Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ὅτι ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Νικηφόρου τοῦ βασιλέως ὁ τῶν Σαρακηνῶν φύλαρχος κατ' αὐτοῦ παρεγένετο ἐν τῷ 6 Ἀμορίῳ μετὰ δυνάμεως πολλῆς. ἐξῆλθε δὲ καὶ Νικηφόρος ἐν ὄχλῳ βαρεῖ πρὸς τὸ Δορυλάειον δηλοποιῶν τῷ πρωτοσυμβούλῳ ταῦτα· ἵνα τί ἐπιχαίρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις τῶν ἀνθρώπων μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους ἀρχαίους καὶ πατρῴους; ποῖος γάρ σοι προφήτης ἢ διδάσκαλος θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μουχούμεδ ὁ προφήτης σου παρήγγειλε χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ πάντων δημιουργὸς καὶ προνοητὴς ἀνθρώπων αἵμασιν ἐκχυνομένων χαίρει, μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικήσων τοὺς μὴ ἀδικοῦντάς σε; καίτοι γε τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατακύρως ἔχων ἐκ τῆς ἱερᾶς γῆς καὶ πλουσιωτάτης. εἰ δέ τι τῶν ἡμετέρων ἐνδεῶς ἔχεις, αὐτίκα μάλα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἄθεοι καὶ ἀθάνατοι κατ' ἀλλήλων ἀντιστρατευόμεθα καὶ τὸν κατὰ τῶν ἀνθρώπων πόλεμον ἐκ φθόνου καὶ μισανθρωπίας ἀναδεχόμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ταῦτα ὁ βασιλεὺς Νικηφόρος ἀποστείλας μετὰ δώρων τινῶν, ὁ Σαρακηνὸς ἀγαθυνθεὶς καὶ ἀνταμείψας δῶρα πλεῖστα καὶ θαυμάσια μετ' εἰρήνης ὑπέστρεψε τὴν Νικηφόρου σύνεσιν καὶ φρόνησιν ὑπερθαυμάσας./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς χρονικῆς Ἰωάννου ἱστορίας.*/ Ὅτι ἐπὶ Λευκίου Ποστουμίου καὶ Γαΐου Κλαυδίου ὑπάτων Ταραντίνοις μὲν ἀποίκοις οὖσιν Ἑλλήνων, οἰκοῦσι δὲ τῆς Ἰταλίαςτὰ ἔσχατα, Ῥωμαῖοι πολεμεῖν ἔγνωσαν, ὅτι δὴ πρεσβευτὰς σφῶν παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων νόμον λόγοις τε καὶ ἔργοις ἀσχήμοσι περιύβρισαν, Ποστουμίου τε τοῦ ναυαρχήσαντος τὴν τήβηνον ἀλλὰ***/* 7 [Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.] [̓ Εκ τῆς Διονυσίου Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας.]*/
4.1.2
Ὅτι Ποστόμιος πρέσβις ἐστάλη πρὸς Ταραντίνους· καί τινα αὐτοῦ διεξιόντος, οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλ' εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπ' αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο, καὶ βαρβάρους ἀπεκάλουν, καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου. ἀπιόντων δὲ αὐτῶν, εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασεν. γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου, καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων, ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων· γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθ' ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα 14 ταύτην αἵματι ἐκπλυνεῖτε. ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. Ἄρτι δὲ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος, παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρέσβεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης, συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου· καὶ τοῦτ' ἐποίησαν ἐφ' ἡμέρας συχνάς. ἦν δὲ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, (τοῦτο γὰρ ἅπαντες ὡμολόγουν) ἀλλ' ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ' αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τε ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ' αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ' ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ' ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ].
4.1.3
Ὅτι Ῥωμαῖοι, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα, δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δ' ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων· ἢ γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετ' αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπαιτέον, ἢ προήγγελλον τὸν πόλεμον. παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων. ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης. ἐχρῶντο δ' ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι· τὰς γὰρ ἐπὶ Λουτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ τῆς Σικελίας ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λουτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης. ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρ' ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ, ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρ' αὐτῶν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι. Ζακανθαίους δὲ 23 παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους, καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας. Ῥωμαῖοι δὲ τὸ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον φάσκοντες ἀκεραίου μὲν ἔτι μενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν, ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσιν, δι' οὗ φανερὸν ἔσται πᾶσιν, ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλ' ἄνευ τῆς αὐτῶν γνώμης πεπρᾶχθαι τοῦτο τὸ ἔργον, ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν** συγκαθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις· ἡμῖν δ' ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήτε, οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπταίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, μήθ' οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλ' ἢ τῆς ὁμολογουμένης θεωρίας τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθ' ἡμᾶς καιρούς. Γίνονται τοιγαροῦν συνθῆκαι Ῥωμαίοις καὶ Καρχηδονίοις πρῶται κατὰ Λεύκιον Ἰούνιον Βροῦτον καὶ Μάρκον Ὡράτιον τοὺς πρώτους κατασταθέντας ὑπάτους μετὰ τὴν τῶν βασιλέων κατάλυσιν· ταῦτα δ' ἐστὶ πρότερα τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντα ἔτεσι λείπουσι δυοῖν. ἃς καθ' ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν· τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥωμαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν, ὥστε τοὺς συνετωτάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν. εἰσὶ δ' αἱ συνθῆκαι τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις. μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου, ἐὰν μὴ ὑπὸ χειμῶνος ἢ πολεμίων ἀναγκασθῶσιν· ἐὰν δέ τις βίᾳ κατενεχθῇ, μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ λαμβάνειν, πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς ἱερά. τοῖς δὲ κατ' ἐμπορίαν παραγενομένοις μηδὲν ἔστω τέλος πλὴν ἐπὶ κήρυκι ἢ γραμματεῖ· ὅσα δ' ἂν τούτων παρόντων πραθῇ, δημοσίᾳ πίστει ὀφειλέσθω τῷ ἀποδομένῳ, ὅσα δ' ἂν ἢ ἐν Λιβύῃ ἢ ἐν Σαρδόνι πραθῇ. ἐὰν Ῥωμαίων 24 τις εἰς Σικελίαν παραγένηται, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ἴσα ἔστω τὰ Ῥωμαίων πάντα. Καρχηδόνιοι δὲ μὴ ἀδικείτωσαν δῆμον Ἀρδεατῶν Ἀντιατῶν Ἀρεντίνων Κιρκαιιτῶν Ταρρακινητῶν, μηδ' ἄλλον μηδένα Λατίνων, ὅσοι ἂν ὑπήκοοι. ἐὰν δέ τινες μὴ ὦσιν ὑπήκοοι, τῶν πόλεων ἀπεχέσθωσαν· ἂν δὲ λάβωσι, Ῥωμαίοις ἀποδιδότωσαν ἀκέραιον. φρούριον μὴ οἰκοδομείτωσαν ἐν τῇ Λατίνῃ. ἐὰν ὡς πολέμιοι εἰς τὴν χώραν εἰσέλθωσιν, ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευέτωσαν. Τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκείμενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους· οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐτούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ καλοῦσιν Ἐμπορεῖα, διὰ τὴν ἀρετὴν τῆς χώρας. ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἷόν τε δεῖν λαμβάνειν κατ' ἀνάγκην, ἐν πένθ' ἡμέραις ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας. εἰς δὲ Καρχηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρωτηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν ἐπάρχουσι Καρχηδόνιοι, κατ' ἐμπορίαν πλεῖν Ῥωμαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαιώσειν οἱ Καρχηδόνιοι πίστει. ἐκ δὲ τούτων τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὥσπερ ἰδίας ποιούμενοι τὸν λόγον, ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆς Σικελίας ὑπὸ τὴν Καρχηδονίων πίπτει δυναστείαν. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὑτῶν ἐξουσίαν. Μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον· πρόκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον, ὧν ἐκτὸς οἴονται
4.1.4
Ὅτι ὀλύμπια τοῖς Ἕλλησιν ζʹ καὶ ϛʹ γεγενημένα, τῆς γῆς τῶν Κελτῶν οὐκ ἀρκούσης αὐτοῖς διὰ τὸ πλῆθος, ἀνίσταται μοῖρα Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον ἱκανὴ κατὰ ζήτησιν ἑτέρας γῆς· οἳ τό τε Ἄλπειον ὄρος ὑπερέβησαν καὶ Κλουσινοῖς εὐδαίμονα γῆν ἔχουσι Τυρρηνῶν ἐπολέμουν. οὐ πάλαι δὲ οἱ Κλουσινοὶ Ῥωμαίοις ἔνσπονδοι γεγονότες ἐπ' αὐτοὺς κατέφυγον. καὶ οἱ Ῥωμαῖοι πρέσβεις συνέπεμψαν αὐτοῖς Φαβίους τρεῖς, οἳ τοῖς Κελτοῖς ἔμελλον προαγορεύσειν ἀνίστασθαι τῆς γῆς ὡς Ῥωμαίων φίλης καὶ ἀπειλήσειν ἀπειθοῦσιν. ἀποκριναμένων δὲ τῶν Κελτῶν, ὅτι ἀνθρώπων οὐδένα δεδίασιν οὔτε ἀπειλοῦντα σφίσιν οὔτε πολεμοῦντα, χρῄζοντες δὲ γῆς οὔπω τὰ Ῥωμαίων πολυπραγμονοῦσιν, οἱ πρέσβεις οἱ Θάβιοι τοὺς Κλουσινοὺς ἐνῆγον ἐπιθέσθαι τοῖς Κελτοῖς τὴν χώραν λεηλατοῦσιν ἀπερισκέπτως, καὶ συνεκδημοῦντες αὐτοῖς ἀναιροῦσι τῶν Κελτῶν πολὺ πλῆθος ἐν προνομῇ, καὶ τὸν ἡγούμενον ἐκείνου τοῦ μέρους αὐτὸς ὁ Ῥωμαίων πρεσβευτὴς Κόιντος Φάβιος ἀνεῖλέ τε καὶ ἐσκύλευσε καὶ τὰ ὅπλα φορῶν ἐπανῆλθεν ἐς Κλούσιον.
4.1.5
Ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παραχρῆμα δι' ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς ἀναπειθούσης, ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθ' ὅλως πολέμιόν τι ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους πολλούς. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ' αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλ' εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατ' ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι εἴτ' οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν' ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον (καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ' ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον), καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ ἐκηλίδωσεν. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος· γελᾶτε, ἔφη, γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.
4.1.6
Ὅτι πρέσβεις ἐλθόντες εἰς τοὺς στρατηγοὺς Περσῶν περὶ εἰρήνης διεπρεσβεύοντο καὶ ἐν ὁμήρων λόγῳ ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα. αὐτίκα δὲ καὶ Ῥουφῖνος καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον παρά τε Περσῶν τὸν βασιλέα ἅπαντες ἀφίκοντο ἐς ποταμὸν Τίγριν. καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδεν, τοὺς ὁμήρους ἀφῆκεν. τιθασεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα. οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ' ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας 93 τὸ λοιπὸν εἴη, ἀλλ' ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο, ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο, φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βόλων τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν. τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται, μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις. οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ' αὐτοῖς πύθωνται πρότερον. ἔδοξε τοίνυν ὑπὲρ τούτων Ῥουφῖνον μὲν ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίη, μένειν, καὶ χρόνος ἡμερῶν οʹ Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν. ὡς δὲ ὁ Ῥουφῖνος βασιλεῖ ἀπήγγελλεν, ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι. ἀλλ' ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγελλεν ὀργισθέντα Ῥουφῖνονκτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθεὶς καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν. διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο, καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα ἐνταῦθα οἱ πρέσβεις ἐκόμιζον. ἀλλ' Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις. διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκ ἔτι ἠξίου. τῷ δὲ Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τῶν Περσῶν τὰ χρήματα ἐσκομίσειεν. αὐτίκα γοῦν εἰς τὸ ἔδαφος καθῆκε τὸ σῶμα κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλ' ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι. Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευσεν ἐξανίστασθαι ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἱ δὲ γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνεν. καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι' ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον τεκμαιρόμενοι, ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν. ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα ὁ βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς 94 καὶ Ἑρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ' ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλοις ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη, τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος. καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βόλων τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι ἀντ' αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τῶν Ῥωμαίων ἐς βεβληκότας νικήσας ἐξήλασεν· ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύνοντο.
4.1.7
Ὅτι ὑπ' ἀμφοτέρων Ἀττήλα τε καὶ Ζήνωνος αἰτούμενος ὁ Χρυσάφιος ἐν ἀγωνίᾳ καθεστήκει. πάντων δὲ αὐτῷ εὔνοιάν τε καὶ σπουδὴν συνεισφερόντων, ἐδόκει παρὰ τὸν Ἀττήλαν πρεσβεύεσθαι Ἀνατόλιον καὶ Νόμον, τὸν μὲν Ἀνατόλιον τῶν ἀμφὶ βασιλέα ἄρχοντα τελῶν καὶ τὰς συνθήκας τῆς ἐκείνου εἰρήνης προθέμενον, τὸν δὲ Νόμον τὴν τοῦ μαγίστρου ἀρχὴν ἄρξαντα καὶ ἐν τοῖς πατρικίοις σὺν ἐκείνῳ καταλεγόμενον, οἳ δὴ τὰς ἀρχὰς ἀναβεβήκασι πάσας. συνεπέμπετο δὲ Ἀνατολίῳ Νόμος οὐ διὰ μέγεθος τῆς τύχης μόνον, ἀλλὰ ὡς καὶ τῷ Χρυσαφίῳ εὔνους ὢν καὶ φιλοτιμίᾳ τοῦ βαρβάρου περιεσόμενος· ὅτι γὰρ μάλιστα προσῆν αὐτῷ τὸ μὴ φείδεσθαι χρημάτων τὸ παρὸν διαθεῖναι ἐσπουδακότι. καὶ οὗτοι μὲν ἐστέλλοντο τὸν Ἀττήλαν ἀπάξοντες τῆς ὀργῆς καὶ τὴν εἰρήνην ἐπὶ ταῖς συντάξεσι διαφυλάττειν πείσοντες, λέξοντες δὲ καὶ ὡς τῷ Κωνσταντίῳ κατεγγυηθήσεται γυνὴ οὐ μείων τῆς Σατορνίλου γένει τε καὶ περιουσίᾳ· ἐκείνην γὰρ μὴ βεβουλῆσθαι, ἀλλ' ἑτέρῳ κατὰ νόμον γήμασθαι· οὐ γὰρ θέμις παρὰ Ῥωμαίοις ἄκουσαν γυναῖκα κατεγγυᾶσθαι ἀνδρί. ἔπεμπε δὲ καὶ ὁ εὐνοῦχος τῷ βαρβάρῳ χρυσίον ὥστε αὐτὸν μειλιχθέντα ἀπαχθῆναι τοῦ θυμοῦ.
4.1.8
Ὅτι Ζήνων ὁ βασιλεὺς πρὸς τὸν ἀρχηγὸν τῶν Γότθων πρεσβευσάμενος περὶ Ἡρακλείου τοῦ στρατηγοῦ τοῦ κρατηθέντος παρὰ τῶν Γότθων, ὑπέσχετο ἐπὶ λύτροις ἀφήσειν καὶ τὰ λύτρα ρʹ συνωμολόγησε τάλαντα. ταῦτα τοὺς προσήκοντας Ἡρακλείῳ Ζήνων ἐκέλευσε παρασχεῖν, ἵνα μὴ δοκοίη λελυμένος ὑπ' ἄλλων ἐν δούλου γενέσθαι σχήματι. πέμπεται δὲ εἰς Θρᾴκην τοῖς Γότθοις τὰ χρήματα. οἱ δὲ ἐδέξαντο μὲν καὶ δῆθεν ἐκ τῆς φρουρᾶς ἀνιᾶσιν Ἡράκλειον· προϊόντι δὲ αὐτῷ ἐν Ἀρκαδίου πόλει προστρέ 166 χουσί τινες Γότθοι, καὶ βαδίζοντι τῷ Ἡρακλείῳ τις ἐκ τῶν Γότθων βίᾳ τὸν ὦμον ἔπαισε. τῶν δὲ περὶ τὸν Ἡράκλειόν τις ἐπέπληξε τῷ Γότθῳ· καὶ πῶς, εἶπεν, οὔτε σαυτὸν οἶδας, ἄνθρωπε, οὔτε γινώσκεις ὃν ἔπληξας; ὁ δὲ πάνυ γινώσκειν ἔφη τὸν ὑπ' αὐτοῦ κάκιστα ἀπολούμενον· καὶ ἅμα σπασάμενοι ὁ μέν τις τὴν κεφαλὴν τοῦ Ἡρακλείου, ὁ δὲ τὰς χεῖρας ἀπέτεμεν. καί φασιν ὅτι κατὰ ἀνταπόδοσιν ἔπαθεν Ἡράκλειος· ἐλέγετο γάρ τινας τῶν ὑφ' αὑτῷ τελούντων στρατιωτῶν δόξαντάς τι πλημμελεῖν οὐκ ἄξιον θανάτου εἰς βόθρον καταβαλὼν πᾶν τὸ στράτευμα ἀναγκάσαι αὐτοὺς καταλεῦσαι. ἔκτοτε οὖν ἡ τοῦ θεοῦ ἀγανάκτησις εἰς αὐτὸν ἐτηρεῖτο.
4.1.9
Ὅτι οὐδὲν προέβη περὶ τῆς Σουανίας, ἀλλ' ὁ Πέτρος ἄπρακτος ἀνεχώρησε τῶν Μηδικῶν ὁρίων. ὅμως δ' οὖν ἐσπείσατο Πέρσαις, καὶ κατέθεντο τὸν πόλεμον ἀμφότεραι πολιτεῖαι. καὶ οἱ μὲν Μῆδοι ἐκ τῆς τῶν Κόλχων γῆς ἐπ' οἴκου ἀνεχώρησαν· ἀτὰρ ἐς τὸ Βυζάντιον ἀφικόμενος ὁ Πέτρος οὐ πολλῷ ὕστερον κατέλυσε τὸν βίον.
4.1.10
Ὅτι ὁ Τιβέριος ἀποκηρυκεύεται πρὸς Ὁρμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δὲ ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς Ῥωμαίους, Ἀρμενίους τε καὶ Ἴβηρας ἐν ὑπηκόοιςτελεῖν, Ῥωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε Δάρας μὴ ἐπιζη 224 τεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε Δάρας οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι τῇ τῶν Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας Ὁρμίσδου καταφανῆ Τιβερίῳ ἐγένετο, θέρους ἐπιγενομένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος, καὶ ἄλλους πέπομφεν ἐς τὰ ἐνδόμυχα τῆς Περσίδος ἢ τρέψοντας. 5. Ὅτι ἐχαλέπαινεν ὁ Χαγάνος καὶ ἐνεκότει εὐδοκιμηθείσαις ταῖς Ῥωμαίων δυνάμεσιν. οἱ μὲν τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν Ῥωμαίοις. μεγαλοφρόνως τοίνυν ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς πρὸς τὸν Χαγάνον ἐγένετο. ὁ μὲν οὖν βάρβαρος φρονηματισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσιέναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι δυνησόμενον. ὁ δὲ πρέσβις ἱστορίας πολλῆς γενόμενος κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὑπέστη. ἔφησε γάρ· ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ διηγήματος. ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν ἐποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς ἱστορίας ἀφήγησις. Σέσωστρόν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον. Τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ τοῖς μὲν ἵπποις καὶ ταῖς ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ τοὺς αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τούτου ὄχημα. τοῦ τοίνυν Σεσώστρου μὴ μετριο 225 παθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευσάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω στρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιήσασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς· ἄνθρωπε, τί πρὸς τοὐπίσω τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς; ποῖ διεξεῖναι κέχηνας; τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς Σέσωστριν· τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο ἀπαιωρίζεται. τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι. ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν ἀπιστότερον εὐπραγίας. ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον· οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ' ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκε, περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς εὐπραγίας κοινά. ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς Πρίσκον τὸν Θεόδωρον ἔπεμπεν. ὁ δὲ Θεόδωρος Πρίσκῳ τοὺς λόγους τοῦ βαρβάρου διεξῆλθε, καὶ ὁ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισεν παρῄνει τε Ῥωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν βάρβαρον. οἱ δὲ Ῥωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημήσαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς δυνάμεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν Ῥωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος 226 τὴν τῶν βαρβάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι εʹ χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ Δριζίπερα γίνονται, ὁ δὲ στρατηγὸς ἐς Βυζάντιον. ὁ δὲ Μαυρίκιος τούτῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν. καὶ ἀποχειροτονεῖται ὁ Πρίσκος.
4.1.11
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα, δι' ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου δόγμα τὸ περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα· τοὺς μὲν ἄλλους Ἕλληνας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις· τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρωμονδὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον Θάσον Μύριναν Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστησάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς συγκλήτου· τὰ δ' αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· δοῦναι δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δ' ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα. 235 Τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δὲ Αἰτωλοὶ δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν. καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας. ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις παραδιδόναι Ῥωμαίοις, τὴν δ' ἑτέραν, ἐξάγοντα τὰς φρουρὰς ἐλευθεροῦν τὰς πόλεις. τὰς μὲν οὖν ἐλευθερουμένας ἐπ' ὀνόματος δηλοῦσθαι, ταύτας δ' εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην· εἶναι δὲ ταύτας Ὠρεὸν Ἐρέτριαν Χαλκίδα Δημητριάδα Κόρινθον. ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν, ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων. Ταῦτα μὲν οὖν ὑπ' Αἰτωλῶν ἐλέγετο κατακόρως· ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων. πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβολῆς καὶ πιστευομένης παρ' ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν τῷ συνεδρίῳ διδάσκων, ὡς, εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας. ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν. οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον ὁ Τίτος ἔπεισε τὸ συνέδριον 236 ἐλευθεροῦν [καὶ] παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχειρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δ' Ἀκροκόρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν. Δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθ' ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους, καθέξουσι. καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθ' αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας. τοιαύτης δ' οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἀθροισθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κήρυξ καὶ σιωπησάμενος τὰ πλήθη διὰ τοῦ σαλπικτοῦ τόδε τὸ κήρυγμα ἀνηγόρευσεν· ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος [καὶ] Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους ἀφρουρήτους ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραίους. κρότου δ' ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδ' ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ πάλιν ἀκούειν ἐβούλοντο. τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡσανεὶ καθ' ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος, πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προσάγειν τὸν κήρυκα καὶ τὸν σαλπιγκτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ μόνον ἀκούειν ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ τὴν ἀπιστίαν τῶν ἀναγορευομένων. ὡς δὲ πάλιν ὁ κήρυξ προσελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμενος διὰ τοῦ σαλπιγκτοῦ τὸν θόρυβον ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη καταρραγῆναι τὸν κρότον ὥστε μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γεγονός. ὡς δέ ποτε καὶ κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάντες δὲ διαλαλοῦντες, οἱ μὲν 237 ἀλλήλοις οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἱονεὶ παραστατικοὶ τὰς διανοίας ἦσαν. ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαριστοῦντες· οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσωπον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρ' ὀλίγον διέλυσαν τὸν ἄνθρωπον. δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους. θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι· τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλ' ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους ἀφρουρήτους ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις. Διελθούσης δὲ τῆς πανηγύρεως πρώτοις μὲν ἐχρημάτισαν τοῖς παρ' Ἀντιόχου πρεσβευταῖς, διακελευόμενοι τῶν ἐπὶ τῆς Ἀσίας πόλεων τῶν μὲν αὐτονόμων ἀπέχεσθαι καὶ μηδένα πολεμεῖν, ὅσας δὲ νῦν παρείληφε τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον ταττομένων, ἐκχωρεῖν. σὺν δὲ τούτοις προηγόρευον μὴ διαβαίνειν εἰς τὴν Εὐρώπην μετὰ δυνάμεως· οὐδένα γὰρ ἔτι τῶν Ἑλλήνων οὔτε πολεμεῖσθαι νῦν ὑπ' οὐδενὸς οὔτε δουλεύειν οὐδενί. καθόλου δὲ καὶ ἐξ αὑτῶν τινας ἔφασαν ἥξειν πρὸς τὸν Ἀντίοχον. ταύτας μὲν οὖν οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν λαβόντες τὰς ἀποκρίσεις ἐπανῆλθον· μετὰ δὲ τούτους εἰσεκαλοῦντο πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ πόλεων παραγεγονότας καὶ τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφουν. Μακεδόνων μὲν οὖν τοὺς Ὀρέστας καλουμένους διὰ τὸ προσχωρῆσαι σφίσι κατὰ τὸν πόλεμον αὐτονόμους ἀφεῖσαν. ἠλευθέρωσαν οὖν Περραίους καὶ Δόλοπας καὶ Μάγνητας, Θετταλοῖς δὲ μετὰ τῆς ἐλευθερίας καὶ τοὺς Ἀχαιοὺς τοὺς Φθιώτας προσένειμαν ἀφελόμενοι Θήβας τὰς Φθίας καὶ Φάρσαλον· οἱ γὰρ Αἰτωλοὶ περί τε τῆς Φαρσάλου μεγάλην ἐποιοῦντο φιλοτιμίαν, 238 φάσκοντες αὑτῶν δεῖν ὑπάρχειν κατὰ τὰς ἐξ ἀρχῆς συνθήκας, ὁμοίως δὲ καὶ περὶ Λευκάδος. οἱ δὲ ἐν τῷ συνεδρίῳ περὶ μὲν τούτων τῶν πόλεων ὑπερέθεντο τοῖς Αἰτωλοῖς τὸ διαβούλιον πάλιν ἐπὶ τὴν σύγκλητον, τοὺς δὲ Φωκέας καὶ τοὺς Λοκροὺς συνεχώρησαν αὐτοῖς ἔχειν, καθάπερ εἶχον καὶ πρότερον, ἐν τῇ συμπολιτείᾳ. Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν** ἔτι δὲ τὴν Ἐρετριέων πόλιν ἐδόκει μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι· Τίτου δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ διαβούλιον, διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρεσπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων. Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερέννιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ' ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον, καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μεῖναι ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν. πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πράως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτ' ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτ' ἂν νικῆσαι Φίλιππον, εἰ μὴ δι' ἑαυτούς, τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δ' αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πει 239 σθέντες ἐποίησαν. καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν.
