De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1.1
Ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς, ὅτι παρ' ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετ' αὐξήσεως καὶ καινολογίας (οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπ' αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλ' ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τῷ παραδειγματίζειν αὐτούς), ἡ σύγκλητος ἠγανάκτησε μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτ' αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας, ἀλλ' ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας. ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο, διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς† διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι βουλομένη τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. τινὲς μὲν οὖν ὑπελάμβανον καθ' ὑπόκρισιν τοὺς Ῥωμαίους*** διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ παραδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πίστιν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δ' ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο.
34.1.2
Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων, καὶ παρὰ Μαρωνιτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, ἅμα δὲ τούτοις Ἀθαμᾶνες Περραιβοὶ Θετταλοὶ φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγο 278 ρήσαντας ἀπολογησόμενοι. γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως. καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τιβέριον Κλαύδιον.
34.1.3
Ὅτι Λεύκιος Ἀντώνιος συνθέμενος πρὸς Κρῆτας εἰρήνην, μέχρι μέν τινος ταύτην ἐτήρουν. μετὰ δὲ ταῦτα συντιθεμένης βουλῆς, ὅπως ἂν μάλιστα τῆς ὠφελείας προνοήσαιντο, οἱ πρεσβύτατοι καὶ φρονήσει διαφέροντες συνεβούλευον πρέσβεις ἐκπέμπειν εἰς τὴν Ῥώμην καὶ περὶ τῶν ἐπιφερομένων ἐγκλημάτων ἀπολογεῖσθαι καὶ πειρᾶσθαι τὴν σύγκλητον εὐγνώμοσι λόγοις καὶ δεήσεσιν ἐξιλάσκεσθαι. διόπερ ἀπέστειλαν εἰς τὴν Ῥώμην τριάκοντα πρεσβευτὰς τοὺς ἐπιφανεστάτους ἄνδρας. οὗτοι δὲ κατ' ἰδίαν περιπορευόμενοι τὰς οἰκίας τῶν συγκλητικῶν καὶ πᾶσαν δεητικὴν προϊέμενοι φωνὴν ἐξεθεράπευον τοὺς τὸ συνέδριον συνέχοντας. εἰσαχθέντες δὲ εἰς τὴν σύγκλητον καὶ περί τε τῶν ἐγκλημάτων ἐμφρόνως ἀπολογησάμενοι τάς τε ἰδίας εὐεργεσίας καὶ συμμαχίας πρὸς τὴν ἡγεμονίαν ἀκριβῶς διελθόντες ἠξίουν αὐτοὺς εἰς τὴν προγεγενημένην εὔνοιάν τε καὶ συμμαχίαν ἀποκαταστῆναι. ἡ δὲ σύγκλητος ἀσμένως τοὺς λόγους προσδεξαμένη δόγμα ἐξέβαλε τὸ κυροῦν δι' οὗ τῶν ἐγκλημάτων τοὺς Κρῆτας ἀπολύουσα φίλους καὶ συμμάχους τῆς ἡγεμονίας ἀνηγόρευεν· ἄκυρον δὲ τὸ δόγμα ἐποίησε Λέντλος ὁ ἐπικαλούμενος Σπινθήρ· οἱ δὲ Κρῆτες ἀπηλλάγησαν. ἡ δὲ σύγκλητος, περὶ τῶν Κρητῶν πολλάκις λόγου γενομένου ὅτι κοινωνοῦσι τῆς λῃστείας τοῖς πειραταῖς, δόγμα ἔγραψεν ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην καὶ τριακοσίους ὁμήρους δῶσι τοὺς ἐπιφανεστάτους, ἐκπέμψωσι δὲ καὶ Λασθένην καὶ Πανάρην, κοινῇ δὲ πάντες ἐκτίσωσιν ἀργυρίου