἐπὶ μόνων τῶν Βανδήλων.
2.1.28
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ βασιλέως Ἀττήλας ὁ τῶν Οὔννων βασιλεὺς τὸν οἰκεῖον στρατὸν ἀγείρας γράμματα στέλλει παρὰ τὸν βασιλέα τῶν τε φυγάδων καὶ τῶν φόρων πέρι, ὅσοι προφάσει τοῦδε τοῦ πολέμου οὐκ ἐδέδοντο, τὴν ταχίστην οἱ ἐκπέμπεσθαι παρακελευόμενος· συντάξεως δὲ ἕνεκα† μέλλοντος φόρου παρ' αὐτὸν πρέσβεις τοὺς διαλεξομένους ἀφικνεῖσθαι, ὡς, εἰ μελλήσειαν ἢ πρὸς πόλεμον ὁρμήσειαν, οὐδὲ αὐτὸν ἔτι ἐθέλοντα τὸ Σκυθικὸν ἐφέξειν πλῆθος. ταῦτα ἀναγνόντες οἱ ἀμφὶ τὰ βασίλεια οὐδαμῶς τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδώσειν ἔφασαν, ἀλλὰ σὺν ἐκείνοις τὸν πόλεμον ὑποστήσεσθαι, πέμψειν δὲ πρέσβεις τοὺς τὰ διάφορα λύσοντας. ὡς δὲ τῷ Ἀττήλᾳ τὰ δεδογμένα Ῥωμαίοις ἠγγέλλετο, ἐν ὀργῇ τὸ πρᾶγμα ποιούμενος τὴν Ῥωμαϊκὴν ἐδῄου γῆν, καὶ φρούριά τινα καθελὼν τῇ Ῥατιαρίᾳ προσέβαλε μεγίστῃ καὶ πολυανθρώπῳ.
2.1.29
Ὅτι Βαδομάριός τις δυνάμει καὶ τόλμῃ προεῖχε Γερμανῶν καὶ εἰς τοῦτο ὑπετύφετο μεγαλαυχίας, ὥστε ἐτύγχανε μὲν ὅμηρον τὸν ἑαυτοῦ δεδωκὼς υἱόν, ἕως ἂν ἀποδῷ τοὺς αἰχμαλώτους, οὓς ἐκ τῆς καταδρομῆς εἶχε συνηρπασμένους, τούτους δὲ οὐκ ἀποδιδοὺς ἀπῄτει τὸν ὅμηρον, πολλὰ ἀπειλῶν, εἰ μὴ λάβοι. ἀποπέμπει δὴ τοῦτον Ἰουλιανὸς αὐτῷ τοσοῦτον ἐπιθείς, ὡς οὐκ ἔστιν ἀξιόπιστον ἓν μειράκιον ὑπὲρ πολλῶν εὐγενεστέρων ὁμηρεῦον παρ' αὐτῷ, ἀλλ' ἢ τοὺς αἰχμαλώτους ἀποδιδόναι προσῆκον ὄντας ὑπὲρ τρισχιλίους τοῖς αὐτίκα ἥξουσι πρέσβεσιν, ἢ ἀδικοῦντα εἰδέναι. ταῦτα ἔγραφέτε καὶ τὴν πρεσβείαν ἔστελλεν, καὶ αὐτὸς εἵπετο τῇ πρεσβείᾳ ἀπὸ Νεμέτων ἄρας ἐπὶ τὸν Ῥῆνον. ἤδη τε ἦν πρὸς τοῖς Ῥαυράκοις, ὅ ἐστι φρούριον.

Intertext edge

Open linked passage

Note