4.1.12
Ὅτι Ἡρώδης ὁ βασιλεὺς Ἰουδαίων μετὰ τὸ ἀνελεῖν Ὑρκανὸτὸν ἀρχιερέα εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. καὶ ἐπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δὲ ἄλλου 367 περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνε τὸ μεγαλεῖον τοῦ κατ' αὐτὸν φρονήματος, οὔτε εἰς ἱκεσίας, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφ' ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως. ἔλεγε γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ μεγίστην γενέσθαι πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπ' ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατιᾶς μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ. καὶ ταῦτα εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι· τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δὲ ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον ἢ καλῶς εἶχεν ἀναστραφεὶς ἀλλ' ἐκεῖνό γε συνειδέναι καλῶς αὐτῷ πεποιηκότι τὸ μηδὲ ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν, μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δὲ αὐτόν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι· προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἀρχὴν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν [δὲ] οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησε τὴν ἀβουλίαν. νῦν οὖν, εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδὲ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται. Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπάσατο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστε αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι. καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ καὶ προτρεψάμενος μηδὲν ἐλάττω περὶ αὐτὸν ἢ πρότερον ἦν περὶ τὸν Ἀντώνιον φαίνεσθαι, διὰ πάσης ἦγε τιμῆς, προσθεὶς ὅτι Καπίδιος γράφει ἐν ἁπάσῃ
4.1.13
Ὅτι οἱ παραβλαπτόμενοι ἐν ταῖς γυναιξὶν αὐτῶν, ὅσοι προσήκοντες ἦσαν Στελίχωνι, ἐβούλοντο Ἀλλαρίχῳ προσθέσθαι, Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλ' ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο τῶν ἐπὶ Στελίχωνος σπονδῶν μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει γενέσθαι, λαβεῖν τε ὁμήρους Δέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου γενόμενον παῖδα, τὸν δὲ Γαυδεντίου, δοῦναί τε αὐτὸς τῶν παρ' αὐτῷ τινας εὖ γεγονότας καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα. ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ διαθεῖναι. ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει σπονδὰς ποιησάμενον ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν ὅσα στρατιωτῶν τάγματα ἦν καὶ ταῖς παρόδοις τῶν πολεμίων ἐγκαταστῆσαι καὶ ἀποκλεῖσαι τοῖς βαρβάροις τὸν ἐπὶ τὸ πρόσω πορείαν, ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα μὲν καθ' ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς ἀντίστασιν. ἀλλ' οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας ἀναστήσας εὐχῶν τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν. στρατηγούς τε γὰρ ἐπέστησε τῷ στρατεύματι φρονίμους. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ.] Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος, ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥαεβένναν πρέσβεις Καικιλιανὸς καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον οὐδέν, Ὀλυμπίου συνταράττοντος τὰ πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν ἐμποδὼν γινομένου. ταύτῃ τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ' οἷς ἐληλύθασιν, παρα 380 λύσας Θεόδωρον τῆς τῶν ὑπάτων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν.
4.1.14
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ καὶ Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως διὰ τὸ διώκεσθαι τοὺς χριστιανοὺς ὑπὸ Περσῶν αἱ 389 σπονδαί, ἃς πρὸς ἀλλήλους εἶχον, ἐλύοντο. τοῦ γὰρ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς χριστιανοὺς οὐκ ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραβάνης τὴν βασιλείαν διαδεξάμενος καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς χαλεπῶς τοὺς χριστιανοὺς ἤλαυνε τιμωρίας καὶ στρέβλας Περσικὰς διαφόρους ἐπάγων αὐτοῖς. πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις χριστιανοὶ προσφεύγουσιν Ῥωμαίοις δεόμενοι μὴ παρορᾶν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ ἐπίσκοπος ἀσμένως μὲν τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ γινόμενα. ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας, ἐπειδὴ Πέρσαι οὓς παρὰ Ῥωμαίων χρυσορύκτας ἐπὶ μισθῷ λαβόντες ἔσχον ἀποδοῦναι οὐκ ἤθελον, καὶ ὅτι φορτία τῶν ἐμπόρων Ῥωμαίων ἀφείλαντο. συλλαμβάνεται οὖν ἐκείνῃ τῇ λύπῃ καὶ ἡ τῶν χριστιανῶν πρὸς Ῥωμαίους καταφυγή. εὐθὺς γὰρ ὁ Πέρσης πρεσβείας ἔπεμπε τοὺς φεύγοντας ἐξαιτούμενος, Ῥωμαῖοι δὲ οὐδαμῶς προεδίδοσαν τοὺς προσφεύγοντας αὐτοῖς οὐ μόνον ὡς ἱκέτας σώζειν θέλοντες, ἀλλὰ γὰρ ὑπὲρ τοῦ χριστιανισμοῦ πάντα ποιεῖν προθυμούμενοι. διὸ καὶ πολεμεῖν Πέρσαις μᾶλλον ᾑροῦντο ἢ περιορᾶν ἀπολλυμένους χριστιανούς. λυθεισῶν οὖν διὰ τοῦτο τῶν σπονδῶν, πόλεμος συνεκροτήθη δεινός. φθάσας γὰρ ὁ Ῥωμαίων βασιλεὺς ἀποστέλλει μερικὴν δύναμιν, ἧς ἦρχε στρατηγὸς Ἀρδαβούριος, ὃς διὰ τῆς Ἀρμενίων χώρας ἐμβαλὼν τῇ Περσίδι μίαν αὐτῆς τῶν ἐπαρχιῶν Ἀζαζηνὴν καλουμένην ἐπόρθει. ἀπήντα δὲ αὐτῷ Ναρσαῖος στρατηγὸς τοῦ Περσῶν βασιλέως σὺν δυνάμει Περσικῇ, συμβαλὼν δὲ καὶ ἡττηθεὶς φυγῇ ἀνεχώρησεν ἔγνω τε λυσιτελεῖν διὰ Μεσοποταμίας εἰς τὴν Ῥωμαίων χώραν ἀφύλακτον οὖσαν ἀπροόπτως ἐμβαλεῖν καὶ τοῦτον τὸν τρόπον ἀμύνασθαι Ῥωμαίους. οὐ μὴν τὸν Ῥωμαίων στρατηγὸν ἡ βουλὴ Ναρσαίου διέλαθεν. λαφυραγωγήσας οὖν ἡσύχως τὴν Ἀζαζηνὴν ἐπὶ τὴν Μεσοποταμίαν καὶ αὐτὸς ἐπορεύθη, καὶ ὁ Περσῶν στρατηγὸς οὐκ ἴσχυσεν εἰς τὴν Ῥωμαίων ἐμβαλεῖν. καταλαβὼν δὲ τὴν Νίσιβιν (πόλις δὲ αὕτη μεθόριος Πέρσαις ἀνήκουσα) ἐκ ταύτης ἐδήλου τῷ Ἀρδαβουρίῳ κατὰ συνθήκας ποιεῖσθαι τὸν πόλεμον ὁρίσαι τε τόπον καὶ ἡμέραν τῇ συμβολῇ. ὁ δὲ τοῖς ἐλθοῦσιν, ἀπαγγείλατε, ἔφη, Ναρσαίῳ, οὐχ 390 ὅτε σὺ θέλεις πολεμήσουσιν Ῥωμαίων βασιλεῖς. πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ἀντετάττετο. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΝΙΚΗΣ.]/* Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Πέτρου πατρικίου καὶ μαγίστρου.*/
4.1.15
Ὅτι Δεκέβαλος πρὸς Τραιανὸν πρέσβεις ἔπεμψε πιλοφόρους· οὗτοι γάρ εἰσι παρ' αὐτοῖς οἱ τιμιώτεροι. πρότερον γὰρ κομήτας ἔπεμπεν εὐτελεστέρους δοκοῦντας παρ' αὐτοῖς εἶναι. ἐκεῖνοι δὲ ἐλθόντες ἐπὶ τοῦ Τραιανοῦ ἔρριψαν καὶ τὰ ὅπλα καὶ τὰς χεῖρας ὄπισθεν δήσαντες ἐν αἰχμαλώτων τάξει ἐδέοντο τοῦ Τραιανοῦ εἰς λόγους ἐλθεῖν Δεκεβάλῳ.
