De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1.1
Ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεὺς βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει διεπέμψατο πρεσβευτὴν ἐπαγγελλόμενος δεκαναΐαν δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων. οἱ δ' Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν· δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων. ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων, ὧν πρότερον ἀπέστειλε, καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν. κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθ' ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλοτίμως αὐτῷ, τὸν δὲ Πολύβιον νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς· παραπλησίως 296 δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς τὴν βασιλείαν. οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους.
47.1.2
Ὅτι τῶν Δακῶν συχνῶν μεθισταμένων πρὸς Τραιανόν, καὶ δι' ἄλλα τινά, ἐδεήθη αὖθις ὁ Δεκέβαλος εἰρήνης. ὡς δ' οὐκ ἐπείσθη τά τε ὅπλα καὶ ἑαυτὸν παραδοῦναι, τὰς δυνάμεις φανερῶς ἤθροιζε καὶ τοὺς περιχώρους προσπαρεκάλει λέγων ὅτι, ἐὰν αὐτὸν πρόωνται, καὶ αὐτοὶ κινδυνεύσουσι, καὶ ὅτι ἀσφαλέστερον καὶ ῥᾷον μεθ' ἑαυτοῦ πρίν τι κακὸν παθεῖν ἀγωνισάμενοι τὴν ἐλευθερίαν φυλάξουσιν, ἢ ἂν σφᾶς τε ἀπολλυμένους περιίδωσι καὶ αὐτοὶ ὕστερον ἐρημωθέντες τῶν συμμάχων χειρωθῶσιν.