Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1.1
Ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν. Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσι προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας 295 εἰς τὴν Ῥώμην, ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τε ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν. προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων ἐγένοντο περὶ τὴν ἐκδημίαν. καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατ' ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν· καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν. οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο, καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, δι' ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης. ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη, διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.
46.1.2
Ὅτι ὁ Δεκέβαλος ἐπεπόμφει μὲν καὶ πρὸς τῆς ἥττης πρέσβεις, οὐκ ἔτι τῶν κομητῶν ὥσπερ πρότερον, ἀλλὰ τῶν πιλοφόρων τοὺς ἀρίστους. καὶ ἐκεῖνοι τά τε ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐς τὴν γῆν καταβαλόντες ἐδεήθησαν τοῦ Τραιανοῦ μάλιστα μὲν αὐτῷ τῷ Δεκεβάλῳ καὶ ἐς ὄψιν καὶ ἐς λόγους αὐτοῦ ἐλθεῖν, ὡς καὶ πάντα τὰ κελευσθησόμενα ποιήσοντι, ἐπιτραπῆναι, εἰ δὲ μή, σταλῆναί γέ τινα τὸν συμβησόμενον αὐτῷ. καὶ ἐπέμφθη ὁ Σούρας καὶ Κλαύδιος Λιβιανὸς ὁ ἔπαρχος, ἐπράχθη δὲ οὐδέν· ὁ γὰρ Δεκέβαλος οὐδὲ ἐκείνοις ἐτόλμησε συμμῖξαι, ἔπεμψε δὲ καὶ τότε. ὁ δὲ Τραιανὸς ὄρη τε ἐντετειχισμένα ἔλαβε καὶ ἐν αὐτοῖς τά τε ὅπλα τά τε μηχανήματα τὰ αἰχμάλωτα τό τε σημεῖον τὸ ἐπὶ τοῦ Φούσκου ἁλὸν εὗρε. δι' οὖν ταῦτα ὁ Δεκέβαλος, ἄλλως τε καὶ ἐπειδὴ ὁ Μάξιμος ἐν τῷ αὐτῷ χρόνῳ τήν τε ἀδελφὴν αὐτοῦ καὶ χωρίον τι ἰσχυρὸν εἷλεν, οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλ' ἵν' ἐκ τῶν παρόντων ἀναπνεύσῃ. τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύ 427 ματα καθελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, καὶ προσέτι τούς τε αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ μήτ' αὐτομόλων τινὰ ὑποδέχεσθαι μήτε στρατιώτῃ τινὶ ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς χρῆσθαι (τοὺς γὰρ πλείστους τούς τε ἀρίστους ἐκεῖθεν ἀναπείθων προσεποιεῖτο) καὶ ἄκων ὡμολόγησε πρός τε τὸν Τραιανὸν ἐλθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτὸν καὶ τὰ ὅπλα ἀπορρίψας. καὶ πρέσβεις ἐπὶ τούτοις ἐς τὸ βουλευτήριον ἔπεμψεν, ὅπως καὶ παρ' ἐκείνου τὴν εἰρήνην βεβαιώσηται. ταῦτα συνθέμενος καὶ τὸ στρατόπεδον ἐν Ζερμιζεγεθούσῃ καταλιπών, τήν τε ἄλλην χώραν φρουραῖς διαλαβών, ἐς Ἰταλίαν ἀνεκομίσθη.

Intertext edge

Open linked passage

Note