Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστινῶν, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Πόπλιον Λαινάτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς, οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν· οἱ δὲ Λιγυστινοὶ προακηκοότες, ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀποβάσεως, τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος, ἤρξαντο τὰ σκεύη διαρπάζειν. τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας. ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπόγαια καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον. οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας· ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστειλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις. Ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους, στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους πυνθανόμενος αὐτοὺς ἀθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν. καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην. καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις. οἱ
32.2.1
Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ 59 καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἀθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων. διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους. χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην. οἱ δὲ Δεκιῆται ἠθροισμένοι παρῆσαν ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετ' ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας· ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστινοὺς ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις· αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο. καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν.
32.1.2
Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ' αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ εʹ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις φασκόντων τινῶν, διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτιστα αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον. ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς· κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς, διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμ' αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἔτι ὑπογεγραμμένοι*** καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν 276 αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. ταῦτα δὲ διοικήσαντες οὐκ ἔτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ' ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρ' αὑτοῖς ἄκυρα ποιεῖν. ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιοὺς κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. οἱ δὲ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν· συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον. ὧν διακούσαντες οἱ Βοιωτοί, στρατηγοῦντος Ἱππίου παρ' αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ' ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ ὁ Φιλοποίμην, Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχε* τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκ ἔτι πολιτικῆς διαφορᾶς ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον. εἰ μὲν οὖν ἡ σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δ' ἐκείνη τε παρεσιώπησεν, οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια διαπρεσβευσαμένων*** τοῖς συναλλάγμασιν.
32.1.3
Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις πρέσβεις 408 ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράπεμψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορισάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας.
32.1.4
Ὅτι Καῖσαρ ἐς τὴν Ἀρμενίαν ἐσέβαλεν. ἐκπλαγεὶς οὖν ὁ Φαρνάκης καὶ πολὺ μᾶλλον τὴν ὁρμὴν ἢ τὸν στρατὸν αὐτοῦ καταδείσας, προσέπεμψεν αὐτῷ πρὶν πλησιάσαι πολλάκις προκηρυκευόμενος, εἴ πως τὸ παρὸν ἐφ' ὁτῳδὴ συνθέμενος ἐκφύγοι. προΐσχετο δὲ ἄλλα τε, καὶ ἐν τοῖς μάλιστα ὅτι οὐ συνήρατο τῷ Πομπηίῳ· καὶ ἤλπιζεν ὑπάξεσθαί τε αὐτὸν ἐς σπονδὰς ἅτε καὶ ἐς τὴν Ἰταλίαν τήν τε Ἀφρικὴν ἐπειγόμενον, καὶ ἀπελθόντος αὐτοῦ ῥᾳδίως αὖθις πολεμήσειν. ὑποπτεύσας οὖν τοῦτο ὁ Καῖσαρ τοὺς μὲν πρώτους καὶ τοὺς δευτέρους πρέσβεις ἐφιλοφρονήσατο, ὅπως ὅτι μάλιστα ἀπροσδοκήτῳ οἱ τῇ τῆς εἰρήνης ἐλπίδι προσπέσῃ, τῶν δὲ τρίτων ἐλθόντων τά τε ἄλλα ἐπεκάλεσεν αὐτῷ καὶ ὅτι τὸν Πομπήιον τὸν εὐεργέτην ἐγκατέλιπεν. καὶ οὐκ ἀνεβάλετο, ἀλλ' εὐθὺς αὐθημερόν, ὥσπερ εἶχεν ἐκ τῆς ὁδοῦ, συνέμιξεν.
32.1.5
Ὅτι Θέογνις, ἐπεὶ ἐν Κασίᾳ καὶ Καρβωναρίᾳ ταῖς νήσοις ἐγένετο, λόγων αὐτῷ κινηθέντων περὶ σπονδῶν, προσεδέξατο. παραγενομένου τε τοῦ Βαιανοῦ καὶ τοῦ ἵππου ἀποβεβηκότος, τεθείσης οἱ καθέδρας χρυσῆς ἐνιζάνει αὐτοῦ, ἐκ δύο λινῶν ὑφασμάτων σκευασθείσης αὐτῷ ὥσπερ καλύβης τινός. ἀλλὰ γὰρ καὶ ὥσπερ ἀντ' ἐρύματος πρὸ τῶν στέρνων αὐτῷ καὶ τοῦ προσώπου προυβάλλοντο θυρεοὺς διὰ τὸ μὴ ἐκτοξεῦσαι Ῥωμαίους τυχὸν οὕτω δὴ ἀθρόον ἐς αὐτόν. ἀτὰρ οἵ γε ἀμφὶ Θέογνιν παραγενόμενοι βραχύ τε ἀφεστῶτες τοῦ χωρίου, ἵνα ὁ Βαιανὸς ἐφεζόμενος ἦν, διελέγοντο, ἑρμηνέων Οὔννων τὰς πύστεις διασαφηνιζόντων, περὶ
32.1.6
Ὅτι Τεΐας οὐκ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας οἰόμενος εἶναι παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν. ἀλλὰ Φράγγοι τὰ ξύμφορα οἶμαι βεβουλευμένοι τοὺς πρέσβεις ἀπέπεμψαν οὐδὲ ὑπὲρ τῶν Γότθων οὐδὲ ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας βουλόμενοι θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον καὶ τούτου δὴ ἕνεκα τοὺς ἐκ πολέμου κινδύνους ὑφίστασθαι ἤθελον. Τέλος τῆς Προκοπίου ἱστορίας./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Ἀρριανοῦ ἀναβάσεως Ἀλεξάνδρου.*/
32.1.7
Ὅτι μετ' οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας Σάμον καὶ Χίον εἷλε καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόμενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ Φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δ' Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ἰωνίαν. 561 καὶ τήνδε τὴν δόξαν ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας, καὶ Αἰτωλοὶ μεταγινώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δ' Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δ' ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου.

Intertext edge

Open linked passage

Note