De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
458.1.1
θέντα με ἀπελεύσεσθαι. Βώνῳ δὲ τῷ στρατηγῷ καὶ τοῖς ὅσοι γε ἀμφ' αὐτὸν (ἦν δὲ ὁ τῆς πόλεως μέγιστος ἱερεύς) ἔδοξεν εὔλογον μὲν εἶναι τὸ προτεινόμενον· οὐδὲ γὰρ πλεῖστα ἐβούλετο κομίσασθαι, ἀλλ' ἄχρι δίσκου ἑνὸς ἀργυροποιήτου καὶ ὀλίγου χρυσίου, ἔτι γε μὴν καὶ ἀμπεχονίου Σκυθίου. πλὴν ἐδεδίεσαν οἱ περὶ Βῶνον ἰδιοβουλῆσαι καὶ οὐχὶ γνώμῃ τοῦ αὐτοκράτορος ἅπαντα διαπράξασθαι. ἀντεσήμαναν τοιγαροῦν αὐτῷ ὡς· νῦν ἔχομεν βασιλέα φοβερόν τε καὶ ἐμβριθέστατον, καὶ οὐκ ἀνεξόμεθα οὐδὲ ὅσα οἷόν τέ ἐστι διαλαθεῖν αὐτὸν ἐπιτελέσαι αὐθαιρέτως, ἄλλως τε δὲ ἡμεῖς, ἅτε ἐν ἐκστρατεύματι τυγχάνοντες, οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, ἢ μόνον στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δήπου καὶ περιβεβλήμεθα, ἔτι τε τὰ ὅπλα. δωροφορῆσαι δὴ οὖν τῷ τῶν Ἀβάρων ἡγουμένῳ ἐξ ὧν ἐνταῦθα ἥκομεν ἔχοντες εὐτελῶν, ἄθρει, ὦ Χαγάνε, μὴ καὶ ὕβρις πέφυκέ τις. ἀξιότιμον δέ, καθὰ ἔφην, ὡδὶ οὐκ ἔχομεν· τὰ γὰρ τιμαλφέστερα τῶν ἐφοδίων ἡμῖν ἐν ἑτέροις ὑπάρχουσι τόποις καὶ ὡς πορρωτάτω ἡμῶν. εἰ οὖν ὁ καθ' ἡμᾶς αὐτοκράτωρ φιλοφρονήσεταί σε δώροις, οὐκ ὀκνήσομεν δήπου καὶ ἡμεῖς γεγηθότες τε καὶ τῷ βασιλεῖ ἑπόμενοι ταῦτα διαπράξασθαι, καθ' ὅσον οἷοί τέ ἐσμεν, ὥσπερ φίλῳ προσφερόμενοι καὶ ὁμοδούλῳ. πρὸς ταῦτα ἀγανακτήσας ὁ Βαιανὸς σὺν ὅρκῳ ἠπείλησεν ἦ μὴν στράτευμα ἐκπέμψειν τὴν Ῥωμαίων ἐπιδραμούμενον. καὶ δὴ τοῦ στρατηγοῦ κατάδηλον αὐτῷ πεποιηκότος, ὡς ἐξέσται μέν οἱ ποιεῖν ὅσα ἂν δυνήσοιτο, εἰδέναι δὲ ὡς οὐ πάντως ἐπ' ἀγαθῷ τῶν στελλομένων ἔσται ἡ ἐπιδρομή, αὐτὸς ἔφη ὅτι· τοιούτους ἐπαφήσω τῇ Ῥωμαϊκῇ ὡς, εἰ καὶ συμβαίη γε σφίσι θανάτῳ ἁλῶναι, ἀλλ' ἔμοιγε μὴ γενέσθαι τινὰ συναίσθησιν. καὶ δὴ παρεκελεύσατο δέκα χιλιάδας τῶν Κοτριγούρων λεγομένων Οὔννων διαβῆναι τὸν Σάον ποταμὸν καὶ δῃῶσαι τὰ ἐπὶ Δελματίαν, αὐτὸς δὲ ξὺν πάσῃ τῇ κατ' αὐτὸν πληθύϊ διελθὼν τὸν Ἴστρον ἐς τὰ τῶν Γηπαίδων διέτριβεν ὅρια.