De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. τούτους μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει διέφθειραν, οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην.
40.1.2
Ὅτι ὁ Τίτος τῷ τῶν Ἰουδαίων πολέμῳ προσταχθεὶς 424 ἐπεχείρησε μὲν αὐτοὺς λόγοις τισὶ καὶ ἐπαγγελίαις προσποιήσασθαι, μὴ πεισθεῖσι δὲ ἐπολέμει. καὶ μάχαις ταῖς μὲν πρώταις ἀγχώμαλα ἀγωνισάμενος, εἶτα κρατήσας ἐπολιόρκει τὰ Ἱεροσόλυμα. ἦν δὲ τρία αὐτοῖς σὺν τῷ τοῦ νεὼ περιβόλῳ τείχη. οἵ τε οὖν Ῥωμαῖοι χώματά τε πρὸς τὸ τεῖχος ἐχώννυσαν καὶ μηχανήματα προσῆγον, τούς τε ἐπεκθέοντας ὁμόσε ἰόντες ἀνέστελλον, καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐπόντας σφενδόναις καὶ τοξεύμασιν ἀνεῖργον· συχνοὺς γὰρ καὶ παρὰ βαρβάρων τινῶν βασιλέων πεμφθέντας εἶχον· καὶ οἱ Ἰουδαῖοι πολλοὶ μὲν αὐτόθεν, πολλοὶ δὲ καὶ παρὰ τῶν ὁμοήθων, οὐχ ὅτι ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἀλλὰ καὶ ἐκ τῶν πέραν Εὐφράτου, προσβεβοηθηκότες βέλη τε καὶ αὐτοὶ καὶ λίθους, τοὺς μὲν ἐκ χειρός, τοὺς δὲ καὶ μηχαναῖς, σφοδρότερον ἅτε καὶ ἀφ' ὑψηλοῦ, ἔπεμπον, καὶ ἐπεξιόντες, ᾗ καιρὸς ἦν, νυκτός τε καὶ ἡμέρας τὰς μηχανὰς ἐνεπίμπρασαν, συχνοὺς τ' ἀπεκτίννυσαν, τόν τε χοῦν ὑπορύσσοντες ὑπὸ τὸ τεῖχος ὑφεῖλκον, καὶ τοὺς κριοὺς τοὺς μὲν βρόχοις ἀνέκλων, τοὺς δὲ ἁρπάγαις ἀνέσπων, ἑτέρων τὰς προσβολὰς σανίσι παχείαις συμπεπηγμέναις τε καὶ σεσιδηρωμέναις, ἃς πρὸ τοῦ τείχους καθίεσαν, ἀπέστρεφον. τὸ δὲ δὴ πλεῖστον οἱ Ῥωμαῖοι τῇ ἀνυδρίᾳ ἐκακοπάθουν καὶ φαῦλον καὶ πόρρωθεν ὕδωρ ἐπαγόμενοι. οἱ δὲ Ἰουδαῖοι διὰ τῶν ὑπονόμων ἴσχυον· ὀρωρυγμένους τε γὰρ αὐτοὺς ἔνδοθεν ὑπὸ τὰ τείχη μέχρι πόρρω τῆς χώρας εἶχον, καὶ δι' αὐτῶν διεξιόντες τοῖς τε ὑδρευομένοις ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλυμαίνοντο· οὓς ὁ Τίτος πάντας ἀπέφραξε. κἀν τοῖς ἔργοις τούτοις πολλοὶ ἐτιτρώσκοντο ἑκατέρων καὶ ἔθνησκον, καὶ ὁ Τίτος αὐτὸς λίθῳ τὸν ἀριστερὸν ὦμον ἐπλήγη, καὶ ἀπ' αὐτοῦ τὴν χεῖρα ἀσθενεστέραν εἶχεν. χρόνῳ δ' οὖν ποτε τοῦ ἔξω περιβόλου οἱ Ῥωμαῖοι ἐπέβησαν, ἐν μέσῳ δὲ τῶν δύο περιβόλων στρατοπεδευσάμενοι πρὸς τὸ ἕτερον τεῖχος