τάλαντα τετρακισχίλια. οἱ δὲ Κρῆτες πυθόμενοι τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν προσηγγελμένων ἐβουλεύοντο. καὶ οἱ μὲν φρονήσει διαφέροντες ἔφρασαν δεῖν πάντα ποιεῖν τὰ προσταττόμενα, οἱ δὲ περὶ τὸν Λασθένην τοῖς ἐγκλήμασιν ὄντες ἔνοχοι καὶ φοβούμενοι, μὴ ἀναπεμφθέντες εἰς τὴν Ῥώμην τιμωρίας τύχωσιν, ἀνέσειον τὰ πλήθη παρακαλοῦντες τὴν ἐξ αἰῶνος παραδεδομένην ἐλευθερίαν διαφυλάττειν./* Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Δίωνος Κοκκιανοῦ.*/
34.1.4
Ὅτι ὁ Καῖσαρ ὁ Αὔγουστος ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσεν. καὶ αὐτὸς μὲν ἐν τῇ οἰκείᾳ ὑπέμεινεν, ὁ δὲ Τιβέριος τὸν Ῥῆνον διέβη. φοβηθέντες οὖν αὐτοὺς οἱ βάρβαροι ἐπεκηρυκεύσαντο ἄνευ τῶν Καντάβρων, καὶ οὔτε τότε ἔτυχόν τινος (ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκείνων σπείσεσθαι) οὔθ' ὕστερον. ἔπεμψαν μὲν γὰρ καὶ οἱ Σύγγαμβροι πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξασθαί τι ὥστε καὶ ἐκείνους πάντας καὶ πολλοὺς καὶ ἐλλογίμους ὄντας προσαπολέσθαι· ὁ γὰρ Αὔγουστος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέθετο, οἱ δὲ δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. κἀκ τούτου χρόνον μέν τινα ἡσύχασαν, ἔπειτα ἐπὶ πολλῷ τὸ πάθημα σφῶν τοῖς Ῥωμαίοις ἀνταπέδοσαν.
34.1.5
Ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμίνιον. ὁ δ' αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καταγινώσκων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δ' οὔτε Ῥωμαίοις συμφέρειν οὐδὲ 562 τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν. τάχα δ' αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει. συνθέμενος δὲ χωρίον, οἷ τὸν Φίλιππον ἐπελθεῖν ἔδει, τοὺς συμμάχους ἐκέλευε γνώμην προαποφήνασθαι κατὰ πόλεις. τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος ὑφορωμένων καὶ τὸ πταῖσμα τοῦτο οὐ κατ' ἀσθένειαν ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν παθεῖν ἡγουμένων· Ἀλέξανδρος δὲ ὁ τῶν Αἰτωλῶν πρόεδρος ἀγνοεῖν ἔφη τὸν Φλαμίνιον ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθ' Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι τὴν ἀρχὴν τὴν Φιλίππου. ὁ δὲ Ἀλέξανδρον ἀγνοεῖν ἔφη τὴν Ῥωμαίων φύσιν, οἳ οὐδένα πω τῶν ἐχθρῶν εὐθὺς ἀπ' ἀρχῆς ἀνέτρεψαν, ἀλλὰ πολλῶν ἐς αὐτοὺς ἁμαρτόντων, καὶ Καρχηδονίων ἔναγχος, ἐφείσαντο τὰ σφέτερα αὐτοῖς ἀποδόντες καὶ φίλους ποιησάμενοι τοὺς ἠδικηκότας. ἀγνοεῖς δ', ἔφη, καὶ τοῦθ', ὅτι τοῖς Ἕλλησιν ἔθνη πολλά, ὅσα βάρβαρα τὴν Μακεδονίαν περικάθηται, εἴ τις ἐξέλοι τοὺς Μακεδόνων βασιλέας, ἐπιδραμεῖται ῥᾳδίως. ὅθεν ἐγὼ δοκιμάζω τὴν μὲν ἀρχὴν ἐᾶν τῶν Μακεδόνων προπολεμεῖν ὑμῶν πρὸς τοὺς βαρβάρους, Φίλιππον δὲ ἐκστῆναι τοῖς Ἕλλησιν ὧν πρότερον ἀντέλεγε χωρίων, καὶ Ῥωμαίοις ἐς τὴν τοῦ πολέμου δαπάνην ἐσενεγκεῖν τάλαντα διακόσια ὅμηρά τε δοῦναι τὰ ἀξιολογώτατα καὶ τὸν υἱὸν αὐτοῦ Δημήτριον, μέχρι δὲ ταῦθ' ἡ σύγκλητος ἐπικυρώσει, τετραμήνους ἀνοχὰς γενέσθαι. δεξαμένου δὲ πάντα τοῦ Φιλίππου, τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσεν, τὰς