Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὅσους ἐδέξαντο πρέσβεις βασιλέων Ῥωμαίων ἐθνικοί, καὶ ποίῳ σχήματι τούτους ἐδέξαντο, καὶ μεθ' ὁποίας δοχῆς./* Ἐκ τῆς ἱστορίας Πέτρου πατρικίου καὶ μαγίστρου.*/
3.1.2
Ὅτι Γαλέριος καὶ Διοκλητιανὸς εἰς Νίσιβιν συνῆλθον, ἔνθα κοινῇ βουλευσάμενοι στέλλουσιν εἰς Περσίδα πρεσβευτὴν Σικόριον Πρόβον ἀντιγραφέα τῆς μνήμης. τοῦτον ὁ Ναρσαῖος τῇ τῶν ἐπαγγελθέντων ἐλπίδι φιλοφρόνως ἐδέξατο. χρῆται δὲ καί τινι ἀναβολῇ ὁ Ναρσαῖος. ὡς γὰρ βουλόμενος δῆθεν τοὺς περὶ Σικόριον πρέσβεις, οἷα δὴ κεκοπωμένους, ἀνακτήσασθαι, μέχρι τοσούτου περὶ τὸν Ἀσπροῦδιν ποταμὸν τῆς Μηδικῆς τὸν Σικόριον παρείλκυσεν, οὐκ ἀγνοοῦντα μέντοι τὸ γινόμενον, ἕως οἱ τῇδε κἀκεῖσε διὰ τὸν πόλεμον σκορπισθέντες συνελέγησαν. καὶ τηνι 4 καῦτα ἐν τοῖς ἐνδοτέρω τῶν βασιλείων, πάντας τοὺς ἄλλους χωρίσας καὶ ἀρκεσθεὶς τῇ παρουσίᾳ Ἀφφαφάρβα καὶ Ἀρχαπέτου καὶ Βαρσαβώρσου, ὧν ὁ μὲν ἕτερος ὕπαρχος ἦν πραιτωρίων, ὁ δὲ ἕτερος τὴν τοῦ Συμίου εἶχεν ἀρχήν, ἐπέτρεψε τῷ Πρόβῳ τὴν πρεσβείαν διεξιέναι. ἦν δὲ τὰ κεφάλαια τῆς πρεσβείας ταῦτα, ὥστε κατὰ τὸ ἀνατολικὸν κλίμα τὴν Ἰντηληνὴν μετὰ Σοφηνῆς καὶ Ἀρζανηνὴν μετὰ Καρδουηνῶν καὶ Ζαβδικηνῆς Ῥωμαίους ἔχειν, καὶ τὸν Τίγριν ποταμὸν ἑκατέρας πολιτείας ὁροθέσιον εἶναι, Ἀρμενίαν δὲ Ζίνθα τὸ κάστρον ἐν μεθορίῳ τῆς Μηδικῆς κείμενον ὁρίζειν, τὸν δὲ Ἰβηρίας βασιλέα τῆς οἰκείας βασιλείας τὰ σύμβολα Ῥωμαίοις ὀφείλειν, εἶναι δὲ τόπον τῶν συναλλαγμάτων Νίσιβιν τὴν πόλιν παρακειμένην τῷ Τίγριδι. τούτων ὁ Ναρσαῖος ἀκούσας, ἐπειδὴ πρὸς μηδὲν τούτων ἡ παροῦσα τύχη ἀρνεῖσθαι αὐτὸν συνεχώρει, συνέθετο τούτοις ἅπασιν, πλήν, ἵνα μὴ δόξῃ ἀνάγκῃ πάντα ποιεῖν, διηρνήσατο μόνον τὸ τόπον εἶναι τῶν συναλλαγμάτων τὴν Νίσιβιν. ὁ δὲ Σικόριος· ἐνδεδωκέναι χρὴ πρὸς τοῦτο· οὔτε γὰρ αὐτοκράτωρ ἡ πρεσβεία, καὶ περὶ τούτου ἐκ τῶν αὐτοκρατόρων οὐδὲν ἐπετέτραπτο. τούτων οὖν συντεθέντων, ἀπεδόθησαν τῷ Ναρσαίῳ αἵ τε γαμεταὶ καὶ οἱ παῖδες, μετὰ φιλοτιμίας τῶν βασιλέων τῆς σωφροσύνης αὐταῖς καθαρᾶς φυλαχθείσης./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Γεωργίου μοναχοῦ.*/
3.1.3
Ὅτι ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων ἐξοπλισάμενος Ἀαρὼν ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ τῆς πόλεως ἦλθεν ἐν μεγάλῃ δυνάμει καὶ περιεκάθισεν ἐν Χρυσοπόλει. ὁ δὲ βασιλεὺς πέμψας λαὸν καὶ τὸν Βαάνην κρατήσας, εἰρήνην Ἀαρὼν αἰτεῖται μεταξὺ Ῥωμαίων τε καὶ Σαρακηνῶν γενέσθαι. συναρπασθέντες οὖν ἐπὶ τούτοις Σταυράκιος ὁ λογοθέτης καὶ Πέτρος ὁ μάγιστρος καὶ Ἀντώνιος ὁ δομέστικος καὶ τέκνα τῶν πρωτευόντων καὶ ἄνευ λόγου πρὸς αὐτὸν ἐξελθόντες ἐκρατήθησαν ὑπ' αὐτοῦ. διόπερ ἀναγκασθέντες οἱ τῆς πόλεως δῶρα πλεῖστα ἔδωκαν, καὶ ἀνεχώρησεν Ἀαρὼν μετὰ τῶν χριστιανῶν εἰρήνην ποιήσας.
3.1.4
Ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας. κατ' ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν [τε] πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμο 12 λογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης τῆς πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν. ὅπερ καὶ συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων, ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ' αὐτῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας, οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν, ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι, παρακαλέσοντες ἀποδιδόναι καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας. Οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο, πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτε ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύσωσιν· ἔπειθ' ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ' ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτε εὐσχήμονα κατασκευαζόμενοι τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἔσεσθαι καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείσεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καὶ εἰ μὴ ποιήσωσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι. Ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπ' αὐτούς, ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ' αὐτὴν βοηθεῖν· ἡ δ' ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι τὴν φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τε ἤδη 13 γεγονυῖα καὶ ἐπὶ πλεῖον γενήσεσθαι νομιζομένη, εἰ, Λευκανῶν τε χειρωθέντων καὶ δι' αὐτοὺς τῶν προσοίκων, ἀκολουθήσειν ἔμελλε τά [τε] βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο.
3.1.5
Ὅτι Ζακανθαῖοι ὑπὸ Καρχηδονίων πολιορκούμενοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδονίοις τῶν κατ' Ἰβηρίαν πραγμάτων. Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσπιπτόντων. Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πεποιημένος ὑφ' αὑτὸν οὓς προέθετο, παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάζων εἰς Καινὴν πόλιν, ἥ τε σωμανει πρόσχημα καὶ βασίλειον ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις. καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐνεστώτων. Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακανθαίων ἀπέχεσθαι (κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφετέρᾳ πίστει) καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν κατὰ τὰς ἐπ' Ἀσδρούβαν γενομένας ὁμολογίας ὁ δὲ Ἀννίβας ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δ' ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, πρὸς μὲν ἐκείνους ὡς κηδόμενος Ζακανθαίων ἐνεκάλει Ῥωμαίοις, διότι μικροῖς ἔμπροσθεν χρόνοις στασιαζόντων αὐτῶν λαβόντες τὴν ἐπιτροπὴν εἰς τὸ διαλῦσαι ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων, οὓς οὐ περιόψεσθαι παρεσπονδημένους (πάτριον γὰρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν), πρὸς δὲ Καρχηδονίους διεπέμπετο πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφ' αὑτοὺς ταττομένων ἀδικοῦσιν. καθόλου δ' ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου. διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δ' εἰς προφάσεις ἀλόγους, ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος. πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀποδοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοὺς καιροὺς συνεπιθέμενοι πρότερον ἀδίκως 22 παρ' αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι πολεμήσειν. νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δ' οὐχ ὑπάρχουσαν περὶ Ζακανθαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα τὰ παραπλήσια θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους· οὐ μὴν ἐν Ἰταλίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλ' ἐν Ἰβηρίᾳ, χρήσεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακανθαίων πόλει. διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πόλεμος.
3.1.6
Ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δέκα νεῶν ἐθεᾶτο τὴν 69 μεγάλην Ἑλλάδα. καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο καλούμενος Θάις, παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ· καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν. ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι, ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν, καὶ παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν. Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Τάραντα πέμπουσι τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δ' οὓς ἐξέβαλον ἐς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δ' ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον καὶ ἐπελθόντας ἐχλεύαζον, εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν. καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον· ἐκπλυνεῖτ', ἔφη, τοῦτο αἵματι πολλῷ τοιούτοις ἀρεσκόμενοι γέλωσιν. καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις. ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, ἐς δὲ τὴν Ταραντίνων ἐσβάλλειν καὶ αὐτοὺς ἐφ' οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δ' ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλ' ἐγίνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές. εἰ δὲ καὶ τῆς ἐλευθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολε 70 μήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου. ὃ καὶ γέγονεν.
3.1.7
Ὅτι πρὸς Οὐιτέλλιον ὁ Τιβέριος πέμπει γράμματα κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα (ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ), πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέως. ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳμηδὲ ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοί 79 ξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. καὶ ἥ τε Ἀρμενία ἀφῄρητο αὖθις, καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν, ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα, καὶ τοῦ βασιλέως ὁ υἱὸς ἐκ τούτων τῶν μαχῶν ἐπέστη μετὰ πολλοῦ στρατοῦ μυριάδων, καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον. Οὐιτέλλιος δὲ πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθανόμενος δὲ τὴν ἐπιβουλὴν ὁ Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι, ἢ πείρας αὐτῷ γενομένης μετατάξασθαι πρὸς τοὺς προαφεστηκότας, ἐπὶ τῶν ἄνω στρατιῶν ἔσωζεν ἑαυτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δακῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν. ταῦτα ἀκούσας ὁ Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον. ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν ὅ τε Ἀρτάβανος καὶ ὁ Οὐιτέλλιος, καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης ὁ τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ. καὶ Ἀρτάβανος μετ' οὐ πολὺ πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπ' Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος δι' αὐτοῦ πρώτου γενέσθαι πίστιν καίσαρι τῶν ὁμήρων τῆς λήψεως ἐκπέμπει γραμματοφόρους τὰ πάντα ἀκριβῶς γράψας εἰς ἐπιστολὴν καὶ μηδὲν ὑπολειπόμενος ἐπὶ μηνύσει τῷ ὑπατικῷ. πρὸς Οὐιτελλίου δὲ ἐκπεμφθεισῶν ἐπιστολῶν, καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πίστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς Οὐιτέλλιος μεγάλως τὶ καὶ πεπονθέναι μειζόνως ἢ ἐπέπρακτο ὑπολαμβάνων, ἄδηλον τὴν ἐπ' αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθεν, Γαΐου τὴν ἀρχὴν παρειληφότος. Διοδώρου. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου.
3.1.8
Ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι τέ τινες πόλεμον ἀρτύουσι κατ' αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον εἰς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσιν, στειλάντων, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς καὶ Ὀμβρικοὺς καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα, τοὺς δὲ οὐ πολλῷ ὕστερον προσαπέστησαν.
3.1.9