4.1.16
Ὅτι πάλιν ἡ σύγκλητος διήκουσε τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβειῶν καὶ ταύταις φιλανθρώπως προσεφώνει βουλομένη προθύμους αὐτοὺς ἔχειν πρὸς τὸν Ἀντιοχικὸν πόλεμον, ὃν ταχέως προσεδόκα. τοῖς δὲ παρὰ Φιλίππου πρέσβεσιν ἀπεκρίθη, διότι φυλάττοντος αὐτοῦ τὴν πίστιν τῶν τε φόρων αὐτὸν ἀπολύσει καὶ Δημήτριον τὸν υἱόν. τοῖς δὲ ἐληλυθόσι παρὰ Ἀντιόχου συνέστησεν ἐκ τῆς βουλῆς ἄνδρας δέκα τοὺς διακουσομένους περὶ ὧν ἔφησαν ἐντολὰς ἔχειν παρὰ τοῦ βασιλέως. ὧν συνεδρευσάντων ὁ τῆς 398 πρεσβείας ἀφηγούμενος Μένιππος ἔλεγεν ἥκειν, ὅπως Ἀντιόχῳ φιλίαν καὶ συμμαχίαν συνάψηται πρὸς Ῥωμαίους. ἔφησε δὲ θαυμάζειν τὸν βασιλέα διὰ τίνα ποίαν τ' αἰτίαν προστάττουσιν αὐτῷ Ῥωμαῖοι τινὰ μὲν τῶν κατὰ τὴν Εὐρώπην μὴ πολυπραγμονήσειν, τινῶν δὲ τῶν πόλεων ἀφίστασθαι καὶ παρ' ἐνίων τοὺς ὀφειλομένους φόρους μὴ λαμβάνειν. ταῦτα γὰρ οὐ τοῖς ἐξ ἴσου τὴν φιλίαν ποιουμένοις ἔθος εἶναι ποιεῖν, ἀλλὰ τοῖς πολέμῳ νενικηκόσι· τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύοντας ἐπὶ Λυσιμαχίαν ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων. Ἀντιόχῳ δὲ πρὸς Ῥωμαίους πόλεμον μὲν μηδέποτε γεγονέναι· φιλίαν δ' ἂν συνθέσθαι βούλωνται πρὸς αὐτόν, ἕτοιμον εἶναι. ὁ δὲ Φλαμίνιος ἔφη δυοῖν πραγμάτων ὄντων ἕτερον τῷ βασιλεῖ τὴν σύγκλητον συγχωρεῖν, εἰ μὲν βούλεται τῆς Εὐρώπης ἀπέχεσθαι, μηδὲν πολυπραγμονεῖν Ῥωμαίους τῶν κατὰ τὴν Ἀσίαν· εἰ δὲ τοῦτο μὴ προαιρεῖται, γινώσκειν ὅτι Ῥωμαῖοι τοῖς ἑαυτῶν φίλοις καταδουλουμένοις βοηθήσουσιν. τῶν δὲ πρεσβευτῶν ἀποκριναμένων ὡς οὐδὲν τοιοῦτον συνθήσονται, δι' οὗ ταπεινώσουσι τὴν βασιλέως ἀρχήν, τῇ ἐχομένῃ τοῖς Ἕλλησιν ἡ σύγκλητος εἶπεν ὡς, ἐὰν Ἀντίοχος περιεργάζηταί τι τῶν κατὰ τὴν Εὐρώπην, Ῥωμαῖοι μετὰ πολλῆς σπουδῆς τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐλευθερώσουσιν. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν, οἱ παρὰ τοῦ βασιλέως ἠξίουν τε τὴν σύγκλητον ἐνθυμηθῆναι ἡλίκων ἑκατέροις κατάρχεται κινδύνων καὶ μηδὲν ταχέως πράττειν, ἀλλὰ τῷ βασιλεῖ δοῦναι χρόνον εἰς βουλήν, καὶ αὐτὴν ἐπιμελέστερον περὶ τούτων βουλεύεσθαι.
4.1.17
Ὅτι φασὶ Καρχηδονίους ἐπικηρυκεύσασθαι τοῖς Ῥωμαίοις διά τε τἄλλα καὶ διὰ τὸ πλῆθος τῶν αἰχμαλώτων, μάλιστα μὲν εἴ πως καὶ τὴν εἰρήνην ἐπὶ μετρίοις τισὶ ποιήσαιντο, εἰ δὲ μή, ἵνα τούς γε ἑαλωκότας κομίσαιντο. φασὶ δὲ καὶ τὸν Ῥήγουλον ἐν τοῖς πρέσβεσι πεμφθῆναι διά τε τὸ ἀξίωμα αὐτοῦ καὶ τὴν ἀρετήν· ὑπέλαβον γὰρ πᾶν ὁτιοῦν τοὺς Ῥωμαίους ἐπὶ τῷ κομίσασθαι αὐτὸν ἐλπίσαι σφᾶς πρᾶξαι, ὥστε καὶ μόνον ἀντὶ τῆς εἰρήνης ἢ πάντως γε ἀντὶ τῶν αἰχμαλώτων ἀνταποδοθῆναι. ὥρκωσάν τε οὖν αὐτὸν πίστεσι μεγάλαις, ἦ μὴν ἐπανήξειν, ἂν μηδέτερον αὐτῶν διαπράξηται, καὶ πρεσβευτὴν μεθ' ἑτέρων ἔστειλαν. καὶ ὃς τά τε ἄλλα καθάπερ τις Καρχηδόνιος ἀλλ' οὐ Ῥωμαῖος ὢν ἔπραττεν, καὶ οὔτε τὴν γυναῖκα ἐς λόγους ἐδέξατο, οὔτε ἐς τὴν πόλιν καίπερ ἐσκληθεὶς ἐσῆλθεν, ἀλλ' ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὥσπερ τοῖς τῶν πολεμίων πρέσβεσιν ἔθος εἶχον χρηματίζειν, τήν τε πρόσοδον μετὰ τῶν ἄλλων, ὥς γε καὶ ὁ λόγος ἔχει, ᾐτήσατο.
4.1.18
Ὅτι ἐδέξατο Ἰουστινιανὸς παρὰ Ἀβάρων πρέσβεις, ἐφ' ᾧσφᾶς περιαθρῆσαι γῆν, ὅποι τὸ φῦλον θήσονται τὰς οἰκήσεις. καὶ ὁ μὲν βασιλεύς, Ἰουστίνου τοῦ στρατηγοῦ σημήναντός οἱ, ἐν βουλῇ ἐποιήσατο ἐς τὴν Ἐλούρων χώραν κατοικίσαι τὸ ἔθνος, ἔνθα πρὸ τοῦ ᾤκουν οἱ Ἔλουροι· δευτέρα δὲ προσαγορεύεται Παιονία· 444 καὶ εἴ γε θυμῆρες αὐτοῖς ἐγένετο, καὶ κατένευσεν ἂν ὁ βασιλεύς. ἀλλ' ἐκεῖνοι Σκυθίας οὔτι ᾤοντο δεῖν ἔσεσθαι ἐκτός· αὐτῆς γὰρ δήπουθεν ἐσότι ἐφίεντο. τοῦτο μὲν οὖν οὐ προύβη, ἔστειλε δὲ ὅμως Ἰουστῖνος ὁ στρατηγὸς τοὺς πρέσβεις ἐς τὸ Βυζάντιον ἐδήλωσέ τε τῷ βασιλεῖ, ὡς ἂν αὐτοῦ ἐν κατοχῇ ἔσοιντο ἐπὶ πολύ. ἐφιλοποιήσατο γὰρ τῶν πρέσβεων ἕνα (ὄνομά οἱ Κουνίμων) ἐν ἀπορρήτῳ τέ οἱ ἔλεξεν ὁ Κουνίμων ὡς ἕτερα διαλεγόμενοι ἕτερα γνωματεύουσι, καὶ ὡς λόγοις μὲν ἐς τὰ μάλιστα μετρίοις χρῶνται, καὶ ὡς τὴν ἐπιείκειαν παραπέτασμα προβάλλονται τοῦ δόλου τῷ ἐμπεδῶσαι δῆθεν τὸ εὔνουν ὡς τοὺς Ῥωμαίους, ὡς ἂν ταύτῃ διαπεραιωθεῖεν τὸν Ἴστρον, τὸ δέ γε βουλόμενον αὐτοῖς τῆς γνώμης ἔχει ἑτέρως, καὶ ὡς, εἴ γε διέλθοιεν τὸν ποταμόν, βούλονται πανστρατὶ ἐπιθέσθαι. τούτων οὖν Ἰουστῖνος ἐγνωσμένων αὐτῷ τῷ βασιλεῖ ἐσήμηνεν, ὡς ἂν οἱ πρέσβεις τῶν Ἀβάρων ἐγκαθειργμένοι ὦσιν ἐν Βυζαντίῳ· ταύτῃ γὰρ οὐκ ἀνέξοιντο διελθεῖν τὸ ῥεῖθρον, πρὶν ἢ ἀφεθῶσιν οἱ πρέσβεις. ἐν ᾧ δὲ ταῦτα ἔπρασσεν ὁ Ἰουστῖνος, οὐχ ἧττον παρεσκευάζετο ἅμα φυλάξων τὰς διαβάσεις τοῦ ποταμοῦ· Βῶνον γὰρ τὸν πρωτοστάτην τοῦ θητικοῦ καὶ οἰκετικοῦ τῇ τοῦ ποταμοῦ ἀπένειμε φυλακῇ. οἱ δὲ πρέσβεις τῶν Ἀβάρων, ἐπεὶ οὐδέν τι ὤνησαν ὧνπερ αἰτοῦντες πρὸς βασιλέα ἀφίκοντο, δῶρα ὥσπερ σύνηθες ἦν αὐτοῖς παρ' αὐτοῦ εἰληφότες, καὶ μὲν οὖν ὠνησάμενοι τὰ ὅσα χρεών, τοῦτο μὲν ἐσθῆτος, τοῦτο δὲ καὶ ὅπλων, ἀφέθησαν μέν, ὅμως δ' οὖν Ἰουστίνῳ λάθρᾳ ἐνεκελεύσατο ὁ βασιλεὺς τρόπῳ τῳ τὰ ὅπλα ἀφελέσθαι παρὰ σφῶν. καὶ οὖν ὁ στρατηγός, ἐπεὶ ἐδέξατό γε αὖθις ἐπανιόντας τοὺς πρέσβεις, κατὰ ταῦτα ἐποίει. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ Ἀβάρων ἤδη ἐκ πολλοῦ ὑποτυφομένη, καὶ μάλιστα τῷ μὴ ὡς θᾶττον ἀφεθῆναι τοὺς πρέσβεις. συνεχέστατα γὰρ ἐσήμηνεν ὁ Βαιανὸς ὡς ἂν ἐπανέλθοιεν· τὸ μελετώμενον δὲ σάφα ἐπιστάμενος ὁ βασιλεὺς ἄλλοτε ἄλλως διετίθει τὸ παρόν, ὅπως ἐς τὴν βασιλίδα πόλιν ἐγκαθειργμένοι εἶεν.
4.1.19
Ὅτι ὁ Χοσρόης μετὰ τὴν ἧτταν τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω. ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς Ἰωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ' ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ παρὰ Ῥωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν 481 ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν, τῷ πολέμῳ δι' αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν Ἀρμενίαν κατ' ἐκεῖνο καιροῦ κρατερᾶς μάχης Ῥωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, Ἰουστινιανοῦ δὲ τῆς Ῥωμαϊκῆς, γίνεται κατόπιν τὸ Ῥωμαϊκὸν τῆς προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες.
4.1.20
Ὅτι κατὰ τὰς Κασπίας καλουμένας πύλας ὁ Φιλίππου Ἀλέξανδρος πύλας τεκτηνάμενος φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος τοῦ χρόνου ἔσχον καὶ Ἀμβαζούκης, Οὖννος μὲν τὸ γένος, Ῥωμαίοις τε καὶ Ἀναστασίῳ βασιλεῖ φίλος. οὗτος ἐπειδὴ ἐς γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ' ᾧ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει Ῥωμαίοις. βασιλεὺς δὲ Ἀναστάσιος (δρᾶν γὰρ ἀνεπισκέπτως οὔτε ἠπίστατο οὔτε εἰώθει) λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας ἔσχε τὰς πύλας.
