De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
Ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας πρεσβευτάς. εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρ' Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνίας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἐπίκρισιν, εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνίας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων. μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας. οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δ' ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ 283 τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν. ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρ' αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα. ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ' ἐν αὐτοῖς ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, ἐπισφαλῆ μὲν ὀλίγοις οὖσι καὶ τούτοις τῶν τειχῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασι τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατ' ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρχουσιν, διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησε πρεσβευτὰς ἐπὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον. Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ' ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν· νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ συγκλήτου τις ἐνέγκῃ γράμματα. διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ' ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν. ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησε καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως. ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν, ὅτι περὶ μὲν τῶν 284 κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους, τοῖς δὲ πρεσβευταῖς τοῖς ἀεὶ παρ' ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.
36.1.2
Ὅτι ὁ Πάλλας συνὼν τῇ Ἀγριππίνῃ πάντα φορτικὸς καὶ ἐπαχθὴς ἦν. ὁ δὲ Σενέκας καὶ ὁ Βοῦρρος, φρονιμώτατοι καὶ δυ 421 νατώτατοι τῶν περὶ τὸν Νέρωνα ἀνδρῶν ὄντες (ὁ μὲν γὰρ ἔπαρχος τοῦ δορυφορικοῦ ἦν, ὁ δὲ διδάσκαλος), ἔπαυσαν ἑκάτερον τοιᾶσδε ἀφορμῆς λαβόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ ἡ Ἀγριππίνα ἐπὶ τὸ βῆμα, ἀφ' οὗ σφίσιν ὁ Νέρων διελέγετο, ἀναβῆναι ἠθέλησεν. ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρχῆς ἐκφανῆναι, καὶ μετὰ τοῦτ' ἔπραττον, ὅπως μηδὲν ἔτι αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται. κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν πᾶσαν παρέλαβον.
36.1.3
Ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτ' ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτ' ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθ' ἑτέρῳ τῷ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ 568 καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δ' ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν.