Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων, ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ' αὐτῶν φά 57 σκοντας ἀδικεῖσθαι συνεχῶς, ὥστ' οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρ' αὐτῶν λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν. πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρ' ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὐτῶν· ἑτοίμους δ' εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. ὧν ἡ σύγκλητος ἀκούσασα μετ' ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας. τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ' οὐδένα τρόπον ἀπόλλυσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπ' αὐτῶν παραγγελλομένοις. αὗται μὲν οὖν ἦσαν αἰτίαι, δι' ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν.
30.1.2
Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ 274 τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ τοῦ Καικιλίου. κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς τοὺς παρ' Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον. Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι δι' ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος. Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σελεύκου. καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων. παρουσία Κοΐντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων. Ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν.
30.1.3
Ὅτι Τρύφων ἐξ ἰδιώτου βασιλεὺς γεγονὼς ἔσπευδε τὴν δυναστείαν αὑτῷ διὰ δόγματος συγκλητικοῦ βεβαιῶσαι. διόπερ κατασκευάσας Νίκην χρυσῆν ἄγουσαν ὁλκὴν χρυσίων μυρίων ἐξαπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς ταύτην κομιοῦντας τῷ δήμῳ. ὑπελάμβανε γὰρ τοὺς Ῥωμαίους ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην, καὶ προσαγορευθῆναι βασιλέα. εὗρε δὲ τὴν σύγκλητον πάνυ πανουργοτέραν ἑαυτοῦ καὶ τοὺς ἀπάτῃ παρακρουομένους συνέσει καταμαρτυροῦσαν· τὸ μὲν γὰρ δῶρον ἐδέξατο καὶ τὴν εὐφημίαν μετὰ τοῦ λυσιτελοῦς ἐτήρησεν, ἀντὶ δὲ Τρύφωνος μεταχρηματίσασα τὴν δόσιν εἰς τὸν ὑπ' αὐτοῦ δολοφονηθέντα βασιλέα τὴν ἐπιγραφὴν ἐποιήσατο. διὰ δὲ ταύτης τῆς πράξεως ἀνέδειξεν ἑαυτὴν μισοπονηροῦσαν ἐπὶ τῇ τοῦ παιδὸς ἀναιρέσει καὶ δωρεὰς ἀσεβῶν ἀνδρῶν οὐ προσδεχομένην.
30.1.4
