De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Ὅτι τῶν περὶ τὸν Ὀρτήσιον καὶ Αὐρουκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων, καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν, ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον, καὶ παραχρῆμα ἐξαπέστειλεν ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων.
31.1.2
Ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Ῥωμαίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος, καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπίδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος· ὃς ἔγραφε τοῖς Ἀχαιοῖς φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων, εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος ἀνανεωσόμενος τὴν προυπάρχουσαν 275 συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν. ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρ' ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην· γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχειρίας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. τελευταίῳ δ' ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφ' ἵππου μεσαγκύλῳ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΚΥΝΗΓΙΑΣ].
31.1.3
Ὅτι ἧκον εἰς Ἀλεξάνδρειαν οἱ περὶ τὸν Σκιπίωνα τὸν Ἀφρικανὸν πρεσβευταὶ κατασκεψόμενοι τὴν ὅλην βασιλείαν. ὁ δὲ Πτολεμαῖος μετὰ μεγάλης ἀπαντήσεως καὶ παρασκευῆς προσδε 407 ξάμενος τοὺς ἄνδρας τάς τε ἑστιάσεις πολυτελεῖς ἐποιεῖτο καὶ τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις ἀρετῇ διαφέροντες τοῖς μὲν βρωτοῖς ὀλίγοις καὶ πρὸς ὑγείαν διατείνουσι χρώμενοι κατεφρόνουν τῆς πολυτελείας ὡς διαφθειρούσης καὶ ψυχὴν καὶ σῶμα, τῶν δὲ ὑπὸ τοῦ βασιλέως θαυμαζομένων ἐν παρέργῳ τὴν θέαν ὡς οὐδενὸς ἀξίων ποιησάμενοι τὰ θέας ἄξια πρὸς ἀλήθειαν ἐπολυπραγμόνησαν ἀκριβῶς, τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας, πρὸς δὲ τούτοις ἀναπλεύσαντες εἰς Μέμφιν τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ' Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν τε καὶ μέγεθος. καὶ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι τυχούσης τῆς βασιλείας ταύτης ἀξίων τῶν ἡγεμόνων. οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψάμενοι τὰ κατὰ τὴν Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἀποδημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπεληλυθότες μετ' εὐφημίας ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον. τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεισαν ἀλλήλοις, οὓς δ' ἐπεπείκεσαν τὰ δίκαια ποιῆσαι τοῖς ἐγκαλοῦσι, τοὺς δὲ ἀναισχυντοῦντας διὰ τῆς ἀνάγκης κατεστάλκεισαν, τοὺς δὲ δυσδιακρίτους ἀναπεπόμφεσαν ἐπὶ τὴν σύγκλητον. ὡμιληκότες δὲ βασιλεῦσι καὶ δήμοις καὶ τὴν προϋπάρχουσαν αὐτοῖς φιλίαν πρὸς ἅπαντας ἀνανεωσάμενοι πρὸς εὔνοιαν τὴν ἡγεμονίαν ἐπηύξησαν, καὶ πάντες ταῖς αἱρέσεσιν οἰκείως διατεθέντες ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην, καὶ τοὺς περὶ Σκιπίωνα πρέσβεις ἐπῄνεσαν, ὅτι τοιούτους ἄνδρας ἐξέπεμψαν.
31.1.4
Ὅτι Σηκουανοὶ καὶ Αἰδοῦοι τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι ἐκείνῳ τε εὐεργεσίαν καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι ἠθέλησαν. διαβάντες γὰρ τὸν Ῥῆνον τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ ἑαυτοῖς ὑποτελεῖς ἐπεποίηντο ὁμήρους σφῶν ἔχοντες. ἦρχε δὲ τῶν Κελτῶν Ἀριόουιστος, καὶ τήν 419 τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ' αὐτῶν ἰσχὺν οὐδὲν αὐτῶν ἐφρόντισεν, πλὴν καθ' ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησεν. καὶ μετεπέμψατο αὐτὸν ὡς διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπεὶ δὲ οὐχ ὑπήκουσεν, ἀλλ' ἔφη ὅτι· εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμί, καὶ τὸν χρείαν τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ, ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτε ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι. ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ' ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ἀχθεσθεὶς δὲ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ' αὐτῷ ἀντιπέμψαι, ἀλλὰ πρὶν αἰθέσθαι τὴν Οὐεσουντίνων καὶ τὴν τῶν Σηκουανῶν πόλιν κατασχεῖν.
