Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν (ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον) καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφορὰν παραγενόμενον εἰς τὴν Ἑλλάδα χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὑτοῦ προαίρεσιν. διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. καὶ ὁ Δεινοκράτης παρῆν μετὰ τοῦ Τίτου εἰς τὴν Ἑλλάδα πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν, οἱ δὲ περὶ τὸν Φιλοποίμενα σαφῶς ἐπεγνωκότες, ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, 289 τὴν ἡσυχίαν εἶχον καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραφε τῷ στρατηγῷ καὶ τοῖς δημιουργοῖς τῶν Ἀχαιῶν κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν. τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.
39.1.2
Ὅτι οἱ στρατιῶται τοῦ Βιτελλίου τῷ Πρίμῳ τῇ ὑστεραίᾳ ὑπαγομένῳ σφᾶς δι' ἀγγέλων ὁμολογῆσαι ἀντέπεμψαν ἀντιπαραινοῦντες τὰ τοῦ Βιτελλίου προελέσθαι, καὶ ἐς χεῖρας ἐλθόντες τοῖς στρατιώταις αὐτοῦ προθυμότατα ἠγωνίσαντο. ἡ δὲ δὴ μάχη οὐκ ἐκ παρασκευῆς ἐγένετο, ἀλλ' αἰφνίδιον ὀλίγοι τινὲς τῶν ἱππέων, οἷα παρὰ τοῖς ἀντιπαραστρατοπεδευομένοις γίγνεται, τοῖς προνομεύουσι τῶν ἑτέρων ἐπέθεντο, καὶ μετὰ τοῦτο προσβοηθούντων ἑκατέροις ἀμφοτέρωθεν, ὥς που ἐτύγχανον αἰσθόμενοι, τοτὲ μὲν τοῖς τοτὲ δὲ τοῖς ἄλλων, εἶτ' ἄλλων, καὶ πεζῶν καὶ ἱππέων, καὶ ταῖς μάχαις αἱ τροπαὶ συνεγίγνοντο, μέχρις οὗ πάντες συνέδραμον. τότε δὲ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν καίπερ ἄναρκτοι· ὁ γὰρ Ἀλιηνὸς ἐδέδετο. κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο, οὐδὲ νὺξ αὐτὴν διέλυε τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν, ἐχρήσαντο. ὅθεν οὔθ' ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθ' ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λείψανα τῶν προτέρων νεκρῶν, οὐχ ἡ μνήμη τοῦ πάθους, οὐ τὸ πλῆθος τῶν μάτην ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφοτέρους κατέσχεν ὁμοίως, καὶ οὕτως ἐπεθύμουν καὶ ἐξ αὐτῆς τῆς τοῦ χωρίου μνήμης παροξυνόμενοι, οἱ μὲν καὶ τότε νικῆσαι, οἱ δὲ μὴ καὶ τότε ἡττηθῆναι, ὥσπερ ἀλλοφύλοις τισὶν ἀλλ' οὐκ οἰκείοις πολεμοῦντες, καὶ μέλλοντες ἐξ ἑκατέρου πάντες ὁμοίως ἢ αὐτίκα ἀπολέσθαι ἢ μετὰ ταῦτα δουλεύειν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελθούσης, ὥσπερ εἶπον, ἐνέδοσαν, ἀλλὰ καὶ ἐκκα 423 μόντες καὶ διὰ τοῦτο πολλάκις καὶ ἀναπαυόμενοι καὶ ἐς λόγους ἀλλήλοις ἰόντες, ὅμως ἠγωνίζοντο. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε (νέφη γὰρ αὐτὴν πολλὰ καὶ ποικίλα διαθέοντα συνεχῶς συνέκρυπτεν), ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δ' ὅτε ἑστηκότας καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους ἢ καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ τε συνεβόων, οἱ μὲν τὸν Βεσπασιανὸν οἱ δὲ τὸν Βιτέλλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· συστρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρ' ἧκε πρὸς ἐμέ. μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ. καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ συνήσθιον (πάντες γὰρ καὶ ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον). λάβε, ἔφη, συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλὰ ἄρτον σοι δίδωμι. λάβε καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε ἀποκτείνῃς με ἄν τε καὶ ἀποθάνῃς, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ τῇ χειρὶ μήτε ἐμὲ σὺ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Βιτέλλιος καὶ Βεσπασιανὸς διδοῦσιν, ἵν' ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσιν. τοιαῦτά τινες πρὸς ἀλλήλους εἰπόντες καὶ ἀναπαυσάμενοι καὶ ἐμφαγόντες πάλιν ἀνεμαχέσαντο· εἶτ' ἀνασχόντες αὖθις αὖ συνέβαλον. καὶ ταῦτα οὕτω δι' ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο. Καὶ ὁ Πρῖμος καὶ ὁ Κερεάλιος ἐς τὴν Ῥώμην ἐρχόμενοι καὶ τὸ πῦρ τὸ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρόμενον ἰδόντες ἠπείχθησαν. καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ ὁ Κερεάλιος προσμίξας ἡττήθη μὲν κατ' αὐτὴν τὴν ἔσοδον, ἅτε ἐν στενῷ μεθ' ἱππέων ἀποληφθείς, ἐπέσχε δ' οὖν τό τι κακὸν ὑπὸ τῶν ἐναντίων γενέσθαι· ὁ γὰρ Βιτέλλιος καταλλαγήσεσθαι ἐκ τῆς ἐπικρατείας ἐλπίσας τοὺς στρατιώτας ἀνεχαίτισεν καὶ πρέσβεις πρὸς Κερεάλιον ἔπεμψεν. ἔπραξαν δὲ οὐδέν. τῆς δὲ τοῦ Τιβέρεως γεφύρας ῥᾳδίως διελθόντες πολλὰ δεινὰ ἔδρασαν. συχνοὶ δὲ καὶ αὐτῶν ἀπό τε τῶν στεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε ἐς εʹ μυριάδας ὅλας ἀνθρώπων διαφθαρῆναι.

Intertext edge

Open linked passage

Note