Ὅτι ὁ Ἀρτώκης ἡττηθεὶς ὑπὸ Πομπηίου ἐπεκηρυκεύσατο αὐτῷ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσασθαι ἐλπίσας μὴ περαιτέρω προχωρήσῃ, λαβόντος, τὴν δὲ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν, ἂν μὴ τούς τε παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχεν, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πη τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.
30.1.5
Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων Χαγάνος οὐδεμιᾶς ἀφορμῆς ἢ σκήψεως λαβόμενος οὐδὲ ψευδῆ γοῦν κατὰ Ῥωμαίων αἰτίαν ἀξιώσας τινὰ συνθεῖναι, ἀλλὰ γὰρ καὶ κατὰ τόδε ὁμοίως τὸ ἔτος Ταργίτιον πρὸς βασιλέα στείλας, ὡς τὰ συνταχθέντα κομίσαιτο τῶν χρημάτων (ὀγδοήκοντα δὲ χιλιάδες ὑπῆρχον εἰς ἔτος ἕκαστον νομισμάτων), ἐπειδὴ τόν τε ἄλλον φόρτον, ὃν ἐκ τῶν χρημάτων ἐνεπορεύσατο, καὶ τὸ χρυσίον ἔχων ἐπανῆκεν ὡς αὐτόν, ἐκεῖνος ἀναισχυντότατα καὶ βαρβαρώτατα ἄφνω παραλύσας τὰς συνθήκας, ἃς πρὸς Τιβέριον τῆς Καίσαρος ἐπιβάντα τύχης εὐθὺς ἐν ἀρχαῖς ἐποιήσατο, καὶ πανστρατιᾷ κινήσας ἀφικνεῖται κατὰ δὴ τὸν Σάον ποταμὸν μεταξὺ Σιρμίου πόλεως καὶ Σιγγηδόνος. καὶ γεφυροῦν ἐπεχείρει τὸν ῥοῦν, ἐπιβουλεύων μὲν Σιρμίῳ τῇ πόλει καὶ παρα 472 στήσασθαι ταύτην βουλόμενος, δείσας δὲ μὴ διακωλυθείη πρὸς τῶν Ῥωμαίων τῶν ἐπιφυλαττόντων ἐν Σιγγηδόνι καὶ τὴν ἐκ πολλοῦ τοῦ χρόνου πεῖράν τε καὶ ἐπιστήμην αὐτῶν ἐν ταῖς διαπλεούσαις τὸν ποταμὸν ναυσὶν ὑπειδόμενος, βουλόμενός τε πρὸς τοῦ τὴν βουλὴν ἐς τὸ φανερὸν ἐκπεσεῖν τὸ ἐγχείρημα τελεώσασθαι, πλοῖα συναγείρας κατὰ τὴν ἄνω Παννωνίαν εἰς τὸν Ἴστρον πολλὰ βαρέα, καὶ οὐ κατὰ λόγον τῆς ναυπηγικῆς τέχνης, ὅμως ἐκ τῶν ἐνόντων μακρὰς συμπηξάμενος στρατιώτιδας ναῦς καὶ πολλοὺς ἐν αὐταῖς ἐπιβιβάσας ὁπλίτας ἐρέτας τε οὐ κατὰ κόσμον ἀλλὰ βαρβαρικῶς τε καὶ ἀνωμάλως ταῖς κώπαις τύπτοντας τὸ ὕδωρ, κινήσας ἀθρόον ταῖς τε ἐπακτρίσι κατὰ τὸν ποταμόν, καὶ αὐτὸς μετὰ πάσης τῆς Ἀβάρων στρατιᾶς πεζῇ διὰ τῆς Σιρμιανῆς πορευόμενος νήσου, παραγίνεται κατὰ τὸν Σάον ποταμόν. διαταραχθέντων δὲ τῶν ἐν ταῖς πόλεσι ταύταις Ῥωμαίων καὶ τὸ ἐγχείρημα συννοησάντων, τοῦ τε ἐν Σιγγηδόνι στρατηγοῦ Σήθου τοὔνομα στείλαντος πρὸς τὸν Χαγάνον καὶ ἐπερωτῶντος ὅ τι δὴ καὶ βουλόμενος, εἰρήνης βεβαίας τε καὶ φιλίας συνεστώσης αὐτῷ τε καὶ Ῥωμαίοις, πρὸς τὸν Σάον ἀφίκετο ποταμόν, ἅμα δὲ λέγοντος ὡς οὐ περιόψεται γεφυροῦν ἐπιχειροῦντος αὐτοῦ τὸν ποταμόν, οὐκ ἐπιτρέποντος ὅλως τοῦ αὐτοκράτορος· οὐ κατὰ Ῥωμαίων τι μηχανώμενος ἔφη βούλεσθαι πηγνύναι τὴν γέφυραν, ἄλλως δὲ κατὰ Σκλαυηνῶν χωρεῖν, καὶ διαπεραιούμενος τὸν Σάον ἐπιβαίνων τε ἐς τὴν