4.1.21
Ὅτι ἀφίκετο παρὰ Ἀλέξανδρον Φαρασμάνης ὁ Χωρασμίων βασιλεὺς ξὺν ἱππεῦσι χιλίοις καὶ πεντακοσίοις. ἔφασκε δὲ ὁ Φαρασμάνης ὅμορος οἰκεῖν τῷ τε Κόλχων γένει καὶ ταῖς γυναιξὶ ταῖς Ἀμαζόσι, καί, εἰ θέλοι Ἀλέξανδρος, ἐπὶ Κόλχους τε καὶ Ἀμαζόνας ἐλάσας καταστρέψασθαι τὰ ἐπὶ τὸν πόντον τὸν Εὔξεινον ταύτῃ καθήκοντα γένη, ὁδῶν τε ἡγεμὼν ἔσεσθαι ἐπηγγέλλετο καὶ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρασκευάσειν. καὶ τοῦτον Ἀλέξανδρος ἐπαινέσας τε καὶ φιλίαν καὶ ξυμμαχίαν πρὸς αὐτὸν ξυνθέμενος αὐτῷ μὲν τότε οὐκ ἔφη ἐν καιρῷ εἶναι ἐλαύνειν ἐπὶ τὸν Πόντον· Ἀρταβάζῳ δὲ τῷ Πέρσῃ, ὅτῳ τὰ Βακτρίων ἐξ Ἀλεξάνδρου ἐπιτέτακτο, καὶ ὅσοι ἄλλοι πρόσχωροι τούτῳ ξατράπαι ξυστήσας Φαρασμάνην ἀποπέμπει ἐς τὰ ἤθη τὰ αὐτοῦ. αὐτῷ δὲ τὰ Ἰνδῶν ἔφη ἐν τῷ τότε μέλειν.
4.1.22
Ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτάρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα, Ἀγαθοκλῆς τε ἄρχων Σικελίας ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνειαν ἔχων ὁ Πύρρος ἐν ταῖς γυναιξὶ τὴν νῆσον οἰκείαν ἀντὶ τῆς Ἰταλίας περιεβλέπετο. ὤκνει δ' ὅμως ἔτι τοὺς ἐπικαλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν. ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις, καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογήσοντα τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοὺς αἰχμαλώτους ἀμοιβὴν ἄγοντα εἰρήνην τε ὅπη δύναιτο πράξοντα. δῶρα δ' ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι, πολλὰ δὲ γυναιξί, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ. οἱ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις, καί φασιν οὐδένα λαβεῖν οὐδὲν οὔτε ἄνδρα οὔτε γυναῖκα, ἀπεκρίναντο δ' αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων· ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων. τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέπεμπον. ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων ἱππέων ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς τὴν Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας.
4.1.23
Ὅτι ἐν τῷ ἑξῆς ἔτει ἐπὶ Ζήνωνος πρέσβεις ἦλθον ἐκ Θρᾴκης τῶν ὑποσπόνδων Γότθων, οὓς δὴ καὶ φοιδεράτους οἱ Ῥωμαῖοι καλοῦσιν, ἀξιοῦντες Ζήνωνα Θευδερίχῳ σπείσασθαι τῷ παιδὶ Τριαρίου ἥσυχον ἐθέλοντι διεξάγειν τὸν βίον καὶ μηδένα πόλεμον τοῖς κοινοῖς αἴρεσθαι πράγμασιν. ἠξίουν δὲ καὶ σκοπεῖν ὅσα πολέμιος ὢν κατέβλαψε. Ῥωμαίους, καὶ ὅσα Θευδέριχος ὁ τοῦ Βαλαμείρου παῖς στρατηγὸς ὢν καὶ φίλος ταῖς πόλεσιν ἐλυμήνατο, καὶ
4.1.24
Ὅτι γενομένων τῶν σπονδῶν Ἀττήλας αὖθις παρὰ τοὺς ἑῴους ἔπεμψε πρέσβεις φυγάδας αἰτῶν. οἱ δὲ τοὺς πρεσβευομένους δεξάμενοι καὶ πλείστοις δώροις θεραπεύσαντες ἀπέπεμψαν φυγάδας μὴ ἔχειν φήσαντες. ὁ δὲ πάλιν ἑτέρους ἔπεμψεν. χρηματισαμένων δὲ καὶ αὐτῶν, τρίτη παρεγένετο πρεσβεία, καὶ τετάρτη μετ' αὐτήν. ὁ γὰρ βάρβαρος ἐς τὴν Ῥωμαίων ἀφορῶν φιλοτιμίαν, ἣν ἐποιοῦντο εὐλαβείᾳ τοῦ μὴ παραβαθῆναι τὰς σπονδάς, ὅσους τῶν ἐπιτηδείων εὖ ποιεῖν ἐβούλετο ἔπεμπε παρ' αὐτούς, αἰτίας τε ἀναπλάττων καὶ προφάσεις ἐφευρίσκων κενάς. οἱ δὲ παντὶ ὑπήκουον ἐπιτάγματι καὶ δεσπότου ἡγοῦντο τὸ πρόσταγμα, ὅπερ ἂν ἐκεῖνος παρεκελεύσατο. οὐ γὰρ μόνον τὸν πρὸς αὐτὸν ἀνελέσθαι πόλεμον εὐλαβοῦντο, ἀλλὰ καὶ Παρθυαίους ἐν παρασκευῇ τυγχάνοντας ἐδεδίεσαν καὶ Βανδίλους τὰ κατὰ θάλασσαν ταράττοντας καὶ Ἰσαύρους πρὸς τὴν λῃστείαν διανισταμένους καὶ Σαρακηνοὺς τῆς αὐτῶν ἐπικρατείας τὴν ἕω κατατρέχοντας καὶ τὰ Αἰθιοπικὰ ἔθνη συνιστάμενα. διὸ δὴ τεταπεινωμένοι τὸν μὲν Ἀττήλαν ἐθεράπευον, πρὸς δὲ τὰ λοιπὰ ἔθνη ἐπειρῶντο παρατάττεσθαι δυνάμεις τε ἀθροίζοντες καὶ στρατηγοὺς χειροτονοῦντες.
4.1.25
Ὅτι Βαλεντινιανοῦ ἀνάρρησις ἐν Νικαίᾳ τῆς Βιθυνίας γίνεται, πρεσβεῖαί τε ὅσαι συνεπεφοιτήκεσαν ἐπὶ τοῦτον τοὺς χρυσοῦς ἔχουσαι στεφάνους πρὸς ἐκεῖνον ἀνεφέροντο. καὶ πρὸς πάσας ἀπεφαίνετο μὲν οὐδὲν ἐπιτρέχων ῥᾳδίως οὑτωσὶ καὶ συντόμως, ἐπηγγέλλετό τι δὲ ἅπασιν ὡς ποιήσων αὐτίκα μάλα.

Intertext edge

Open linked passage

Note