31.1.5
Ὅτι ἀφικομένων τῶν πρέσβεων τῶν Ἀβάρων ἐς τὴν βασιλίδα καὶ αἰτούντων τὸν αὐτοκράτορα παρασκευάσαι τὰς ναῦς τῷ Χαγάνῳ καὶ τῇ στρατιᾷ τῶν Ἀβάρων ἐς τὸν Ἴστρον διαβησομένῃ κατὰ Σκλαυηνῶν (θαρροῦντα γὰρ ἤδη τὸν Χαγάνον ἐς τὴν φιλίαν τὴν αὐτοῦ τὴν γέφυράν τε ἐς τὸν Σάον ἐργάζεσθαι ποταμὸν καὶ βούλεσθαι τοὺς κοινοὺς ἐχθροὺς αὐτοῦ τε καὶ Ῥωμαίων Σκλαυηνοὺς ἐκτρῖψαι), ταῦτα ἀπαγγειλάντων, εὐθὺς μὲν τὸ ἐπιχείρημα καὶ τὴν ἔννοιαν τοῦ Χαγάνου διέγνω σαφῶς ὁ αὐτοκράτωρ, ὡς τὴν πόλιν τὸ Σίρμιον ἐξελεῖν βουλόμενος ἐργάζοιτο τὴν γέφυραν ἀποκωλῦσαι βουλόμενος τὴν τῶν ἀναγκαίων εἰσκομιδήν, ὅπως λιμῷ παραστήσοιτο τὴν πόλιν, (οὐ γὰρ ἦν ἀποχρώσας δαπάνας ἐς αὐτὴν προαποθέμενος, τῇ συνεστώσῃ πρὸς Ἀβάρους εἰρήνῃ θαρρῶν) ἀπορῶν δὲ στρατιᾶς, οὔτι λέγω πρὸς τὴν Ἀβάρων δύναμιν ἀντιταξομένης, ἀλλ' οὐδὲ ὀλιγίστης ὅλως ὑπαρχούσης αὐτῷ, πάντων τῶν στρατιωτικῶν καταλόγων ἐς τὸν πρὸς Πέρσας πόλεμον ἐν Ἀρμενίᾳ τε καὶ τῇ μέσῃ τῶν ποταμῶν ἐνησχολημένων, ἀπεπροσποιεῖτο δῆθεν ὡς οὐ συννοήσας τὸ βουλευθὲν τῷ Χαγάνῳ, ἔφασκε δὲ βούλεσθαι μὲν καὶ αὐτὸς κατὰ Σκλαυηνῶν αὐτοὺς χωρῆσαι πολλὰ τῆς Ῥωμαίων ἐπικρατείας δῃούντων, οὐκ εἶναι δὲ τῆς ἐπιχειρήσεως τὸν καιρὸν Ἀβάροις συμφέροντα, Τούρκων ἤδη περὶ Χερσῶνα ἐστρατοπεδευμένων καὶ ταχεῖαν αἴσθησιν αὐτῶν, ἢν τὸν Ἴστρον διαπεραιωθῶσι, δεξομένων. ἀλλὰ ἐπισχεῖν γὰρ νῦν εἶναι καλὸν αὐτοὺς καὶ ὑπερβαλέσθαι τὴν ἐπιχείρησιν. αὐτὸς δὲ οὐ πολλοῦ χρόνου τὴν διάνοιαν γνώσεσθαι Τούρκων, ὅποι δὴ καὶ τῆς ἐφόδου τὴν ἔννοιαν ἔχοιεν, καὶ ταύτην δήλην ποιήσειν τῷ Χαγάνῳ. ταῦτα οὐκ ἔλαθε τὸν Ἀβάρων πρεσβευτὴν ἐξεπίτηδες πρὸς τοῦ βασιλέως συμπεπλασμένα, καὶ ὡς τὸν ἀπὸ Τούρκων αὐτοῖς προβαλλόμενος φόβον ἐφέξειν ἤλπιζε τῆς ἐπινοίας αὐτούς. 