Ῥωμαίων αὖθις τὸν Ἴστρον διαβήσεσθαι κατ' αὐτῶν, πλοίων αὐτῷ πολλῶν παρὰ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐς τὴν διάβασιν παρασκευαζομένων· τοῦτο γὰρ δὴ καὶ πρότερον πρὸς χάριν τοῦ Ῥωμαίων βασιλέως πρᾶξαι καὶ πολλὰς αἰχμαλώτων μυριάδας ἐκ τῆς Ῥωμαίων γῆς Σκλαυηνοῖς δεδουλωμένων ἐλευθέρας αὖθις Ῥωμαίοις ἀποδοῦναι. νῦν δὲ ὑβρίσθαι μὲν ἔλεγε πρὸς αὐτῶν οὐ βουλομένων τὸ συνταχθὲν τηνικαῦτα τέλος παρὰ σφῶν καθ' ἕκαστον ἔτος ἐπ' αὐτὸν κατατιθέναι, καὶ πρέσβεις δὲ Ἀβάρων σταλέντας πρὸς αὐτῶν ἀνῃρῆσθαι, διὰ ταῦτά τε ἥκειν ἐς τὸν Σάον. καὶ ἐπὶ τούτῳ πρέσβεις ἐκέλευε δέξασθαι παρ' αὐτοῦ τὸν Σῆθον σταλησομένους δι' αὐτοῦ ὡς τὸν αὐτοκράτορα καὶ αἰτήσοντας παρασκευάσαι κατὰ τὸν Ἴστρον αὐτῷ τὰ πλοῖα διαπεραιοῦσθαι μέλλοντι κατὰ Σκλαυηνῶν, ὀμνύειν τε ἔλεγεν ἔχειν ἑτοίμως τοὺς νομιζομένους μεγίστους παρά τε Ἀβάροις καὶ Ῥωμαίοις ὅρκους, ὡς οὐδεμίαν τινὰ κατὰ 473 Ῥωμαίων ἢ κατὰ τῆς Σιρμίου πόλεως μηχανώμενος βλάβην, ἀλλ' ἐπὶ τῇ τοῦ ἔθνους τῶν Σκλαυηνῶν ἐφόδῳ τὴν γέφυραν βούλοιτο πήξασθαι. ταῦτα οὐ πιστὰ μὲν οὔτε Σήθῳ αὐτῷ οὔτε τοῖς ἐν Σιγγηδόνι ἐδόκει Ῥωμαίοις· ὅμως δὲ οὔτε παρασκευὴν ἱκανὴν ἔχειν οἰόμενοι, στρατιωτῶν τε ὀλίγων αὐτοῖς παρόντων καὶ δρομάδων νεῶν πολλῶν οὐ παρουσῶν, οἷα τῆς κινήσεως ταύτης ἐξαίφνης τε καὶ ἀπροσδοκήτως γενομένης, ἅμα τε τοῦ Χαγάνου διαπειλεῖν ἀρξαμένου καὶ διαμαρτύρασθαι, ὡς αὐτὸς μὲν ταῖς πρὸς Ῥωμαίους συντεθειμέναις αὐτῷ περὶ τῆς εἰρήνης ἐμμένοι συνθήκαις, κατὰ δὲ τῶν ἑαυτοῦ τε καὶ Ῥωμαίων πολεμίων Σκλαυηνῶν χωρῶν οὐκ ἀφέξεται τοῦ ἔργου τῆς γεφυρώσεως· εἰ δέ τις θαρρήσοι Ῥωμαίων ἓν γοῦν ἀφεῖναι βέλος κατὰ τῶν ἐπιχειρούντων πηγνύναι τὴν γέφυραν, γινώσκειν αὐτοὺς ὡς αὐτοὶ τῆς αἰτίας τῆς τῶν σπονδῶν ἤρξαντο καταλύσεως, καὶ τὸ ἐντεῦθεν ἅτε ἐκπολεμώσαντας αὐτοὺς τὸ Ἀβάρων ἔθνος μὴ μέμφεσθαι ὅ τι ἂν παρ' αὐτῶν ἡ Ῥωμαίων ἡγεμονία πάθῃ. ταῦτα δείσαντες οἱ ἐν Σιγγηδόνι τοὺς ὅρκους γοῦν αὐτὸν ὀμνύναι προεκαλοῦντο. καὶ ὃς παραυτίκα τούς τε Ἀβαρικοὺς ὤμνυεν ὅρκους ξίφος σπασάμενος καὶ ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῷ Ἀβάρων ἔθνει παντὶ ὡς, εἰ κατὰ Ῥωμαίων τι μηχανώμενος γεφυροῦν βουλεύοιτο τὸν Σάον, ὑπὸ ξίφους μὲν αὐτός τε καὶ τὸ Ἀβάρων ἅπαν ἀναλωθείη φῦλον, τὸν δὲ οὐρανὸν ἄνωθεν αὐτοῖς καὶ τὸν ἐπὶ τοῦ οὐρανοῦ θεὸν πῦρ ἐπαφήσειν, καὶ τὰ πέριξ ὄρη καὶ τὰς ὕλας αὐτοῖς ἐπιπεσεῖσθαι, καὶ τὸν Σάον ποταμὸν ὑπερβλύσαντα συγκαλύψειν αὐτούς. τοιαῦτα βαρβαρικῶς ἀπομοσάμενος ὁ Χαγάνος· νῦν, ἔφη, καὶ τοὺς Ῥωμαίους ὅρκους ὀμνύναι βούλομαι. καὶ ἅμα ᾔτει παρ' αὐτῶν, τί δὴ πιστόν τε καὶ σεβάσμιον ἔχειν νομίζοιεν, καθ' οὗ τοὺς ὀμνύντας τὴν τοῦ θεοῦ μῆνιν, ἢν ἐπιορκοῖεν, οὐκ ἐκφεύξεσθαι. παραχρῆμα οὖν ὁ τῆς Σιγγηδόνος πόλεως τὴν ἀρχιερωσύνην διέπων τὰς θεσπεσίας βίβλους αὐτῷ διὰ τῶν ἐν μέσῳ τὰς ἀγγελίας διακομιζόντων ἐνεχείρισεν· καὶ ὃς δολερώτατά πως ἐπικρυψάμενος τὸν νοῦν ἀνίσταταί τε ἐκ τῆς καθέδρας καὶ σὺν φόβῳ δῆθεν πολλῷ καὶ σεβάσματι ταῦτα προσποιησάμενος δέχεσθαι καὶ προσκυνήσας προθυμότατα ὤμνυ κατὰ τοῦ λαλήσαντος τὰ ἐν ταῖς ἁγίαις διφθέραις ῥήματα θεοῦ μηδὲν τῶν εἰρημένων παρ' αὐτοῦ διαψεύσεσθαι. δέχεται τοιγαροῦν ὁ 474 Σῆθος τοὺς παρ' αὐτοῦ πρέσβεις καὶ ἀποστέλλει εἰς τὴν βασιλίδα Τιβερίῳ τῷ αὐτοκράτορι. ἕως δὲ οἵ τε πρέσβεις τὴν ἐπὶ τὴν βασιλεύουσαν πόλιν ὁδὸν διήνυον, καὶ ὁ αὐτοκράτωρ ἔμελλε ταῦτα ἀκούσεσθαι, ὁ Χαγάνος ἐν μέσῳ διαμελλήσας οὐδὲν πάσῃ σπουδῇ καὶ πολυχειρίᾳ, συμπάσης αὐτῷ τῆς Ἀβάρων ὡς εἰπεῖν στρατιᾶς συμπονούσης, ἐγεφύρου τὸν ποταμόν,** θῆναι βουλόμενος πρὶν ἢ ὁ αὐτοκράτωρ αὐτοῦ συννοήσας τὸ βούλευμα διακωλύειν αὐτὸν ἐκ τῶν ἐνόντων ἐπιχειρήσοι.
30.1.6
Ὅτι πολλάκις ἐς Ἰουστινιανὸν ὁ Τούτιλας πρέσβεις ἐτύγχανε πέμψας, οἵ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Θράγγοι, ἡ δὲ λοιπὴ 512 ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος, καὶ συμμαχήσειν ἐφ' οὓς ἂν ἀεὶ βασιλεὺς βούλοιτο καὶ τἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι. ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο πρὸς τὸ τῶν Γότθων ὄνομα χαλεπῶς ἔχων ἄρδην τε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος.
30.1.7
Ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος τοῦ πολεμήσαντος αὐτοῖς πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως, πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου τοῦ Καρχηδονίων στρατηγοῦ, καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι καὶ καθιστάμενοι Σικελίαν. αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχήσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργάσασθαι τὴν Ἑλλάδα. συμβάντος δὲ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος, πρέσβεις τε ἀντιπέμψαντος ἐπὶ τοὺς ὅρκους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας καὶ ἐς Ῥώμην 560 ἐκόμισεν. ἐφ' ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει.

Intertext edge

Open linked passage

Note