Ὅτι Ἰουστινιανὸς ὁ βασιλεύς, ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴνἸουλιανὸν ἔπεμψεν ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς γνώμης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν, ἀποδιδόμενοι δὲ αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκ ἔτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν 92 (αὕτη δέ ἐστιν ἡ μέταξα, ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι, ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τὰ νῦν δὲ σηρικὴν ὀνομάζουσιν), Ὁμηρῖται δὲ ὅπως Κάϊσόν τε τὸν φυγάδα φύλαρχον Μααλδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μααλδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν. ὁ δὲ Κάϊσος οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου Ξυγγενῶν κτείνας ἐς γῆν ἔφυγεν, ἣ δὴ ἔρημος ἀνθρώπων παντάπασίν ἐστιν. ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος. τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπειδὴ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γενόμενοι, οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασιν· καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ' ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι. ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβαλεῖν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησεν.
3.1.10
Ὅτι τοῦ Χρυσαφίου τοῦ εὐνούχου παραινέσαντος Ἐδέκωνι ἀνελεῖν τὸν Ἀττήλαν, ἐδόκει τῷ βασιλεῖ Θεοδοσίῳ καὶ τῷ μαγίστρῳ Μαρτιαλίῳ βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν ἀλλὰ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν, καὶ Βιγίλαν μὲν τῷ φαινομένῳ τὴν τοῦ ἑρμηνέως ἐπέ 123 χοντα τάξιν πράττειν ἅπερ Ἐδέκωνι δοκεῖ, τὸν δὲ Μαξιμῖνον μηδὲν τῶν αὐτοῖς βουλευθέντων ἐπιστάμενον τὰ βασιλέως ἀποδιδόναι γράμματα. ἀντεγέγραπτο δὲ τῶν πρεσβευομένων ἀνδρῶν ἕνεκα ὡς ὁ μὲν Βιγίλας ἑρμηνεύς, ὁ δὲ Μαξιμῖνος μείζονος ἤπερ ὁ Βιγίλας ἀξίας γένους τε περιφανοῦς καὶ ἐπιτήδειος ἐς τὰ μάλιστα βασιλεῖ, ἔπειτα ὡς οὐ δεῖ παρασαλεύοντα τὰς σπονδὰς τῇ Ῥωμαίων ἐμβατεύειν γῇ, φυγάδας δὲ μετὰ τοὺς ἤδη ἐκδοθέντας ἑπτακαίδεκα ἀπέσταλκέν οἱ, ὡς ἑτέρων οὐκ ὄντων. καὶ ταῦτα μὲν ἦν ἐν τοῖς γράμμασιν. φράζειν δὲ τὸν Μαξιμῖνον ἀπὸ στόματος τῷ Ἀττήλᾳ μὴ χρῆναι αἰτεῖν πρέσβεις μεγίστης ἀξίας παρ' αὐτὸν διαβῆναι· τοῦτο γὰρ οὐδὲ ἐπὶ τῶν αὐτοῦ προγόνων οὐδὲ ἐπὶ ἑτέρων τῶν ἀρξάντων τῆς Σκυθικῆς γενέσθαι, ἀλλὰ πρεσβεύσασθαι τόν τε ἐπιτυχόντα στρατιώτην καὶ ἀγγελιαφόρον. εἰς δὲ τὸ διευκρινῆσαι τὰ ἀμφιβαλλόμενα ἐδόκει πέμπειν Ὀνηγήσιον παρὰ Ῥωμαίους· μὴ οἷόν τε γὰρ αὐτὸν Σερδικῆς δῃωθείσης σὺν ὑπατικῷ ἀνδρὶ ἐς αὐτὴν προϊέναι. ἐπὶ ταύτην τὴν πρεσβείαν ἐκλιπαρήσας πείθει με Μαξιμῖνος αὐτῷ συναπᾶραι. καὶ δῆτα ἅμα τοῖς βαρβάροις ἐχόμενοι τῆς ὁδοῦ ἐς Σερδικὴν ἀφικνούμεθα τρισκαίδεκα ὁδὸν ἀνδρὶ εὐζώνῳ τῆς Κωνσταντίνου ἀπέχουσαν· ἐν ᾗ καταλύσαντες καλῶς ἔχειν ἡγησάμεθα ἐπὶ ἑστίαν Ἐδέκωνα καὶ τοὺς μετ' αὐτοῦ βαρβάρους καλεῖν. πρόβατα οὖν καὶ βόας ἀποδομένων τῶν ἐπιχωρίων ἡμῖν, κατασφάξαντες ἠριστοποιούμεθα. καὶ παρὰ τὸν τοῦ συμποσίου καιρὸν τῶν μὲν βαρβάρων τὸν Ἀττήλαν, ἡμῶν δὲ τὸν βασιλέα θαυμαζόντων, ὁ Βιγίλας ἔφη ὡς οὐκ εἴη θεὸν καὶ ἄνθρωπον δίκαια συγκρίνειν, ἄνθρωπον μὲν τὸν Ἀττήλαν, θεὸν δὲ τὸν Θεοδόσιον λέγων. ἤσχαλλον οὖν οἱ Οὖννοι καὶ κατὰ μικρὸν ὑποθερμαινόμενοι ἐχαλέπαινον. ἡμῶν δὲ ἐς ἕτερα τρεψάντων τὸν λόγον καὶ φιλοφροσύνῃ τὸν σφῶν αὐτῶν καταπραϋνάντων θυμόν, μετὰ τὸ δεῖπνον ὡς διανέστημεν, δώροις ὁ Μαξιμῖνος Ἐδέκωνα καὶ Ὀρέστην ἐθεράπευσε σηρικοῖς ἐσθήμασι καὶ λίθοις Ἰνδικοῖς. ἀναμείνας δὲ τὴν Ἐδέκωνος Ὀρέστης ἀναχώρησιν πρὸς τὸν Μαξιμῖνον φράζει, ὡς σοφός τε εἴη καὶ ἄριστος μὴ ὅμοια σὺν τοῖς ἀμφὶ τὰ βασίλεια πλημμελήσας· χωρὶς γὰρ αὐτοῦ ἐπὶ δεῖπνον τὸν Ἐδέκωνα καλοῦντες δώροις ἐτίμων. ἀπόρου δὲ τοῦ λόγου ὡς μη 124 δὲν ἐπισταμένοις φανέντος, καὶ ἀνερωτήσασιν ὅπως καὶ κατὰ ποῖον καιρὸν περιῶπται μὲν αὐτός, τετίμηται δὲ ὁ Ἐδέκων, οὐδὲν ἀποκρινάμενος ἐξῆλθεν· τῇ δὲ ὑστεραίᾳ ὡς ἐβαδίζομεν, φέρομεν ἐπὶ Βιγίλαν ἅπερ ἡμῖν Ὀρέστης εἰρήκει. ὃς δὲ ἐκεῖνον ἔλεγεν μὴ δεῖν χαλεπαίνειν ὡς τῶν αὐτῶν Ἐδέκωνι μὴ τυγχάνοντα· αὐτὸν μὲν γὰρ ὀπάονά τε καὶ ὑπογραφέα εἶναι Ἀττήλα, Ἐδέκωνα δὲ τὰ κατὰ πόλεμον ἄριστον καὶ τοῦ Οὔννου γένους ἀναβεβηκέναι τὸν Ὀρέστην πολύ. ταῦτα εἰπὼν καὶ τῷ Ἐδέκωνι ἰδιολογησάμενος ἔφασκεν ὕστερον πρὸς ἡμᾶς, εἴτε ἀληθιζόμενος εἴτε ὑποκρινόμενος, ὡς εἴποι μὲν αὐτῷ τὰ εἰρημένα, μόγις δὲ αὐτὸν καταπραΰναι τραπέντα ἐπὶ τοῖς λεχθεῖσιν εἰς ὀργήν. ἀφικόμενοι δὲ ἐς Ναϊσσὸν ἔρημον μὲν εὕρομεν ἀνθρώπων τὴν πόλιν ὡς ὑπὸ τῶν πολεμίων ἀνατραπεῖσαν, ἐν δὲ τοῖς ἱεροῖς καταλύμασι τῶν ὑπὸ νόσων κατεχομένων τινὲς ἐτύγχανον ὄντες. μικρὸν δὲ ἄνω τοῦ ποταμοῦ ἐν καθαρῷ καταλύσαντες (σύμπαντα γὰρ τὰ ἐπὶ τὴν ὄχθην ὀστέων ἦν πλέα τῶν ἐν πολέμῳ ἀναιρεθέντων) τῇ ἐπαύριον πρὸς Ἀγίνθεον τὸν ἐν Ἰλλυριοῖς ταγμάτων ἡγούμενον ἀφικόμεθα οὐ πόρρω ὄντα τῆς Ναϊσσοῦ, ἐφ' ᾧ τὰ παρὰ βασιλέως ἀγγεῖλαι καὶ τοὺς φυγάδας παραλαβεῖν· τοὺς γὰρ εʹ τῶν ιζʹ, περὶ ὧν Ἀττήλᾳ ἐγέγραπτο, αὐτὸν ἔδει παραδιδόναι. ἤλθομεν οὖν ἐς λόγους καὶ τοὺς εʹ φυγάδας παραδοῦναι αὐτὸν τοῖς Οὔννοις παρεσκευάσαμεν· οὓς φιλοφρονησάμενος σὺν ἡμῖν ἀπέπεμψεν. διανυκτερεύσαντες δὲ καὶ ἀπὸ τῶν ὁρίων τῆς Ναϊσσοῦ τὴν πορείαν ποιησάμενοι ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔς τι χωρίον ἐσβάλλομεν συνηρεφές, καμπὰς δὲ καὶ ἑλιγμοὺς καὶ περιαγωγὰς πολλὰς ἔχον. ἐν ᾧπερ τῆς ἡμέρας διαφαυούσης, οἰομένοις ἐπὶ δυσμὰς πορεύεσθαι ἡ τοῦ ἡλίου ἀνατολὴ κατεναντίον ὤφθη, ὥστε τοὺς ἀπείρως ἔχοντας τῆς τοῦ χωρίου θέσεως ἀναβοῆσαι, οἷα δὴ τοῦ ἡλίου τὴν ἐναντίαν ποιουμένου πορείαν καὶ ἕτερα παρὰ τὰ καθεστῶτα σημαίνοντος· ὑπὸ δὲ τῆς τοῦ τόπου ἀνωμαλίας ἐπὶ ἀνατολὰς ἐκεῖνο τὸ μέρος ἔβλεπε τῆς ὁδοῦ. μετὰ δὲ τὴν δυσχωρίαν ἐν πεδίῳ καὶ αὐτῷ ὑλώδει παραγινόμεθα. ἐντεῦθεν βάρβαροι 125 πορθμεῖς ἐν σκάφεσι μονοξύλοις, ἅπερ αὐτοὶ δένδρα ἐκτέμνοντες καὶ διαγλύφοντες κατασκευάζουσιν, ἐδέχοντο ἡμᾶς καὶ διεπόρθμευον τὸν ποταμόν, οὐχ ἡμῶν ἕνεκα παρασκευασάμενοι, ἀλλὰ διαπορθμεύσαντες πλῆθος βαρβαρικόν, ὅπερ ἡμῖν κατὰ τὴν ὁδὸν ἀπηντήκει, οἷα δὴ βουλομένου ὡς ἐπὶ θήραν Ἀττήλα διαβαίνειν ἐς τὴν Ῥωμαίων γῆν. τοῦτο δὲ ἦν πολέμου παρασκευὴν ποιουμένῳ τῷ βασιλείῳ Σκύθῃ, προφάσει τοῦ μὴ πάντας αὐτῷ τοὺς φυγάδας δεδόσθαι. περαιωθέντες δὲ τὸν Ἴστρον καὶ σὺν τοῖς βαρβάροις ὡς οʹ πορευθέντες σταδίους ἐν πεδίῳ τινὶ ἐπιμένειν ἠναγκάσθημεν, ὥστε τοὺς ἀμφὶ τὸν Ἐδέκωνα τῷ Ἀττήλᾳ γενέσθαι τῆς ἡμετέρας ἀφίξεως μηνυτάς. καταμεινάντων δὲ σὺν ἡμῖν καὶ τῶν ξεναγησάντων ἡμᾶς βαρβάρων, ἀμφὶ δείλην ὀψίαν δεῖπνον ἡμῶν αἱρουμένων, κρότος ἵππων ὡς ἡμᾶς ἐρχομένων ἠκούετο, καὶ δὴ ἄνδρες βʹ Σκύθαι παρεγίνοντο ὡς τὸν Ἀττήλαν ἡμᾶς ἀπιέναι παρακελευόμενοι. ἡμῶν δὲ πρότερον ἐπὶ τὸ δεῖπνον αὐτοὺς ἐλθεῖν αἰτησάντων, ἀποβάντες τῶν ἵππων εὐωχήθησαν καὶ ἡμῖν τῆς ὁδοῦ τῇ ὑστεραίᾳ ἡγήσαντο· παραγενομένων δὲ ἐς τοῦ Ἀττήλα σκηνὰς ἀμφὶ θʹ τῆς ἡμέρας ὥρᾳ (πολλαὶ δὲ αὗται ἐτύγχανον οὖσαι) ἐπί τε λόφου τινὸς σκηνοποιῆσαι βουληθέντων, οἱ ἐπιτυχόντες διεκώλυσαν βάρβαροι, ὡς τῆς Ἀττήλα ἐν χθαμαλῷ ὑπαρχούσης σκηνῆς. καταλυσάντων δὲ ὅπου τοῖς Σκύθαις ἐδόκει, Ἐδέκων καὶ Ὀρέστης καὶ Σκόττας καὶ ἕτεροι τῶν ἐν αὐτοῖς λογάδων ἧκον ἀνερωτῶντες τίνων τυχεῖν ἐσπουδακότες τὴν πρεσβείαν ποιούμεθα. ἡμῶν δὲ τὴν ἄλογον ἀποθαυμαζόντων ἐρώτησιν καὶ ἐς ἀλλήλους ὁρώντων, διετέλουν πρὸς ὄχλου τῆς ἀποκρίσεως ἕνεκα γινόμενοι. εἰπόντων δὲ Ἀττήλᾳ καὶ οὐχ ἑτέροις λέγειν βασιλέα παρακελεύσασθαι, χαλεπήνας ὁ Σκόττας ἀπεκρίνατο τοῦ σφῶν αὐτῶν ἡγουμένου ἐπίταγμα εἶναι· οὐ γὰρ ἂν πολυπραγμοσύνῃ σφετέρᾳ παρ' ἡμᾶς ἐληλυθέναι. φησάντων δὲ μὴ τοῦτον ἐπὶ τοῖς πρέσβεσι κεῖσθαι τὸν νόμον, ὥστε μὴ ἐντυγχάνοντας μηδὲ ἐς ὄψιν ἐρχομένους παρ' οὓς ἐστάλησαν δι' ἑτέρων ἀνακρίνεσθαι ὧν ἕνεκα πρεσβεύοιντο, καὶ τοῦτο μηδὲ αὐτοὺς ἀγνοεῖν Σκύθας θαμινὰ παρὰ βασιλέα πρεσβευομένους· χρῆναι δὲ τῶν ἴσων κυρεῖν· μὴ γὰρ ἄλλως τὰ τῆς πρεσβείας ἐρεῖν· ὡς τὸν Ἀττήλαν ἀνέζευξαν· καὶ αὖθις ἐπανῆκον Ἐδέκωνος χωρὶς καὶ ἅπαντα, 126 περὶ ὧν ἐπρεσβευόμεθα, ἔλεγον προστάττοντες τὴν ταχίστην ἀπιέναι, εἰ μὴ ἕτερα φράζειν ἔχοιμεν. ἐπὶ δὲ τοῖς λεχθεῖσι πλέον ἐπαποροῦντες (οὐ γὰρ ἦν ἐφικτὸν γινώσκειν, ὅπως ἔκδηλα ἐγεγόνει τὰ ἐν παραβύστῳ δεδογμένα βασιλεῖ) συμφέρειν ἡγούμεθα μηδὲν περὶ τῆς πρεσβείας ἀποκρίνεσθαι, εἰ μὴ τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου τύχοιμεν. διὸ ἐφάσκομεν, εἴτε τὰ εἰρημένα τοῖς Σκύθαις εἴτε καὶ ἕτερα ἥκομεν πρεσβευόμενοι, τοῦ σφῶν αὐτῶν ἡγουμένου τὴν πεῦσιν εἶναι, καὶ μηδαμῶς ἄλλοις τούτου χάριν διαλεχθήσεσθαι· οἱ δὲ ἡμᾶς παραχρῆμα ἀναχωρεῖν προσέταττον. ἐν παρασκευῇ δὲ τῆς ὁδοῦ γενομένους τῆς ἀποκρίσεως ἡμᾶς ὁ Βιγίλας κατεμέμφετο, ἐπὶ ψεύδει ἁλῶναι ἄμεινον λέγων ἢ ἀπράκτους ἀναχωρεῖν. εἰ γὰρ ἐς λόγους τῷ Ἀττήλᾳ ἔτυχον, φησίν, ἐληλυθώς, ἐπεπείκειν ῥᾳδίως ἂν αὐτὸν τῆς πρὸς Ῥωμαίους ἀποστῆναι διαφορᾶς, οἷα δὴ ἐπιτήδειος αὐτῷ ἐν τῇ κατὰ Ἀνατόλιον πρεσβείᾳ γενόμενος. ταῦτα† εὔνουν αὐτῷ τὸν Ἐδέκων ὑπάρχειν ἔφασκεν, ὥστε λόγῳ τῆς πρεσβείας καὶ τῶν ὁπωσοῦν εἴτε ἀληθῶς εἴτε ψευδῶς ῥηθησομένων προφάσεως τυχεῖν ἐπὶ τῷ βουλεύσασθαι περὶ τῶν αὐτοῖς κατὰ Ἀττήλα δεδογμένων, καὶ ὅπως τὸ χρυσίον, οὗπερ ἔφασκε δεῖσθαι ὁ Ἐδέκων, κομίσαι τὸ διανεμηθησόμενον† ταττομένοις ἀνδράσι. προδεδομένος δὲ ἐλελήθει. ὁ γὰρ Ἐδέκων, εἴτε δόλῳ ὑποσχόμενος εἴτε καὶ τὸν Ὀρέστην εὐλαβηθείς, μὴ ἐς τὸν Ἀττήλαν ἀγάγοι ἅπερ ἡμῖν ἐν τῇ Σερδικῇ μετὰ τὴν ἑστίασιν εἰρήκει, ἐν αἰτίᾳ ποιούμενος τὸ χωρὶς αὐτοῦ βασιλεῖ καὶ τῷ εὐνούχῳ ἐς λόγους αὐτὸν ἐληλυθέναι καταμηνύει τὴν μελετηθεῖσαν αὐτῷ ἐπιβουλὴν καὶ τὸ ποσὸν τοῦ ἐκπεμφθησομένου χρυσίου, ἐκλέγει δὲ καὶ ἐφ' οἷς τὴν πρεσβείαν ἐποιούμεθα. τῶν δὲ φορτίων ἤδη τοῖς ὑποζυγίοις ἐπιτεθέντων, καὶ ἀνάγκῃ τὴν πορείαν κατὰ τὸν τῆς νυκτὸς καιρὸν ποιεῖσθαι πειρώμενοι, μετεξέτεροι τῶν βαρβάρων παραγενόμενοι ἐπιμεῖναι ἡμᾶς τοῦ καιροῦ χάριν παρακελεύσασθαι τὸν Ἀττήλαν ἔλεγον. ἐν αὐτῷ οὖν τῷ χωρίῳ, ὅθεν καὶ διανέστημεν, ἧκον ἡμῖν βοῦν ἄγοντές τινες καὶ ποταμίους ἰχθύας παρὰ τοῦ Ἀττήλα διαπεμφθέντας. δειπνήσαντες οὖν ἐς ὕπνον ἐτράπημεν. ἡμέρας δὲ 127 γενομένης ᾠόμεθα μὲν ἥμερόν τι καὶ πρᾶον παρὰ τοῦ βαρβάρου μηνυθήσεσθαι· ὁ δὲ πάλιν τοὺς αὐτοὺς ἔπεμπε παρακελευόμενος ἀπιέναι, εἰ μὴ ἔχοιμέν τι παρὰ τὰ αὐτοῖς ἐγνωσμένα λέγειν. οὐδὲν οὖν ἀποκρινάμενοι πρὸς τὴν ὁδὸν παρασκευαζόμεθα, καίπερ τοῦ Βιγίλα διαφιλονεικοῦντος λέγειν εἶναι καὶ ἕτερα ἡμῖν ῥηθησόμενα. ἐν πολλῇ δὲ κατηφείᾳ τὸν Μαξιμῖνον ἰδών, παραλαβὼν Ῥουστίκιον ἐξεπιστάμενον τὴν βαρβάρων φωνήν (ὃς σὺν ἡμῖν ἐπὶ τὴν Σκυθικὴν ἐληλύθει οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ κατὰ πρᾶξίν τινα πρὸς Κωνστάντιον, ὃν Ἰταλιώτην ὄντα ὑπογραφέα Ἀττήλᾳ ἀπεστάλκει Ἀέτιος ὁ τῶν ἑσπερίων Ῥωμαίων στρατηγός) παρὰ τὸν Σκότταν ἀφικνούμενος (οὐ γὰρ Ὀνηγήσιος τηνικαῦτα παρῆν) καὶ αὐτὸν προσειπὼν ὑπὸ ἑρμηνεῖ τῷ Ῥουστικίῳ ἔλεγον δῶρα πλεῖστα παρὰ τοῦ Μαξιμίνου λήψεσθαι, εἴπερ αὐτὸν τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου παρασκευάσοι τυχεῖν. τὴν γὰρ αὐτοῦ πρεσβείαν οὐ μόνον Ῥωμαίοις καὶ Οὔννοις συνοίσειν, ἀλλὰ καὶ Ὀνηγησίῳ, ὃν παρ' αὐτὸν βασιλεὺς ἰέναι βούλεται καὶ τὰ τοῖς ἔθνεσι διευκρινῆσαι ἀμφίβολα· ἀφικόμενον δὲ μεγίστων τεύξεσθαι δωρεῶν. χρῆναι οὖν μὴ παρόντος Ὀνηγησίου ἡμῖν, μᾶλλον δὲ τἀδελφῷ ἐπὶ τῇ ἀγαθῇ συναγωνίζεσθαι πράξει. πείθεσθαι δὲ καὶ αὐτῷ τὸν Ἀττήλαν μεμαθηκέναι ἔλεγον· οὐκ ἐν ἀκοῇ δὲ ἔσεσθαι βεβαίως τὰ κατ' αὐτόν, εἰ μή γε πείρᾳ τὴν αὐτοῦ γνοίημεν δύναμιν. ὃς δὲ ὑπολαβὼν μηκέτι ἀμφιβόλους εἶναι ἔφη τοῦ καὶ αὐτὸν ἴσα τῷ ἀδελφῷ παρὰ Ἀττήλᾳ λέγειν τε καὶ πράττειν· καὶ παραχρῆμα τὸν ἵππον ἀναβὰς ἐπὶ τὴν Ἀττήλα διήλασε σκηνήν. πρὸς δὲ τὸν Μαξιμῖνον ἐπανελθὼν ἀλύοντα ἅμα τῷ Βιγίλᾳ καὶ διαπορούμενον ἐπὶ τοῖς καθεστῶσιν ἔλεγον ἅ τε τῷ Σκόττᾳ διείλεγμαι καὶ ἅπερ παρ' αὐτοῦ ἠκηκόειν, καὶ ὡς δεῖ τὰ τῷ βαρβάρῳ δοθησόμενα παρασκευάζειν δῶρα καὶ τὰ αὐτῷ παρ' ἡμῶν ῥηθησόμενα ἀναλογίζεσθαι. ἀμφότεροι οὖν ἀναπηδήσαντες (ἐπὶ γὰρ τοῦ ἐδάφους καὶ τῆς πόας κεῖσθαι σφᾶς συνέβαινεν) ἐπῄνεσάν τε τὴν πρᾶξιν καὶ τοὺς ἤδη μετὰ τῶν ὑποζυγίων ἐξορμήσαντας ἀνεκάλουν καὶ διεσκέψαντο, ὅπως τε προσείποιεν τὸν Ἀττήλαν καὶ ὅπως αὐτῷ τά τε βασιλέως δῶρα δοῖεν καὶ ἅπερ αὐτῷ ὁ Μαξιμῖνος ἐκόμιζεν. ἀμφὶ δὲ ταῦτα πονουμένους διὰ τοῦ Σκόττα ὁ Ἀττήλας μετεπέμψατο, καὶ δῆτα ἐς τὴν ἐκείνου παραγινόμεθα 128 ὑπὸ βαρβαρικοῦ κύκλῳ φρουρουμένην πλήθους. ὡς δὲ εἰσόδου ἐτύχομεν, εὕρομεν ἐπὶ ξυλίνου δίφρου τὸν Ἀττήλαν καθήμενον. στάντων δὲ ἡμῶν μικρὸν ἀπωτέρω τοῦ θρόνου, προσελθὼν ὁ Μαξιμῖνος ἠσπάσατο τὸν βάρβαρον, τά τε παρὰ βασιλέως γράμματα δοὺς ἔλεγεν ὡς σῶν εἶναι αὐτὸν καὶ τοὺς ἀμφ' αὐτὸν εὔχεται βασιλεύς. ὁ δὲ ἀπεκρίνατο ἔσεσθαι Ῥωμαίοις ἅπερ αὐτῷ βούλοιντο. καὶ ἐπὶ τὸν Βιγίλαν εὐθὺς τρέπει τὸν λόγον θηρίον ἀναιδὲς ἀποκαλῶν, ὅτου χάριν παρ' αὐτὸν ἐλθεῖν ἠθέλησεν ἐπιστάμενος τά τε αὐτῷ καὶ Ἀνατολίῳ ἐπὶ τῇ εἰρήνῃ δόξαντα, ὡς εἴρητο μὴ πρότερον πρέσβεις παρ' αὐτὸν ἐλθεῖν πρὶν ἢ πάντες οἱ φυγάδες ἐκδοθεῖεν βαρβάροις. τοῦ δὲ φήσαντος ὡς ἐκ τοῦ Σκυθικοῦ γένους παρὰ Ῥωμαίοις οὐκ εἴη φυγάς, τοὺς γὰρ ὄντας ἐκδεδόσθαι, χαλεπήνας μᾶλλον καὶ αὐτῷ πλεῖστα λοιδορησάμενος μετὰ βοῆς ἔλεγεν ὡς αὐτὸν ἀνασκολοπίσας πρὸς βορὰν οἰωνοῖς ἐδεδώκει ἄν, εἰ μή γε τῷ τῆς πρεσβείας θεσμῷ λυμαίνεσθαι ἐδόκει, καὶ ταύτην αὐτῷ ἐπὶ τῇ ἀναιδείᾳ καὶ τῇ τῶν λόγων ἰταμότητι ἐπιθεῖναι δίκην· φυγάδας γὰρ τοῦ σφετέρου ἔθνους παρὰ Ῥωμαίοις εἶναι πολλούς, ὧν ἐκέλευε τὰ ὀνόματα ἐγγεγραμμένα χάρτῃ τοὺς ὑπογραφέας ἀναγινώσκειν. ὡς δὲ διεξῆλθον ἅπαντας, προσέταττε μηδὲν μελλήσαντα ἀπιέναι· συμπέμψειν δὲ αὐτῷ καὶ Ἤσλαν Ῥωμαίοις λέξοντα πάντας τοὺς παρὰ σφίσι καταφυγόντας βαρβάρους ἀπὸ τῶν Καρπιλεόνος χρόνων, ὃς ὡμήρευσε παρ' αὐτῷ παῖς ὢν Ἀετίου τοῦ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων στρατηγοῦ, ἐκπέμψαι παρ' αὐτόν. μὴ γὰρ συγχωρήσειν τοὺς σφετέρους θεράποντας ἀντίον αὐτοῦ ἐς μάχην ἰέναι, καίπερ μὴ δυναμένους ὠφελεῖν τοὺς τὴν φυλακὴν αὐτοῖς τῆς οἰκείας ἐπιτρέψαντας γῆς. τίνα γὰρ πόλιν ἢ ποῖον φρούριον σεσῶσθαι, ἔλεγεν, ὑπ' ἐκείνων, οὗπερ αὐτὸς ποιῆσαι τὴν αἵρεσιν ὥρμησεν; ἀπαγγείλαντας δὲ τὰ αὐτῷ περὶ τῶν φυγάδων δεδογμένα αὖθις ἐπανήκειν μηνύοντας, πότερον αὐτοὺς ἐκδιδόναι βούλονται ἢ τὸν ὑπὲρ αὐτῶν ἀναδέχονται πόλεμον. παρακελευσάμενος δὲ πρότερον καὶ τὸν Μαξιμῖνον 129 ἐπιμένειν, ὡς δι' αὐτοῦ περὶ τῶν γεγραμμένων ἀποκρινούμενος βασιλεῖ, ἐπέτρεπε τὰ δῶρα δόντας, ἅπερ ὁ Μαξιμῖνος ἔφερεν, ὑπεξιέναι. δόντες τοίνυν καὶ ἐπανιόντες ἐς τὴν σκηνὴν ἑκάστου τῶν λεχθέντων πέρι ἰδιολογούμεθα. καὶ Βιγίλα θαυμάζοντος, ὅπως πάλαι αὐτῷ πρεσβευομένῳ ἤπιός τε καὶ πρᾶος νομισθεὶς τότε χαλεπῶς ἐλοιδορήσατο, ἔλεγον, μήποτέ τινες τῶν βαρβάρων τῶν ἐν Σερδικῇ ἑστιαθέντων σὺν ἡμῖν δυσμενῆ αὐτῷ τὸν Ἀττήλαν παρεσκεύασαν ἀπαγγείλαντες, ὡς θεὸν μὲν τὸν Ῥωμαίων ἐκάλει βασιλέα, ἄνθρωπον δὲ τὸν Ἀττήλαν. τοῦτον τὸν λόγον ὁ Μαξιμῖνος ὡς πιθανὸν ἐδέχετο οἷα δὴ ἀμέτοχος ὢν τῆς συνωμοσίας, ἣν κατὰ τοῦ βαρβάρου ὁ εὐνοῦχος ἐποιήσατο. ὁ δὲ Βιγίλας ἀμφίβολός τε ἦν καὶ ἐμοὶ ἐδόκει προφάσεως ἀπορεῖν, δι' ἣν αὐτῷ ὁ Ἀττήλας ἐλοιδορήσατο· οὔτε γὰρ τὰ ἐν Σερδικῇ, ὡς ὕστερον ἡμῖν διηγεῖτο, οὔτε τὰ τῆς ἐπιβουλῆς εἰρῆσθαι τῷ Ἀττήλᾳ ἐνόμιζεν, μηδενὸς μὲν ἑτέρου τῶν ἐκ τοῦ πλήθους διὰ τὸν ἐπικρατοῦντα κατὰ πάντων φόβον ἐς λόγους αὐτῷ θαρροῦντος ἐλθεῖν, Ἐδέκωνος δὲ πάντως ἐχεμυθήσοντος διά τε τοὺς ὅρκους καὶ τὴν ἀδηλίαν τοῦ πράγματος, μήποτε καὶ αὐτός, ὡς τοιούτων μέτοχος λόγων, ἐπιτήδειος νομισθεὶς θάνατον ὑφέξει ζημίαν. ἐν τοιαύτῃ οὖν ἀμφιβολίᾳ τυγχάνουσιν ἐπιστὰς Ἐδέκων καὶ τὸν Βιγίλαν ἔξω τῆς ἡμετέρας ἀπαγαγὼν συνόδου ὑποκρινάμενός τε ἀληθίζεσθαι τῶν αὐτοῖς βεβουλευμένων ἕνεκα καὶ τὸ χρυσίον κομισθῆναι παρακελευσάμενος τὸ δοθησόμενον τοῖς ἅμα αὐτῷ περὶ τὴν πρᾶξιν ἐλευσομένοις ἀνεχώρει. πολυπραγμονοῦντας δὲ τίνες οἱ τοῦ Ἐδέκωνος πρὸς αὐτὸν λόγοι ἀπατᾶν ἔσπευδεν ἠπατημένος αὐτός, καὶ τὴν ἀληθῆ αἰτίαν ἀποκρυψάμενος ἔφασκε παρ' αὐτοῦ Ἐδέκωνος εἰρῆσθαι ὡς καὶ αὐτῷ ὁ Ἀττήλας περὶ τῶν φυγάδων χαλεπαίνοι· ἔδει γὰρ ἢ πάντας ἀπολαβεῖν ἢ πρέσβεις ἐκ τῆς μεγίστης ἐξουσίας ἀφικέσθαι πρὸς αὐτόν. ταῦτα διαλεγομένοις παραγενόμενοί τινες τοῦ Ἀττήλα ἔλεγον μήτε Βιγίλαν μήτε ἡμᾶς Ῥωμαῖον αἰχμάλωτον ἢ βάρβαρον ἀνδράποδον ἢ ἵππους ἢ ἕτερόν τι πλὴν τῶν 130 εἰς τροφὴν ὠνεῖσθαι, ἄχρις ὅτου τὰ μεταξὺ Ῥωμαίων καὶ Οὔννων ἀμφίβολα διακριθείη. σεσοφισμένως δὲ ταῦτα καὶ κατὰ τέχνην ἐγένετο τῷ βαρβάρῳ, ὥστε τὸν μὲν Βιγίλαν ῥᾳδίως ἐπὶ τῇ κατ' αὐτοῦ ἁλῶναι πράξει ἀποροῦντα αἰτίας, ἐφ' ᾗπερ τὸ χρυσίον κομίζοι, ἡμᾶς δὲ προφάσει ἀποκρίσεως ἐπὶ τῇ πρεσβείᾳ δοθησομένης Ὀνηγήσιον ἀπεκδέξασθαι τὰ δῶρα κομιούμενον, ἅπερ ἡμεῖς τε διδόναι ἐβουλόμεθα καὶ βασιλεὺς ἀπεστάλκει. συνέβαινε γὰρ αὐτὸν σὺν τῷ πρεσβυτέρῳ τῶν Ἀττήλα παίδων ἐς τὸ τῶν Ἀκατίρων ἔθνος ἐστάλθαι, ὅ ἐστι Σκυθικὸν ἔθνος, παρέστη δὲ τῷ Ἀττήλᾳ ἐξ αἰτίας τοιᾶσδε. πολλῶν κατὰ φῦλα καὶ γένη ἀρχόντων τοῦ ἔθνους, Θεοδόσιος ὁ βασιλεὺς ἐκπέμπει δῶρα, ὥστε ὁμονοίᾳ σφετέρᾳ ἀπαγορεῦσαι μὲν τῇ τοῦ Ἀττήλα συμμαχίᾳ, τὴν δὲ πρὸς Ῥωμαίους εἰρήνην ἀσπάζεσθαι. ὁ δὲ τὰ δῶρα ἀποκομίζων οὐ κατὰ τάξιν ἑκάστῳ τῶν βασιλέων τοῦ ἔθνους δίδωσιν, ὥστε τὸν Κουρίδαχον πρεσβύτερον ὄντα τῇ ἀρχῇ τὰ δῶρα δεξάμενον δεύτερον, οἷα δὴ περιοφθέντα καὶ τῶν σφετέρων στερηθέντα γερῶν, ἐπικαλέσασθαι τὸν Ἀττήλαν κατὰ τῶν συμβασιλευόντων, τὸν δὲ μὴ μελλήσαντα πολλὴν ἐκπέμψαι δύναμιν, καὶ τοὺς μὲν ἀνελόντα, τοὺς δὲ παραστησάμενον καλεῖν τὸν Κουρίδαχον τῶν νικητηρίων μεθέξοντα. τὸν δὲ ἐπιβουλὴν ὑποτοπήσαντα εἰπεῖν ὡς χαλεπὸν ἀνθρώπῳ ἐλθεῖν ἐς ὄψιν θεοῦ· εἰ γὰρ οὐδὲ τὸν τοῦ ἡλίου δίσκον ἀτενῶς ἔστιν ἰδεῖν, πῶς τὸν μέγιστον τῶν θεῶν ἀπαθῶς τις ὄψοιτο; οὕτω μὲν οὖν ὁ Κουρίδαχος ἔμεινεν ἐπὶ τοῖς σφετέροις καὶ διεφύλαξε τὴν ἀρχήν, τοῦ λοιποῦ παντὸς τοῦ Ἀκατίρων ἔθνους τῷ Ἀττήλᾳ παραστάντος· οὗπερ ἔθνους βασιλέα τὸν πρεσβύτερον τῶν παίδων καταστῆσαι βουλόμενος Ὀνηγήσιον ἐπὶ ταύτην ἐκπέμπει τὴν πρᾶξιν. διὸ δὴ καὶ ἡμᾶς, ὡς εἴρηται, ἐπιμεῖναι παρακελευσάμενος τὸν Βιγίλαν διαφῆκεν ἅμα Ἤσλᾳ προφάσει μὲν τῶν φυγάδων ἐς τὴν Ῥωμαίων διαβησόμενον, τῇ δὲ ἀληθείᾳ τῷ Ἐδέκωνι τὸ χρυσίον κομιοῦντα. Τοῦ δὲ Βιγίλα ἐξορμήσαντος, μίαν μετὰ τὴν ἐκείνου ἀναχώρησιν ἡμέραν ἐπιμείναντες τῇ ὑστεραίᾳ ἐπὶ τὰ ἀρκτικώτερα τῆς χώρας σὺν Ἀττήλᾳ ἐπορεύθημεν, καὶ ἄχρι τινὸς τῷ βαρβάρῳ συμ 131 προελθόντες ἑτέραν ὁδὸν ἐτράπημεν, τῶν ξεναγούντων ἡμᾶς Σκυθῶν τοῦτο ποιεῖν παρακελευσαμένων, ὡς τοῦ Ἀττήλα ἐς κώμην τινὰ παρεσομένου, ἐν ᾗ γαμεῖν θυγατέρα Ἐσκὰμ ἐβούλετο, πλείστας μὲν ἔχων γαμετάς, ἀγόμενος δὲ καὶ ταύτην κατὰ νόμον τὸν Σκυθικόν. ἐνθένδε ἐπορευόμεθα ὁδὸν ὁμαλὴν ἐν πεδίῳ κειμένην ναυσιπόροις τε προσεβάλομεν ποταμοῖς, ὧν οἱ μέγιστοι μετὰ τὸν Ἴστρον ὅ τε Δρήκων λεγόμενος καὶ ὁ Τίγας καὶ ὁ Τιφήσας ἦν. καὶ τούτους μὲν ἐπεραιώθημεν τοῖς μονοξύλοις πλοίοις, οἷς οἱ προσοικοῦντες τοὺς ποταμοὺς κέχρηνται, τοὺς δὲ λοιποὺς ταῖς σχεδίαις διεπλεύσαμεν, ἃς ἐπὶ τῶν ἁμαξῶν οἱ βάρβαροι διὰ τοὺς λιμνάζοντας φέρουσι τόπους. ἐχορηγοῦντο δὲ ἡμῖν κατὰ κώμας τροφαί, ἀντὶ μὲν σίτου κέγχρος, ἀντὶ δὲ οἴνου ὁ μέδος ἐπιχωρίως καλούμενος. ἐκομίζοντο δὲ καὶ οἱ ἑπόμενοι ἡμῖν ὑπηρέται κέγχρον καὶ τὸ ἐκ κριθῶν χορηγούμενοι πόμα· κάμον οἱ βάρβαροι καλοῦσιν αὐτό. μακρὰν δὲ ἀνύσαντες ὁδὸν περὶ δείλην ὀψίαν κατεσκηνώσαμεν πρὸς λίμνῃ τινὶ πότιμον ὕδωρ ἐχούσῃ, ὅπερ οἱ τῆς πλησίον ὑδρεύοντο κώμης. πνεῦμα δὲ καὶ θύελλα ἐξαπίνης διαναστᾶσα μετὰ βροντῶν καὶ συχνῶν ἀστραπῶν καὶ ὄμβρου πολλοῦ οὐ μόνον ἡμῶν ἀνέτρεψε τὴν σκηνήν, ἀλλὰ καὶ τὴν κατασκευὴν σύμπασαν ἐς τὸ ὕδωρ ἐκύλισε τῆς λίμνης. ὑπὸ δὲ τῆς κρατούσης τὸν ἀέρα ταραχῆς καὶ τοῦ συμβάντος δειματωθέντες τὸ χωρίον ἀπελείπομεν καὶ ἀλλήλων χωριζόμεθα, ὡς ἐν σκότῳ καὶ ὑετῷ, τραπέντες ὁδόν, ἣν αὑτῷ ῥᾳδίαν ἕκαστος ἔσεσθαι ᾤετο. ἐς δὲ τὰς καλύβας τῆς κώμης παραγενόμενοι (τὴν αὐτὴν δὲ πάντες διαφόρως ἐτράπημεν) ἐς ταὐτὸν συνῄειμεν καὶ τῶν ἀπολειπομένων σὺν βοῇ τὴν ζήτησιν ἐποιούμεθα. ἐκπηδήσαντες δὲ οἱ Σκύθαι διὰ τὸν θόρυβον τοὺς καλάμους, οἷς πρὸς τῷ πυρὶ κέχρηνται, ἀνέκαιον φῶς ἐργαζόμενοι, καὶ ἀνηρώτων ὅ τι βουλόμενοι κεκράγαμεν. τῶν δὲ σὺν ἡμῖν βαρβάρων ἀποκριναμένων ὡς διὰ τὸν χειμῶνα ταραττόμεθα, πρὸς σφᾶς τε αὐτοὺς καλοῦντες ὑπεδέχοντο καὶ ἀλέαν παρεῖχον καλάμους πλείστους ἐναύοντες. τῆς δὲ ἐν τῇ κώμῃ ἀρχούσης γυναικὸς (μία δὲ αὕτη τῶν Βλήδα γυναικῶν ἐγεγόνει) τροφὰς ἡμῖν διαπεμψαμένης καὶ ἐπὶ συνουσίᾳ γυναῖκας εὐπρεπεῖς 132 (Σκυθικὴ δὲ αὕτη τιμή) τὰς μὲν γυναῖκας ἐκ τῶν προκειμένων ἐδωδίμων φιλοφρονησάμενοι, τῇ πρὸς αὐτὰς ὁμιλίᾳ ἀπαγορεύσαντες, ἐγκαταμείναντες δὲ ταῖς καλύβαις ἅμα ἡμέρᾳ ἐς τὴν τῶν σκευῶν ἐτράπημεν ἀναζήτησιν, καὶ σύμπαντα εὑρηκότες, τὰ μὲν ἐν τῷ χωρίῳ, οὗπερ ἐν τῇ προτεραίᾳ καταλύσαντες ἐτύχομεν, τὰ δὲ καὶ πρὸς τῇ ὄχθῃ τῆς λίμνης, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, ἀνελάβομεν καὶ ἐκείνην τὴν ἡμέραν ἐν τῇ κώμῃ διετρίψαμεν ἅπαντα διατερσαίνοντες· ὅ τε γὰρ χειμὼν ἐπέπαυτο καὶ λαμπρὸς ἥλιος ἦν. ἐπιμεληθέντες δὲ καὶ τῶν ἵππων καὶ τῶν λοιπῶν ὑποζυγίων παρὰ τὴν βασιλίδα ἀφικόμεθα, καὶ αὐτὴν ἀσπασάμενοι καὶ δώροις ἀμειψάμενοι, τρισί τε ἀργυραῖς φιάλαις καὶ ἐρυθροῖς δέρμασι καὶ τῷ ἐξ Ἰνδίας πεπέρει καὶ τῷ καρπῷ τῶν φοινίκων καὶ ἑτέροις τραγήμασι διὰ τὸ μὴ ἐπιχωριάζειν τοῖς βαρβάροις οὖσι τιμίοις, ὑπέξιμεν εὐξάμενοι αὐτῇ ἀγαθὰ τῆς ξενίας πέρι. ἡμερῶν δὲ ζʹ ὁδὸν ἀνύσαντες ἐν κώμῃ τινὶ ἐπεμείναμεν, τῶν ξεναγούντων παρακελευσαμένων Σκυθῶν, οἷα δὴ τοῦ Ἀττήλα ἐς αὐτὴν ἐμβαλοῦντος τὴν ὁδὸν καὶ ἡμῶν κατόπιν αὐτοῦ πορεύεσθαι ὀφειλόντων. ἔνθα δὴ ἐνετυγχάνομεν ἀνδράσι τῶν ἑσπερίων Ῥωμαίων καὶ αὐτοῖς παρὰ τὸν Ἀττήλαν πρεσβευομένοις· ὧν Ῥωμύλος ἦν, ἀνὴρ τῇ τοῦ κόμητος ἀξίᾳ τετιμημένος, καὶ Προμοῦτος τῆς Νωρικῶν ἄρχων χώρας καὶ Ῥωμανὸς στρατιωτικοῦ τάγματος ἡγεμών. συνῆν δὲ αὐτοῖς Κωνστάντιος, ὃν ἀπεστάλκει Ἀέτιος παρὰ τὸν Ἀττήλαν ὑπογραφέως χάριν, καὶ Τατοῦλος ὁ Ὀρέστου πατὴρ τοῦ μετὰ Ἐδέκωνος, οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ οἰκειότητος χάριν ἅμα σφίσιν αὐτοῖς τὴν πορείαν ποιούμενοι, Κωνστάντιος μὲν διὰ τὴν ἐν ταῖς Ἰταλίαις προϋπάρξασαν πρὸς τοὺς ἄνδρας γνῶσιν, Τατοῦλος δὲ διὰ συγγένειαν· ὁ γὰρ αὐτοῦ παῖς Ὀρέστης Ῥωμύλουθυγατέρα ἐγεγαμήκει.