Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν, οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων (προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπ' αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς), ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδ' ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὐτῶν χάριν. οὐ μὴν ἀλλ' ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τούτοις δυσαρέστησιν, ὁ δὲ Περσεὺς οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερεν, τὸ δὲ συνέχον ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας. διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου.
41.1.2
Ὅτι ὁ Δομιτιανὸς Κουάδους καὶ Μαρκομάννους ἀμύνασθαι, ὅτι μὴ ἐβοήθησάν οἱ κατὰ Δακῶν, ἠθέλησε καὶ ἦλθεν ἐς Παννονίαν σφίσι πολεμήσων, καὶ τοὺς πρεσβευτὰς τοὺς δευτέρους, οὓς ἔπεμψαν ὑπὲρ εἰρήνης, ἀπέκτεινεν.

Intertext edge

Open linked passage

Note