De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
477.1.1
σπονδῶν. καὶ ὁ μὲν Βαιανὸς ἔφασκε δεῖν ὑπείκειν οἱ Ῥωμαίους ἀμαχητὶ τοῦ Σιρμίου, οἷα δὴ τὸ λοιπὸν μηδεμιᾶς ὑπολελειμμένης μηχανῆς ἐς τὸ μὴ ἁλῶναι τὸ ἄστυ· πρὸς τῷ καὶ χήτει τῶν ἀναγκαίων θᾶττον ὑποβληθήσεσθαι, τοῦτο μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν κεκωλυμένης αὐτῇ τῆς σιτοπομπίας, τοῦτο δὲ καὶ τῆς τῶν Ἀβάρων δυνάμεως τῷ πολέμῳ μὴ ὑποχαλώσης, ἄχρις οὗ ὑποχείριον ποιήσοιντο τὴν πόλιν. προυβάλλετο δὲ καί τινα εὐπρόσωπον αἰτίαν τοῦ ἱμείρειν δεσπόσαι τοῦ ἄστεος, διὰ τὸ μὴ αὐτομόλους ἐκ τῆς Ἀβαρικῆς στρατιᾶς, ἀγχιθύρου οὔσης τῆς πόλεως, ἑαυτοὺς ἐνδιδόναι Ῥωμαίοις. τούτων οἱ διειλεγμένων, ἀντεῖπε Θέογνις ὡς πρῶτον μὲν οὐδὲ αὐτὸς ἐνδώσοι τῷ πολέμῳ πρότερον ἢ τὸ Ἀβαρικὸν ἐνδοῦναι, ἄλλως τε μὴ ἐλπίζειν τὸν Βαιανὸν τοιούτους εὑρήσειν Ῥωμαίους ὁποίους καὶ βούλεται. ταῦτα αὐτῶν καὶ τὰ τοιαῦτα ἀποφηναμένων καὶ ξυμφωνησάντων οὐδαμῶς πρὸς εἰρήνην, διαρρήδην Θέογνις ἀπειρηκὼς τῶν σπονδῶν ἔφη ὡς τὸν Βαιανὸν ἀναχωρεῖν τε αὐτὸν καὶ πρὸς πολέμου παράταξιν ἐξοπλίζεσθαι, ἅτε αὔριον καὶ οὐκ ἐς ἀναβολὴν ἀναρρήξοντος αὐτοῦ τὴν μάχην. ἐπὶ τούτοις ἀπηλλάγησαν./* Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέων.*/