*** ἀπὸ Παταβίωνος τῆς ἐν Νωρικῷ πόλεως ἐπρεσβεύοντο ἐκμειλιττόμενοι τὸν Ἀττήλαν ἐκδοθῆναι αὑτῷ βουλόμενον Σιλβανόν,† ἀρμίου τραπέζης κατὰ τὴν Ῥώμην προεστῶτα, ὡς φιάλας χρυσᾶς παρὰ Κωνσταντίου δεξάμενον, ὃς ἐκ Γαλατῶν μὲν τῶν ἐν τῇ ἑσπέρᾳ ὡρμᾶτο, ἀπέσταλτο δὲ καὶ αὐτὸς παρὰ Ἀττήλαν τε καὶ Βλήδαν, ὥσπερ ὁ μετ' αὐτὸν Κωνστάντιος, 133 ὑπογραφέως χάριν. κατὰ δὲ τὸν χρόνον, ἐν ᾧ ὑπὸ Σκυθῶν ἐν τῇ Παιόνων ἐπολιορκεῖτο τὸ Σίρμιον, τὰς φιάλας παρὰ τοῦ τῆς πόλεως ἐπισκόπου ἐδέξατο ἐφ' ᾧ αὐτὸν λύσασθαι, εἴ γε περιόντος αὐτοῦ ἁλῶναι τὴν πόλιν συμβαίη, ἢ ἀναιρεθέντος ὠνήσασθαι τοὺς αἰχμαλώτους ἀπαγομένους τῶν ἀστῶν. ὁ δὲ Κωνστάντιος μετὰ τὸν τῆς πόλεως ἀνδραποδισμὸν ὀλιγωρήσας τῶν συνθηκῶν ἐς τὴν Ῥώμην κατὰ πρᾶξίν τινα παραγίνεται καὶ κομίζεται παρὰ τοῦ Σιλβανοῦ χρυσίον τὰς φιάλας δούς, ὥστε ῥητοῦ χρόνου ἐντὸς ἢ ἀποδόντα τὸ ἐκδανεισθὲν χρυσίον ἀναλαβεῖν τὰ ἐνέχυρα, ἢ αὐτοῖς τὸν Σιλβανὸν ἐς ὅ τι βούλοιτο χρήσασθαι. τοῦτον δὴ τὸν Κωνστάντιον ἐν ὑποψίᾳ προδοσίας ποιησάμενοι Ἀττήλας τε καὶ Βλήδας ἀνεσταύρωσαν· μετὰ δὲ χρόνον τῷ Ἀττήλᾳ ὡς τὰ περὶ τῶν φιαλῶν ἐμηνύθη, ἐκδοθῆναι αὑτῷ τὸν Σιλβανὸν οἷα δὴ φῶρα τῶν αὑτοῦ γενόμενον ἐβούλετο. πρέσβεις τοίνυν παρὰ Ἀετίου καὶ τοῦ βασιλεύοντος τῶν ἑσπερίων Ῥωμαίων ἐστάλησαν ἐροῦντες ὡς χρήστης Σιλβανὸς Κωνσταντίου γενόμενος τὰς φιάλας ἐνέχυρα καὶ οὐ φώρια λαβὼν ἔχοι, καὶ ὡς ταύτας ἀργυρίου χάριν ἱερεῦσι καὶ τοῖς ἐπιτυχοῦσιν ἀπέδοτο· οὔτε γὰρ θέμις ἀνθρώποις εἰς σφετέραν διακονίαν κεχρῆσθαι ἐκπώμασιν ἀνατεθεῖσι θεῷ. εἰ οὖν μὴ τῆς εὐλόγου προφάσεως καὶ εὐλαβείᾳ τοῦ θείου ἀποσταίη τοῦ τὰς φιάλας αἰτεῖν, ἐκπέμπειν τὸ ὑπὲρ αὐτῶν χρυσίον τὸν Σιλβανὸν παραιτουμένους· οὐ γὰρ ἐκδώσειν ἄνθρωπον ἀδικοῦντα οὐθέν. καὶ αὕτη μὲν αἰτία τῆς τῶν ἀνδρῶν πρεσβείας, καὶ παρείποντο ὅ τι καὶ ἀποκρινάμενος ἀποπέμψοι σφᾶς ὁ βάρβαρος. ἐπὶ τῆς αὐτῆς οὖν ὁδοῦ γενόμενοι, προπορευθῆναι αὐτὸν ἀναμείναντες σὺν τῷ παντὶ ἐπηκολουθήσαμεν πλήθει. καὶ ποταμούς τινας διαβάντες ἐν μεγίστῃ παρεγινόμεθα κώμῃ, ἐν ᾗ τὰ τοῦ Ἀττήλα οἰκήματα περιφανέστερα τῶν ἁπανταχοῦ εἶναι ἐλέγετο ξύλοις τε καὶ σανίσιν εὐξέστοις ἡρμοσμένα καὶ περιβόλῳ ξυλίνῳ κυκλούμενα οὐ πρὸς ἀσφάλειαν, ἀλλὰ πρὸς εὐπρέπειαν συλλαμβάνοντι. μετὰ δὲ τὰ τοῦ βασιλέως ἦν τὰ τοῦ Ὀνηγησίου διαπρεπῆ καὶ περίβολον μὲν ἐκ ξύλων καὶ αὐτὰ ἔχοντα, οὐχ ὁμοίως δὲ ὥσπερ ὁ Ἀττήλα 134 πύργοις ἐκοσμεῖτο. βαλανεῖον δὲ ἦν οὐ πόρρω τοῦ περιβόλου, ὅπερ Ὀνηγήσιος μετὰ τὸν Ἀττήλαν παρὰ Σκύθαις ἰσχύων μέγα ᾠκοδόμει λίθους ἐκ τῆς Παιόνων διακομίσας γῆς· οὐδὲ γὰρ οὐδὲ λίθος οὐ δένδρον παρὰ τοῖς ἐκεῖνο τὸ μέρος οἰκοῦσι βαρβάροις ἐστίν, ἀλλὰ ἐπεισάκτῳ τῇ ὕλῃ κέχρηνται ταύτῃ. ὁ δὲ ἀρχιτέκτων τοῦ βαλανείου ἀπὸ τοῦ Σιρμίου αἰχμάλωτος ἀχθείς, μισθὸν τοῦ εὑρέματος ἐλευθερίαν λήψεσθαι προσδοκῶν ἔλαθε μείζονι πόνῳ περιπεσὼν τῆς παρὰ Σκύθαις δουλείας· βαλανέα γὰρ αὐτὸν Ὀνηγήσιος κατέστησεν, καὶ λουομένῳ αὐτῷ τε καὶ τοῖς ἀμφ' αὐτὸν διηκονεῖτο. ἐν ταύτῃ τῇ κώμῃ εἰσιόντα τὸν Ἀττήλαν ἀπήντων κόραι στοιχηδὸν προπορευόμεναι ὑπὸ ὀθόναις λεπταῖς τε καὶ λευκαῖς ἐπὶ πολὺ ἐς μῆκος παρατεινούσαις, ὥστε ὑπὸ μιᾷ ἑκάστῃ ὀθόνῃ ἀνεχομένῃ ταῖς χερσὶ τῶν παρ' ἑκάτερα γυναικῶν κόρας ζʹ ἢ καὶ πλείους βαδιζούσας (ἦσαν δὲ πολλαὶ τοιαῦται τῶν γυναικῶν ὑπὸ ταῖς ὀθόναις τάξεις) ᾄδειν ᾄσματα Σκυθικά. πλησίον δὲ τῶν Ὀνηγησίου οἰκημάτων γενόμενον (δι' αὐτῶν γὰρ ἡ ἐπὶ τὰ βασίλεια ἦγεν ὁδός) ὑπεξελθοῦσα ἡ τοῦ Ὀνηγησίου γαμετὴ μετὰ πλήθους θεραπόντων, τῶν μὲν ὄψα, τῶν δὲ καὶ οἶνον φερόντων (μεγίστη δὲ αὕτη παρὰ Σκύθαις ἐστὶ τιμή) ἠσπάζετό τε καὶ ἠξίου μεταλαβεῖν ὧν αὐτῷ φιλοφρονουμένη ἐκόμισεν. ὃς δὲ ἐπιτηδείου ἀνδρὸς χαριζόμενος γαμετῇ ἤσθιεν ἐπὶ τοῦ ἵππου ἥμενος, τῶν παρεπομένων τὸν πίνακα (ἀργύρεος δὲ ἦν οὗτος) ἐς ὕψος ἀράντων βαρβάρων. ἀπογευσάμενος δὲ καὶ τῆς προσενεχθείσης αὐτῷ κύλικος ἐς τὰ βασίλεια ἐχώρει ὄντα τῶν ἄλλων ὑπέρτερα καὶ ἐν ὑψηλῷ διακείμενα χωρίῳ. ἡμεῖς δὲ ἐν τοῖς Ὀνηγησίου, ἐκείνου παρακελευσαμένου, ἐγκατεμείναμεν· ἐπανεληλύθει γὰρ σὺν τῷ Ἀττήλα παιδί. ἠριστοποιησάμεθα δέ, δεξιωσαμένης ἡμᾶς τῆς τε γαμετῆς καὶ τῶν κατὰ γένος αὐτῷ διαφερόντων· αὐτὸς γὰρ τῷ Ἀττήλᾳ μετὰ τὴν ἐπάνοδον τότε πρῶτον ἐς ὄψιν ἐλθὼν καὶ αὐτῷ τὰ ἐπὶ τῇ πράξει, ἐφ' ἣν ἔσταλτο, ἀπαγγέλλων καὶ τὸ πάθος τὸ τῷ Ἀττήλα παιδὶ συνενεχθέν (τὴν γὰρ δεξιὰν χεῖρα ἐξολισθήσας κατέαξεν) συνευωχεῖσθαι ἡμῖν οὐκ ἦγε σχολήν. μετὰ δὲ τὸ δεῖπνον ἀπολιπόντες τὰ τοῦ Ὀνηγησίου οἰκήματα πλησίον τῶν Ἀττήλα κατεσκηνώσαμεν ἐπιτραπέντες, ὥστε καιροῦ καλοῦντος ἢ παρὰ τὸν 135 Ἀττήλαν ἐσιέναι τὸν Μαξιμῖνον ἤγουν καὶ τοῖς ἄλλοις τοῖς ἀμφ' αὐτὸν ἐς λόγους ἰέναι ὀφείλοντα μὴ πολλῷ κεχωρίσθαι διαστήματι. διαγαγόντων δὲ ἡμῶν ἐκείνην τὴν νύκτα ἐν ᾧπερ κατελύσαμεν χωρίῳ, ὑποφαινούσης ἡμέρας ὁ Μαξιμῖνος στέλλει με παρὰ τὸν Ὀνηγήσιον τὰ δῶρα δώσοντα, ἅ τε αὐτὸς ἐδίδου, ἅ τε βασιλεὺς ἀπεστάλκει, καὶ ὅπως γνοίη οἷ βούλεται αὐτῷ καὶ ὁπότε ἐς λόγους ἐλθεῖν. παραγενόμενος δὲ ἅμα τοῖς κομίζουσιν αὐτῷ ὑπηρέταις προσεκαρτέρουν, ἔτι τῶν θυρῶν κεκλεισμένων, ἄχρις ὅτου τις ὑπεξελθὼν τὴν ἡμετέραν μηνύσειεν ἄφιξιν. Διατρίβοντι δέ μοι καὶ περιπάτους ποιουμένῳ πρὸ τοῦ περιβόλου τῶν οἰκημάτων προσελθών τις, ὃν βάρβαρον ἐκ τῆς Σκυθικῆς ᾠήθην εἶναι στολῆς, Ἑλληνικῇ ἀσπάζεταί με φωνῇ, χαῖρε προσειπών, ὥστε με θαυμάζειν ὅτι γε δὴ ἑλληνίζει Σκύθης ἀνήρ. ξύγκλυδες γὰρ ὄντες πρὸς τῇ σφετέρᾳ βαρβάρῳ γλώσσῃ ζηλοῦσιν ἢ τὴν Οὔννων ἢ τὴν Γότθων ἢ καὶ τὴν Αὐσονίων, ὅσοις αὐτῶν πρὸς Ῥωμαίους ἐπιμιξία· καὶ οὐ ῥᾳδίως τις σφῶν ἑλληνίζει τῇ φωνῇ, πλὴν ὧν ἀπήγαγον αἰχμαλώτων ἀπὸ τῆς Θρᾳκίας καὶ Ἰλλυρίδος παράλου. ἀλλ' ἐκεῖνοι μὲν γνώριμοι τοῖς ἐντυγχάνουσιν ἐτύγχανον ἔκ τε τῶν διερρωγότων ἐνδυμάτων καὶ τοῦ αὐχμοῦ τῆς κεφαλῆς ὡς ἐς τὴν χείρονα μεταπεσόντες τύχην· οὗτος δὲ τρυφῶντι ἐῴκει Σκύθῃ εὐείμων τε ὢν καὶ ἀποκειράμενος τὴν κεφαλὴν περιτρόχαλα. ἀντασπασάμενος δὲ ἀνηρώτων τίς ὢν καὶ πόθεν ἐς τὴν βάρβαρον παρῆλθε γῆν καὶ βίον ἀναιρεῖται Σκυθικόν. ὁ δὲ ἀπεκρίνατο ὅ τι βουλόμενος ταῦτα γνῶναι ἐσπούδακα. ἐγὼ δὲ ἔφην αἰτίαν πολυπραγμοσύνης εἶναί μοι τὴν Ἑλλήνων φωνήν. τότε δὴ γελάσας ἔλεγε Γραικὸς μὲν εἶναι τὸ γένος, κατ' ἐμπορίαν δὲ εἰς τὸ Βιμινάκιον ἐληλυθέναι τὴν πρὸς τῷ Ἴστρῳ ποταμῷ Μυσῶν πόλιν. πλεῖστον δὲ ἐν αὐτῇ διατρῖψαι χρόνον καὶ γυναῖκα γήμασθαι ζάπλουτον. τὴν δὲ ἐντεῦθεν εὐπραγίαν ἐκδύσασθαι ὑπὸ τοῖς βαρβάροις τῆς πόλεως γενομένης, καὶ διὰ τὸν ὑπάρξαντα πλοῦτον αὐτῷ Ὀνηγησίῳ ἐν τῇ τῶν λαφύρων προκριθῆναι διανομῇ· τοὺς γὰρ ἁλόντας ἀπὸ τῶν εὐπόρων μετὰ τὸν Ἀττήλαν 136 ἐκκρίτους εἶχον οἱ τῶν Σκυθῶν λογάδες διὰ τὸ ἐπὶ πλείστοις διατίθεσθαι. ἀριστεύσαντα δὲ ἐν ταῖς ὕστερον πρὸς Ῥωμαίους μάχαις καὶ τὸ τῶν Ἀκατίρων ἔθνος, δόντα τῷ βαρβάρῳ δεσπότῃ κατὰ τὸν παρὰ Σκύθαις νόμον τὰ κατὰ τὸν πόλεμον αὐτῷ κτηθέντα, ἐλευθερίας τυχεῖν. γυναῖκα δὲ γήμασθαι βάρβαρον, εἶναί τε αὐτῷ παῖδας· καὶ Ὀνηγησίῳ τραπέζης κοινωνοῦντα ἀμείνονα τοῦ προτέρου τὸν παρόντα βίον ἡγεῖσθαι. τοὺς μὲν γὰρ παρὰ Σκύθαις μετὰ τὸν πόλεμον ἐν ἀπραγμοσύνῃ διατελεῖν, ἑκάστου τῶν παρόντων ἀπολαύοντος καὶ οὐδαμῶς ἢ ὀλίγα ἐνοχλοῦντος ἢ ἐνοχλουμένου, τοὺς μέντοι παρὰ Ῥωμαίοις ἐν μὲν πολέμῳ ῥᾳδίως ἀναλίσκεσθαι εἰς ἑτέρους τὰς τῆς σωτηρίας ἐλπίδας ἔχοντας, ὡς πάντων διὰ τοὺς τυράννους μὴ χρωμένων ὅπλοις· καὶ τῶν χρωμένων δὲ σφαλερωτέρα ἡ τῶν στρατηγῶν κακία μὴ ὑφισταμένων τὸν πόλεμον. ἐν δὲ τῇ εἰρήνῃ ὀδυνηρότερα ὑπάρχειν τὰ συμβαίνοντα τῶν ἐν τοῖς πολέμοις κακῶν διά τε τὴν βαρυτάτην εἴσπραξιν τῶν δασμῶν καὶ τὰς ἐκ τῶν πονηρῶν βλάβας, τῶν νόμων οὐ κατὰ πάντων κειμένων, ἀλλὰ εἰ μὲν ὁ παραβαίνων τὸν θεσμὸν τῶν πλουτούντων εἴη, ἔστι τῆς ἀδικίας αὐτὸν μὴ διδόναι δίκας· εἰ δὲ πένης εἴη, οὐκ ἐπιστάμενος χρῆσθαι πράγμασιν ὑπομένει τὴν ἀπὸ τοῦ νόμου ζημίαν, εἴπερ μὴ πρὸ τῆς κρίσεως ἀπολείποι τὸν βίον, μακροῦ ἐπὶ ταῖς δίκαις παρατεινομένου χρόνου καὶ πλείστων ἐκδαπανωμένων χρημάτων· ὅπερ τῶν πάντων ἀνιαρότατον εἴη, ἐπὶ μισθῷ τῶν ἀπὸ τοῦ νόμου τυγχάνειν. οὐδὲ γὰρ τῷ ἀδικουμένῳ τις δικαστήριον παραδώσει, εἰ μή τι ἀργύριον τῷ τε δικαστῇ καὶ τοῖς ἐκείνῳ διακονουμένοις κατάθοιτο. τοιαῦτα καὶ πλεῖστα ἕτερα προτιθέντος, ὑπολαβὼν ἔφασκον πράως αὐτὸν καὶ τὰ ἐξ ἐμοῦ ἀκούειν. καὶ δὴ ἔλεγον ὡς οἱ τῆς Ῥωμαίων πολιτείας εὑρεταὶ σοφοί τε καὶ ἀγαθοὶ ἄνδρες, ὥστε τὰ πράγματα τηνάλλως μὴ φέρεσθαι, τοὺς μὲν τῶν νόμων εἶναι φύλακας, τοὺς δὲ ποιεῖσθαι τῶν ὅπλων ἐπιμέλειαν ἔταξαν καὶ τὰς πολεμικὰς μελέτας ἀσκεῖν, πρὸς μηδὲν ἕτερον ἐπαγομένους ἢ ὥστε εἶναι πρὸς μάχην ἑτοίμους καὶ ὡς ἐπὶ τὴν συνήθη γυμνασίαν θαρροῦντας 137 ἐπὶ τὸν πόλεμον ἰέναι, προαναλωθέντος αὐτοῖς διὰ τῆς μελέτης τοῦ φόβου· τοὺς δὲ προσκειμένους τῇ γεωργίᾳ καὶ τῇ ἐπιμελείᾳ τῆς γῆς ἑαυτούς τε καὶ τοὺς ὑπὲρ σφῶν αὐτῶν ἀγωνιζομένους τρέφειν ἔταξαν τὸ στρατιωτικὸν εἰσπραττομένους σιτηρέσιον· ἄλλους δὲ τῶν ἀδικουμένων προνοεῖν, καὶ τοὺς μὲν τοῦ δικαίου προΐστασθαι ὑπὲρ τῶν δι' ἀσθένειαν φύσεως μὴ οἵων τε ὄντων τὰ σφέτερα προΐσχεσθαι δίκαια, τοὺς δὲ δικάζοντας φυλάττειν ἅπερ ὁ νόμος βούλεται· μὴ ἐστερῆσθαι δὲ φροντίδος μηδὲ τῶν παραστάντων τοῖς δικασταῖς, ἀλλὰ κἀκείνων εἶναι τοὺς πρόνοιαν ποιησομένους, ὅπως τοῦ τε δικαίου τεύξοιτο ὁ τῆς τῶν δικαστῶν τυχὼν κρίσεως καὶ ὁ ἀδικεῖν νομισθεὶς μὴ εἰσπραχθείη πλέον ἤπερ ἡ δικαστικὴ βούλεται ψῆφος. εἰ γὰρ μὴ ὑπῆρχον οἱ ταῦτα ἐν φροντίδι ποιούμενοι, ἐκ τῆς αὐτῆς αἰτίας ἑτέρας δίκης ἐγίνετο ἂν πρόφασις, ἢ τοῦ νενικηκότος χαλεπώτερον ἐπεξιόντος, ἢ τοῦ τὴν χείρονα ἀπενεγκαμένου τῇ ἀδίκῳ ἐπιμένοντος γνώμῃ. εἶναι δὲ καὶ τούτοις τεταγμένον ἀργύριον παρὰ τῶν τὰς δίκας ἀγωνιζομένων, ὡς παρὰ τῶν γεωργῶν τοῖς ὁπλίταις. ἢ οὐχ ὅσιον τὸν ἐπικουροῦντα τρέφειν καὶ τῆς εὐνοίας ἀμείβεσθαι; ὥσπερ ἀγαθὸν ἱππεῖ μὲν ἡ τοῦ ἵππου κομιδή, ἀγαθὸν δὲ βουκόλῳ ἡ τῶν βοῶν καὶ θηρατῇ ἡ τῶν κυνῶν ἐπιμέλεια, καὶ τῶν ἄλλων ὧν πρὸς σφετέραν φυλακήν τε καὶ ὠφέλειαν ἔχουσιν ἄνθρωποι, ὁπότε τὴν δαπάνην τὴν ἐπὶ τῇ δίκῃ γενομένην ἁλόντες ἐκτίνουσιν, ἀνατιθέντες ἀδικίᾳ σφετέρᾳ καὶ οὐχ ἑτέρῳ τὴν βλάβην. τὸν δὲ ἐπὶ ταῖς δίκαις μακρότερον, ἂν οὕτω τύχοι, χρόνον τῆς τοῦ δικαίου προνοίας γίνεσθαι χάριν, ὥστε μὴ σχεδιάζοντας τοὺς δικαστὰς τῆς ἀκριβείας διαμαρτεῖν λογιζομένους ἄμεινον εἶναι ὀψὲ πέρας ἐπιτεθῆναι δίκῃ ἢ ἐσπουδακότας μὴ μόνον ἄνθρωπον ἀδικεῖν, ἀλλὰ εἰς τὸν τοῦ δικαίου εὑρετὴν θεὸν πλημμελεῖν. κεῖσθαι δὲ τοὺς νόμους κατὰ πάντων, ὥστε αὐτοῖς καὶ βασιλέα πείθεσθαι, καὶ οὐχ, ὃ τῇ αὐτοῦ ἔνεστι κατηγορίᾳ, ὅτι γε δὴ οἱ εὔποροι τοὺς πένητας ἀκινδύνως βιάζοιντο, εἰ μή γε διαλαθών τις φύγοι τὴν δίκην. ὅπερ οὐκ ἐπὶ τῶν πλουσίων, ἀλλὰ καὶ πενήτων εὕροι τις ἄν· πλημμελοῦντες γὰρ οὐδὲ αὐτοὶ ἀπορίᾳ ἐλέγχων δοῖεν δίκας. καὶ τοῦτο παρὰ 138 πᾶσι καὶ οὐ παρὰ Ῥωμαίοις μόνον συμβαῖνόν ἐστιν. χάριν δὲ ὁμολογεῖν τῇ τύχῃ ἐπὶ τῇ αὐτῷ ὑπαρξάσῃ ἐλευθερίᾳ, καὶ μὴ τῷ ἐπὶ πόλεμον ἐξάγοντι δεσπότῃ, ὥστε αὐτὸν δι' ἀπειρίαν ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθῆναι ἢ φεύγοντα ὑπὸ τοῦ κτησαμένου κολάζεσθαι. ἄμεινον δὲ καὶ τοῖς οἰκέταις διατελοῦσι Ῥωμαῖοι χρώμενοι. πατέρων γὰρ ἢ διδασκάλων ἐς αὐτοὺς ἔργα ἐπιδεικνύντες, ἐφ' ᾧ τῶν φαύλων ἀπεχομένους μετιέναι ἅπερ αὐτοῖς καλὰ νενόμισται, σωφρονίζουσι σφᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ὥσπερ τοὺς οἰκείους παῖδας· οὐδὲ γὰρ οὐδὲ αὐτοῖς θάνατον, ὥσπερ Σκύθαις, ἐπάγειν θέμις. ἐλευθερίας δὲ τρόποι παρ' αὐτοῖς πλεῖστοι, ἣν οὐ μόνον περιόντες ἀλλὰ καὶ τελευτῶντες χαρίζονται διατάττοντες κατὰ τῆς περιουσίας ὃν βούλονται τρόπον, καὶ νόμος ἐστὶν ὅπερ ἕκαστος τελευτῶν περὶ τῶν προσηκόντων βουλεύσοιτο. καὶ ὃς δακρύσας ἔφη ὡς οἱ μὲν νόμοι καλοὶ καὶ ἡ πολιτεία Ῥωμαίων ἀγαθή, οἱ δὲ ἄρχοντες οὐχ ὅμοια τοῖς πάλαι φρονοῦντες αὐτὴν διαλυμαίνονται. Ταῦτα διαλεγομένων ἡμῶν, προσελθών τις τῶν ἔνδοθεν ἀνοίγει τὰς θύρας τοῦ περιβόλου. ἐγὼ δὲ προσδραμὼν ἐπυθόμην ὅ τι πράττων Ὀνηγήσιος τυγχάνοι· ἀπαγγεῖλαι γὰρ αὐτῷ με βούλεσθαί τι παρὰ τοῦ παρὰ Ῥωμαίων ἥκοντος πρεσβευτοῦ. ὃς δὲ ἀπεκρίνατο αὐτῷ μοι ἐντεύξεσθαι μικρὸν ἀναμείναντι· μέλλειν γὰρ αὐτὸν ὑπεξιέναι. καὶ δὴ οὐ πολλοῦ διαγενομένου χρόνου, ὡς προϊόντα εἶδον, προσελθὼν ἔλεγον ὡς ὁ Ῥωμαίων αὐτὸν ἀσπάζεται πρεσβευτής, καὶ δῶρα ἐξ αὐτοῦ ἥκω φέρων σὺν καὶ τῷ παρὰ βασιλέως πεμφθέντι χρυσίῳ· ἐσπουδακότι δὲ ἐς λόγους ἐλθεῖν οἷ καὶ πότε βούλεται διαλέγεσθαι. ὃς δὲ τό τε χρυσίον τά τε δῶρα ἐκέλευσε τοὺς προσήκοντας δέξασθαι, ἐμὲ δὲ ἀπαγγέλλειν Μαξιμίνῳ ὡς ἥξοι αὐτίκα παρ' αὐτόν. ἐμήνυον τοίνυν ἐπανελθὼν τὸν Ὀνηγήσιον παραγίνεσθαι· καὶ εὐθὺς ἧκεν ἐς τὴν σκηνήν. προσειπὼν δὲ τὸν Μαξιμῖνον ἔφασκε χάριν ὁμολογεῖν ὑπὲρ τῶν δώρων αὐτῷ τε καὶ βασιλεῖ καὶ ἀνηρώτα ὅ τι λέγειν βουλόμενος αὐτὸν μετεπέμψατο. ὁ δὲ ἔφασκεν ἥκειν καιρὸν ὥστε Ὀνηγήσιον μεῖζον ἐν ἀνθρώποις ἕξειν κλέος, εἴπερ παρὰ βασιλέα ἐλθὼν διευκρινήσει τὰ ἀμφίβολα τῇ σφετέρᾳ συνέσει καὶ ὁμόνοιαν Ῥωμαίοις καὶ 139 Οὔννοις καταστήσεται. γενήσεται γὰρ ἐνθένδε οὐ μόνον τοῖς ἔθνεσιν ἀμφοτέροις συμφέρον, ἀλλὰ καὶ τῷ σφετέρῳ οἴκῳ ἀγαθὰ παρέξει πολλά, ἐπιτήδειος ἐς ἀεὶ αὐτός τε καὶ οἱ αὐτοῦ παῖδες βασιλεῖ τε καὶ τῷ ἐκείνου ἐσόμενοι γένει. ὁ δὲ Ὀνηγήσιος ἔφη· καὶ τί ποιοῦντες κεχαρισμένως βασιλεῖ ἢ ὅπως παρ' αὐτοῦ τὰ ἀμφίβολα λυθείη; ἀποκριναμένου δὲ ὡς διαβὰς μὲν εἰς τὴν Ῥωμαίων βασιλεῖ τὴν χάριν καταθήσει, διευκρινήσει δὲ τὰ ἀμφίβολα τὰς αἰτίας διερευνῶν καὶ ταύτας κατὰ τὸν τῆς εἰρήνης λύων θεσμόν, ἔφασκεν ἐκεῖνα ἐρεῖν βασιλεῖ τε καὶ τοῖς ἀμφ' αὐτόν, ἅπερ Ἀττήλας βούλεται. ἢ οἴεσθαι ἔφη Ῥωμαίους τοσοῦτον ἐκλιπαρήσειν αὐτὸν ὥστε καταπροδοῦναι δεσπότην καὶ ἀνατροφῆς τῆς παρὰ Σκύθαις καὶ γαμετῶν καὶ παίδων κατολιγωρήσειν, μὴ μείζονα δὲ ἡγεῖσθαι τὴν παρὰ Ἀττήλᾳ δουλείαν τοῦ παρὰ Ῥωμαίοις πλούτου; συνοίσειν δὲ ἐπιμένοντα τῇ οἰκείᾳ τὸν τοῦ δεσπότου καταπραΰνειν θυμόν, ἐφ' οἷς αὐτὸν ὀργίζεσθαι κατὰ Ῥωμαίων συμβαίνει, ἢ παρὰ σφᾶς ἐλθόντα αἰτίᾳ ὑπάγεσθαι ἕτερα ἤπερ ἐκείνῳ δοκεῖ διαπραξάμενον. ταῦτα εἰρηκὼς κἀμὲ ποιεῖσθαι τὴν πρὸς αὐτὸν εἰσηγησάμενος ἔντευξιν περὶ ὧν πυνθάνεσθαι αὐτοῦ βουλόμεθα, (οὐ γὰρ τῷ Μαξιμίνῳ ὡς ἐν ἀξίᾳ τελοῦντι ἡ συνεχὴς πρόσοδος ἦν εὐπρεπής) ἀνεχώρει. ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐς τὸν Ἀττήλα περίβολον ἀφικνοῦμαι δῶρα τῇ αὐτοῦ κομίζων γαμετῇ, (Κρέκα δὲ ὄνομα αὐτῇ) ἐξ ἧς αὐτῷ παῖδες ἐγεγόνεισαν τρεῖς, ὧν ὁ πρεσβύτερος ἦρχε τῶν Ἀκατίρων καὶ τῶν λοιπῶν ἐθνῶν τῶν νεμομένων τὴν πρὸς τῷ Πόντῳ Σκυθικήν. ἔνδον δὲ τοῦ περιβόλου πλεῖστα ἐτύγχανεν οἰκήματα, τὰ μὲν ἐκ σανίδων ἐγγλύφων καὶ ἡρμοσμένων εἰς εὐπρέπειαν, τὰ δὲ ἐκ λύγων κεκαθαρμένων καὶ πρὸς εὐθύτητα ἐπεξεσμένων, ἐμβεβλημένων δὲ ξύλοις κύκλους ἀποτελοῦσιν· οἱ δὲ κύκλοι ἐκ τοῦ ἐδάφους ἀρχόμενοι ἐς ὕψος 140 ἀνέβαινον μετρίως. ἐνταῦθα τῆς Ἀττήλα ἐνδιαιτωμένης γαμετῆς, διὰ τῶν πρὸς τῇ θύρᾳ βαρβάρων ἔτυχον εἰσόδου καὶ αὐτὴν ἐπὶ στρώματος μαλακοῦ κειμένην κατέλαβον, τοῖς ἐκ τῆς ἐρέας πιλωτοῖς τοῦ ἐδάφους σκεπομένου, ὥστε ἐπ' αὐτῶν βαδίζειν. περιεῖπε δὲ αὐτὴν θεραπόντων πλῆθος κύκλῳ· καὶ θεράπαιναι ἐπὶ τοῦ ἐδάφους ἀντικρὺ αὐτῆς καθήμεναι ὀθόνας τινὰς χρώμασι διεποίκιλλον ἐπιβληθησομένας πρὸς κόσμον ἐσθημάτων βαρβαρικῶν. προσελθὼν τοίνυν καὶ τὰ δῶρα μετὰ τὸν ἀσπασμὸν δοὺς ὑπεξῄειν καὶ ἐπὶ τὰ ἕτερα ἐβάδιζον οἰκήματα, ἐν οἷς διατρίβειν τὸν Ἀττήλαν ἐτύγχανεν, ἀπεκδεχόμενος ὁπότε ὑπεξέλθοι Ὀνηγήσιος· ἤδη γὰρ ἀπὸ τῶν αὐτοῦ οἰκημάτων ἐξεληλύθει καὶ ἔνδον ἦν. μεταξὺ δὲ τοῦ παντὸς ἱστάμενος πλήθους (γνώριμός τε γὰρ ὢν τοῖς Ἀττήλα φρουροῖς καὶ τοῖς παρεπομένοις αὐτῷ βαρβάροις ὑπ' οὐδενὸς διεκωλυόμην) εἶδον πλῆθος πορευόμενον καὶ θροῦν καὶ θόρυβον περὶ τὸν τόπον γενόμενον, ὡς τοῦ Ἀττήλα ὑπεξιόντος. προῄει δὲ τοῦ οἰκήματος βαδίζων σοβαρῶς τῇδε κἀκεῖ περιβλεπόμενος. ὡς δὲ ὑπεξελθὼν σὺν τῷ Ὀνηγησίῳ ἔστη πρὸ τοῦ οἰκήματος (πολλοὶ δὲ τῶν ἀμφισβητήσεις πρὸς ἀλλήλους ἐχόντων προσῄεσαν καὶ τὴν αὐτοῦ κρίσιν ἐδέχοντο), εἶτα ἐπανῄει ὡς τὸ οἴκημα καὶ πρέσβεις παρ' αὐτὸν ἥκοντας βαρβάρους ἐδέχετο. Ἐμοὶ δὲ ἀπεκδεχομένῳ τὸν Ὀνηγήσιον Ῥωμύλος καὶ Προμοῦτος καὶ Ῥωμανὸς οἱ ἐξ Ἰταλίας ἐλθόντες παρὰ τὸν Ἀττήλανπρέσβεις τῶν φιαλῶν ἕνεκα τῶν χρυσῶν, συμπαρόντος αὐτοῖς καὶ Ῥουστικίου τοῦ κατὰ Κωνστάντιον, καὶ Κωνσταντιόλου, ἀνδρὸς ἐκ τῆς Παιόνων χώρας τῆς ὑπὸ Ἀττήλᾳ ταττομένης, ἐς λόγους ἦλθον καὶ ἀνηρώτων, πότερον διηφείθημεν ἢ ἐπιμένειν ἀναγκαζόμεθα. καὶ ἐμοῦ φήσαντος, ὡς τούτου χάριν πευσόμενος τοῦ Ὀνηγησίου τοῖς περιβόλοις προσκαρτερῶ, καὶ ἀντερωτήσαντος, εἰ αὐτοῖς ὁ Ἀττήλας ἥμερόν τι καὶ πρᾶον περὶ τῆς πρεσβείας ἀπεκρίνατο, ἔλεγον μηδαμῶς μετατρέπεσθαι τῆς γνώμης, ἀλλὰ πόλεμον καταγγέλλειν, εἰ μή γε αὐτῷ Σιλβανὸς ἢ τὰ ἐκπώματα πεμφθείη. ἀποθαυμαζόντων δὲ ἡμῶν τῆς ἀπονοίας τὸν βάρβαρον, ὑπολαβὼν ὁ Ῥωμύλος, πρεσβευτὴς ἀνὴρ καὶ πολλῶν πραγμάτων ἔμπειρος, ἔλεγε τὴν αὐτοῦ μεγίστην τύχην καὶ τὴν ἐκ τῆς τύχης δύναμιν ἐξαίρειν 141 αὐτόν, ὥστε μὴ ἀνέχεσθαι δικαίων λόγων, εἰ μὴ πρὸς αὐτοῦ νομίσῃ ὑπάρχειν αὐτούς. οὔπω γὰρ τῶν πώποτε τῆς Σκυθικῆς ἢ καὶ ἑτέρας ἀρξάντων γῆς τοσαῦτα ἐν ὀλίγῳ κατεπράχθη, ὥστε καὶ τῶν ἐν τῷ Ὠκεανῷ νήσων ἄρχειν καὶ πρὸς πάσῃ τῇ Σκυθικῇ καὶ Ῥωμαίους ἔχειν ἐς φόρου ἀπαγωγήν. ἐφιέμενον δὲ πρὸς τοῖς παροῦσι πλειόνων καὶ ἐπὶ μεῖζον αὔξοντα τὴν ἀρχὴν καὶ ἐς Πέρσας ἐπιέναι βούλεσθαι. τῶν δὲ ἐν ἡμῖν τινος πυθομένου, ποίαν ὁδὸν τραπεὶς ἐς Πέρσας ἐλθεῖν δυνήσεται, ἔλεγεν ὁ Ῥωμύλος μὴ πολλῷ διαστήματι τὴν Μήδων ἀφεστάναι τῆς Σκυθικῆς· οὐδὲ γὰρ Οὔννους ἀπείρους τῆς ὁδοῦ ταύτης εἶναι, ἀλλὰ πάλαι ἐς αὐτὴν ἐμβεβληκέναι, λιμοῦ τε τὴν χώραν κρατήσαντος, καὶ Ῥωμαίων διὰ τὸν τότε συνιστάμενον πόλεμον μὴ συμβαλλόντων. παρεληλυθέναι δὲ ἐς τὴν Μήδων τόν τε Βασὶχ καὶ Κουρσὶχ τοὺς ὕστερον ἐς τὴν Ῥώμην ἐληλυθότας εἰς ὁμαιχμίαν, ἄνδρας τῶν βασιλείων Σκυθῶν καὶ πολλοῦ πλήθους ἄρχοντας. καὶ τοὺς διαβεβηκότας λέγειν ὡς ἔρημον ἐπελθόντες χώραν καὶ λίμνην τινὰ περαιωθέντες, ἣν ὁ Ῥωμύλος τὴν Μαιῶτιν εἶναι ᾤετο, πεντεκαίδεκα διαγενομένων ἡμερῶν ὄρη τινὰ ὑπερβάντες ἐς τὴν Μηδικὴν ἐσέβαλον. ληιζομένοις δὲ καὶ τὴν γῆν κατατρέχουσι πλῆθος Περσικὸν ἐπελθὸν τὸν σφῶν ὑπερκείμενον ἀέρα πλῆσαι βελῶν, ὥστε σφᾶς δέει τοῦ κατασχόντος κινδύνου ἀναχωρῆσαι εἰς τοὐπίσω καὶ τὰ ὄρη ὑπεξελθεῖν ὀλίγην ἄγοντας λείαν· ἡ γὰρ πλείστη ὑπὸ τῶν Μήδων ἀφῄρητο. εὐλαβουμένους δὲ τὴν τῶν πολεμίων δίωξιν ἑτέραν τραπῆναι ὁδόν, καὶ μετὰ τὴν ἐκ τῆς ὑφάλου πέτρας ἀναπεμπομένην φλόγα ἐκεῖθεν πορευθέντας ἡμερῶν ὀλίγων ὁδὸν εἰς τὰ οἰκεῖα ἀφικέσθαι καὶ γνῶναι οὐ πολλῷ διαστήματι τῶν Μήδων ἀφεστάναι τὴν Σκυθικήν. τὸν οὖν Ἀττήλαν ἐπ' αὐτὴν ἰέναι βουλόμενον οὐ πονήσειν πολλὰ οὔτε μακρὰν ἀνύσειν ὁδόν, ὥστε καὶ Μήδους καὶ Πάρθους καὶ Πέρσας παραστήσεσθαι καὶ ἀναγκάσειν ἐλθεῖν ἐς φόρου ἀπαγωγήν· παρεῖναι γὰρ αὐτῷ μάχιμον δύναμιν, ἣν οὐδὲν ἔθνος ὑποστήσεται. ἡμῶν 142 δὲ κατὰ Περσῶν ἐλθεῖν αὐτὸν ἐπευξαμένων καὶ ἐπ' ἐκείνους τρέψαι τὸν πόλεμον, ὁ Κωνσταντίολος ἔλεγε δεδιέναι μήποτε καὶ Πέρσας ῥᾳδίως παραστησάμενος ἀντὶ φίλου δεσπότης ἐπανήξει. νῦν μὲν γὰρ τὸ χρυσίον κομίζεσθαι παρ' αὐτῶν τῆς ἀξίας ἕνεκα· εἰ δὲ καὶ Πάρθους καὶ Μήδους καὶ Πέρσας παραστήσοιτο, οὐκ ἔτι Ῥωμαίων ἀνέξεσθαι τὴν αὐτοῦ νοσφιζομένων ἀρχήν, ἀλλὰ θεράποντας περιφανῶς ἡγησάμενον χαλεπώτερα ἐπιτάξειν καὶ οὐκ ἀνεκτὰ ἐκείνοις ἐπιτάγματα. ἦν δ' ἡ ἀξία, ἧς ὁ Κωνσταντίολος ἐπεμνήσθη, στρατηγοῦ Ῥωμαίων, ἧς χάριν ὁ Ἀττήλας παρὰ βασιλέως ἐδέδεκτο τὸ τοῦ φόρου ἐπικαλύπτοντος ὄνομα, ὥστε αὐτῷ σιτηρεσίου προφάσει τοῦ τοῖς στρατηγοῖς χορηγουμένου τὰς συντάξεις ἐκπέμπεσθαι. ἔλεγεν οὖν μετὰ Μήδους καὶ Πάρθους καὶ Πέρσας τοῦτο τὸ ὄνομα, ὅπερ αὐτὸν βούλονται Ῥωμαῖοι καλεῖν, καὶ τὴν ἀξίαν, ᾗ αὐτὸν τετιμηκέναι νομίζουσιν, ἀποσεισάμενον ἀναγκάσειν σφᾶς ἀντὶ στρατηγοῦ βασιλέα προσαγορεύειν. ἤδη γὰρ καὶ χαλεπαίνοντα εἰπεῖν ὡς ἐκείνῳ μὲν οἱ αὐτοῦ θεράποντές εἰσι στρατηγοί, αὐτῷ δὲ οἱ τοῖς βασιλεύουσι Ῥωμαίων ὁμότιμοι. ἔσεσθαι δὲ οὐκ εἰς μακρὰν τῆς παρούσης αὐτῷ δυνάμεως αὔξησιν· σημαίνειν καὶ τοῦτο τὸν θεὸν τὸ τοῦ Ἄρεος ἀναφήναντα ξίφος, ὅπερ ὂν ἱερὸν καὶ παρὰ τῶν Σκυθικῶν βασιλέων τιμώμενον, οἷα δὴ τῷ ἐφόρῳ τῶν πολέμων ἀνακείμενον, ἐν τοῖς πάλαι ἀφανισθῆναι χρόνοις, εἶτα διὰ βοὸς εὑρεθῆναι. Καὶ ἑκάστου λέγειν τι περὶ τῶν καθεστώτων βουλομένου, Ὀνηγησίου ὑπεξελθόντος, παρ' αὐτὸν ἤλθομεν καὶ ἐπειρώμεθα περὶ τῶν ἐσπουδασμένων μανθάνειν. ὁ δέ τισι πρότερον βαρβάροις διαλεχθεὶς πυθέσθαι με παρὰ Μαξιμίνου ἐπέτρεπε, τίνα Ῥωμαῖοι ἄνδρα τῶν ὑπατικῶν παρὰ τὸν Ἀττήλαν πρεσβευόμενον στέλλουσιν. ὡς δὲ παρελθὼν εἰς τὴν σκηνὴν ἔφραζον ἅπερ εἴρητό μοι, καὶ ὅ τι δεῖ λέγειν ὧν χάριν ὁ βάρβαρος ἡμῶν ἐπύθετο ἅμα τῷ Μαξιμίνῳ βουλευσάμενος ἐπανῆλθον ὡς τὸν Ὀνηγήσιον, λέγων ὡς ἐθέλουσι μὲν Ῥωμαῖοι αὐτὸν παρὰ σφᾶς ἐλθόντα τῶν ἀμφιβόλων ἕνεκα διαλέγεσθαι, εἰ δὲ τούτου διαμάρτοιεν, ἐκ 143 πέμψειν βασιλέα ὃν βούλεται πρεσβευσόμενον. καὶ εὐθὺς μετιέναι με τὸν Μαξιμῖνον παρεκελεύσατο, καὶ ἥκοντα αὐτὸν ἦγε παρὰ τὸν Ἀττήλαν. καὶ μικρὸν ὕστερον ὑπεξελθὼν ὁ Μαξιμῖνος ἔλεγεν ἐθέλειν τὸν βάρβαρον Νόμον ἢ Ἀνατόλιον ἢ Σενάτορα πρεσβεύεσθαι· μὴ γὰρ ἂν ἄλλον παρὰ τοὺς εἰρημένους δέξασθαι. καὶ ὡς αὐτοῦ ἀποκριναμένου μὴ χρῆναι ἐπὶ τὴν πρεσβείαν τοὺς ἄνδρας καλοῦντα ὑπόπτους καθιστᾶν βασιλεῖ, εἰρηκέναι τὸν Ἀττήλαν, εἰ μὴ ἕλοιντο ποιεῖν ἃ βούλεται, ὅπλοις τὰ ἀμφίβολα διακριθήσεσθαι. ἐπανελθόντων δὲ ἡμῶν ἐς τὴν σκηνήν, Τατοῦλος ὁ τοῦ Ὀρέστου πατὴρ ἧκε λέγων ὡς ἀμφοτέρους ὑμᾶς Ἀττήλας ἐπὶ τὸ συμπόσιον παρακαλεῖ· γενήσεσθαι δὲ αὐτὸ περὶ θʹ τῆς ἡμέρας. ὡς δὲ τὸν καιρὸν ἐφυλάξαμεν καὶ ἐπὶ τὸ δεῖπνον κληθέντες παρεγενόμεθα ἡμεῖς τε καὶ οἱ ἀπὸ τῶν ἑσπερίων Ῥωμαίων πρέσβεις, ἔστημεν ἐπὶ τοῦ οὐδοῦ ἀντία Ἀττήλα. καὶ κύλικα οἱ οἰνοχόοι κατὰ τὸ ἐπιχώριον ἐπέδοσαν ἔθος, ὡς καὶ ἡμᾶς πρὸ τῆς ἕδρας ἐπεύξασθαι· οὗ δὴ γενομένου, τῆς κύλικος ἀπογευσάμενοι ἐπὶ τοὺς θρόνους ἤλθομεν, οὗ ἔδει καθεσθέντας δειπνεῖν. πρὸς δὲ τοῖς τοίχοις τοῦ οἰκήματος πάντες ὑπῆρχον οἱ δίφροι ἐξ ἑκατέρας πλευρᾶς. ἐν μεσωτάτῳ δὲ ἧστο ἐπὶ κλίνης ὁ Ἀττήλας, ἑτέρας ἐξόπισθεν κλίνης ὑπαρχούσης αὐτῷ, μεθ' ἣν βαθμοί τινες ἐπὶ τὴν αὐτοῦ ἀνῆγον εὐνὴν καλυπτομένην ὀθόναις καὶ ποικίλοις παραπετάσμασι κόσμου χάριν, καθάπερ ἐπὶ τῶν γαμούντων Ἕλληνές τε καὶ Ῥωμαῖοι κατασκευάζουσιν. καὶ πρώτην μὲν ἐνόμιζον τῶν δειπνούντων τάξιν τὴν ἐν δεξιᾷ τοῦ Ἀττήλα, δευτέραν δὲ τὴν εὐώνυμον, ἐν ᾗ ἐτυγχάνομεν ὄντες, προκαθεσθέντος ἡμῶν Βερίχου παρὰ Σκύθαις εὖ γεγονότος ἀνδρός· ὁ γὰρ Ὀνηγήσιος ἐπὶ δίφρου ἧστο ἐν δεξιᾷ τῆς τοῦ βασιλέως κλίνης. ἀντικρὺ δὲ τοῦ Ὀνηγησίου ἐπὶ δίφρου ἐκαθέζοντο δύο τῶν Ἀττήλα παίδων· ὁ γὰρ πρεσβύτερος ἐπὶ τῆς ἐκείνου ἧστο κλίνης, οὐκ ἐγγύς, ἀλλ' ἐπ' ἄκρου, αἰδοῖ τοῦ πατρὸς βλέπων ἐς γῆν. πάντων δὲ ἐν κόσμῳ καθεστώτων, παρελθὼν οἰνοχόος τῷ Ἀττήλᾳ οἴνου κισσύβιον ἐπιδίδωσιν· δεξάμενος δὲ τὸν τῇ τάξει πρῶτον ἠσπάζετο. ὁ δὲ τῷ ἀσπασμῷ τιμηθεὶς διανίστατο· καὶ οὐ πρότερον ἱζῆσαι θέμις ἦν, πρὶν ἢ τῷ οἰνοχόῳ ἀπογευσάμενος ἢ καὶ ἐκπιὼν ἀπέδωκε τὸ κισσύβιον. καθεσθέντα δὲ αὐτὸν τῷ 144 αὐτῷ τρόπῳ οἱ παρόντες ἐτίμων δεχόμενοι τὰς κύλικας καὶ μετὰ τὸν ἀσπασμὸν ἀπογευόμενοι. ἑκάστῳ δὲ εἷς οἰνοχόος παρῆν, ὃν ἔδει κατὰ στοῖχον εἰσιέναι, τοῦ Ἀττήλα οἰνοχόου ὑπεξιόντος. τιμηθέντος δὲ καὶ τοῦ δευτέρου καὶ τῶν ἑξῆς, καὶ ἡμᾶς τοῖς ἴσοις ὁ Ἀττήλας ἐδεξιώσατο κατὰ τὴν τῶν θάκων τάξιν. ᾧ δὴ ἀσπασμῷ πάντων τιμηθέντων, ὑπεξῄεσαν μὲν οἱ οἰνοχόοι, τράπεζαι δὲ μετὰ τὴν τοῦ Ἀττήλα παρετίθεντο κατὰ τρεῖς καὶ τέτταρας ἄνδρας ἢ καὶ πλείους· ὅθεν ἕκαστος οἷός τε ἦν τῶν τῇ μαγίδι ἐπιτιθεμένων μεταλαβεῖν μὴ ὑπεξιὼν τῆς τῶν θρόνων τάξεως. καὶ πρῶτος εἰσῄει ὁ τοῦ Ἀττήλα ὑπηρέτης κρεῶν πλήρη πίνακα φέρων, καὶ οἱ πᾶσι διακονούμενοι μετ' αὐτὸν σῖτον καὶ ὄψα ταῖς τραπέζαις ἐπέθεσαν. ἀλλὰ τοῖς μὲν ἄλλοις βαρβάροις καὶ ἡμῖν πολυτελῆ δεῖπνα κατεσκεύαστο κύκλοις ἐπικείμενα ἀργυροῖς, τῷ δὲ Ἀττήλᾳ ἐπὶ τοῦ ξυλίνου πίνακος ἦν οὐδὲν πλέον κρεῶν. μέτριον δὲ ἑαυτὸν καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἐδείκνυ. τοῖς γὰρ τῆς εὐωχίας ἀνδράσι κύλικες χρυσαῖ τε καὶ ἀργυραῖ ἐπεδίδοντο, τὸ δὲ αὐτοῦ ἔκπωμα ξύλινον ἦν. λιτὴ δὲ αὐτῷ καὶ ἡ ἐσθὴς ἐτύγχανεν οὖσα μηδὲν τῶν ἄλλων πλὴν τοῦ καθαρὰ εἶναι διαφυλάττουσα· καὶ οὔτε τὸ παρῃωρημένον αὐτῷ ξίφος οὔτε οἱ τῶν βαρβαρικῶν ὑποδημάτων δεσμοὶ οὔτε τοῦ ἵππου ὁ χαλινός, ὥσπερ τῶν ἄλλων Σκυθῶν, χρυσῷ ἢ λίθοις ἤ τινι τῶν τιμίων ἐκοσμεῖτο. τῶν δὲ ὄψων τῶν ἐν τοῖς πρώτοις πίναξιν ἐπιτεθέντων ἀναλωθέντων, πάντες διανέστημεν, καὶ οὐ πρότερον ἐπὶ τὸν δίφρον ἀναστὰς ἦλθεν, πρὶν ἢ κατὰ τὴν προτέραν τάξιν ἕκαστος τὴν ἐπιδιδομένην αὐτῷ οἴνου πλήρη ἐξέπιε κύλικα τὸν Ἀττήλαν σῶν εἶναι ἐπευξάμενος. καὶ τοῦτον τιμηθέντος αὐτοῦ τὸν τρόπον ἐκαθέσθημεν, καὶ δεύτερος ἑκάστῃ τραπέζῃ ἐπετίθετο πίναξ ἕτερα ἔχων ἐδώδιμα. ὡς δὲ καὶ αὐτοῦ οἱ πάντες μετέλαβον, καὶ τῷ αὐτῷ ἐξαναστάντες τρόπῳ αὖθις ἐκπιόντες ἐκαθέσθημεν, ἐπιγενομένης ἑσπέρας δᾷδες ἀνήφθησαν, δύο δὲ ἀντικρὺ τοῦ Ἀττήλα παρελθόντες βάρβαροι ᾄσματα πεποιημένα ἔλεγον νίκας αὐτοῦ καὶ τὰς κατὰ πόλεμον ᾄδοντες ἀρετάς. ἐς οὓς οἱ τῆς εὐωχίας ἀπέβλεπον, καὶ οἱ μὲν ἥδοντο τοῖς ποιήμασιν, οἱ δὲ τῶν πολέμων ἀναμιμνησκόμενοι διηγείροντο τοῖς φρονήμασιν, ἄλλοι δὲ ἐχώρουν ἐς δάκρυα, ὧν ὑπὸ τοῦ χρόνου ἠσθένει τὸ σῶμα καὶ 145 ἡσυχάζειν ὁ θυμὸς ἠναγκάζετο. μετὰ δὲ τὰ ᾄσματα Σκύθης τις παρελθὼν φρενοβλαβὴς ἀλλόκοτα καὶ παράσημα καὶ οὐδὲν ὑγιὲς φθεγγόμενος ἐς γέλωτα πάντας παρεσκεύασε παρελθεῖν. μεθ' ὃν ὑπεισῆλθε Ζέρκων ὁ Μαυρούσιος. ὁ γὰρ Ἐδέκων αὐτὸν παρὰ τὸν Ἀττήλαν ἐλθεῖν παρέπεισεν ὡς τῇ ἐκείνου σπουδῇ τὴν γαμετὴν ἀποληψόμενον, ἣν κατὰ τὴν τῶν βαρβάρων εἰλήφει χώραν τῷ Βλήδᾳ περισπούδαστος ὤν, ἀπολελοίπει δὲ αὐτὴν ἐν τῇ Σκυθικῇ παρὰ τοῦ Ἀττήλα δῶρον Ἀετίῳ πεμφθείς. ἀλλὰ τῆς μὲν τοιαύτης διήμαρτεν ἐλπίδος, τοῦ Ἀττήλα χαλεπήναντος, ὅτι γε δὴ ἐς τὴν αὐτοῦ ἐπανῆλθεν· τότε δὲ διὰ τὸν τῆς εὐωχίας καιρὸν παρελθὼν τῷ τε εἴδει καὶ τοῖς ἐσθήμασι καὶ τῇ φωνῇ καὶ τοῖς συγκεχυμένως παρ' αὐτοῦ προφερομένοις ῥήμασι (τῇ γὰρ Αὐσονίων τὴν τῶν Οὔννων καὶ τὴν τῶν Γότθων παραμιγνὺς γλῶτταν) πάντας διέχεε καὶ ἐς ἄσβεστον ὁρμῆσαι γέλωτα παρεσκεύασε πλὴν Ἀττήλα· αὐτὸς γὰρ ἔμενεν ἀστεμφὴς καὶ τὸ εἶδος ἀμετάτρεπτος καὶ οὐδὲν οὔτε λέγων οὔτε ποιῶν γέλωτος ἐχόμενον ἐφαίνετο, πλὴν ὅτι τὸν νεώτατον τῶν παίδων (Ἠρνᾶς δὲ ὄνομα τούτῳ) εἰσιόντα καὶ παρεστῶτα εἷλκε τῆς παρειᾶς γαληνοῖς ἀποβλέπων ὄμμασι πρὸς αὐτόν. ἐμοῦ δὲ θαυμάζοντος, ὅπως τῶν μὲν ἄλλων παίδων ὀλιγωροίη, πρὸς δὲ ἐκεῖνον ἔχοι τὸν νοῦν, ὁ παρακαθήμενος βάρβαρος συνιεὶς τῆς Αὐσονίων φωνῆς καὶ τῶν παρ' αὐτοῦ μοι ῥηθησομένων μηδὲν ἐκλέγειν προειπὼν ἔφασκε τοὺς μάντεις τῷ Ἀττήλᾳ προηγορευκέναι τὸ μὲν αὐτοῦ πεσεῖσθαι γένος, ὑπὸ δὲ τοῦ παιδὸς ἀναστήσεσθαι τούτου. ὡς δὲ ἐν τῷ συμποσίῳ εἷλκον τὴν νύκτα, ὑπεξήλθομεν ἐπὶ πολὺ μὴ βουληθέντες τῷ πότῳ προσκαρτερεῖν. Ἡμέρας δὲ γενομένης ἐπὶ τὸν Ὀνηγήσιον ἤλθομεν χρῆναι ἡμᾶς διαφεθῆναι λέγοντες καὶ μὴ τηνάλλως τρίβειν τὸν χρόνον. καὶ ὃς ἔφη ἐθέλειν καὶ τὸν Ἀττήλαν ἀποπέμπειν ἡμᾶς. καὶ μικρὸν διαλιπὼν ἅμα τοῖς λογάσιν ἐβουλεύετο περὶ τῶν Ἀττήλᾳ δεδογμένων καὶ τὰ βασιλεῖ ἀποδοθησόμενα συνέταττε γράμματα, ὑπογραφέων αὐτῷ παρόντων καὶ Ῥουστικίου, ἀνδρὸς ὁρμωμένου μὲν ἐκ τῆς ἄνω Μυσίας, ἁλόντος δὲ ἐν τῷ πολέμῳ καὶ διὰ λόγων ἀρετὴν τῷ βαρβάρῳ ἐπὶ τῇ τῶν γραμμάτων διαπονουμένου συντάξει. ὡς δὲ ἐκ τῆς συνόδου διανέστη, ἐδεήθημεν αὐτοῦ περὶ λύσεως τῆς Σύλλου 146 γαμετῆς καὶ τῶν ἐκείνης παίδων ἐν τῇ Ῥατιαρίας ἀνδραποδισθέντων ἁλώσει. καὶ πρὸς μὲν τὴν αὐτῶν οὐκ ἀπηγόρευσε λύσιν, ἐπὶ πολλοῖς δὲ σφᾶς ἐβούλετο χρήμασιν ἀπεμπολᾶν. ἡμῶν δὲ ἐλεεῖν αὐτοὺς τῆς τύχης ἱκετευσάντων τὴν προτέραν εὐδαιμονίαν λογιζόμενον, διέβη τε πρὸς τὸν Ἀττήλαν, καὶ τὴν μὲν γυναῖκα ἐπὶ πεντακοσίοις διαφῆκε χρυσοῖς, τοὺς δὲ παῖδας δῶρον ἔπεμπε βασιλεῖ. ἐν τούτῳ δὲ καὶ Κρέκα ἡ τοῦ Ἀττήλα γαμετὴ παρὰ Ἀδάμει τῶν αὐτῆς πραγμάτων τὴν ἐπιτροπὴν ἔχοντι δειπνεῖν ἡμᾶς παρεκάλει. καὶ παρ' αὐτὸν ἐλθόντες ἅμα τισὶ ἐκ τοῦ ἔθνους λογάδων φιλοφροσύνης ἐτύχομεν· ἐδεξιοῦτο γὰρ ἡμᾶς μειλιχίοις τε λόγοις καὶ τῇ τῶν ἐδωδίμων παρασκευῇ. καὶ ἕκαστος τῶν παρόντων Σκυθικῇ φιλοτιμίᾳ κύλικα ἡμῖν πλήρη διανιστάμενος ἐδίδου καὶ τὸν ἐκπιόντα περιβαλὼν καὶ φιλήσας ταύτην ἐδέχετο. μετὰ δὲ τὸ δεῖπνον ἐπὶ τὴν σκηνὴν ἐλθόντες ἐς ὕπνον ἐτράπημεν. τῇ δὲ ὑστεραίᾳ ἐπὶ συμπόσιον αὖθις ἡμᾶς Ἀττήλας ἐκάλει, καὶ τῷ προτέρῳ τρόπῳ παρά τε αὐτὸν εἰσήλθομεν καὶ ἐς τὴν εὐωχίαν ἐτράπημεν. συνέβαινε δὲ ἐπὶ τῆς κλίνης ἅμα αὐτῷ μὴ τὸν πρεσβύτερον τῶν παίδων ἧσθαι, ἀλλὰ γὰρ Ὠηβάρσιον θεῖον αὐτῷ τυγχάνοντα πρὸς πατρός. παρὰ πᾶν δὲ τὸ συμπόσιον λόγοις φιλοφρονούμενος φράζειν ἡμᾶς βασιλεῖ παρεκελεύετο τῷ Κωνσταντίῳ, ὃς αὐτῷ παρὰ Ἀετίου ἀπέσταλτο ὑπογραφέως χάριν, διδόναι ἣν αὐτῷ γυναῖκα [καὶ] ὑπέσχετο. παρὰ γὰρ τὸν βασιλέα Θεοδόσιον ἅμα τοῖς σταλεῖσι παρὰ τοῦ Ἀττήλα πρέσβεσιν ἀφικόμενος ὁ Κωνστάντιος τὴν εἰρήνην Ῥωμαίοις καὶ Σκύθαις ἔφησεν ἐπὶ μακρὸν φυλάττεσθαι χρόνον παρασκευάσειν, ἂν αὐτῷ γυναῖκα εὔπορον δοίη. καὶ πρὸς τοῦτο ἐπένευσε βασιλεὺς καὶ Σατορνίλου περιουσίᾳ καὶ γένει κοσμουμένου θυγατέρα εἰρήκει δώσειν. τὸν δὲ Σατορνίλον ἀνῃρήκει Ἀθηναῒς ἡ καὶ Εὐδοκία· ἀμφοτέροις γὰρ ἐκαλεῖτο τοῖς ὀνόμασιν. ἐς ἔργον δὲ τὴν αὐτοῦ οὐ συνεχώρησεν ἀχθῆναι ὑπόσχεσιν Ζήνων ὑπατικὸς ἀνὴρ καὶ πολλὴν ἀμφ' αὑτὸν ἔχων Ἰσαύρων δύναμιν, μεθ' ἧς καὶ τὴν Κωνσταντίνου κατὰ τὸν τοῦ πολέμου καιρὸν φυλάττειν ἐπετέτραπτο. τότε δὴ τῶν ἐν τῇ ἕῳ στρατιωτικῶν ἄρχων ταγμάτων ὑπεξάγει τοῦ φρουρίου τὴν κόρην καὶ Ῥούφῳ τινὶ ἑνὶ τῶν ἐπιτηδείων κατεγγυᾷ. ταύτης δὲ ἀφῃρημένης, ὁ Κωνστάντιος ἐδεῖτο τοῦ βαρβάρου ἐνυβρισμένον αὐτὸν μὴ περιορᾶσθαι, ἀλλὰ ἢ τὴν ἀφαιρεθεῖσαν ἢ καὶ ἄλλην αὐτῷ δίδοσθαι γαμετὴν τοσαύτην φερνὴν εἰσοίσουσαν. παρὰ τὸν τοῦ δείπνου τοίνυν καιρὸν ὁ βάρβαρος λέγειν τῷ βασιλεύοντι τὸν Μαξιμῖνον ἐκέλευε μὴ χρῆναι τῆς ἐξ αὐτοῦ τὸν Κωνστάντιον ἐλπίδος διαμαρτεῖν· οὔτε γὰρ βασιλεῖ† τὸ ψεύδεσθαι. ταῦτα δὲ ὁ Ἀττήλας ἐνετέλλετο, ὑποσχομένου Κωνσταντίου χρήματα δώσειν, εἰ τῶν ζαπλούτων αὐτῷ παρὰ Ῥωμαίοις κατεγγυηθείη γυνή. Τοῦ δὲ συμποσίου ὑπεξελθόντες μετὰ τὴν νύκτα ἡμερῶν διαγενομένων τριῶν διηφείθημεν δώροις τοῖς προσήκουσι τιμηθέντες. ἔπεμπε δὲ ὁ Ἀττήλας καὶ Βέριχον τὸν ἡμῶν ἐν τῷ συμποσίῳ προκαθεσθέντα ἄνδρα τῶν λογάδων καὶ πολλῶν ἐν τῇ Σκυθικῇ κωμῶν ἄρχοντα παρὰ βασιλέα πρεσβευσόμενον, ἄλλως τε καὶ αὐτόν, οἷα δὴ πρέσβιν,† παρὰ Ῥωμαίων δέξασθαι. ποιουμένων δὲ ἡμῶν τὴν πορείαν καὶ πρὸς κώμῃ καταλυσάντων τινί, ἥλω Σκύθης ἀνὴρ κατασκοπῆς ἕνεκα ἐκ τῆς Ῥωμαίων ἐς τὴν βάρβαρον διαβεβηκὼς χώραν· καὶ αὐτὸν Ἀττήλας ἀνασκολοπισθῆναι παρεκελεύσατο. τῇ δὲ ἐπιούσῃ δι' ἑτέρων κωμῶν πορευομένων ἡμῶν, ἄνδρες βʹ τῶν παρὰ Σκύθαις δουλευόντων ἤγοντο ὀπίσω τὼ χεῖρε δεδεμένω ὡς τοὺς κατὰ πόλεμον ἀνελόντες δεσπότας· καὶ ἐπὶ ξύλων βʹ κεραίας ἐχόντων ἀμφοῖν τὰς κεφαλὰς ἐμβαλόντες ἀνεσταύρωσαν. ἐφ' ὅσον δὲ τὴν Σκυθικὴν διεξῄειμεν, ὁ Βέριχος ἐκοινώνει τε ἡμῖν τῆς ὁδοῦ καὶ ἥσυχός τις καὶ ἐπιτήδειος ἐνομίζετο. ὡς δὲ τὸν Ἴστρον ἐπεραιώθημεν, ἐν ἐχθροῦ ἡμῖν ἐγένετο μοίρᾳ διά τινας ἑώλους προφάσεις ἐκ τῶν θεραπόντων συνενεχθείσας. καὶ πρότερον μὲν τὸν ἵππον ἀφείλετο, ᾧ τὸν Μαξιμῖνον δωρησάμενος ἦν. ὁ γὰρ Ἀττήλας πάντας τοὺς ἀμφ' αὑτὸν λογάδας παρεκελεύσατο δώροις τὸν Μαξιμῖνον φιλοφρονήσασθαι, καὶ ἕκαστος ἐπεπόμφει ἵππον αὐτῷ, μεθ' ὧν καὶ ὁ Βέριχος. ὀλίγους δὲ λαβὼν τοὺς ἄλλους ἀπέπεμπε τὸ σῶφρον δηλῶσαι ἐκ τῆς μετριότητος ἐσπουδακώς. τοῦτον οὖν ἀφείλετο τὸν ἵππον καὶ οὔτε συνοδοιπορεῖν οὔτε συνεστιᾶσθαι ἠνέσχετο· ὥστε ἡμῖν ἐν τῇ βαρβάρων χώρᾳ γενόμενον σύμβουλον ἐς τοῦτο προελθεῖν. καὶ ἐντεῦθεν διὰ τῆς Φιλίππου ἐπὶ τὴν Ἀδριανούπολιν τὴν πορείαν ἐποιησάμεθα. ἐν 148 ᾗ διαναπαυσάμενοι ἐς λόγους ἤλθομεν τῷ Βερίχῳ καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς σιωπῆς κατεμεμψάμεθα, ὅτι γε δὴ ὀργίζεται οὐκ ἀδικοῦσιν οὐδέν. θεραπεύσαντες οὖν αὐτὸν καὶ ἐπὶ ἑστίασιν καλέσαντες ἐξωρμήσαμεν. καὶ τῷ Βιγίλᾳ ἐν τῇ ὁδῷ ἀπαντήσαντες ἐπὶ τὴν Σκυθικὴν ἐπαναζευγνύντι καὶ τὰ παρὰ Ἀττήλα ἡμῖν τῆς ἐπὶ τῇ πρεσβείᾳ ἀποκρίσεως εἰρημένα ἀφηγησάμενοι τῆς ἐπανόδου εἰχόμεθα. ὡς δὲ ἐς τὴν Κωνσταντίνου παρεγενόμεθα, μεταβεβλῆσθαι μὲν ᾠόμεθα τὸν Βέριχον τῆς ὀργῆς· ὃς δὲ τῆς ἀγρίας οὐκ ἐπελέληστο φύσεως, ἀλλ' ἐς διαφορὰς ἐχώρει καὶ ἐν κατηγορίᾳ ἐποιεῖτο τὸν Μαξιμῖνον, ὡς ἔφησεν εἰς τὴν Σκυθικὴν διαβὰς τὸν Ἀρεόβινδον καὶ τὸν Ἄσπαρα ἄνδρας στρατηγοὺς μηδεμίαν παρὰ βασιλεῖ ἔχειν μοῖραν, καὶ ὡς ἐν ὀλιγωρίᾳ τὰ κατ' αὐτοὺς ἐποιήσατο τὴν βαρβαρικὴν ἐλέγξας κουφότητα. Λόγος δʹ. Ἀναζεύξαντα δὲ τὸν Βιγίλαν εἰς τὴν Σκυθικὴν καὶ ἐν οἷς τὸν Ἀττήλαν τόποις διατρίβειν συνέβαινεν ἀφικόμενον περιστάντες εἶχον οἱ πρὸς τοῦτο παρεσκευασμένοι βάρβαροι καὶ τὰ χρήματα, ἅπερ τῷ Ἐδέκωνι ἐκόμιζεν, ἀφείλοντο. ὡς δὲ καὶ αὐτὸν παρὰ τὸν Ἀττήλαν ἦγον, καὶ ἀνηρωτᾶτο, ὅτου χάριν τοσοῦτον φέροι χρυσίον, ἔφη οἰκείας τε καὶ τῶν παρεπομένων προνοίας ἕνεκα, ὥστε μὴ ἐνδείᾳ τροφῶν ἢ ἵππων σπάνει ἢ καὶ τῶν φορτηγῶν ὑποζυγίων ὑπὸ τῆς μακρᾶς ἐκδαπανηθέντων ὁδοῦ διαμαρτεῖν τῆς περὶ τῆς πρεσβείας σπουδῆς· παρεσκευάσθαι δὲ αὐτῷ καὶ ἐς αἰχμαλώτων ὠνήν, πολλῶν κατὰ τὴν Ῥωμαίων δεηθέντων αὐτοῦ τοὺς σφίσι προσήκοντας λύσασθαι. καὶ ὁ Ἀττήλας· ἀλλ' οὔτι, ἔφη, σὺ πονηρὸν θηρίον, τὸν Βιγίλαν λέγων, τὴν δίκην σοφιζόμενος λήσεις, οὐδὲ ἔσται σοι πρόφασις ἱκανὴ εἰς τὸ τὴν κόλασιν διαφυγεῖν, μείζονος μὲν τῆς σῆς δαπάνης παρασκευῆς σοι χρημάτων ὑπαρχούσης, καὶ τῶν ὑπὸ σοῦ ἵππων καὶ ὑποζυγίων ὠνηθησομένων, καὶ τῆς τῶν αἰχμαλώτων λύσεως, ἣν σὺν Μαξιμίνῳ παρ' ἐμὲ ἀφικομένῳ ποιεῖν ἀπηγόρευσα. ταῦτα εἰπὼν τὸν υἱὸν (ἦν δὲ καὶ τῷ Βιγίλᾳ τότε πρῶτον εἰς τὴν βαρβάρων ἠκολουθηκὼς χώραν) ξίφει καταβληθῆναι παρεκελεύσατο, εἰ μὴ φθάσας εἴποι, ὅτῳ τὰ χρήματα καὶ δι' ἣν αἰτίαν κομίζει. ὁ δὲ ὡς ἐθεάσατο τὸν παῖδα ἐπὶ θάνατον στείχοντα, ἐς δάκρυά τε καὶ ὀλοφυρμοὺς ἐτράπη καὶ ἀνεβόα τὴν δίκην ἐπ' αὐτὸν φέρειν τὸ ξίφος, οὐκ ἐπὶ τὸν νέον τὸν ἀδικοῦντα οὐδέν. καὶ μηδὲν μελλήσας τά τε αὐτῷ καὶ Ἐδέκωνι καὶ τῷ εὐνούχῳ καὶ τῷ βασιλεῖ μελετηθέντα ἔλεγεν, συνεχῶς δὲ ἐς ἱκεσίας τρεπόμενος, ὥστε αὐτὸν μὲν ἀναιρεθῆναι, διαφεθῆναι δὲ τὸν παῖδα. γνοὺς δὲ ὁ Ἀττήλας ἀπὸ τῶν Ἐδέκωνι εἰρημένων μηδὲν διεψεῦσθαι τὸν Βιγίλαν ἐν δεσμοῖς εἶναι προσέταττεν, οὐ πρότερον λύσειν ἀπειλήσας, πρὶν ἢ τὸν παῖδα ἐκπέμψας ἑτέρας αὐτῷ νʹ χρυσίου λίτρας ὑπὲρ τῶν σφετέρων κομίσοι λύτρων. καὶ ὁ μὲν ἐδέδετο, ὁ δὲ ἐς τὴν Ῥωμαίων ἐπανῄει. ἔπεμπε δὲ καὶ Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλαςἐς τὴν Κωνσταντίνου.
3.1.11
Ὅτι Ζήνων ἀνὴρ ὢν ἀπόλεμος ἄγαν, καὶ πολλῆς παντα 165 χόθεν ταραχῆς ἐφεστώσης, ἔγνω πρὸς τὸν Βάνδιλον εἰς Καρχηδόνα πρεσβεύσασθαι καὶ Σευῆρον ἐκ τῆς βουλῆς πρεσβευτὴν αἱρεῖται, ἄνδρα καὶ σωφροσύνῃ διαφέρειν δοκοῦντα καὶ τῷ ἐθέλειν τὰ δίκαια, καὶ πατρίκιον αὐτὸν ποιήσας ἀποπέμπει, ὅπως ἐκ τῆς ἀξίας τῆς πρεσβείας τὸ σχῆμα κατασκευάσῃ σεμνότερον. καὶ ὁ μὲν ἐξέπλευσεν, ὁ δὲ Βάνδιλος, μαθὼν ὅτι ἥξοι πρεσβεία, φθάσας ἔκπλουν ποιεῖται καὶ Νικόπολιν εἷλεν. ὁ δὲ πρεσβευτὴς Σευῆρος διαβὰς ἀπὸ Σικελίας εἰς Καρχηδόνα ἀφῖκτο καὶ πολλὰ διὰ τὸν ἔκπλουν ἐμέμφετο τὸν Βάνδιλον. ὁ δὲ τὰ μὲν ἔλεγεν ὡς πολέμιος πρᾶξαι· τὸν δὲ περὶ τῆς εἰρήνης, ἐπειδὴ πρεσβεύοιτο, νῦν ἔφη λόγον προσδέχεσθαι. τοῦ δὲ Σευήρου τό τε σῶφρον τοῦ βίου θαυμάσας καὶ τῶν λόγων ἠγάσθη, καὶ τῆς δικαιοσύνης ἀεὶ πεῖραν λαμβάνων πᾶν ἕτοιμος ἦν ποιεῖν, ὅπερ ἐκεῖνος προβάλλοιτο. μάλιστα δὲ ἔδοξεν αὐτῷ δίκαιος εἶναι, ὅτι, τὰ χρήματα αὐτῷ τοῦ βαρβάρου διδόντος, καὶ τὰ πρέποντα δῶρα πρεσβευτῇ δωρούμενος ἀπεώσατο πάντα εἰπών, ὡς ἀντὶ τούτων δῶρόν ἐστιν εὔσχημον πρεσβεύοντι ἀνθρώπῳ τοὺς αἰχμαλώτους κομίσασθαι. ὁ δὲ τῆς διανοίας ἐπαινέσας τὸν ἄνδρα· οὓς μὲν ἐγώ, ἔφησεν, σὺν τοῖς ἐμοῖς υἱέσι τῶν αἰχμαλώτων ἀπέλαχον, τούτους σοι πάντας ἀφίημι· ἣν δὲ τὸ πλῆθος αὐτῶν κατενείματο μοῖραν, τούτους σοὶ μὲν ἐξέσται παρ' ἑκόντων, εἰ βούλει, πρίασθαι τῶν ἐχόντων, αὐτὸς δ' ἂν οὐ δυναίμην οὐκ ἐθέλοντας ταῦτα τοὺς εἰληφότας βιάσασθαι. ἐνταῦθα ὁ Σευῆρος ἀπέλυσε μὲν προῖκα οὓς αὐτὸς εἶχεν ὁ Βάνδιλος· ἃ δὲ εἶχε χρήματα καὶ ἐσθῆτας καὶ σκεύη πάντα ὑπὸ κήρυκι δημοσίᾳ πωλήσας τούτοις ὅσους ἴσχυσε τῶν αἰχμαλώτων ἐπρίατο.
3.1.12
Ὅτι πάλιν οἱ Ἄβαροι τὰς συνθήκας οὐ μετ' οὐ πολὺ διέχεον τήν τε ὁμαιχμίαν ἐς τὸ φανερὸν ἀνδραποδίζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ' ἀναίνομαι. Σκύθης ἀνὴρ Βολοκαλάβρα τὴν ἐπωνυμίαν περιαγόμενος οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα. παρευνάζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτοπήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων ἄνδρας ζʹ τὴν φυγὴν 223 ἐπὶ τὸ ἀρχέγονον ἐποιεῖτο φῦλον. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τὴν ἕω, Περσῶν πλησιόχωροι, οὓς καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν Ἴστρον, ἐπὶ τὴν Λιβίδινον πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν Ῥωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ Ἴστρου τό τε γένος ἐδήλου καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ Ῥωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργίτα τοῦ βασιλικοῦ ἐπιβαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦτον παρὰ Ῥωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ ἀν' ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν Ἀβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτας ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπειλεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι. οἱ δ' ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν τε Ῥατηρίαν καὶ Βονώνειαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Σαλπάδα καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον. πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσαντο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγώνιστον κακὸν τῇ ῥαθυμίᾳ παρέχεται.
3.1.13
Ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ, Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρ' αὑτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον. ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον ἑτοίμως συνεχώρησεν. ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον. ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν. ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίων φίλοι δυσχερῶς ἔφερον προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων· σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιπ 234 πος μένῃ παρὰ πλευρὰν συνεπισχύων ἀεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν. διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν. συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθ' αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων. ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν· καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ. τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ.
3.1.14
Ὅτι Καῖσαρ Ὑρκανὸν ἀποδείκνυσιν ἀρχιερέα, Ἀντιπάτρῳδὲ ἀφίησι δυναστείαν, ἣν αὐτὸς προαιρεῖται. ταύτην δὲ ἐπ' αὐτῷ ποιησάμενος τὴν κρίσιν ἐπίτροπον αὐτὸν ἀποδείκνυσι τῆς Ἰουδαίας. ἐπιτρέπει δὲ καὶ Ὑρκανῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη ταύτην αἰτησαμένῳ τὴν χάριν· ἔτι γὰρ ἔρριπτο, καταβαλόντος αὐτὰ Πομπηίου· ἐπιστέλλει δὲ τοῖς ὑπάτοις εἰς Ῥώμην ἀναγράψαι ἐν τῷ Καπιτωλίῳ. τὸ δὲ γενόμενον ὑπὸ τῆς συγκλήτου δόγμα τοῦτον ἔχει τὸν τρόπον· Λεύκιος Οὐαλέριος Λευκίου υἱὸς στρατηγὸς συνεβουλεύσατο τῇ συγκλήτῳ ἐν τῷ τῆς Ὁμονοίας ναῷ. γραφομένῳ δὲ τῷ δόγματι παρῆσαν πλεῖστοι. περὶ ὧν Ἀλέξανδρος καὶ Νουμήνιος Ἰουδαίων πρεσβευταί, ἄνδρες ἀγαθοὶ καὶ σύμμαχοι, διελέχθησαν ἀνανεούμενοι τὰς προϋπηργμένας πρὸς Ῥωμαίους χάριτας καὶ τὴν φιλίαν, καὶ ἀσπίδα χρυσῆν σύμβολον τῆς συμμαχίας γενομένην ἀνήνεγκαν ἀπὸ χρυσῶν μυριάδων εʹ, καὶ γράμματα αὐτοῖς ἠξίωσαν δοθῆναι πρός τε τὰς αὐτονομουμένας πόλεις καὶ τοὺς βασιλεῖς ὑπὲρ τοῦ τὴν χώραν αὐτῶν καὶ τοὺς λιμένας ἀδείας τυγχάνειν καὶ μηδένα ἀδικεῖσθαι. ἔδοξε γὰρ συνθέσθαι φιλίαν καὶ χάριτας πρὸς αὐτούς, καὶ ὅσων ἐδεήθησαν τυχεῖν ταῦτα αὐτοῖς παρασχεῖν καὶ τὴν κομισθεῖσαν ἀσπίδα προσδέξασθαι. ταῦτα ἐγένετο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως καὶ ἐθνάρχου.
3.1.15
Ὅτι Ἀλλάριχος ὁ τύραννος πολλὰ ληισάμενος καὶ τὰς τῆς Παιονίας ἐσχατιὰς διαβὰς ἐκ τοῦ Νωρικοῦ πρὸς Στελίχωνα πρεσβείαν ἐκπέμπει χρήματα αἰτῶν ὑπέρ τε τῆς ἐν ταῖς Ἠπείροις τριβῆς, ἣν ἔλεγεν αὑτῷ Στελίχωνι πεισθέντι γενέσθαι, καὶ τῆς εἰς τὴν Ἰταλίαν καὶ τὸ Νωρικὸν εἰσβολῆς. ὁ δὲ Στελίχων τὴν πρεσβείαν δεξάμενος καὶ ἐν τῇ Ῥαουβένῃ τοὺς πρέσβεις ἐάσας εἰς τὴν Ῥώμην ἀφίκετο κοινώσασθαι τῷ βασιλεῖ καὶ τῇ γερουσίᾳ περὶ τοῦ πρακτέου βουλόμενος. συνελθούσης δὲ τῆς γερουσίας εἰς τὰ βασίλεια, καὶ βουλῆς περὶ τοῦ πολεμεῖν ἢ μὴ προτεθείσης, ἡ μὲν τῶν πλειόνων εἰς τὸ πολεμεῖν ἐφέρετο γνώμη, μόνος δὲ Στελίχων σὺν ὀλίγοις, ὅσοι φόβῳ συγκατετίθεντο, τὴν ἐναντίαν ἐχώρουν εἰρήνην πρὸς Ἀλλάριχον ποιεῖσθαι ψηφιζόμενοι. τῶν δὲ τὸν πόλεμον αἱρουμένων ἀπαιτούντων Στελίχωνα λέγειν, ἀνθ' οὗ τὸ μὴ πολεμεῖν μᾶλλον ἀλλ' εἰρήνην αἱρεῖται καὶ ταύτην ἐπ' αἰσχύνῃ τοῦ Ῥωμαίων ἀξιώματος ἀνέχεται χρημάτων ὠνήσασθαι, διὰ γὰρ τὸ τῷ βασιλεῖ συνοῖσον, ἔφη, τοσοῦτον ἐν ταῖς Ἠπείροις ἐνδιέτριψε χρόνον, ὡς ἂν ἅμα οἱ τῷ τῆς ἑῴας βασιλεύοντι πολεμήσας Ἰλλυριοὺς ἐκείνης παρέληται τῆς ἀρχῆς καὶ τῇ Ὀνωρίου προσθείη. τοῦτο δ' ἂν εἰς ἔργον ἤδη προῆλθεν, εἰ μὴ τοῦ βασιλέως Ὀνωρίου φθάσαντα γράμματα τὴν ἐπὶ τὴν ἑῴαν αὐτοῦ ἔλασιν διεκώλυσεν. ἣν ἐχόμενον Ἀλλάριχον αὐτόθι χρόνον δαπανῆσαι πολύν. καὶ ταῦτα λέγων ὁ Στελίχων ἅμα καὶ τὴν ἐπιστολὴν ἐδείκνυ καὶ τὴν Βερήναν αἰτίαν ἔλεγεν εἶναι τὴν ἀμφοτέρων τῶν βασιλέων ὁμόνοιαν ἀδιάφθορον φυλάττεσθαι βουλομένην. πᾶσι τοίνυν δόξαντος δίκαια λέγειν Στελίχωνος, ἐδόκει τῇ γερουσίᾳ χρυσίου τετρακοσίας ὑπὲρ τῆς εἰρήνης Ἀλλαρίχῳ δίδοσθαι λίτρας, τῶν πλειόνων οὐ κατὰ προαίρεσιν ἀλλὰ τῷ Στελίχωνος φόβῳ ψηφισαμένων, ὥστε ἀμέλει Λαμπάδιος γένους καὶ ἀξιώματος εὖ ἔχων πατρίῳ φωνῇ τούτῳ ὑποφθεγξάμενος ὃ δηλοῖ δουλείαν μᾶλλον ἤπερ εἰρήνην εἶναι τὸ πραττόμενον, ἅμα τῷ λυθῆναι τὸν σύλλογον δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν παρρησίαν εἴς τινα πλησιάζουσαν τῶν χριστιανῶν ἀπέφυγεν ἐκκλησίαν. καὶ ὁ Στελίχων τὴν πρὸς 379 Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο τοῖς αὐτῷ δόξασι τέλος ἐπιθήσων.
3.1.16
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἡνίκα Μάξιμος ὁ τύραννος ἐπανέστη, πρεσβεία Περσῶν παρῆν εἰρήνην παρὰ τοῦ βασιλέως αἰτοῦσα.
3.1.17
Ὅτι Δεκέβαλος ὁ Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος· ἐφ' ὃν ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν ὁ Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκεβάλῳ ἑκάστου ἔτους τελεῖν, 391 εἰρήνην πρὸς αὐτὸν τίθεσθαι· εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι κακά.
3.1.18
Ὅτι οἱ παρὰ Νάβιδος καὶ Φλαμινίου πεμφθέντες εἰς Ῥώμην πρεσβευταὶ περὶ τῶν συνθηκῶν ἐπεὶ διελέχθησαν τῇ συγκλήτῳ περὶ ὧν τὰς ἐντολὰς εἶχον, ἔδοξε τῇ γερουσίᾳ βεβαιοῦν τὰς ὁμολογίας καὶ τὰς φρουρὰς τὰς ἐκ τῆς Ἑλλάδος καὶ τὰς στρατείας ἀπάγειν. ὁ δὲ Φλαμίνιος ἀκούσας τὰ διῳκημένα πανταχόθεν τοὺς ἀρίστους τῶν Ἑλλήνων μετεπέμψατο καὶ συναγαγὼν ἐκκλησίαν τὰς τῶν Ῥωμαίων εἰς τοὺς Ἕλληνας εὐεργεσίας ἀνενεώσατο καὶ περὶ τῶν κατὰ τὸν Νάβιν ἀπελογεῖτο, διότι κατὰ τὸ δυνατὸν πεποιήκασι, καὶ ὅτι κατὰ τὴν τοῦ δήμου προαίρεσιν ἅπαντες οἱ τὴν Ἑλλάδα κατοικοῦντες ὦσιν ἐλεύθεροι καὶ ἀφρούρητοι καὶ τὸ μέγιστον τοῖς ἰδίοις νόμοις πολιτευόμενοι. ᾐτήσατο δὲ παρὰ τῶν Ἑλλήνων χάριν ὅπως τοὺς δουλεύοντας παρ' αὐτοῖς Ἰταλιώτας ἀναζητήσαντες ἀποστείλωσιν ἐν ἡμέραις τριάκοντα. ὃ καὶ γέγονεν.
3.1.19
Ὅτι οἱ Καρχηδόνιοι φοβηθέντες μὴ ἁλῶσι προεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραχρῆμα δεινὸν ὑπεκφύγωσιν. ἐπειδή τε οὐκ ἠθέλησαν Σικελίας τε πάσης καὶ Σαρδοῦς ἀποστῆναι καὶ τοὺς μὲν τῶν Ῥωμαίων αἰχμαλώτους προῖκα ἀφεῖναι, τοὺς δὲ σφετέρους λύσασθαι, τά τε δαπανηθέντα τοῖς Ῥωμαίοις ἐς τὸν πόλεμον πάντα διαλῦσαι καὶ χωρὶς ἄλλα καθ' ἕκαστον ἔτος συντελεῖν, οὐδὲν ἤνυσαν. 411 πρὸς γὰρ δὴ τοῖς εἰρημένοις καὶ ἐκεῖνα αὐτοὺς ἐλύπει, ὅτι μήτε πολεμεῖν [τὸ] μήτε συμβαίνειν ἄνευ τῶν Ῥωμαίων, καὶ αὐτοὶ μὲν μὴ πλείοσι μιᾶς ναυσὶ μακραῖς χρῆσθαι, ἐκείνοις δὲ πεντήκοντα τριήρεσιν ἐπικουρεῖν ὁσάκις ἂν ἐπαγγελθῇ σφίσιν, ἄλλα τέ τινα οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. ἐξ οὖν τούτων ἅλωσιν σφῶν ἀκριβῆ τὰς σπονδὰς νομίσαντες ἔσεσθαι, πολεμεῖν αὐτοῖς μᾶλλον εἵλοντο.
3.1.20
Ὅτι λογιζόμενος ὁ Χοσρόης ὡς οὐχ οἷόν τε αὐτῷ ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσθαι, τῶν μὲν τῆς θαλάσσης κρατούντων καὶ ἅπαντα, ὧν ἂν δέοιντο, ῥᾳδίως ἐνθένδε μεταπεμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καὶ ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὑποζυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ ἐπισκοπῶν ἔγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπὶ πλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη ἀτελὴς καὶ οἷον σκάζουσα διαμένοι, ἀλλ' ὁμοίως ἁπανταχοῦ ἐπιρρωσθείη. καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἄνδρα Πέρσην τῶν σφόδρα παρ' αὐτοῖς λογιμωτάτων, ὄνομα αὐτῷ Ζίχ. οὗτος ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοεν· καὶ πέρας ἐς τόδε ξυνηλθέτην ἐφ' ᾧ Ῥωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Λαζῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἴτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ' ἑαυτῶν καὶ ἥκιστα κατ' ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖζον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον συμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος ἀπενόστησεν ἐς τὰ οἰκεῖα. οὕτω μὲν οὖν τὰ μεγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξυγκείμενον τὰ ὅπλα ἔθεντο καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τό γε ἐπ' ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. Τέλος τῆς ἱστορίας Ἀγαθίου σχολαστικοῦ./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Μενάνδρου.*/
3.1.21
Ὅτι ἐπεὶ οἱ ἄρχοντες Ἀντῶν ἀθλίως διετέθησαν καὶ παρὰ τὴν σφῶν αὐτῶν ἐλπίδα ἐπεπτώκεσαν, αὐτίκα οἱ Ἄβαροι ἔκειρόν τε τὴν γῆν καὶ ἐληίζοντο τὴν χώραν. πιεζόμενοι δ' οὖν ταῖς τῶν πολεμίων ἐπιδρομαῖς οἱ Ἄνται ἐπρεσβεύσαντο ὡς αὐτούς, Μεζάμηρον τὸν Ἰδαριζίου Κελαγάστου ἀδελφὸν ἐπὶ τὴν πρεσβείαν χειροτονήσαντες, ἐδέοντό τε πρίασθαι τῶν τινας τοῦ οἰκείου φύλου δοριαλώτων. καὶ τοίνυν Μεζάμηρος ὁ πρεσβευτής, στωμύλος τε ὢν καὶ ὑψαγόρας, ὡς Ἀβάρους ἀφικόμενος ἀπέρριψε ῥήματα ὑπερήφανά τε καὶ θρασύτερά πως. ταῦτά τοι ὁ Κοτράγηρος ἐκεῖνος, ὁ τοῖς Ἀβάροις ἐπιτήδειος, ὁ κατὰ Ἀντῶν τὰ ἔχθιστα βουλευσάμενος, ἐπεὶ ὁ Μεζάμηρος ὑψηλότερον ἢ κατὰ πρεσβευτὴν διελέγετο, εἶπεν ὡς τὸν Χαγάνον· οὗτος ὁ ἀνὴρ μεγίστην ἐσότι περιβέβληται δύναμιν ἐν Ἄνταις οἷός τε πέφυκε κατὰ τῶν ὁπωσοῦν αὐτῷ πολεμίων ἀντιτάττεσθαι. δεῖ τοιγαροῦν ἀποκτανθῆναι τοῦτον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιδραμεῖσθαι τὴν ἀλλοτρίαν. τούτῳ πεισθέντες οἱ Ἄβαροι, παρωσάμενοι τὴν τῶν πρέσβεων αἰδῶ ἐν οὐδενί τε λόγῳ θέμενοι τὴν δίκην ἀναιροῦσι τὸν Μεζάμηρον. ἐξ ἐκείνου πλέον ἢ πρότερον ἔτεμνον τὴν γῆν τῶν Ἀντῶν καὶ οὐκ ἀνίεσαν ἀνδραποδιζόμενοι ἄγοντές τε καὶ φέροντες.
