De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
Ὅτι Φίλιππος ὁ Μακεδὼν γενόμενος καθ' ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλεῖ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν. καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἐπιγένοιτό τις ἀναστροφή, καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοια ἐγεγόνει περὶ αὐτόν. πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν. ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων, ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ἐκείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς.
37.1.2
Ὅτι ὁ Οὐολόγαισος ἀκούσας ὡς τὴν Ἀρμενίαν ὁ Νέρων ἄλλοις διένειμε καὶ τὴν Ἀδιαβηνὴν ὑπὸ τοῦ Τιγράνου πορθουμένην, αὐτὸς μὲν ὡς ἐς τὴν Συρίαν ἐπὶ τὸν Κουρβούλωνα στρατεύσων ἡτοιμάζετο, τὸν δὲ τῶν Ἀδιαβηνῶν βασιλέα Μονόβαζον καὶ Μοναίσην Πάρθον ἐς τὴν Ἀρμενίαν ἔπεμψεν. οὗτοι δὲ τὸν Τιγράνην ἐς τὰ Τιγρανόκερτα καθεῖρξαν. καὶ ἐπεὶ ἐν τῇ προσεδρείᾳ οὐδὲν αὐτὸν ἐλύπουν, ἀλλὰ καὶ ὁσάκις προσμίξειάν οἱ ἀπεκρούοντο καὶ ὑπ' ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ, καὶ ὁ Κουρβούλων ἀκριβῆ φρουρὰν τῆς Συρίας ἐποιήσατο, ἐγνωσιμάχησε καὶ τὴν παρασκευὴν ἀφῆκε καὶ πέμψας πρὸς τὸν Κουρβούλωνα ἀνοχῆς ἔτυχεν ἐπὶ τῷ πρός τε τὸν Νέρωνα αὖθις πρεσβεύσασθαι καὶ τὴν πολιορκίαν λῦσαι καὶ τοὺς στρατιώτας ἐκ τῆς Ἀρμενίας ἐξαγαγεῖν. Νέρων δὲ ἐκείνῳ μὲν οὐδὲ τότε οὐδὲ ταχὺ οὐδὲ σαφὲς ἀπεκρίνατο, Λούκιον δὲ Σένιον Παῖτον ἐς τὴν Καππαδοκίαν, ὅπως μηδὲν περὶ τὴν Ἀρμενίαν νεοχμωθῇ, ἀπέστειλεν.
37.1.3
Ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν συνηδόμενοι τῶν γεγονότων Περσεῖ. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. ὁ δ' ἀφ' ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ δι' ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον. Τέλος τῆς ἱστορίας Ἀππιανοῦ./* Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Μάλχου ῥήτορος τοῦ Φιλαδελφέως.*/