475 ἔδοξε δ' οὖν πείθεσθαι καὶ συνετίθετο πάντως ἐπισχήσειν τὸν Χαγάνον· ἦν δὲ οὗτος ὁ μάλιστα ἐνάγων αὐτὸν ἀεὶ καὶ παροτρύνων ἐς τὸν κατὰ Ῥωμαίων πόλεμον. καὶ οὗτος μὲν δῶρα ἐφ' οἷς ὑπέσχετο πολλὰ κομισάμενος ἐξώρμησε τῆς βασιλίδος· καὶ συνέβη κατὰ τὴν Ἰλλυριῶν αὐτὸν διοδεύοντα μετὰ τῶν προπεμπόντων ὀλίγων Ῥωμαίων πρὸς τῶν κατατρεχόντων τὴν χώραν Σκλαυηνῶν ἀναιρεθῆναι. οὐ πολλαὶ δὲ διέδραμον ἡμέραι, καὶ παραυτίκα ἕτερος ἧκεν ἐκ τοῦ Χαγάνου σταλεὶς ἐς τὴν βασιλίδα πρεσβευτής, Σόλαχος τοὔνομα, ὃς εἰσόδου πρὸς βασιλέα τυχὼν φανερώτατα ἤδη καὶ μετὰ γυμνῆς τῆς ἀναιδείας ἔφη ὧδε· ὡς ὁ Σάος μὲν ἤδη διαπέφρακται ποταμὸς γεφυρωθεὶς ἠλίθιόν τι νομίζω διαβεβαιοῦσθαι· τὸ γὰρ προδηλότατον ἐν εἰδόσι λέγειν ψόγος τῷ λέγοντι· καὶ οὐδεμία μηχανὴ Ῥωμαίους ἐπαρκέσαι Σιρμίῳ τῇ πόλει, μήτε τροφῆς μήτε μὴν ἑτέρας τινὸς βοηθείας διὰ τοῦ ποταμοῦ τὸ λοιπὸν ἐς αὐτὴν ἐσπλευσομένης, πλὴν εἰ μὴ τοσαύτη Ῥωμαίων ἀφίκοιτο πληθὺς ὡς δυνάμει καὶ βίᾳ τήν τε τῶν Ἀβάρων ἀπελάσαι στρατιὰν καὶ διαλῦσαι τὴν γέφυραν. χρῆναι γοῦν τὸν αὐτοκράτορα μηδαμῶς ἐκπολεμῶσαι μιᾶς ἕνεκα πόλεως εὐτελοῦς, μᾶλλον δὲ χύτρας, (ταύτῃ γὰρ αὐτῇ δήπουθεν ἐχρήσατο τῇ λέξει) Ἀβάρους τε καὶ τὸν τῶν Ἀβάρων Χαγάνον, ἀλλ' ἐξαγαγόντα σῴους ἅπαντας τοὺς ἐν αὐτῇ στρατιώτας τε καὶ οἰκήτορας, οὐ μὴν ἀλλὰ καὶ ὅσα ἐστὶν αὐτοῖς τῶν φέρεσθαι δυναμένων κτημάτων, παραχωρῆσαι τῷ Χαγάνῳ τῆς πόλεως γυμνῆς τε καὶ ἐρήμου τὸ λοιπὸν καθεστώσης. δεδοικέναι γὰρ αὐτὸν μὴ νῦν μὲν ταῖς τῆς εἰρήνης ἐμμένειν προσποιοῖντο Ῥωμαῖοι συνθήκαις, μέχρι τὸν κατὰ Περσῶν διάθοιντο πόλεμον, διαθέμενοι δὲ μετέπειτα πανστρατιᾷ κατὰ Ἀβάρων χωρήσοιεν, ἑτοιμότατον ἐπιτείχισμα ταύτην γε δήπου τὴν πόλιν ἔχοντες κατ' αὐτῶν καὶ οὔτε ποταμῷ μεταξὺ μεγίστῳ οὔτε μὴν ἑτέρᾳ τινὶ δυσχωρίᾳ παντελῶς διειργόμενοι. σαφές τε εἶναι καὶ φανερώτατον ὡς οὐκ ἐπὶ καλῷ τῷ Ἀβάρων, εἰρήνης τῷ αὐτοκράτορι πρὸς αὐτοὺς σταθερᾶς συνεστώσης, τηλικαῦτα περὶ τὴν πόλιν τὸ Σίρμιον