3.1.22
Ὅτι Φιλιππικοῦ τοῦ γαμβροῦ Μαυρικίου στρατηγοῦντος, ἐπεὶ τῆς βασιλίδος ἐξεδήμησε πόλεως καὶ τῆς Ἀμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ Ῥωμαίοις χρήμασι τὰς σπονδὰς σφετερίσασθαι Μεβώδην τὸν σατράπην ὡς τὸν στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβώδης ὁ Πέρσης παρὰ τοὺς Ῥωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον. ὁπηνίκα δ' ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο· Ἄνδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρακότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐμιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος, ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀίδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐς ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ Ῥωμαῖοι, τὴν παρρησίαν πάλαι τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας 480 ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ Ῥωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι Ῥωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι Ῥωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος. Ἔτι τοίνυν παρατείνοντος τοῦ λόγου, τοῦ πρέσβεως Ῥωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρβάρου. ἐδόκουν γὰρ καὶ Ῥωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς Καρδαρίγαν ἐφενάκισαν. ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβώδῃ ῥήματα ἐς μέσον τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι' ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. ὁ δὲ βασιλεὺς τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας παραυτίκα ἀνεῖλε προστάγματι τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας Ῥωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτους πτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν στρατοπεδεύεται. οὕτω μὲν ἐσφρίγα ὁ πόλεμος.
3.1.23
Ὅτι οἱ Πέρσαι τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπευέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων.
3.1.24
Ὅτι παρὰ Ἀλέξανδρον ἧκεν αὖθις πρεσβεία Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης ξὺν τοῖς πρέσβεσιν, οἷς αὐτὸς ἐς Σκύθας ἔστειλεν. ὁ μὲν δὴ τότε βασιλεὺς τῶν Σκυθῶν, ὅτε οὗτοι ὑπ' Ἀλεξάνδρου ἐπέμποντο, τετελευτηκὼς ἐτύγχανεν, ἀδελφὸς δὲ ἐκείνου ἐβασίλευεν. ἦν δὲ ὁ νοῦς τῆς πρεσβείας ἐθέλειν ποιεῖν πᾶν τὸ ἐξ Ἀλεξάνδρου ἐπαγγελλόμενον Σκύθας· καὶ δῶρα ἔφερον Ἀλεξάνδρῳ παρὰ τοῦ βασιλέως τῶν Σκυθῶν, ὅσα μέγιστα νομίζεται ἐν Σκύθαις.
3.1.25
Ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥω 521 μαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλὸν δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν. καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο μήτ' ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτ' ἐπὶ τὸ ἡσσημένον στρατόπεδον. ἐδίδου δ' αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δ' ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων. οἱ δ' ἐνεδοίαζον ἐπὶ πλεῖστον τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας· ἠχθόμην, εἶπεν, ὅτι μὴ βλέπω, νῦν δ' ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθ' ὁρᾶν μήτ' ἀκούειν, οἳ δι' ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτ' ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν. ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας εἰσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν. καὶ ἡ βουλὴ ταῦθ' ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ. Λαβινίῳ δ' ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι. καὶ ὁ Κινέας ἔτι παρὼν καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφὰς λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος. οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα· καὶ γὰρ ὁ ἕτερος
3.1.26
Ὅτι ὁ Αὔγουστος ὁ τοῦ Ὀρέστου υἱὸς ἀκούσας Ζήνωνα πάλιν τὴν βασιλείαν ἀνακεκτῆσθαι τῆς ἕω τὸν Βασιλίσκον ἐλάσαντα, ἠνάγκασε τὴν βουλὴν ἀποστεῖλαι πρεσβείαν Ζήνωνι σημαίνουσαν, ὡς ἰδίας μὲν αὐτοῖς βασιλείας οὐ δέοι, κοινὸς δὲ ἀποχρήσει μόνος ὢν αὐτοκράτωρ ἐπ' ἀμφοτέροις τοῖς πέρασι. τὸν μέντοι Ὁδόαχον ὑπ' αὐτῶν προβεβλῆσθαι ἱκανὸν ὄντα σώζειν τὰ 571 παρ' αὐτοῖς πράγματα, πολιτικὴν ἔχοντα σύνεσιν ὁμοῦ καὶ μάχιμον· καὶ δεῖσθαι τοῦ Ζήνωνος πατρικίου τε αὐτῷ ἀποστεῖλαι ἀξίαν καὶ τὴν τῶν Ἰταλῶν τούτῳ ἐφεῖναι διοίκησιν. ἀφικνοῦνται δὴ ἄνδρες τῆς βουλῆς τῆς ἐν Ῥώμῃ τούτους εἰς Βυζάντιον κομίζοντες τοὺς λόγους, καὶ ταῖς αὐταῖς ἡμέραις ἐκ τοῦ Νέπωτος ἄγγελοι τῶν τε γεγενημένων συνησθησόμενοι τῷ Ζήνωνι καὶ δεόμενοι ἅμα ταῖς ἴσαις τῷ Νέπωτι συμφοραῖς χρησαμένῳ συσπουδάσαι προθύμως τῆς βασιλείας ἀνάκτησιν, χρήματά τε καὶ στρατὸν ἐπὶ ταῦτα διδόντα καὶ τοῖς ἄλλοις, οἷς δέοι, συνεκπονοῦντα τὴν κάθοδον. ταῦτά τε τοὺς λέξοντας ὁ Νέπως ἀπέστελλεν. Ζήνων δὲ τοῖς ἥκουσι τοῖς μὲν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο ταῦτα, ὡς δύο ἐκ τῆς ἕω βασιλέας λαβόντες τὸν μὲν ἐξεληλάκασιν, Ἀνθέμιον δὲ ἀπέκτειναν· καὶ νῦν τὸ ποιητέον αὐτοὺς ἔφη γινώσκειν· οὐ γὰρ ἂν βασιλέως ἔτι ὄντος ἑτέραν ἡγήσεσθαι γνώμην ἢ κατιόντα προσδέχεσθαι· τοῖς δὲ ἐκ τοῦ βαρβάρου ὅτι καλῶς πράξοι παρὰ τοῦ βασιλέως Νέπωτος τὴν ἀξίαν τοῦ πατρικίου δεξάμενος Ὁδόαχος· ἐκπέμψειν γὰρ αὐτόν, εἰ μὴ Νέπως ἐπεφθάκει. ἐπαινεῖν δὲ ὡς ἀρχὴν ἐπιδέδεικται ταύτην τοῦ τὸν κόσμον φυλάττειν τὸν τοῖς Ῥωμαίοις προσήκοντα, καὶ πιστεύειν ἐντεῦθεν ὡς καὶ τὸν βασιλέα τὸν ταῦτα τιμήσαντα καταδέξοιτο θᾶττον, εἰ ποιεῖν θέλοι τὰ δίκαια. καὶ βασίλειον γράμμα περὶ ὧν ἠβούλετο πέμπων τῷ Ὁδοάχῳ πατρίκιον ἐν τούτῳ τῷ γράμματι ἐπωνόμασε. ταῦτα δὲ συνεσπούδαζε τῷ Νέπωτι ὁ Ζήνων ἐκ τῶν ἑαυτοῦ κακῶν τὰ ἐκείνου οἰκτείρων καὶ τό γε κοινὸν τῆς τύχης εἰς ὑπόθεσιν ἔχων τῷ δυστυχοῦντι συνάχθεσθαι. ἅμα δὲ καὶ Βηρίνα συνεπώτρυνε τοῦτον τῇ Νέπωτος γυναικὶ συγγενεῖ οὔσῃ συσπεύδουσα.
3.1.27
Ὅτι μετὰ τὴν ἐν Χερρονήσῳ μάχην Ῥωμαίων πρὸς Οὔννους ἐγίνοντο καὶ αἱ συμβάσεις, Ἀνατολίου πρεσβευσαμένου. καὶ ἐπὶ τοῖσδε ἐσπένδοντο, ὅπως ἐκδοθεῖεν μὲν τοῖς Οὔννοις οἱ φυγάδες, καὶ ἓξ χιλιάδες χρυσίου λιτρῶν ὑπὲρ τῶν πάλαι συντάξεων δοθεῖεν αὐτοῖς· φόρον δὲ ἔτους ἑκάστου δισχιλίας καὶ ἑκατὸν λίτρας χρυσοῦ σφίσι τεταγμένον εἶναι· ὑπὲρ δὲ αἰχμαλώτου Ῥωμαίου φεύγοντος καὶ ἐς τὴν σφετέραν γῆν ἄνευ λύτρων διαβαίνοντος δώδεκα χρυσοῦς εἶναι ἀποτίμησιν, μὴ καταβάλλοντας δὲ τοὺς ὑποδεχομένους ἐκδιδόναι τὸν φεύγοντα· μηδένα δὲ βάρβαρον Ῥωμαίους κατὰ σφᾶς φεύγοντα δέχεσθαι. ταύτας προσεποιοῦντο 577 μὲν ἐθελονταὶ Ῥωμαῖοι τὰς συνθήκας τίθεσθαι· ἀνάγκῃ δὲ ὑπερβάλλοντι δέει, ὅπερ κατεῖχε τοὺς σφῶν ἄρχοντας, πᾶν ἐπίταγμα καίπερ ὂν χαλεπὸν τυχεῖν τῆς εἰρήνης ἐσπουδακότες ἠσμένιζον, καὶ τὴν τῶν φόρων σύνταξιν βαρυτάτην οὖσαν προσίεντο, τῶν χρημάτων αὐτοῖς καὶ τῶν βασιλικῶν θησαυρῶν οὐκ εἰς δέον ἐκδεδαπανημένων, ἀλλὰ περὶ θέας ἀτόπους καὶ φιλοτιμίας οὐκ εὐλόγους καὶ ἡδονὰς καὶ δαπάνας ἀνειμένας, ἃς οὐδεὶς τῶν εὖ φρονούντων οὐδὲ ἐν εὐπραγίαις ὑποσταίη, μήτι γε δὴ οἱ τῶν ὅπλων ὀλιγωρήσαντες, ὥστε μὴ μόνον Σκύθαις, ἀλλὰ γὰρ καὶ τοῖς λοιποῖς βαρβάροις τοῖς παροικοῦσι τὴν Ῥωμαίων ὑπακούειν ἐς φόρου ἀπαγωγήν. τούτων τῶν συντάξεων καὶ τῶν χρημάτων πέρι, ἅπερ ἔδει τοῖς Οὔννοις ἐκπέμπεσθαι, συνεισφέρειν πάντας ἠνάγκασαν δασμὸν εἰσπραττομένους καὶ τοὺς κατὰ χρόνον τινὰ τὴν βαρυτάτην κουφισθέντας τῆς γῆς ἀποτίμησιν εἴτε δικαστῶν κρίσει εἴτε βασιλέων φιλοτιμίαις. συνεισέφερον δὲ ῥητὸν χρυσίον καὶ οἱ ἐν τῇ γερουσίᾳ ἀναγεγραμμένοι ὑπὲρ τῆς σφῶν αὐτῶν ἀξίας. καὶ ἦν πολλοῖς ἡ λαμπρὰ τύχη βίου μεταβολή· ἐσεπράττοντο γὰρ μετὰ αἰκισμῶν ἅπερ ἕκαστον ἀπεγράψαντο οἱ παρὰ βασιλέως τοῦτο ποιεῖν ἐπιτεταγμένοι, ὥστε τὸν κόσμον τῶν γυναικῶν καὶ τὰ ἔπιπλα τοὺς πάλαι εὐδαίμονας προτιθέναι ἐν ἀγορᾷ. τοῦτο μὲν μετὰ τὸν πόλεμον τὸ κακὸν Ῥωμαίους ἐδέξατο, ὥστε πολλοὺς ἢ ἀποκαρτερήσαντας ἢ βρόχον ἁψαμένους τὸν βίον ἀπολιπεῖν. τότε δὲ ἐκ τοῦ παραχρῆμα τῶν θησαυρῶν ἐξαντληθέντων, τό τε χρυσίον καὶ οἱ φυγάδες ἐπέμποντο, Σκόττα ἐπὶ ταύτην τὴν πρᾶξιν ἀφιγμένου· ὧν πλείστους Ῥωμαῖοι ἀπέκτειναν ἀπειθοῦντας πρὸς τὴν ἔκδοσιν, ἐν οἷς καὶ τῶν βασιλικῶν ὑπῆρχον Σκυθῶν, οἳ ὑπὸ Ἀττήλᾳ τάττεσθαι ἀνηνάμενοι παρὰ Ῥωμαίους ἀφίκοντο. τοῖς δὲ αὑτοῦ ὁ Ἀττήλας προστιθεὶς ἐπιτάγμασι καὶ Ἀσημουντίους ἐκέλευσεν ἐκδιδόναι ὅσους αἰχμαλώτους ὑπῆρχον ἔχοντες εἴτε Ῥωμαίους εἴτε βαρβάρους. Ἀσημοῦς δέ ἐστι φρούριον καρτερόν, οὐ πολὺ μὲν ἀπέχον τῆς Ἰλλυρίδος, τῷ δὲ Θρᾳκίῳ προσκείμενον μέρει· ὅπερ οἱ ἐνοικοῦντες ἄνδρες πολλὰ δεινὰ τοὺς ἐχθροὺς εἰργάσαντο, οὐκ ἀπὸ τειχῶν ἀμυνόμενοι, ἀλλ' ἔξω τῆς τάφρου μάχας ὑφιστάμενοι πρός τε ἄπειρον πλῆθος καὶ στρατηγοὺς μέγιστον παρὰ Σκύθαις ἔχοντας κλέος, ὥστε τοὺς μὲν Οὔννους ἀπορρεύσαντας τοῦ φρουρίου 578 ὑπαναχωρῆσαι, τοὺς δὲ ἐπεκτρέχοντας καὶ περαιτέρω τῶν οἰκείων γινομένους, ἡνίκα ἀπήγγελλον αὐτοῖς οἱ σκοποὶ διιέναι τοὺς πολεμίους λείαν Ῥωμαϊκὴν ἀπάγοντας, ἀδοκήτοις τε ἐμπίπτειν καὶ σφέτερα τὰ ἐκείνων ποιεῖσθαι λάφυρα, πλήθει μὲν λειπομένους τῶν ἀντιπολεμούντων, ἀρετῇ δὲ καὶ ῥώμῃ διαφέροντας. πλείστους τοίνυν οἱ Ἀσημούντιοι ἐν τῷδε τῷ πολέμῳ Σκύθας μὲν ἀπέκτειναν, Ῥωμαίους δὲ ἠλευθέρωσαν, τοὺς δὲ καὶ ἀποδράσαντας τῶν ἐναντίων ἐδέξαντο. οὐκ ἀπάγειν οὖν ἔφη ὁ Ἀττήλας τὸν στρατὸν οὐδὲ ἐπικυροῦν τὰς τῆς εἰρήνης συνθήκας, εἰ μὴ ἐκδοθεῖεν οἱ παρ' ἐκείνους καταφυγόντες Ῥωμαῖοι ἢ καὶ ὑπὲρ αὐτῶν δοθεῖεν ἀποτιμήσεις, ἀφεθείησαν δὲ καὶ οἱ παρὰ Ἀσημουντίων ἀπαχθέντες αἰχμάλωτοι βάρβαροι. ἀντιλέγειν δὲ αὐτῷ ὡς οὐχ οἷός τε ἦν οὔτε Ἀνατόλιος πρεσβευόμενος οὔτε Θεόδουλος ὁ τῶν στρατιωτικῶν κατὰ τὸ Θρᾴκιον ταγμάτων ἡγούμενος, (οὔτε γὰρ ἔπειθον οὔτε τὰ εὔλογα προτείνοντες, τοῦ μὲν βαρβάρου τεθαρρηκότος καὶ προχείρως ἐς τὰ ὅπλα ὁρμῶντος, αὐτῶν δὲ κατεπτηχότων διὰ τὰ προϋπάρξαντα) γράμματα παρὰ τοὺς Ἀσημουντίους ἔστελλον ἢ ἐκδιδόναι τοὺς παρ' αὐτοὺς καταφυγόντας αἰχμαλώτους Ῥωμαίους, ἢ ὑπὲρ ἑκάστου δώδεκα τιθέναι χρυσοῦς, διαφεθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους Οὔννους. οἱ δὲ τὰ αὐτοῖς ἐπεσταλμένα ἀναγνόντες ἔφασαν τοὺς μὲν παρ' αὐτοὺς καταφυγόντας Ῥωμαίους ἀφεῖναι ἐπ' ἐλευθερίᾳ, Σκύθας δὲ ὅσους αἰχμαλώτους ἔλαβον ἀνῃρηκέναι, δύο δὲ συλλαβόντας ἔχειν διὰ τὸ καὶ τοὺς πολεμίους μετὰ τὴν γενομένην ἐπὶ χρόνον πολιορκίαν ἐξ ἐνέδρας ἐπιθεμένους τῶν πρὸ τοῦ φρουρίου νεμόντων παίδων ἁρπάσαι τινάς, οὓς εἰ μὴ ἀπολάβοιεν, οὐδὲ σφᾶς τοὺς νόμῳ πολέμου κτηθέντας ἀποδώσειν. ταῦτα ἀπαγγειλάντων τῶν παρὰ τοὺς Ἀσημουντίους ἀφιγμένων, τῷ τε Σκυθῶν βασιλεῖ καὶ τοῖς Ῥωμαίοις ἄρχουσιν ἐδόκει μὲν ἀναζητεῖσθαι οὓς οἱ Ἀσημούντιοι ἔφασαν ἡρπάσθαι παῖδας, οὐδενὸς δὲ φανέντος, οἱ παρὰ τοῖς Ἀσημουντίοις βάρβαροι ἀπεδόθησαν, πίστεις τῶν Σκυθῶν δόντων ὡς παρ' αὐτοῖς οἱ παῖδες οὐκ εἴησαν. ἐπωμνύοντο δὲ καὶ οἱ Ἀσημούντιοι, ὡς οἱ παρὰ σφᾶς καταφυγόντες Ῥωμαῖοι ἐπ' ἐλευθερίᾳ ἀφείθησαν. ὤμνυον δέ, καίπερ παρὰ σφίσιν ὄντων Ῥωμαίων· οὐ γὰρ ἐπίορκον ᾤοντο ὅρκον ὀμνύναι ἐπὶ σωτηρίᾳ τῶν ἐκ τοῦ σφετέρου γένους ἀνδρῶν.
3.1.28
Ὅτι μετὰ τὴν Ἰουλιανοῦ τῆς βασιλείας ἀναγόρευσιν πρεσβεῖαι πανταχόθεν συνέβαινον καὶ στέφανοι πολλοὶ χρυσοῖ [οἳ] αὐτῷ παρὰ τῶν ἐθνῶν ἀνεκομίζοντο. ἐνταῦθα καὶ οἱ τὴν Ἰωνίαν οἰκοῦντες ἔτυχον ὅσων ἐδεήθησαν, καὶ πλειόνων ἢ ἐλασσόνων, 594 Λυδοὶ δὲ καὶ εὐχῆς κρεῖττον ἔπραττον, Εὐναπίου μὲν τοῦ ῥήτορος ὑπὲρ αὐτῶν πρεσβεύοντος, εὐημερήσαντος δὲ οὕτω κατὰ τὴν πρεσβείαν ὥστε καὶ δίκῃ τινὶ περιμαχήτῳ συνειπεῖν, ᾗ ὁ βασιλεὺς αὐτὸν ἐκέλευεν· ὁ δὲ ἐνίκα καὶ τὴν δίκην. καὶ ἐκ Κλαζομενῶν δὲ Πείσων εὐδοκίμει λέγων.

Intertext edge

Open linked passage

Note