προσέβαλλον, οὐ μέντοι καὶ ὁμοία ἡ πρόσμιξις σφίσιν ἐγίγνετο· ἀναχωρήσαντες γὰρ ἐς ἐκεῖνο πάντες ῥᾷον, ἅτε καὶ ἐκ βραχυτέρας τῆς τοῦ κύκλου περιβολῆς, ἠμύνοντο. ὁ οὖν Τίτος κήρυγμα αὖθις ἄδειαν αὐτοῖς διδοὺς ἐποιήσατο. ἐκεῖνοί τε οὖν καὶ ὣς ἐκαρτέρουν, καὶ οἱ ἁλισκόμενοι οἵ τε αὐτομολοῦντες σφῶν τὸ ὕδωρ τῶν Ῥωμαίων λανθανόντως ἔφθειρον, καὶ τῶν ἀνθρώπων οὕς που μόνους ἀπο 425 λάβοιεν ἔσφαζον. ὁ δὲ Τίτος οὐκ ἔτ' οὐδένα αὐτῶν ἐδέχετο. κἀν τούτῳ καὶ τῶν Ῥωμαίων τινὲς ἀδημονήσαντες οἷα ἐν χρονίῳ πολιορκίᾳ καὶ προσυποτοπήσαντες ὅπερ ἐθρυλεῖτο, ἀπόρθητον ὄντως τὴν πόλιν εἶναι, μετέστησαν· καὶ αὐτοὺς ἐκεῖνοι, καίπερ σπανίζοντες τῆς τροφῆς, περιεῖπον ἐς ἐπίδειξιν τοῦ καὶ αὐτοὶ αὐτομόλους ἔχειν. διακοπέντος δὲ τοῦ τείχους μηχαναῖς κατὰ μὲν τοῦτο οὐδ' ὣς ἑάλωσαν, ἀλλὰ καὶ πάνυ πολλοὺς ἐσβιαζομένους ἀπέκτειναν· ἐμπρήσαντες δέ τινα τῶν ἐγγὺς οἰκοδομημάτων ὡς καὶ ἐκ τούτου τοὺς Ῥωμαίους περαιτέρω, κἂν τοῦ κύκλου κρατήσωσι, προελθεῖν κωλύσοντες, τό τε τεῖχος ἐλυμήναντο καὶ τὸν περίβολον τὸν περὶ τὸ τεμένισμα ἄκοντες συγκατέφλεξαν, καὶ ἀνεῴχθη ἡ ἔσοδος ἡ ἐπὶ τὸν νεὼν τοῖς Ῥωμαίοις. οὐ μὴν καὶ παραχρῆμα διὰ τὸ δεισιδαιμονῆσαι ἐσέδραμον, ἀλλ' ὀψέ ποτε, τοῦ Τίτου σφᾶς καταναγκάσαντος, εἴσω προεχώρησαν. καὶ αὐτοὺς οἱ Ἰουδαῖοι πολὺ προθυμότερον, ὥσπερ τι ἕρμαιον τὸ πρός τε τῷ ναῷ καὶ ὑπὲρ αὐτοῦ μαχόμενοι πεσεῖν εὑρηκότες, ἠμύνοντο, ὁ μὲν δῆμος κάτω ἐν τῷ προνάῳ, οἱ δὲ βουλευταὶ ἐν τοῖς ἀναβασμοῖς, οἵ θ' ἱερεῖς ἐν αὐτῷ τῷ μεγάρῳ τεταγμένοι. καὶ οὐ πρότερόν γε ἐνικήθησαν, καίπερ ὀλίγοι πρὸς πολλῷ πλείους μαχόμενοι, πρὶν ὑποπρησθῆναί τι τοῦ νεώ. τότε γὰρ ἐθελούσιοι οἱ μὲν ξίφεσι σφᾶς τοῖς τῶν Ῥωμαίων περιέπειρον, οἱ δὲ ἀλλήλους ἐφόνευον, ἄλλοι ἑαυτοὺς κατεχρῶντο, οἱ δὲ ἐς τὸ πῦρ ἐσεπήδων, καὶ ἐδόκει πᾶσι μέν, μάλιστα δὲ ἐκείνοις, οὐχ ὅτι ὄλεθρος, ἀλλὰ καὶ νίκη καὶ σωτηρία εὐδαιμονία τε εἶναι, ὅτι τῷ ναῷ συναπώλλυντο. ἑάλωσαν δ' οὖν καὶ ὣς ἄλλοι τε καὶ ὁ Βασπόρης, καὶ μόνος γε οὗτος ἐν τοῖς ἐπινικίοις ἐκολάσθη. οὕτω τὰ Ἱεροσόλυμα ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ, ἣν μάλιστα ἔτι καὶ νῦν σέβουσιν, ἐξώλετο.