Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
368.1.1
προθυμίᾳ τὰ πρὸς τοὺς μονάρχους αὐτῷ συλλαβέσθαι τὸν Ἡρώδην. τοσαύτης ἀποδοχῆς ἠξιωμένος καὶ παρ' ἐλπίδας ὁρῶν αὐτῷ πάλιν ἐξ ὑπαρχῆς βεβαιοτέραν τὴν βασιλείαν δόσει Καίσαρος καὶ δόγματι Ῥωμαίων. ὅπερ ἐκεῖνος αὐτῷ πρὸς τὸ βέβαιον ἐπραγματεύσατο, παρέπεμψεν ἐπ' Αἴγυπτον Καίσαρα δωρησάμενος ὑπὲρ δύναμιν αὐτόν τε καὶ τοὺς φίλους καὶ πᾶσαν ἐμφαίνων μεγαλοψυχίαν. ᾐτεῖτο δὲ καὶ τῶν Ἀντωνίῳ συνήθων Ἀλέξανδρον ὡς μηδὲν ἀνήκεστον παθεῖν. ἀλλὰ τούτων μὲν οὐκ ἔτυχεν ὅρκῳ προκατειλημμένου Καίσαρος· ἐπανῄει δὲ πάλιν εἰς τὴν Ἰουδαίαν πλείονί τε τιμῇ καὶ παρρησίᾳ καὶ τοῖς τὰ ἐναντία προσδοκήσασιν ἔκπληξιν παρέσχεν ὡς ἀεὶ τὸ λαμπρότερον ἐκ τῶν κινδύνων κατ' εὐμένειαν τοῦ θεοῦ προσεπικτώμενος. εὐθὺς μὲν οὖν περὶ τὴν ὑποδοχὴν ἐγεγόνει Καίσαρος ἀπὸ Συρίας εἰς Αἴγυπτον ἐμβαλεῖν μέλλοντος. καὶ ἐπειδὴ παρῆν, δέχεται μὲν αὐτὸν ἐν Πτολεμαΐδι πάσῃ τιμῇ βασιλικῇ, παρέσχε δὲ καὶ τῷ στρατεύματι ξένια καὶ τῶν ἐπιτηδείων ἀφθονίαν. κἀν τοῖς εὐνουστάτοις ἐξητάζετο τάς τε δυνάμεις ἐκτάττοντος συνιππαζόμενος καὶ δεχόμενος αὐτὸν φίλοις ἀνδράσιν ρʹ καὶ νʹ πᾶσιν εἰς πολυτέλειαν καὶ πλοῦτον ὑπηρεσίας ἠσκημένοις. παρέσχε δὲ καὶ τὴν ἀνυδρίαν διερχομένοις τὴν τῶν ἐπειγόντων χορηγίαν, ὥστε μήτε οἴνου μήτε ὕδατος, ὃ καὶ μᾶλλον ἦν ἐν χρείᾳ τοῖς στρατιώταις, ὑστερηθῆναι. αὐτόν γε μὴν Καίσαρα ταλάντοις ωʹ ἐδωρήσατο καὶ παρέστησεν ἅπασιν ἔννοιαν λαβεῖν, ὅτι τῆς βασιλείας ἧς εἶχε πολὺ μείζω καὶ λαμπρότερα τὰ κατὰ τὰς ὑπουργίας ἐπεδείκνυτο. τοῦτο αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας.

Intertext edge

Open linked passage

Note