δὲ προτάσεις τὰς Φλαμινίου σμικρύνασα καὶ φαυλίσασα ἐκέλευσε τὰς πόλεις, ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φιλίππῳ, πάσας ἐλευθέρας εἶναι, καὶ τὰς φρουρὰς ἀπ' αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθμίων, ναῦς τε ὅσας ἔχει χωρὶς ἑξήρους μιᾶς καὶ σκαφῶν πέντε καταφράκτων παραδοῦναι τῷ Φλαμινίῳ, καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια μὲν αὐτίκα, πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν ὅσα ἔχοι. τάδε μὲν ἡ βουλὴ προσέθηκεν, καὶ Φίλιππος ἐδέξατο ἅπαντα· ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίου καταφανὴς ἐγένετο. συμβούλους δ' ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθ' ὧν αὐτὸν ἔδει τὰ εἰλημμένα καθίστασθαι. καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δ' ἐς τὸν τῶν Ἰσθμίων 563 ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλπιγγι καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὁ δῆμος ὁ Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμίνιος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι. πολλῆς δ' ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης, θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθ' ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούντων. στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνεγράφοντο. καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα. Οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατὰ Ἀντιόχου βασιλέως περῶντάς τε ἐπὶ Ἀντίοχον ἐςτὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι καὶ τροφαῖς καὶ δαπανήμασιν, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν. ἐφ' οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε καὶ τῶν χρημάτων ἀφῆκεν, ὧν ἔτι ὤφειλεν· οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπ' Ἀντιόχῳ νίκης ἐπανιόντας, οὐκ ἔτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φίλιππος. Ἐκτελεσθέντος δὲ*** πολλοὶ κατηγόρουν τοῦ Φιλίππου, τὰ μὲν ἀδικεῖν αὐτόν, τὰ δὲ οὐ ποιεῖν ὧν ὥρισε Φλαμίνιος, ὅτε διετίθετο τὴν Ἑλλάδα. καὶ Δημήτριος ἐς ἀντιλογίαν ἐπρέσβευεν ὑπὲρ αὐτοῦ, κεχαρισμένος μὲν ἔκπαλαι Ῥωμαίοις ἀπὸ τῆς ὁμηρείας, Φλαμινίου δὲ αὐτὸν τῇ βουλῇ γνωρίζοντος ἰσχυρῶς. νεώτερον δ' ὄντα καὶ θορυβούμενον ἐκέλευσαν τὰ τοῦ πατρὸς ὑπομνήματα ἀναγνῶναι, ἐν οἷς ἦν ἐφ' ἑκάστου, τὰ μὲν ἤδη γεγονέναι, τὰ δὲ γενήσεσθαι, καίπερ ἀδίκως ὡρισμένα· καὶ γὰρ τοῦτο προσέκειτο πολλοῖς. ἡ δὲ βουλὴ τὴν ὑπόγυον αὐτοῦ ἐς Ἀντίοχον προθυμίαν αἰδουμένη συγγινώσκειν τε ἔφη καὶ προσεπεῖπε διὰ Δημήτριον. ὁ δ' ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονὼς καὶ βλαβερώτατος ἂν φανείς, εἰ Ἀντιόχῳ παρακαλοῦντι συνέπραξεν, πολλὰ 564 ἐλπίσας ἐπὶ τῷδε, καὶ ὁρῶν αὑτὸν ἀπιστούμενον καὶ κατηγορούμενον καὶ συγγνώμης ἀντὶ χαρίτων ἀξιούμενον, καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει, καὶ ἐπέκρυπτεν ἄμφω. ὡς δὲ καὶ ἐν δίκῃ τινὶ Ῥωμαῖοι πολλὰ τῶν Φιλίππου πρὸς Εὐμένη μετέφερον, ἀσθενοποιοῦντες ἀεὶ τὸν Φίλιππον, ἐς πόλεμον ἤδη λανθάνων ἡτοιμάζετο.