ᾠκοδομήσατο τείχη. χαίρειν μὲν γὰρ ἔφασκε τὸν Χαγάνον καὶ ἐπὶ τοῖς καθ' ἕκαστον ἔτος στελλομένοις αὐτῷ παρὰ βασιλέως δώροις· καλὸν γὰρ ὑπάρχειν κτῆμα καὶ χρυσὸν καὶ ἄργυρον καὶ μὲν οὖν ἐσθῆτα σηρικήν· ἁπάντων δ' οὖν ἀξιοκτητότερον εἶναι τούτων καὶ τιμιώτερον τὴν ψυχήν, περὶ 476 ἧς φοβούμενον αὐτὸν καὶ ἀναλογιζόμενον, ὡς τὰ πολλὰ τῶν εἰς τὸν φθάσαντα χρόνον κατ' ἐκείνην δήπου τὴν χώραν ἐπελθόντων ἐθνῶν τοιούτοις δώροις Ῥωμαῖοι προδηλεάσαντες τέλος ἐς καιρὸν ἐπιθέμενοι πανωλεθρίᾳ διέφθειραν, οὐκ ἀποστήσεσθαι τῆς ἐπιχειρήσεως, οὐ δώροις, οὐκ ἐπαγγελίαις, οὐχ ἑτέρῳ τινὶ τῶν πάντων, πρὶν ἂν τὴν πόλιν τὸ Σίρμιον χειρωσάμενος τὴν Σιρμιανὴν ἅπασαν οἰκειώσηται νῆσον, ἣν δικαιότατα καὶ προσήκειν αὐτῷ Γηπαίδων πρότερον κτῆμα γενομένην, αὐτῶν δὲ ὑπὸ Ἀβάρων πολεμηθέντων, ὡς ἐντεῦθεν καὶ τὰ κτήματα κατὰ τὸ εἰκὸς αὐτῷ μᾶλλον καὶ οὐ Ῥωμαίοις ἁρμόζειν. ταῦτα ἐτάραξε μέν, καὶ τὴν διάνοιαν δεινῶς ὑπό τε ὀργῆς καὶ λύπης συνέχεε τοῦ αὐτοκράτορος· τοῖς εἰκόσι δέ, ὡς ἐνῆν, λόγοις καὶ αὐτὸς χρησάμενος ἀντέλεξεν ὧδε· ὡς οὔτε δυνάμει καὶ ἀνδρείᾳ χειρὸς οὔτε σοφίᾳ περιῆλθεν ἡμᾶς ὁ Χαγάνος, ἀλλὰ εἰρήνας τε καὶ συνθήκας καὶ θεὸν τὸν ὀμοθέντα καθυβρίσας, παντί που δῆλον. πλέον δὲ ὅμως οὐδὲν αὐτῷ τὴν ἀπιστίαν οἶμαι παρέξειν· θᾶττον γὰρ ἂν αὐτῷ μίαν τῶν θυγατέρων κατεγγυήσω, δυοῖν ὑπαρχουσῶν, ἢ τὸ Σίρμιον τὴν πόλιν ἑκὼν παραδώσω. εἰ δέ γε δυνάμει καὶ βίᾳ ταύτην ἐξέλοι, καὶ οὕτω τὸν ὑβρισμένον παρ' αὐτοῦ θεὸν ἔκδικον ἀναμένων αὐτὸς ἥκιστά τι καταπροέσθαι τῆς Ῥωμαίων πολιτείας ἐννοηθείην ποτέ. ἐπὶ τούτοις τὸν πρεσβευτὴν ἀποπεμψάμενος παρεσκευάζετο ἐκ τῶν ἐνόντων τῇ πόλει ἀμύνειν, στρατιὰν μέν, ὡς ἔφθην εἰρηκώς, οὐδὲ βραχεῖάν τινα ἔχων, στρατηγοὺς δὲ καὶ ἡγεμόνας καὶ λοχαγοὺς στέλλων, τοὺς μὲν διὰ τῆς Ἰλλυριῶν, τοὺς δὲ διὰ Δαλματίας, ὡς ἂν τὴν πόλιν διὰ φρουρᾶς ἔχοιεν.
31.1.6
Ὅτι ὁ Ἰουστινιανὸς ἐδυσφορεῖτο οὐκ ἔχων ὅποι ποτὲ τοὺς Σκλαυηνοὺς ἀναστέλλοι διαβαίνοντας τὸν ποταμὸν Ἴστρον, ἐφ' ᾧ ληΐσονται τὴν Ῥωμαίων ἀρχήν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀπορίαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ εἵνεκα Γηπαίδων τῷ ἔθνει ἐς ξυνθήκας καταστῆναί τινας. ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγόβαρδοι αὖθις πολεμησείοντες ἐπ' ἀλλήλους ᾔεσαν, Γήπαιδές τε δύναμιν τὴν Ῥωμαίων δειμαίνοντες (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν, ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδους πεποίηται) φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον. πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ συμμαχίᾳ τὰ πιστὰ ἔδωκε. δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δώδεκα ὅρκια δόντες ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν. οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδοις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς ἔπεμψεν ἐπενεγκὼν Γήπαισι Σκλαυηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον. οἱ μὲν οὖν Λαγγόβαρδοι πανδημεὶ ἅμα Ἀμαλαφρίδα ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γινομένης, ἡσσῶνται Γήπαιδες καὶ αὐτῶν πολλοὶ ἀπέθανον, Αὐδούιν τε ὁ τῶν Λαγγοβάρδων βασιλεὺς τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια βασιλεῖ Ἰουστινιανῷ ἐδήλου νενικημένων τῶν πολεμίων. ἐμέμφετο δέ οἱ οὐ παραγενέσθαι κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβάρδων το 513 σούτων πλῆθος ἔναγχος ἐσταλμένων, ἐφ' ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τούτιλάν τε καὶ Γότθους.
31.1.7
Ὅτι Πτολεμαίου τοῦ βασιλεύοντος Αἰγύπτου πρέσβεις, καὶ σὺν αὐτοῖς ἕτεροι παρά τε Χίων καὶ Μιτυληναίων καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμανῶν βασιλέως, δίς, ἔνθα περ οἱ Αἰτωλοὶ τὰς πόλεις ἐπισκεψομένας ἐκάλουν, συνῆλθον ἐπὶ διαλλαγῇ Ῥωμαίων καὶ Αἰτωλῶν καὶ Φιλίππου. Σουλπικίου δ' εἰπόντος οὐκ εἶναι κυρίου περὶ τῆς εἰρήνης τι κρῖναι, καὶ ἐς τὴν βουλὴν κρύφα ἐπιστέλλοντος, ὅτι Ῥωμαίοις συμφέρει πολεμεῖν Αἰτωλοὺς Φιλίππῳ, ἡ μὲν βουλὴ τὰς συνθήκας ἐκώλυσε καὶ τοῖς Αἰτωλοῖς ἔπεμπε συμμαχίαν πεζοὺς μυρίους καὶ ἱππέας χιλίους, μεθ' ὧν οἱ Αἰτωλοὶ κατέλαβον Ἀμβρακίαν, ἣν οὐ πολὺ ὕστερον αὐτῶν Φίλιππος ἀποπλευσάντων ἀνέλαβεν. οἱ δὲ πρέσβεις αὖθις συνῆλθον καὶ πολλὰ φανερῶς ἔλεγον, ὅτι Φίλιππος καὶ Αἰτωλοὶ διαφερόμενοι τοὺς Ἕλληνας ἐς δουλείαν Ῥωμαίοις ὑποβάλλουσιν ἐθίζοντες αὐτοὺς τῆς Ἑλλάδος θαμινὰ πειρᾶσθαι. ἐφ' οἷς ὁ μὲν Σουλπίκιος ἀντιλέξων ἀνίστατο, τὸ δὲ πλῆθος οὐκ ἤκουσεν, ἀλλ' ἐκεκράγεσαν τοὺς πρέσβεις εὖ λέγειν. καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς ἄνευ Ῥωμαίων Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην. καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν τοὺς ἑκατέρωθεν φίλους. ἐς μὲν δὴ τοῦτ' ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους οὐδ' ἀπ' εὐνοίας ἐδόκουν πεποιῆσθαι.