Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1.1
Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν, οἳ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων. οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάν 62 των τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεομένων δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλ' ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον. οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης (οὗτοι δὲ ἦσαν, ὥσπερ ἐπίτηδες, ἐξ ἑκάστης πόλεως κατ' ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ† λοιμῶν αἴτιοι. τὸ δὲ ἔθνος), καθάπερ ἐν παροιμίᾳ φασίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς. ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν. διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τέγεαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις*, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου. ταῦτα δ' ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. καὶ τοῦτ' εἰκότως συνέβαινε γίνεσθαι δι' ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ: ΠΕΡΙ ΤΩΝ ΣΤΡΑΤ.] Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ. παραγενομένων γὰρ εἰς τὴν Τέγεαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λα 63 κεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Καρχηδονίους τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν πλείστους μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τέγεαν. ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινε φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον,† αὐτῇ γενέσθαι μετὰ μῆνας ἕξ. διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δ' ἐπανῆγον εἰς τὴν Ἰταλίαν κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε προφάσει μὲν χρώμενος, ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, τῇ δ' ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων, καὶ πᾶν τὸ λεγόμενον ὑπ' ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις. ἅμα δὲ τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς δ' ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν. λοιπὸν ἐκ τῆς τοιαύτης δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπ' αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος περὶ μὲν [οὖν] τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι, τῇ δὲ παρ' αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον. Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ἀλίωνα Λαῖνον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς 64 τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ παραβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτ' ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος. ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλλον. καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων. ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν. ὁ δὲ Κριτόλαος, ὥσπερ κατ' εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς, φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δ' οὐκ ἂν εὐδοκῆσαι κτησάμενος. καθόλου δὲ παρῄνει λέγων, ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δ' ἀνδρόγυνοι, κυρίων. καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους. ἐποίει δ' ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος. καθόλου δ' ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκ ἔτι δύνασθαι καρτερεῖν, ἀλλ' ἐρεῖν τὸ φαινόμενον. δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὑτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν. καὶ τούτων πίστιν ἔφερεν· 65 ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στράτιον πάντα τὰ λεγόμενα δι' ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον. τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δὲ διοριζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς. ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους· καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς ἂν ἐπὶ στρατοπεδείᾳ αἱρήσωνται· διὸ τρόπον τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν. Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος· τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρε κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δ' Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. Τέλος τῆς Πολυβίου ἱστορίας./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Ἰταλικῆς.*/
35.1.2
Ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλοποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος. κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις ἧκον, ἐν Μεγαλοπόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης· ἐξαπεστάλκει δὲ καὶ ὁ βασιλεὺς Εὐμένης πρεσβευτὰς ἐπαγγελλόμενος ρʹ καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς ἐφ' ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις. ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταὶ τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς. ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον, καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ' αὑτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχήν, ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει καὶ τῇ καταλύσει τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. οὐθενὸς δ' οὔτ' ἀντειπόντος οὔτε συνηγορήσαντος, οὕτω πως παρεπέμφθη. Μετὰ δὲ τούτους ἐπῆλθον οἱ παρ' Εὐμένους πρέσβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσατο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολλοῖς, καὶ πλείω δὲ πρὸς 279 ταύτας τὰς ὑποθέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος κατέπαυσαν τὸν λόγον. μεθ' οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, εἰς ἣν δίδονται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδ' ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς προσδεξαμένους τὰ χρήματα πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως. τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν
35.2.1
Εὐμένους καθ' ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον· τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς τε βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων ἀεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, φανερῶς ἀνάγκη δυοῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ ἰδίᾳ συμφέροντος, ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις. διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως. Μετὰ δὲ τοῦτον ἀναστὰς Πάσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοὶ κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας Ἀττάλῳ παραδοῖεν λʹ τάλαντα παρ' αὐτοῦ λαβόντες. ταῦτ' οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως. τοὺς δὲ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, δι' ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας. 280 Τοιούτων δὲ γενομένων λόγων, ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων. Ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον. ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους [παρὰ τῶν Ἀχαιῶν] ὑπὲρ τῆς συμμαχίας; εἶτα ὅτι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ· πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον. ἐφ' οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. οὐδενὸς δ' ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις, οὔθ' ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτ' ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθ' οἱ πεμφθέντες πρέσβεις, ἀλλ' ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον. ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν. οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς 281 κοινοῖς πράγμασιν, ὁ δ' Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλ' εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν. τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι. Καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις· μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας, ἧς ἐπρέσβευσε πρὸς Φίλιππον. καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν. ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν, ὅτι δυσαρεστεῖται τοῖς οἰκονομουμένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις· ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν· ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην. ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν. ὅθεν ὁ Καικίλιος δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ' αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας. τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δ' εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν. ὁ δὲ Καικίλιος ὁρῶν 282 τὴν τούτων προαίρεσιν ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν. οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολὰς ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων, τοῦ δὲ παρασιωπῶντος οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν· τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν. ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστ' οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλ' ἀναπόκριτος ἀπῆλθεν. οἱ δ' Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα· καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.
35.1.3
Ὅτι ὡς ἐπύθοντο οἱ βάρβαροι τὴν ἐπιστρατείαν τοῦ Γαΐου, Φρατάκτης ἔπεμψε πρὸς τὸν Αὔγουστον ὑπὲρ τῶν γεγονότων ἀπολογούμενος καὶ τοὺς ἀδελφοὺς ἐπὶ εἰρήνῃ ἀπαιτῶν. καὶ αὐτῷ ἐκεῖνος Φρατάκτῃ ἄνευ τῆς τοῦ βασιλέως ἐπικλήσεως ἀντεπιστείλας τό τε ὄνομα τὸ βασιλικὸν καταθέσθαι καὶ τῆς Ἀρμενίας ἀποστῆναι προσέταξεν. ἐφ' ᾧ δὴ ὁ Πάρθος οὐχ ὅσον οὐ κατέπτηξεν, ἀλλὰ καὶ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως καὶ αὑτὸν μὲν βασιλέα βασιλέων, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάσας. ὁ δὲ δὴ Τιγράνης εὐθὺς μὲν οὐκ ἐπρεσβεύσατο, τοῦ δὲ Ἀρταβάζου νόσῳ ὕστερον τελευτήσαντος δῶρά τε τῷ Αὐγούστῳ, ὡς καὶ τοῦ ἀντιπάλου ὑπεξηρημένου οἱ, ἔπεμψε τὸ τοῦ βασιλέως ὄνομα ἐς τὴν ἐπιστολὴν μὴ ἐγγράψας, καὶ τὴν βασιλείαν δῆθεν παρ' αὐτοῦ ᾔτησεν. τούτοις τε οὖν ὑπαχθεὶς καὶ τὸν πόλεμον ἅμα τὸν Πάρθον φοβηθεὶς τά τε δῶρα ἐδέξατο καὶ μετ' ἐλπίδων αὐτὸν χρηστῶν ἐς τὴν Συρίαν πρὸς τὸν Γάϊον ἐλθεῖν ἐκέλευσεν.
35.1.4
Ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφορῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθόμενος δ' ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης, ὁ τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην καὶ κατηγόρει φανερῶς αὐτοῦ παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατ' αὐτῶν συναγαγόντι συμπράξειεν, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς, ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς. καὶ τῶν ὑμετέρων, ἔφη, φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δ' ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται. διέβαλλε δ' αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας. ἔγκλημα δ' ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο. ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπὼν ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα. 565 Ἡ δ' ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόσοφον καὶ ἐς πολλοὺς φιλάνθρωπον ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρὸν ἐν πλευραῖς ἔχειν, λόγῳ δ' ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτ' ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον† βουλομένους δ' ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη δι' αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο. αὐτὸς δ' ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον. καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου περιέπεμπον, ἑτέρους δ' ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν καὶ ἐς τὰςνήσους, ὅσας δύναιντο προσαγαγέσθαι· ὃ καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένους δ' ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν. Ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατ' αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι. οἱ δ' ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. ὁ δ' αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε· τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασίν ἐστιν· εἰ δ' αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἱρεῖσθε πόλεμον; οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα 566 καθ' ὑμῶν, οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε. οὐδ' ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι. πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν. ἀλλὰ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ τοῦτ' αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν, καὶ παρ' ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δ' ὅμως περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δ' οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεύς, τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας. ἀλλὰ Ἀρθέταυρόν τινες ἀνελόντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρων φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ καὶ τοῦθ' ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης. Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθ' ὑμῶν ἀλλὰ καθ' ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεροι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ. πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατ' Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς, οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ἐρέννιον τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, ἤλειφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον δι' αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλ' Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς. Εὐμένης δ' ὑπ' ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτ' ὤκνησεν ἐγκαλέσαι Περ 567 σεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει· καὶ ταῦθ' ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι. τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθ' ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δ' Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος θέλοι, προκαλεῖται παρ' ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δ' ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδ' ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν. οὐ γὰρ ἄξιον ὡς Εὐμένους καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν καί, ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων. Οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οἱ δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὁ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μὲν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλ' ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν, πάντα τε ἐγίγνετο ὅσα εἰκὸς ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας.

Intertext edge

Open linked passage

Note